Migne Reading Room

PG 44 · cols. 1080–1089 · Read from the page

On the Song of Songs

On the Song of Songs

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 44:1080Read from the page
σίον ὡς ἑαυτὸν, ἰσοδυναμεῖν τῇ πρώτῃ. Ἀλλὰ καὶ ὁ Παῦλος οἷόν τινα οἶκον δεκτικὸν τοῦ Θεοῦ κατασκευάζων τὸν μέγαν Τιμόθεον, τοὺς δύο τούτους ἵστησιν ἐν ἑαυτῷ στύλους, τῷ μὲν ὄνομα θέμενος πίστιν, τῷ δὲ ἑτέρῳ συνείδησιν. Διὰ μὲν τῆς πίστεως, τὴν εἰς Θεὸν ἀγάπην τὴν ἐξ ὅλης καρδίας τε καὶ ψυχῆς, καὶ δυνάμεως σημαίνων· διὰ δὲ τῆς ἀγαθῆς συνειδήσεως, τὴν ἀγαπητικὴν εἰς τὸν πλησίον διάθεσιν. Τάχα δὲ οὐκ ἐναντιοῦται τῷ προτέρῳ νοήματι ἡ νῦν ἐφευρεθεῖσα διάνοια. Δι' ἀμφοτέρων γὰρ τούτων ἐστὶ τὸ γενέσθαι στύλους, τοὺς κατὰ Πέτρον, καὶ Ἰάκωβον, καὶ Ἰωάννην, καὶ εἴ τις ἄλλος κατ' ἐκείνους τοῦ τοιούτου ὀνόματος ἄξιος ἢ γέγονεν ἢ γενήσεται. Ὁ γὰρ ἐν ταύταις δυσὶν ἐντολαῖς τελειωθεὶς, στύλος, καὶ ἑδραίωμα τῆς ἀληθείας κατὰ τὴν τοῦ Ἀποστόλου φωνὴν κατασκευάζεται. Ὥστε τοῖς δύο τούτοις κατορθώμασιν ὅλον τὸ σῶμα τῆς ἀληθείας καθάπερ κνήμαις τισὶν ἐπερείδεσθαι, τοῦ χρυσοῦ θεμελίου τῆς κατὰ την πίστιν βάσεως, τὸ ἀκλινές τε καὶ ἀμετάθετον, καὶ τὸ ἐν παντὶ ἀγαθῷ πάγιον τοῖς λογισμοῖς ἐμποιοῦντος.
bour as oneself is equal in force to the first. Moreover, Paul also, fashioning the great Timothy into a sort of house receptive of God, sets up these two pillars within him, giving to the one the name of faith, and to the other conscience—signifying through faith the love towards God from the whole heart and soul and strength, and through a good conscience the loving disposition towards one's neighbour. And perhaps the meaning now discovered is not opposed to the former thought. For through both of these it is possible to become pillars, like Peter, and James, and John, and whoever else after their pattern either has become or shall become worthy of such a name. For he who is made perfect in these two commandments is fashioned into a pillar and bulwark of the truth, according to the voice of the Apostle; so that by these two right actions the whole body of the truth rests, as it were, upon certain legs, while the golden foundation of the base that is according to faith implants in the thoughts what is unswerving and unchangeable, and firmness in every good thing.
Μετὰ δὲ τοὺς ἐπαίνους τούτους, καθάπερ ἀνακεφαλαιουμένη ὅλον τοῦ νυμφίου τὸ κάλλος, φησίν· Εἶδος αὐτοῦ, ὡς Λίβανος ἐκλεκτὸς, ὡς κέδροι. Φάρυγξ αὐτοῦ γλυκασμὸς, καὶ ὅλος ἐπιθυμία, οὗτος ἀδελφιδός μου, καὶ οὗτος πλησίον μου, θυγατέρες Ἱηρουσαλήμ. Ἐν τούτῳ γὰρ οἶμαι σαφέστερον αὐτὴν διασημαίνειν, ὅτι τὸ περὶ τὸ βλεπόμενον τοῦ νυμφίου κάλλος ἐστὶν ὁ ἔπαινος· ἐκεῖνό φημι τὸ βλεπόμενον, ὃ διὰ τῶν καθ' ἕκαστον μελῶν τῶν συμπληρούντων τὴν Ἐκκλησίαν, σωματοποιεῖ ὁ Ἀπόστολος. Ἓν γὰρ εἶδος αὐτοῦ φησιν εἶναι τὰς μυριάδας τῶν κέδρων, αἷς διείληπται πανταχόθεν ὁ Λίβανος. Δηλοῦσα διὰ τῶν λεγομένων, ὅτι οὐδὲν ταπεινὸν καὶ χαμαίζηλον συντελεῖ πρὸς τὴν εὐμορφίαν τοῦ σώματος, ἐὰν μή τι κατὰ τὴν κέδρον ὑψηλὸν εἴη, καὶ πρὸς τῇ κορυφῇ ἐπειγόμενον. Μᾶλλον δὲ τὸ παρατεθὲν ἐν τοῖς εἰρημένοις πρῶτον κατανοήσωμεν. Εἶδος αὐτοῦ, φησὶν, ὡς Λίβανος ἐκλεκτός. Ἐκλογὴ δὲ παντὸς πράγματος διὰ τῆς τοῦ ἐναντίου παραθέσεως γίνεται. Ἐπεὶ οὖν ὁμώνυμόν ἐστι τὸ ἀγαθὸν, ἐπί τε τοῦ ὄντως ὄντος τοιούτου, καὶ ἐπὶ τοῦ μὴ ὄντος μὲν, ὑποκρινομένου δὲ δι' ἀπάτης, καὶ δοκοῦντος εἶναι ὃ οὐκ ἔστιν· ὁ μὴ διαμαρτὼν τῆς τοῦ καλοῦ κρίσεως, τὸ ἐξειλεγμένον ἀγαθὸν ἀντὶ τοῦ ἠπατημένου οὐ προείλετο. Ἐπεὶ οὖν ἐνταῦθα τῷ ἐκλεκτῷ Λιβάνῳ τὸ εἶδος τοῦ νυμφίου προσείκασε, δύο κατὰ τὸ ἀκόλουθον Λιβάνους ὁ λόγος νοεῖν ὑποτίθεται· ἕνα μὲν τὸν πονηρὸν καὶ ἀπόβλητον, τὴν ἴσα τῷ μόσχῳ κατὰ τὴν προφητείαν μετὰ τῶν κέδρων τῶν ἐφ' ἑαυτοῦ συντριβόμενον, ἕτερον δὲ τὸν ἐκλεκτόν τε καὶ τίμιον, οὗ τὸ κάλλος θεοπρεπές ἐστι καὶ θεοείκελον. Τὸ δὲ νοούμενον διὰ τῶν εἰρημένων, τοιοῦτόν ἐστιν· Εἷς βασιλεὺς κυρίως τε καὶ ἀληθινῶς καὶ πρώτως ἐστὶν, ὁ βασιλεὺς πάσης τῆς κτίσεως. Ἀλλ' ὅμως καὶ ὁ κοσμοκράτωρ τοῦ σκότους σεμνύνει ἑαυτὸν τῷ τῆς βασιλείας ὀνόματι. Λεγεῶνες ἀγγέλων παρὰ τῷ ἀληθινῷ βασιλεῖ, καὶ λεγεῶνες δαιμόνων παρὰ τῷ ἄρχοντι τῆς ἐξουσίας τοῦ σκότους. Ἀρχαὶ καὶ ἐξουσίαι καὶ δυνάμεις ὑπὸ τὸν βασιλέα τῶν βασιλευόντων, καὶ Κύριον
After these praises, summing up, as it were, the whole beauty of the Bridegroom, she says: His form is as choice Lebanon, as the cedars. His throat is sweetness, and He is altogether desire; this is my beloved, and this is my neighbour, O daughters of Jerusalem. For in this I think she signifies more clearly that the praise concerns the visible beauty of the Bridegroom—I mean that visible beauty which the Apostle forms into a body through each individual member of those that make up the fullness of the Church. For she says that His one form is the myriads of cedars wherewith Lebanon is set round on every side, showing through the words spoken that nothing lowly and earth-bound contributes towards the comeliness of the body, unless it be lofty like the cedar and pressing upwards towards the summit. Rather, however, let us consider first what is set forth first among the words spoken: His form, she says, is as choice Lebanon. Now the choosing of anything comes about through the juxtaposition of its opposite. Since, therefore, the good is equivocal in name—applied both to that which truly is such, and to that which is not so indeed, yet feigns it through deceit and seems to be what it is not—he who has not erred in the judgement of the noble did not prefer the chosen good instead of the deceived one. Since, therefore, she has here likened the form of the Bridegroom to the choice Lebanon, the Word consequently suggests that we understand two Lebanons: the one wicked and rejected, which according to the prophecy is shattered like the calf together with the cedars upon it; and the other choice and precious, whose beauty is god-befitting and godlike. Now what is understood through the words spoken is of this sort: One King there is properly and truly and primarily, the King of all creation; yet nonetheless the world-ruler of darkness also exalts himself with the name of kingship. There are legions of angels beside the true King, and legions of demons beside the ruler of the authority of darkness. There are principalities and authorities and powers under the King of those who reign, and Lord
Notes, col. 1080

