Migne Reading Room

PG 44 · cols. 1068–1077 · Read from the page

On the Song of Songs

On the Song of Songs

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 44:1068Read from the page
ἀρετῆς εὐπνοοῦντας ὀνομάζει ὁ λέγος, ἀφ' ὧν γίνεται ἡ τῆς σμύρνης σταγὼν, ἀνελλιπῶς πληροῦσα τὴν τῶν δεχομένων διάνοιαν· ὅπερ ἐστὶ τῆς ὑλικῶς ζωῆς ὑπεροψία, πάντων τῶν τῇδε σπουδαζομένων, διὰ τὴν τῶν ὑπερκειμένων ἀγαθῶν ἐπιθυμίαν, ἀνενεργήτων τε καὶ νεκρῶν γινομένων. Τοιαύτην ὅποτε Παῦλος σμύρναν προχέει τοῦ στόματος, μεμιγμένην τῷ καθαρῷ κρίνῳ τῆς σωφροσύνης, ἐν ἀκοαῖς τῆς ἁγίας παρθένου. Θέκλα δὲ ἦν ἡ παρθένος, ἣ καλῶς τῇ ψυχῇ τὰς ἀποῤῥεούσας σταγόνας ἐν ἑαυτῇ δεξαμένη, θανάτῳ διαλαμβάνει τὸν ἔξωθεν ἄνθρωπον, πᾶσαν σαρκώδη διάνοιάν τε καὶ ἐπιθυμίαν ἑαυτῆς ἀποσβέσασα. Ἦς μετὰ τὴν ἀγαθὴν διδασκαλίαν νεκρὰ μὲν ἡ νεότης, νεκρὸν δὲ τὸ ἐπιφαινόμενον κάλλος, νεκρὰ δὲ πάντα τὰ σωματικὰ αισθητήρια, μόνου ζῶντος ἐν αὐτῇ τοῦ λόγου δι' οὗ ἐτεθνήκει μὲν αὐτῇ ἅπας ὁ κόσμος, ἐτεθνήκει δὲ καὶ ἡ παρθένος τῷ κόσμῳ. Οὕτω ποτὲ καὶ παρὰ Κορνηλίῳ ὁ μέγας Πέτρος, τὰ λαμπρὰ τοῦ λόγου κρίνα φθεγγόμενος, πλήρεις τῆς σμύρνης τὰς τῶν ἀκουόντων ψυχὰς παρεσκεύασεν, οἳ παραχρῆμα τὸν λόγον δεξάμενοι, τῷ Χριστῷ διὰ τοῦ βαπτίσματος συνετάφησαν, νεκροὶ τῷ βίῳ γενόμενοι. Καὶ μυρία πρὸς τούτοις ἔστιν εὑρεῖν τῶν ἁγίων ὑποδείγματα, πῶς τοῦ κοινοῦ σώματος τῆς Ἐκκλησίας στόμα γινόμενοι τῆς νεκρωτικῆς τῶν παθημάτων σμύρνης πλήρεις τοὺς ἀκροωμένους ἐποίουν, ἀνθοφοροῦντες διὰ τῶν κρίνων τοῦ λόγου, δι' ὧν οἱ μεγάλοι τῆς πίστεως πρόμαχοι τῆς ἀγαθῆς ὁμολογίας κατὰ τὸν τῆς μαρτυρίας καιρὸν ἐν τοῖς ὑπὲρ εὐσεβείας ἀγῶσι κατεσμυρνώθησαν. Καὶ τί χρὴ διὰ πλειόνων μηκύνειν τὸν περὶ τούτων λόγον, φανερᾶς διὰ τῶν ειρημένων γενομένης ἡμῖν τῆς διανοίας, πῶς τὸ στόμα τῆς Ἐκκλησίας κρίνον γίνεται· καὶ πῶς ἀποστάζει τοῦ κρίνου ἡ σμύρνα· καὶ πῶς πληροῦται τῆς τοιαύτης σταγόνος ἡ τῶν δεχομένων ψυχή.
virtue breathe sweet fragrance the word names lilies, from whom comes the drop of myrrh, unfailingly filling the mind of those who receive it: which is disdain for the material life, when all the pursuits of this world here below become inactive and dead through desire for the good things that lie above. Such myrrh did Paul once pour forth from his mouth, mingled with the pure lily of chastity, in the ears of the holy virgin. Now the virgin was Thecla, who, having nobly received within herself in her soul the drops flowing down, encompassed the outer man with death, quenching in herself every fleshly thought and desire. After that good teaching, dead was her youth, dead her outward beauty, and dead all her bodily organs of sense, the word alone living within her, whereby the whole world had died to her, and the virgin too had died to the world. So