Ἐβραϊκὴ λέξις, εἰ πρὸς τὴν ἡμετέραν μεταληφθείη φωνὴν, τὸ καθαρόν τε καὶ ἀνόθευτον, καὶ πάσης ἐπιμιξίας ἀλλότερον χρυσίον διὰ τῆς φωνῆς ταύτης δείκνυται. Ἀνερμήνευτον δέ μοι δοκεῖν καταλελοιπέναι τὴν τοῦ Κεφὰζ λέξιν, οἱ τὰς φωνὰς τῶν Ἐβραίων ἐξελληνίσαντες, διὰ τὸ μὴ εὑρεῖν ἐν τοῖς Ἐλληνικοῖς ῥήμασι μηδεμίαν φωνὴν ἐξαγγελτικὴν τῆς ἐμφάσεως τῆς ἐνθεωρουμένης τῇ Ἐβραΐδι φωνῇ. Ἡμεῖς δὲ τοῦτο μαθόντες, ὅτι τὸ εἰλικρινῶς καθαρὸν, καὶ πάσης ὕλης ῥυπαρᾶς ἀμιγές τε καὶ ἀπαράδεκτον ἡ τοιαύτη λέξις ἐνδείκνυται· ταῦτα περὶ τοῦ προκειμένου ῥητοῦ νοεῖν ἐναγόμεθα, ὅτι κεφαλὴ τοῦ σώματος τῆς Ἐκκλησίας ἐστὶν ὁ Χριστός. Χριστὸν δὲ νῦν λέγομεν οὐ πρὸς τὸ ἀΐδιον τῆς θεότητος ἀναπέμποντες τοῦτο τὸ ὄνομα, ἀλλὰ πρὸς τὸν θεοδόχον ἄνθρωπον, τὸν ἐπὶ γῆς ὀφθέντα, καὶ τοῖς ἀνθρώποις συναναστραφέντα, τὸν τῆς παρθενίας βλαστὸν, ἐν ᾧ κατῴκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, τὴν ἀπαρχὴν τοῦ κοινοῦ φυράματος, δι' οὗ ὁ Λόγος τὴν φύσιν ἡμῶν περιεβάλετο, ποιήσας αὐτὴν ἀκήρατον, πάντων τῶν συμπεφυκότων αὐτῇ παθημάτων ἐκκαθαρθεῖσαν. Οὕτω γάρ φησι περὶ αὐτοῦ ὁ προφήτης, ὅτι Ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, τοῦ πεπειραμένου κατὰ πάντα καθ' ὁμοιότητα τῆς φύσεως ἡμῶν, χωρὶς ἁμαρτίας. Ἡ μὲν οὖν κεφαλὴ τοῦ σώματος τῆς Ἐκκλησίας, ἡ πάσης τῆς φύσεως ἡμῶν ἀπαρχὴ, τὸ καθαρόν τε καὶ πάσης κακίας ἀμιγές τε καὶ ἀπαράδεκτον χρυσίον ἐστίν· οἱ βόστρυχοι δὲ οἷ ποτε ζοφώδεις καὶ μέλανες, καὶ τοῖς κόραξιν ὁμοιούμενοι τῷ εἴδει, ἐκείνοις λέγω τοῖς κόραξιν, οἷς ἔργον ἐστὶ, τὸ τοὺς ὀφθαλμοὺς ἐκκόπτειν, κατὰ τὸν παροιμιώδη λόγον, καὶ τοῖς νεοσσοῖς τῶν ἀετῶν βρῶμα τοὺς πηρωθέντας τῶν ὁρατικῶν αἰσθητηρίων παρασκευάζειν, οὗτοι ἐλάται τὰ ὑψηλά τε καὶ οὐρανομήκη δένδρα γινόμενοι, διὰ τὸ ἀναδραμεῖν ἐκ γῆς ἐπὶ τὸ οὐράνιον ὕψος, προσθήκη τοῦ κάλλους γίνονται τοῦ νυμφίου, τῆς θείας κεφαλῆς αὐτοῦ ἐξαρτήσαντες. Οὐκ ἀγνοεῖ δὲ πάντως τις τί τῶν βοστρύχων τούτων ἔργον ἐστὶν, ἐν τοῖς ἄνω μαθὼν παρ' αὐτῆς τῆς τοῦ νυμφίου φωνῆς· ὅτι, Οι βόστρυχοί μου ἐπλήσθησαν ψεκάδων ὕδατος. Ἐκείνου οὖν εἰσιν οἱ ψεκάζοντες βόστρυχοι, παρὰ τῶν προφητῶν νεφέλαι ὀνομαζόμενοι, ἀφ' ὧν γίνεται τῆς διδασκαλίας ὁ ὄμβρος, ὁ τὰς ἀψύχους ἀρούρας ποτίζων πρὸς τὴν εὐκαρπίαν τῶν τοῦ Θεοῦ γεωργίων. Ἀποστόλους δὲ οἶμαι τροπικῶς τοὺς βοστρύχους ὑπὸ τοῦ Θεοῦ λόγου σημαίνεσθαι ὧν τινες ἦσαν πρότερον ζοφώδεις τοῖς τοῦ βίου ἐπιτηδεύμασιν, ὁ ληστὴς, ὁ τελώνης, ὁ διώκτης, καὶ εἴ τις ἄλλος τοιοῦτος κατὰ τὸν μέλανά τε καὶ σαρκοβόρον τῶν ὀφθαλμῶν ἀφανιστικὸν κόρακα. Λέγω δὲ τὸν ἄρχοντα τοῦ σκότους τῆς ἐξουσίας, καθώς φησιν ὁ ἀπὸ κόρακος ἐλάτη γενόμενος, καὶ διὰ τοῦτο βόστρυχος τῆς θείας κεφαλῆς χρηματίσας. Ὅτι πρότερον ὢν βλάσφημος καὶ διώκτης καὶ ὑβριστὴς, ἕως ἦν κόραξ, πρὸς τὴν χάριν ταύτην μετεσκευάσθη, βόστρυχος γενόμενος τῇ οὐρανίᾳ δρόσῳ διάβροχος, ὁ παντὶ τῷ σώματι τῆς Ἐκκλησίας τὸν τῶν ἀποκρύφων τε καὶ