On the reading

Printed την πίστιν, for τὴν πίστιν.

Printed τὴν ἴσα, for τὸν ἴσα.

PG 44:1081Read from the page
τῶν κυριευόντων· ἔχει κἀκεῖνος, κατὰ τὴν Ἀποστόλου φωνὴν, ἀρχάς τε καὶ ἐξουσίας, καὶ δυνάμεις, τὰς καταργουμένας, ὅταν μέλλῃ τὸ κακὸν εἰς τὸ μὴ ὂν ἀφανίζεσθαι. Ὅταν γὰρ καταργήσῃ, φησὶ, πᾶσαν ἀρχὴν, καὶ ἐξουσίαν, καὶ δύναμιν. Ἐπὶ θρόνου βλέπει ὁ προφήτης τὸν βασιλέα τῆς δόξης καθήμενον, ἐφ' ὑψηλοῦ τε καὶ ἐπηρμένου, κἀκεῖνος ἐπαγγέλλεται θήσειν ἐπάνω τῶν ἄστρων τὸν ἴδιον θρόνον, ὥστε εἶναι ὅμοιον τῷ Ὑψίστῳ. Σκεύη ἐκλογῆς ἐν τῇ μεγάλῃ ἑαυτοῦ οἰκίᾳ ὁ τοῦ παντὸς ἔχει Δεσπότης, ἔχει κἀκεῖνος σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν. Πάλιν ζωὴν καὶ εἰρήνην δι' ἀγγέλων χορηγεῖ τοῖς ἀξίοις ὁ τῶν ἀγγέλων Κύριος· κἀκεῖνος θυμὸν, καὶ ὀργὴν, καὶ θλίψιν ἀποστέλλει διὰ τῶν ἀγγέλων τῶν πονηρῶν. Καὶ τί χρὴ τὰ καθ' ἕκαστον λέγειν, δι' ὧν κατὰ τὸ ἐναντίον ἀντεπαίρεται πρὸς τὴν τοῦ ἀγαθοῦ φύσιν ὁ ἀντικείμενος;
of those who exercise lordship; that one also has, according to the voice of the Apostle, principalities and authorities and powers, which are brought to naught when evil is about to vanish into non-existence. For He says: When He shall have brought to naught every principality, and authority, and power. Upon a throne the prophet sees the King of glory sitting, upon one high and lifted up; and that one too promises that he will set his own throne above the stars, so as to be like unto the Most High. Vessels of election in His own great house the Master of the universe possesses; that one also possesses vessels of wrath fitted unto destruction. Again, the Lord of the angels supplies life and peace through angels to those who are worthy; and that one sends forth wrath, and anger, and tribulation through evil angels. And what need is there to speak of each detail whereby the adversary exalts himself in opposition against the nature of the good?
Ἐπεὶ οὖν κατὰ τὸ αἰσθητὸν, περιφανές ἐστι θέαμα τὸ ὄρος ὁ Λίβανος πανταχόθεν ταῖς ὑψηλαῖς κέδροις συνηρεφής τε καὶ λάσιος, τούτου χάριν πρὸς τὰς ἐναντίας ἐννοίας, διὰ τῶν κατὰ τὸ ἐμφαινόμενον ὑποδειγμάτων ὑπὸ τῆς Γραφῆς τὸ ὄρος μερίζεται, προσφόρως λαμβανόμενον καθ' ἑκάτερον. Καὶ οὕτως ἔστι παρὰ τοῖς αὐτοῖς προφήταις ἰδεῖν τὸ αὐτὸ ὄνομα κατὰ τὴν τῶν δηλουμένων διαφορὰν, ἐπαινουμένων τε καὶ κακιζομένων. Νῦν μὲν γὰρ συντρίβει Κύριος τὰς κέδρους τοῦ Λιβάνου, καὶ ὅλον τὸν Λίβανον μετὰ τῶν ἐν αὐτῷ κέδρων λεπτύνει, καθ' ὁμοιότητα τοῦ εἰδωλοποιηθέντος μόσχου ἐν τῇ ἐρήμῳ. Διὰ τοῦτο ἡ προφητεία παρίστησιν, ὅτι αὐτή τε ἡ κακία καὶ πᾶν ἐξ αὐτῆς ὕψωμα τὸ κατὰ τῆς γνώσεως τοῦ Θεοῦ ἐπηρμένον, εἰς τὸ μὴ ὂν περιστήσεται. Νῦν δὲ τὸ κρεῖττον αὐτοῦ μεταλαμβάνει τὴν σημασίαν λέγων· Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. Ὁ γὰρ ἀληθῶς δίκαιος (Κύριος δέ ἐστιν ὁ δίκαιος), ὁ δι' ἡμᾶς ἐκ γῆς ἀνασχὼν, ἐκεῖνος ὁ ὑψίκομος φοῖνιξ, ὁ ἐν τῇ ὕλῃ τῆς φύσεως ἡμῶν ἀνατείλας, ὄρος γίνεται ταῖς κέδροις τῶν ῥιζουμένων διὰ πίστεως ἐν αὐτῷ πληθυνόμενος, αἵτινες ὅταν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ φυτευθῶσιν, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν. Οἶκον δὲ τὴν Ἐκκλησίαν κατὰ τὴν τοῦ Ἀποστόλου ὑφήγησιν ἐνενοήσαμεν· ἐν ᾧ γίνεται ἡ τῶν κέδρων τοῦ Θεοῦ φυτεία. Αὐλὰς δὲ τὰς αἰωνίους σκηνὰς, ἐν αἷς ἡ τῶν ἀγαθῶν ἐλπίδων ἐξάνθησίς τε καὶ φανέρωσις τοῖς καθήκουσι χρόνοις γενήσεται. Ἐπειδὴ τοίνυν τὸ σῶμα τοῦ Χριστοῦ διὰ τῶν καθ' ἕκαστον ἐκπληροῦται μελῶν· Τὰ γὰρ πολλὰ μέλη, ἓν σῶμα γίνεται, καθώς φησιν ὁ Ἀπόστολος· τούτου χάριν ὅλον τὸ τοῦ νυμφίου κάλλος τὸν ἐκλεκτὸν ὠνόμασε Λίβανον, τὴν πρὸς τὸν ἀπόβλητον Λίβανον διαφορὰν τῷ ἐκλεκτῷ διαστείλασα. Ἐκεῖνος γάρ ἐστιν ὁ Λίβανος κατὰ τὸν Ἠσαῖαν, σὺν τοῖς ὑψηλοῖς πεσούμενος, ὅταν ἐκ τῆς τοῦ Ἰεσσαὶ ῥίζης ἀνατείλῃ τὸ ἄνθος, καὶ ἡ τῆς ἐξουσίας ῥάβδος
Since, therefore, in respect of what is perceptible to the senses, the mountain of Lebanon is a conspicuous spectacle, shaded over on every side and thick-set with lofty cedars, for this reason the mountain is divided by Scripture unto opposite meanings through the illustrations drawn from its outward appearance, being fittingly taken in either sense; and thus one may see among the very same prophets the selfsame name applied according to the difference of the things signified, whether praised or censured. For at one time the Lord shatters the cedars of Lebanon, and beats small the whole of Lebanon together with the cedars therein, after the likeness of the calf fashioned as an idol in the wilderness; wherefore the prophecy shows that both wickedness itself and every height arising from it that is lifted up against the knowledge of God shall come round into non-existence. At another time, however, he takes up its nobler signification, saying: The righteous man shall flourish as a palm tree; as the cedar in Lebanon shall he be multiplied. For He Who is truly righteous (and the Lord is the righteous One), Who sprang up out of the earth for our sakes—that lofty-foliaged palm tree which rose up in the forest of our nature—becomes a mountain, multiplied with the cedars of those who are rooted in Him through faith, which, when they are planted in the house of God, shall blossom forth in the courts of our God. Now by the house we have understood the Church, according to the guidance of the Apostle, wherein takes place the planting of the cedars of God; and by the courts, the eternal tabernacles, wherein both the blossoming forth and the manifestation of good hopes shall come to pass in due seasons. Since, therefore, the body of Christ is filled up through each of the individual members—For the many members become one body, just as the Apostle says—for this reason she named the whole beauty of the Bridegroom the choice Lebanon, marking off by the word choice its difference from the rejected Lebanon. For that one is the Lebanon according to Isaiah which shall fall together with the lofty ones, when from the root of Jesse the blossom shall spring up, and the rod of authority
PG 44:1084Read from the page
ἀναφύῃ, δι' ἧς μεταβάλλεται τοῦ τε λέοντος, καὶ τῆς παρδάλεως, καὶ τῶν ἀσπίδων ἡ φύσις πρὸς τὸ τιθασσόν τε καὶ ἥμερον· ὥστε συνδιαιτᾶσθαι μὲν τῷ μόσχῳ τὸν λέοντα, συναναπαύεσθαι δὲ τῷ ἐρίφῳ τὴν πάρδαλιν, ἐπιστατεῖν δὲ τούτων τὸ παιδίον ἐκεῖνο τὸ νήπιον ὃ ἐγεννήθη ἡμῖν· οὗ ἡ χεὶρ ἐν τῇ τρώγλῃ τῶν ἀσπίδων γίνεται, καὶ τῶν ἐκγόνων τῆς ἀσπίδος ἐφαπτομένη, καὶ τὸν ἰὸν αὐτῶν ἀπαμβλύνουσα· ὧν γινομένων, φησὶν ὁ Προφήτης, ὅτι καὶ ὁ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται. Ὅσα δὲ μηνύει διὰ τῶν αἰνιγμάτων τούτων ἡ προφητεία, ὡς πρόδηλα πᾶσιν ὄντα, περιττὸν ἂν εἴη δι' ἀκριβείας ἐκτίθεσθαι. Τίς γὰρ οὐκ οἶδε τὸ γεννηθὲν ἡμῖν παιδίον, τὸ τῶν ἀσπίδων τῇ χειρὶ ἐφαπτόμενον, οὗ ἡ ἐπιστασία τὰ δηλητήρια τῶν θηρίων ποιεῖ τοῖς ἡμέροις ὁμόσκηνα, τῆς φυσικῆς πικρίας λήθην ποιούμενα; Ἐπεὶ οὖν πίπτει διὰ τούτων ὁ Λίβανος ἡ κακία, καὶ συγκαταπίπτει ἡ πρώτη τῶν κακῶν ἀρχὴ, τὰ κατὰ τῆς ἀληθείας ὑψώματα· διὰ τοῦτο τῷ ἐκλεκτῷ Λιβάνῳ παρεικάζει ἡ νύμφη τοῦ Κυρίου τὸ κάλλος, οὕτως εἰποῦσα τοῖς ῥήμασιν· Εἶδος αὐτοῦ, ὡς Λίβανος ἐκλεκτὸς, ὡς κέδροι.
shall spring up, whereby the nature both of the lion, and of the leopard, and of the asps is changed unto what is tame and gentle; so that the lion dwells together with the calf, and the leopard rests beside the kid, while that little infant Child Who was born unto us presides over them—Whose hand enters into the hole of the asps, laying hold also of the offspring of the asp and blunting their venom; when which things come to pass, the Prophet says that Lebanon also shall fall together with the lofty ones. Now all that the prophecy indicates through these riddles, since it is manifest beforehand unto all, it would be superfluous to set forth in exact detail. For who does not know the Child born unto us, Who lays hold of the asps with His hand, Whose governance makes the venomous beasts share the same tent with the tame ones, forgetting their natural bitterness? Since, therefore, through these things Lebanon—that is, wickedness—falls, and together with it falls down the primal beginning of evils, the heights raised up against the truth, for this reason the bride likens the beauty of the Lord to the choice Lebanon, speaking in these words: His form is as choice Lebanon, as the cedars.