Hebrew word, if rendered into our tongue, signifies through this expression gold that is pure, unadulterated, and alien to all admixture. Those who rendered the utterances of the Hebrews into Greek seem to me to have left the word Cephaz untranslated because they found in Greek words no term capable of expressing the full force contemplated in the Hebrew word. And we, having learned this—namely, that such a word indicates what is genuinely pure, unmixed with any sordid matter, and impervious to it—are led to understand these things concerning the saying before us: that the head of the body of the Church is Christ (Col. 1:18). Now we speak here of Christ not referring this name to the eternity of the Godhead, but to the God-receiving man Who appeared upon the earth and conversed with men (Bar. 3:38), the sprout of virginity, in Whom dwelt all the fullness of the Godhead bodily (Col. 2:9), the firstfruits of the common lump, through Whom the Word clothed Himself with our nature, rendering it undefiled after it had been purged clean of all the passions that had grown together with it. For thus speaks the prophet concerning Him: He committed no sin, neither was deceit found in His mouth (Isa. 53:9; 1 Pet. 2:22)—He Who was tempted in all things in like manner with our nature, yet without sin (Heb. 4:15). The head, then, of the body of the Church, the firstfruits of our whole nature, is pure gold, unmixed with all wickedness and impervious to it; while the locks, once gloomy and black and resembling ravens in appearance—those ravens, I mean, whose work it is, according to the proverbial saying, to peck out eyes and prepare as food for the young of eagles those maimed in their organs of sight (Prov. 30:17)—these, having become firs, lofty trees reaching unto heaven, through running up from earth to the heavenly height become an addition to the beauty of the Bridegroom, having suspended themselves from His divine head. Nor assuredly is anyone ignorant what the work of these locks is, having learned earlier from the Bridegroom's own voice: My locks were filled with drops of water (Song 5:2). His, therefore, are the bedewing locks, called clouds by the prophets (Isa. 5:6; 60:8), from which comes the rain of teaching that waters lifeless fields unto the fruitfulness of God's husbandry (1 Cor. 3:9). By the locks I think the Apostles are figuratively signified by the word of God, some of whom were formerly gloomy in the pursuits of their life—the robber, the tax-collector, the persecutor, and whoever else was such after the likeness of the black, flesh-devouring raven that destroys the eyes; I mean the ruler of the darkness of the power (Eph. 2:2; 6:12), as says he who from a raven became a fir and was thereby styled a lock of the divine head: for whereas formerly he was a blasphemer and a persecutor and an insolent man (1 Tim. 1:13), so long as he was a raven, he was refashioned unto this grace, having become a lock drenched with heavenly dew, who unto the whole body of the Church, with the hidden and