Προστίθησι δὲ καὶ τῷ φάρυγγι τὸν κατάλληλον ἔπαινον, γλυκασμόν τε αὐτὸν καὶ ἐπιθυμίαν ὀνομάσασα· ἔχει δὲ ἡ λέξις οὕτως· Φάρυγξ αὐτοῦ γλυκασμὸς, καὶ ὅλος ἐπιθυμία. Ὃ δὲ περὶ τούτου νοοῦμεν, τοιοῦτόν ἐστι· Τὸ ὑπὸ τὸν ἀνθερεῶνα μέρος, φάρυγγα καλεῖ ἡ συνήθεια· ᾧ φασι τὸν ἦχον τῇ προσπτώσει τοῦ ἐκ τῆς ἀρτηρίας πνεύματος ἀπογεννᾶσθαι περιδονούμενον. Ἐπεὶ οὖν κηρία μέλιτος οι καλοί εἰσι λόγοι· λόγου δὲ ὄργανόν ἐστιν ἡ φωνὴ, ἧς ἡ γένεσίς ἐστιν ἐκ φάρυγγος, τάχα τοὺς ὑπηρέτας τε καὶ ὑποφήτας τοῦ λόγου, ἐν οἷς λαλεῖ ὁ Χριστὸς, τῷ ὀνόματι τούτῳ σημαίνεσθαι νοῶν τις, οὐχ ἁμαρτήσεται. Καὶ γὰρ ὁ μέγας Ἰωάννης ἐρωτηθεὶς ὅστις εἴη, φωνὴν ἑαυτὸν κατωνόμασεν, ἐπειδὴ τοῦ Λόγου πρόδρομος ἦν· καὶ ὁ μακάριος Παῦλος δοκιμὴν ἐδίδου τοῦ ἐν αὐτῷ λαλοῦντος Χριστοῦ· οὗ τὴν φωνὴν ἑαυτῷ χρήσας, γλυκασμὸς ἦν δι' ἐκείνου φθεγγόμενος. Καὶ πάντες οἱ προφῆται τὰ φωνητικὰ ἑαυτῶν ὄργανα τῷ ἐνηχοῦντι αὐτοῖς Πνεύματι παραχωρήσαντες, γλυκασμὸς ἐγίνοντο, τὸ θεῖον μέλι διὰ τοῦ λάρυγγος τοῦ ἰδίου πηγάζοντες, ᾧ βασιλεῖς τε καὶ ἰδιῶται πρὸς ὑγείαν προσφέρονται· οὗ ἡ ἀπόλαυσις οὐκ ἐπικόπτει τὴν ἐπιθυμίαν τῷ κόρῳ, ἀλλὰ τρέφει μᾶλλον διὰ τῆς τῶν ἐπιθυμουμένων μετουσίας τὸν πόθον. Διὰ τοῦτο καὶ ὅλον αὐτὸν ἐπιθυμίαν κατονομάζει, οἷόν τινι ὁρισμῷ τὸ τοῦ ζητουμένου κάλλος διὰ ταύτης τῆς φωνῆς ὑπογράφουσα· Ὅλος γὰρ, φησὶν, ἐπιθυμία. Ὡς μακάρια τὰ μέλη ἐκεῖνα, δι' ὧν τὸ ὅλον ἐπιθυμία γίνεται· διὰ τῆς ἐν παντὶ ἀγαθῷ τελειότητος, σύγκρατον ἐκ πάντων τὸ ἐράσμιον ἀπεργαζόμενα κάλλος· ὥστε ὅλον μὴ ἐν ὀφθαλμῷ μόνον καὶ χερσὶν ἢ βοστρύχοις, ἀλλὰ καὶ ἐν ποσὶ καὶ ἐν χερσὶ, καὶ ἐν ταῖς κνήμαις, καὶ κατὰ φάρυγγα παραπλησίως ἐπιθυμητὸς εἶναι, μηδενὸς ἐν τοῖς μέλεσι κατὰ τὴν ὑπερβολὴν τοῦ κάλλους ἐλαττουμένου.
And she adds unto the throat also its fitting praise, having named it both sweetness and desire; now the wording runs thus: His throat is sweetness, and He is altogether desire. And what we understand concerning this is of such a sort: Common usage calls the part beneath the chin the throat, whereby they say that sound is engendered as it whirls round through the impact of the breath from the windpipe. Since, therefore, noble words are honeycombs, and the voice is the instrument of speech, whose origin is from the throat, perhaps one who understands the ministers and interpreters of the Word, in whom Christ speaks, to be signified by this name will not err. For indeed the great John, when asked who he was, named himself a voice, since he was the forerunner of the Word; and the blessed Paul gave proof of Christ speaking in him—whose voice having furnished unto Himself, He was sweetness uttering sound through him. And all the prophets, having yielded their own vocal instruments unto the Spirit resounding within them, became sweetness, pouring forth as from a spring through their own throat the divine honey, whereof both kings and private men partake unto health—whose enjoyment does not cut short desire by satiety, but rather nourishes longing through participation in the things desired. Wherefore she also names Him as a whole desire, delineating as if by some definition the beauty of Him Who is sought through this utterance; for He is altogether desire, she says. How blessed are those members through which the whole becomes desire, working out through perfection in every good thing a lovely beauty blended together out of all; so that as a whole He is desirable not only in eye and hands or locks, but in like manner also in feet and in hands, and in the legs, and in respect of the throat, none among the members falling short in the surpassingness of beauty.
Notes, col. 1084

On the reading

Printed οι καλοί, for οἱ καλοί.

PG 44:1085Read from the page
Οὗτος, φησὶν, ο ἀδελφιδός μου, καὶ οὗτος, φησὶν, ὁ πλησίον μου, θυγατέρες Ἱερουσαλήμ. Πάντα γὰρ αὐταῖς ὑπ' ὄψιν ἀγαγοῦσα διὰ τῆς τοῦ λόγου ὑπογραφῆς τὰ γνωρίσματα, δι' ὧν ἦν δυνατὸν γενέσθαι τὴν τοῦ ζητουμένου φανέρωσιν, τότε τῷ δεικτικῷ κέχρηται λόγῳ, Οὗτός ἐστι, λέγουσα, ὁ ζητούμενος, ὃς διὰ τοῦ ἀδελφὰς γενέσθαι ἐξ Ἰούδα ἡμῖν ἀνατείλας, πλησίον ἐγένετο τοῦ ἐμπεπτωκότος εἰς τοὺς ληστὰς, ἐλαίῳ καὶ οἴνῳ καὶ ἐπιδέσμοις τὰς πληγὰς ιασάμενος, καὶ ἐπὶ τοῦ ἰδίου ἄρας ὑποζυγίου, καὶ τῷ πανδοχείῳ ἐναναπαύσας, καὶ τὰ δύο δηνάρια πρὸς τὴν ζωὴν παρασχόμενος, καὶ ἐν τῇ ἐπανόδῳ αὐτοῦ τὸ προστεθὲν εἰς τὸ τῆς ἐντολῆς ἔργον ἀποδώσειν ἐπαγγειλάμενος. Πάντως δὲ φανερόν ἐστι τούτων ἕκαστον εἰς ὅ τι βλέπει. Τῷ γὰρ ἐκπειράζοντι τὸν Κύριον νομικῷ, βουλομένῳ ὑπὲρ τοὺς ἄλλους ἑαυτὸν δεῖξαι, καὶ ἐν ὑπερηφανίᾳ τὸ πρὸς τοὺς λοιποὺς ὁμότιμον διαπτύοντι, ἐν τῷ λέγειν· Καὶ τίς ἐστί μου πλησίον; Τότε ἐν διηγήματος εἴδει πᾶσαν τὴν φιλάνθρωπον οἰκονομίαν ὁ Λόγος ἐκτίθεται, τὴν ἄνωθεν κάθοδον τοῦ ἀνθρώπου διηγησάμενος, καὶ τὴν τῶν ληστῶν ἐνέδραν, καὶ τὴν τοῦ ἀφθάρτου ἐνδύματος περιαίρεσιν, καὶ τὰ τῆς ἁμαρτίας τραύματα, καὶ τὸ εἰς ἥμισυ τῆς φύσεως προχωρῆσαι τὸν θάνατον, τῆς ψυχῆς ἀθανάτου διαμενούσης· καὶ τοῦ νόμου τὴν ἀνωφελῆ πάροδον, οὔτε ἱερέως οὔτε Λευΐτου τὰς πληγὰς τοῦ παραπεπτωκότος τοῖς λησταῖς θεραπεύσαντος· ἀδύνατον γὰρ αἷμα τράγων καὶ ταύρων ἀφαιρεῖν ἁμαρτίας· ἀλλὰ τὸν πᾶσαν τὴν ἀνθρωπίνην φύσιν διὰ τῆς ἀπαρχῆς τοῦ φυράματος περιθέμενον, ἐν ᾗ παντὸς ἔθνους τὸ μέρος ἦν, Ἰουδαίου τε καὶ Σαμαρείτου, καὶ Ἕλληνος, καὶ πάντων ἅπαξ ἀνθρώπων· τρῦτον μετὰ τοῦ σώματος, ὅπερ ἐστὶν ὑποζύγιον, τῷ τόπῳ τῆς τοῦ ἀνθρώπου κακώσεως ἐπιστάντι, καὶ θεραπεῦσαι τὰ τραύματα, καὶ ἐπὶ τοῦ ἰδίου αὐτὸν κτήνους ἐπαναπαῦσαι, καὶ καταγώγιον ποιῆσαι αὐτῷ τὴν φιλάνθρωπον οἰκονομίαν, ᾗ πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι συναναπαύονται. Ὁ δὲ ἐν αὐτῷ γενόμενος, δέχεται πάντως ἐν ἑαυτῷ τὸν ἐν ᾧ ἐγένετο, οὕτως εἰπόντος τοῦ Λόγου, ὅτι Ὁ μένων ἐν ἐμοὶ, κἀγὼ ἐν αὐτῷ. Δεξάμενος οὖν τῷ ἰδίῳ χωρήματι, πανδοχεύει ἐν ἑαυτῷ τὸν ἀχώρητον, παρ' οὗ δέχεται τὰ δύο νομίσματα· ὧν τὸ μέν ἐστιν ἡ ἐξ ὅλης καρδίας εἰς τὸν Θεὸν ἀγάπη· τὸ δὲ ἕτερον ἡ εἰς τὸν πλησίον ὡς ἑαυτὸν, καθὼς καὶ ὁ νομικὸς ἀπεκρίνατο. Ἀλλ' ἐπειδὴ οὐχ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλὰ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται· χρὴ μὴ μόνον δέξασθαι τὰ δύο ταῦτα νομίσματα· τὴν πίστιν λέγω τὴν εἰς τὸ Θεῖον, καὶ τὴν ἀγαθὴν πρὸς τοὺς ὁμοφύλους συνείδησιν· ἀλλὰ δεῖ καὶ αὐτὸν συνεισενέγκαι διὰ τῶν ἔργων πρὸς τὴν τῶν ἐντολῶν τούτων ἐκπλήρωσιν. Διὰ τοῦτό φησι πρὸς τὸν πανδοχέα ὁ Κύριος, ὅτι πᾶν τὸ περὶ την θεραπείαν τοῦ κεκακωμένου παρ' αὐτοῦ γενόμενον, ἐν τῇ δευτέρᾳ αὐτοῦ παρουσίᾳ κατὰ τὴν ἀξίαν τῆς σπουδῆς ἀπολήψεται. Ὁ τοίνυν πλησίον ἡμῶν γεγονὼς διὰ τῆς τοιαύτης φιλανθρωπίας, ὁ διὰ τοῦ ἐξ Ἰούδα ἡμῖν ἀνατεῖλαι ἀδελφιδὸς γενόμενος·
This, she says, is my beloved, and this, she says, is my neighbour, O daughters of Jerusalem. For having brought beneath their gaze through the delineation of speech all the tokens whereby the manifestation of Him Who is sought could come about, she then makes use of demonstrative speech, saying: This is He Who is sought—Who, having sprung up for us out of Judah so as to become our brother, became neighbour unto him who had fallen among the robbers, having healed his wounds with oil and wine and bandages, and having lifted him up upon His own beast of burden, and given him rest in the inn, and provided the two denarii for his sustenance, and promised that at His return He will repay whatever has been expended over and above towards the work of the commandment. Now it is altogether manifest unto what each of these details looks. For unto the lawyer who was tempting the Lord, wishing to show himself off above the rest and in arrogance scorning equality of honour with others when he said, And who is my neighbour?—then in the form of a narrative the Word sets forth the whole loving dispensation towards mankind, recounting man's descent from above, and the ambush of the robbers, and the stripping off of the incorruptible garment, and the wounds of sin, and death's advancing unto the half of his nature while the soul remained immortal; and the unprofitable passing by of the law, since neither priest nor Levite healed the blows of him who had fallen foul of the robbers—for it is impossible that the blood of goats and bulls should take away sins—but rather that He Who clothed Himself with the whole of human nature through the firstfruits of the dough, wherein was the portion of every nation—Jew, and Samaritan, and Greek, and all mankind at once—came with His body, which is the beast of burden, unto the place of man's affliction, and healed the wounds, and gave him rest upon His own mount, and made His loving dispensation a lodging-place for him, wherein all who labour and are heavy laden find rest together. And he who comes to be within Him assuredly receives within himself Him within Whom he came to be, for thus the Word spoke: He who abides in Me, and I in him. Having therefore received Him within the capacity of his own vessel, he lodges within himself the Uncontainable One, from Whom he receives the two coins: of which the one is love towards God from the whole heart, and the other is love towards one's neighbour as oneself, just as the lawyer also answered. Yet since not the hearers of the law are righteous before God, but the doers of the law shall be justified, one must not merely receive these two coins—I mean faith towards the Divine, and a good conscience towards those of one's own race—but one must oneself also contribute through works towards the fulfilment of these commandments. Wherefore the Lord says unto the innkeeper that everything done by him concerning the care of the afflicted man he shall receive back at His second coming according to the worth of his zeal. He, therefore, Who has become our neighbour through such loving-kindness towards mankind, Who by springing up for us out of Judah has become our beloved—
Notes, col. 1085

On the reading

Printed ο ἀδελφιδός, for ὁ ἀδελφιδός.

Printed ἀδελφὰς, for ἀδελφὸς.

Printed ιασάμενος, for ἰασάμενος.

Printed τρῦτον, for τοῦτον.

Printed την θεραπείαν, for τὴν θεραπείαν.

PG 44:1088Read from the page
οὗτός ἐστιν ὃν μηνύει ταῖς νεάνισιν ὁ τῆς νύμφης λόγος, οὗτος ὁ ταῖς θυγατράσιν Ἱερουσαλὴμ παρὰ τῆς ἀχράντου νύμφης δηλούμενος, δι' ὧν φησιν· ὅτι Οὗτος ἀδελφιδός μου, καὶ οὗτος πλησίον μου, θυγατέρες Ἱερουσαλήμ· ὃν καὶ ἡμεῖς διὰ τῶν δηλωθέντων γνωρισμάτων εὕροιμέν τε καὶ λάβοιμεν ἐπὶ σωτηρίᾳ τῶν ψυχῶν ἡμῶν, διὰ τῆς τοῦ ἁγίου Πνεύματος χειραγωγίας· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αιώνων. Ἀμήν.
this is He Whom the word of the bride indicates to the maidens, this is He Who is made known to the daughters of Jerusalem by the undefiled bride through the words wherein she says: This is my beloved, and this is my neighbour, O daughters of Jerusalem—Whom may we also, through the tokens that have been shown forth, both find and lay hold of unto the salvation of our souls, through the guiding hand of the Holy Spirit; to Whom be glory unto the ages of ages. Amen.
ΟΜΙΛΙΑ ΙΕʹ.
Homily XV.
Ποῦ ἀπῆλθεν ὁ ἀδελφιδός σου, ἡ καλὴ ἐν γυναιξί; Ποῦ ἀπέβλεψεν ὁ ἀδελφιδός σου, καὶ ζητήσομεν αὐτὸν μετὰ σοῦ; Ὁ ἀδελφιδός μου κατέβη εἰς κῆπον αὐτοῦ, εἰς φιάλας τοῦ ἀρώματος, ποιμαίνειν ἐν κήποις, καὶ συλλέγειν κρίνα. Ἐγὼ τῷ ἀδελφιδῷ μου, καὶ ὁ ἀδελφιδός μου ἐμοὶ, ὁ ποιμαίνων ἐν τοῖς κρίνοις. Καλὴ εἶ, ἡ πλησίον μου, ὡς εὐδοκία, ὡραία ὡς Ἱερουσαλὴμ, θάμβος ὡς στρατιαὶ τεταγμέναι. Ἀπόστρεψον ὀφθαλμούς σου ἀπεναντίον μου, ὅτι αὐτοὶ ἀνεπτέρωσάν με. Τρίχωμά σου ὡς ἀγέλαι τῶν αιγῶν, αἳ ἀνεφάνησαν ἀπὸ τοῦ Γαλαάδ. Ὀδόντες σου ὡς ἀγέλαι τῶν κεκαρμένων, αἳ ἀνέβησαν ἀπὸ τοῦ λουτροῦ, αι πᾶσαι διδυμεύουσαι, καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὺταῖς. Ὡς σπαρτίον κόκκινον χείλη σου, καὶ ἡ λαλιά σου ὡραία. Ὡς λέπυρος τῆς ῥόας μῆλόν σου ἐκτὸς τῆς σιωπήσεώς σου. Ἑξήκοντα βασίλισσαι, καὶ ὀγδοήκοντα παλλακαὶ, καὶ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός. Μία ἐστὶ περιστερά μου, τελεία μου. Μία ἐστὶ τῇ μητρὶ αὐτῆς, ἐκλεκτὴ τῇ τεκούση αὐτήν.
Whither has thy beloved gone, O fair one among women? Whither has thy beloved turned his gaze, and we shall seek him with thee? My beloved has gone down into his garden, to the beds of spice, to pasture in the gardens, and to gather lilies. I am my beloved's, and my beloved is mine, who pastures among the lilies. Fair art thou, O my neighbour, as good pleasure, comely as Jerusalem, awe-inspiring as armies set in array. Turn thine eyes away from before me, for they have given me wings. Thy hair is as flocks of the goats that have appeared from Gilead. Thy teeth are as flocks of the shorn ones that have come up from the washing, all of them bearing twins, and there is none childless among them. As a scarlet cord are thy lips, and thy speech is comely. As the rind of a pomegranate is thy cheek, apart from thy silence. There are sixty queens, and eighty concubines, and maidens without number. One is my dove, my perfect one; she is the only one of her mother, chosen to her who bore her.
Ὁ ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου μαρτυρηθεὶς εἶναι Φίλιππος ὁ ἀπόστολος· ἐγκώμιον γάρ μοι δοκεῖ τοῦ Φιλίππου τοῦτο, τὸ πολίτην αὐτὸν γενέσθαι τῶν ἀδελφῶν τῶν προθαυμασθέντων ἐν Εὐαγγελίῳ διὰ τῆς περὶ αὐτῶν ἱστορίας. Ὁ μὲν γὰρ Ἀνδρέας, ὑποδείξαντος τοῦ Βαπτιστοῦ, τίς ἐστιν ὁ Ἀμνὸς ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, αὐτός τε τὸ μυστήριον κατενόησε, κατόπιν τοῦ δειχθέντος ἀκολουθήσας, καὶ ὅπου μένει μαθών· καὶ τῷ ἰδίῳ ἀδελφῷ παρεῖναι τὸν προμηνυθέντα παρὰ τῆς προφητείας εὐαγγελίζεται. Ὁ δὲ φθάσας μικροῦ δεῖν τῇ πίστει τὴν ἀκοὴν, ὅλῃ τῇ ψυχῇ προστίθεται τῷ ἀμνῷ, καὶ διὰ τῆς τοῦ ὀνόματος ὑπαλλαγῆς μεταποιεῖται παρὰ τοῦ Κυρίου πρὸς τὸ θειότερον· ἀντὶ Σίμωνος Πέτρος καὶ ὀνομασθεὶς, καὶ γενόμενος. Καί τοι τῷ Ἀβραὰμ καὶ τῇ Σάρῥᾳ πολλοῖς ὕστερον χρόνοις μετὰ πολλὰς θεοφανείας, τῆς ἐκ τῶν ὀνομάτων μεταδίδωσιν εὐλογίας ὁ Κύριος· τὸν μὲν πατέρα, τὴν δὲ ἄρχουσαν διὰ τῆς τῶν ὀνομάτων μεταποιήσεως χειροτονήσας. Ὡσαύτως δὲ καὶ ὁ Ἰακὼβ μετὰ τὴν παννύχιον πάλην, ἀξιοῦται τῆς τοῦ Ἰσραὴλ ἐπωνυμίας τε καὶ δυνάμεως. Ὁ δὲ μέγας Πέτρος οὐ κατὰ μικρὸν δι' αὐξήσεως προῆλθεν ἐπὶ τὴν χάριν ταύτην, ἀλλ' ὁμοῦ τε ἤκουσε τοῦ ἀδελφοῦ, καὶ ἐπίστευσε τῷ ἀμνῷ, καὶ ἐτελειώθη διὰ τῆς πίστεως, καὶ προσφυεὶς τῇ πέτρᾳ Πέτρος ἐγένετο. Οὗτος τοίνυν ὁ Φίλιππος ὁ ἄξιος τῶν τοσούτων καὶ τηλικούτων πολίτης, ἐπειδὴ εὕρημα τοῦ Κυρίου γενόμενος, καθώς φησιν Εὐαγγέλιον, ὅτι εὑρίσκει τὸν
Philip the apostle, who is attested to have been from the city of Andrew and Peter—for this seems to me an encomium of Philip, that he was a fellow-citizen of the brothers who first won admiration in the Gospel through the account concerning them. For Andrew, when the Baptist pointed out Who the Lamb is that takes away the sin of the world, both perceived the mystery himself, having followed behind Him Who had been shown forth and learned where He abides, and brings to his own brother the good news that He Who had been foretold by prophecy is present. And the other, almost outstripping the hearing by his faith, attaches himself with his whole soul unto the Lamb, and through the exchange of his name is transformed by the Lord unto a more divine state, being both named and made Peter instead of Simon. And yet unto Abraham and Sarah many years afterwards, after many theophanies, the Lord imparts the blessing derived from their names, appointing the one father and the other princess through the remaking of their names; and in like manner Jacob also, after his all-night wrestling, is counted worthy of both the surname and the power of Israel. Great Peter, however, did not advance little by little through gradual growth unto this grace, but no sooner did he hear his brother than he believed in the Lamb, and was made perfect through faith, and cleaving closely to the Rock became Peter. This Philip, therefore, the worthy fellow-citizen of men so great and of such stature, once he had become a discovery of the Lord—just as the Gospel says, He finds
Notes, col. 1088

On the reading

Printed αιώνων, for αἰώνων.

Printed αιγῶν, for αἰγῶν.

Printed αι πᾶσαι, for αἱ πᾶσαι.

Printed αὺταῖς, for αὐταῖς.

Printed τεκούση, for τεκούσῃ.

PG 44:1089Read from the page
Φίλιππον ὁ Ἰησοῦς, ἀκόλουθος ἐχειροτονήθη τοῦ Λόγου τοῦ εἰπόντος, ὅτι Ἀκολούθει μοι· καὶ τῷ φωτὶ τῷ ἀληθινῷ προσεγγίσας, καθάπερ λύχνος ἐκεῖθεν ἔσπασε πρὸς ἑαυτὸν τὴν τοῦ φωτὸς κοινωνίαν· καὶ περιλάμπει τὸν Ναθαναὴλ, δᾳδουχήσας αὐτῷ τὸ τῆς εὐσεβείας μυστήριον, δι' ὧν φησιν· Ὃν ἔγραψε Μωϋσῆς καὶ οι προφῆται εὑρήκαμεν Ἰησοῦν τὸν ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας. Τοῦ δὲ Ναθαναὴλ ἐπιστατικῶς δεξαμένου τὸ Εὐαγγέλιον, διὰ τὸ μετὰ πάσης ἀκριβείας κατηχεῖσθαι παρὰ τῆς προφητείας αὐτὸν τὸ περὶ τὸν Κύριον μυστήριον, καὶ εἰδέναι μὲν ὅτι ἐκ Βηθλεὲμ ἡ πρώτη διὰ σαρκὸς γενήσεται θεοφάνεια, διὰ δὲ τὴν ἐν Ναζάροις διαγωγὴν, Ναζαραῖος κληθήσεται· πρὸς ἀμφότερα τοίνυν ἀποσκοποῦντος καὶ λογιζομένου, ὅτι ἐν μὲν τῇ τοῦ Δαβὶδ Βηθλεὲμ, διὰ τὴν οἰκονομίαν τῆς κατὰ σάρκα γεννήσεως, ἀναγκαῖον ἦν γενέσθαι τὸ κατὰ τὸ σπήλαιον καὶ τὰ σπάργανα καὶ τὴν φάτνην μυστήριον· ἡ δὲ Γαλιλαία ἐθνῶν τόπος ἐπονομασθήσεταί ποτε τῷ τοῖς ἔθνεσιν ἐμφιλοχωρήσαντι Λόγῳ· καὶ διὰ τοῦτο συνθεμένου τῷ τὸ φῶς αὐτῷ τῆς γνώσεως φάναντι, καὶ εἰπόντος· ὅτι Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; Τότε ὁδηγὸς πρὸς τὴν χάριν ὁ Φίλιππος γίνεται, λέγων, Ἔρχου καὶ ἴδε. Δι' ὧν καταλιπὼν ὁ Ναθαναὴλ τὴν τοῦ νόμου συκῆν, ἧς ἡ σκιὰ πρὸς τὴν μετουσίαν τοῦ φωτὸς διεκώλυε, καταλαμβάνει τὸν τὰ φύλλα τῆς συκῆς διὰ τὴν τῶν ἀγαθῶν ἀκαρπίαν ἀποξηραίνοντα. Διὸ καὶ μαρτυρεῖται παρὰ τοῦ Λόγου γνήσιος εἶναι οὐχὶ νόθος Ἰσραηλίτης, ἐν τῷ ἀδόλῳ τῆς προαιρέσεως καθαρὸν ἐφ' ἑαυτοῦ δεικνὺς τὸν χαρακτῆρα τοῦ πατριάρχου. Ἴδε γὰρ, φησὶν, Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστι.
Philip, Jesus—was appointed a follower of the Word Who said, Follow Me; and having drawn near to the true Light, like a lamp he drew from thence unto himself fellowship in the light; and he shines round about Nathanael, bearing before him as a torch the mystery of godliness through the words wherein he says: We have found Him of Whom Moses and the prophets wrote, Jesus of Nazareth in Galilee. And when Nathanael received the good tidings attentively—because he had been instructed with all exactness by prophecy concerning the mystery regarding the Lord, and knew on the one hand that from Bethlehem would come to pass the first theophany through the flesh, and that on the other hand by reason of His sojourn at Nazareth He would be called a Nazarene—looking steadfastly, therefore, towards both points and reckoning that in Bethlehem of David, because of the dispensation of the birth according to the flesh, it was necessary that the mystery of the cave and the swaddling bands and the manger should come to pass, whereas Galilee would one day be surnamed Galilee of the Gentiles through the Word Who gladly dwelt among the Gentiles; and for this reason concurring with him who had shone upon him the light of knowledge, and saying: Can anything good come out of Nazareth?—then Philip becomes his guide unto grace, saying: Come and see. Through which words Nathanael, leaving behind the fig tree of the law, whose shadow hindered him from participation in the light, overtakes Him Who withers the leaves of the fig tree on account of its unfruitfulness in good things. Wherefore also he receives witness from the Word that he is a genuine Israelite and no bastard, showing forth purely in himself, in the guilelessness of his purpose, the stamp of the patriarch; for Behold, He says, an Israelite in whom is no guile.
Πρὸς ὅ τι δὲ βλέπει τὸ ἐν τῷ προοιμίῳ διήγημα, φανερόν ἐστι πάντως τοῖς εὐμαθεστέροις ἀκροαταῖς ἐκ τῆς προτεθείσης κατὰ τὸ ἀκόλουθον ἡμῖν ἀναγνώσεως τῆς ἐκ τοῦ ᾌσματος τῶν ᾀσμάτων. Ὡς γὰρ ὁ μὲν Ἀνδρέας τῇ φωνῇ τοῦ Ἰωάννου πρὸς τὸν ἀμνὸν ὡδηγήθη· ὁ δὲ Ναθαναὴλ φωταγωγηθεὶς παρὰ τοῦ Φιλίππου, καὶ τῆς περιεχούσης αὐτὸν τοῦ νόμου σκιᾶς ἔξω γενόμενος, ἐν τῷ φωτὶ τῷ ἀληθινῷ γίνεται· οὕτω καὶ αἱ νεάνιδες πρὸς τὴν εὕρεσιν τοῦ μηνυθέντος αὐταῖς ἀγαθοῦ καθηγεμόνι χρῶνται τῇ τελειωθείσῃ διὰ τοῦ κάλλους ψυχῇ· λέγουσαι πρὸς αὐτήν· Ποῦ ἀπῆλθεν ὁ ἀδελφιδός σου, ἡ καλὴ ἐν γυναιξί; Ποῦ ἀπέβλεψεν ὁ ἀδελφιδός σου, καὶ ζητήσομεν αὐτὸν μετὰ σοῦ; Ἀκολούθως δὲ προσάγουσι τῇ διδασκάλῳ τὴν πεῦσιν αἱ παρθένοι ψυχαί. Πρῶτον γὰρ περὶ τοῦ τί ἐστιν ἐποίησαν τὸν λόγον, ἐν τῷ πρὸ ταύτης τῆς ῥήσεως ἐρωτήματι λέγουσαι· Τί ἀδελφιδός σου, ἡ καλὴ ἐν γυναιξίν; Ὅπερ διδαχθεῖσαι διὰ τῶν εἰρημένων σημείων, ὅτι λευκὸς καὶ πυρῥὸς, καὶ τὰ λοιπὰ δι' ὧν ὑπογράφει τὸ εἶδος τοῦ ζητουμένου, περὶ τοῦ ὅπου πυνθάνονται. Διὸ λέγουσι, Ποῦ ἀπῆλθεν ὁ ἀδελφιδός σου, ἢ ποῦ ἀπέβλεψεν; Ἵνα πάντως ὅπου μέν ἐστι μαθοῦσαι, προσ-
Now unto what the narrative in the prologue looks is altogether manifest to the more teachable hearers from the reading set before us in sequence from the Song of Songs. For just as Andrew on the one hand was guided by the voice of John unto the Lamb, and Nathanael on the other hand, having been led into the light by Philip and having come outside the shadow of the law that encompassed him, comes to be in the true Light, even so the maidens also, for the finding of the good that had been indicated to them, make use of the soul made perfect through beauty as their guide, saying unto her: Whither has thy beloved gone, O fair one among women? Whither has thy beloved turned his gaze, and we shall seek him with thee? And in due sequence do the virgin souls bring their inquiry to their teacher. For first they framed their discourse concerning what He is, saying in the question preceding this passage: What is thy beloved, O fair one among women? Having been taught which through the signs that were spoken—that He is white and ruddy, and the rest whereby she delineates the form of Him Who is sought—they inquire concerning where He is. Wherefore they say: Whither has thy beloved gone, or whither has he turned his gaze?—assuredly so that, having learned where He is, they may
Notes, col. 1089

On the reading

Printed οι προφῆται, for οἱ προφῆται.