also once at the house of Cornelius the great Peter, uttering the bright lilies of the word, rendered the souls of his hearers full of myrrh, who, straightway receiving the word, were buried together with Christ through baptism, becoming dead to this life. And besides these one may find countless examples of the saints, how, becoming the mouth of the common body of the Church, they made their hearers full of the myrrh that mortifies the passions, bearing flowers through the lilies of the word, whereby the great champions of the faith of the good confession at the season of martyrdom were steeped in myrrh in their contests on behalf of godliness. And what need is there to prolong the discourse concerning these things at greater length, now that the meaning has become plain to us through what has been said: how the mouth of the Church becomes a lily; and how myrrh drips from the lily; and how the soul of those who receive it is filled with such a drop.
Ἀλλὰ πρὸς τὸν ἐφεξῆς λόγον ἤδη μὲν ἔλθωμεν. Φησὶ γάρ· Αἱ χεῖρες αὐτοῦ τορευταὶ, χρυσαῖ, πεπληρωμέναι θαρσεῖς. Ὅτι μὲν οὖν ἀτελής ἐστιν ἐπὶ τοῦ σώματος τῆς Ἐκκλησίας ἡ τοῦ ὀφθαλμοῦ χάρις τῆς τῶν χειρῶν ὑπουργίας διεζευγμένη, σαφῶς παρὰ τοῦ μεγάλου μεμαθήκαμεν Παύλου, ὅς φησιν, ὅτι Οὐ δύναται ὁ ὀφθαλμὸς ειπεῖν τῇ χειρὶ, Χρείαν σου οὐκ ἔχω. Τότε γὰρ μάλιστα ἡ τῶν ὀφθαλμῶν ἐνέργεια δείκνυται, ὅταν τὰ ἔργα μαρτυρεῖ τὴν ὀξυωπίαν τῷ ὄμματι, διὰ τῆς περὶ τὰ καλὰ σπουδῆς τὴν ἀγαθὴν ὁδηγίαν ἐπισημαίνων. Ἐπειδὴ χρὴ προθέντας τὸν περὶ τῶν χειρῶν τοῦ θείου σώματος ἔπαινον, ὁδηγηθῆναι διὰ τῶν εἰρημένων ὅπως προσήκει κατηρτίσθαι τοὺς ἀντὶ χειρῶν ὄντας ἐπὶ τῆς Ἐκκλησίας· αὐτὸ προθέντες τὸ θεῖον λόγιον, ὅπως ἂν οἷόν τε ᾖ τὴν ἐγκειμένην αὐτῷ θεωρῆσαι διάνοιαν, διδόντος Θεοῦ, πειρασόμεθα. Χεῖρες αὐτοῦ τορευταὶ, χρυσαῖ, φησὶ, πεπληρωμέναι θαρσεῖς. Τέως μὲν οὖν τοσοῦτον πρόδηλόν ἐστιν ἐκ τῶν εἰρημένων τὸ νόημα, ὅτι οἷς τὸ τῆς κεφαλῆς εἶδος ἐγκωμιάζεται, διὰ τῶν αὐτῶν καὶ ταῖς χερσὶ πληροῦται ὁ ἔπαινος. Κεφαλὴν
Let us come now to the word that follows next. For it says: His hands are turned, golden, filled with Tharsis. Now that the grace of the eye in the body of the Church is incomplete when severed from the ministry of the hands, we have clearly learned from the great Paul, who says: The eye cannot say to the hand, I have no need of you. For then above all is the activity of the eyes shown forth, when works bear witness to the keenness of sight in the eye, indicating its good guidance through zeal for noble deeds. Since we must set forth the praise concerning the hands of the divine body, and be guided through what is said as to how it befits those who stand in place of hands in the Church to be equipped, setting forth the divine oracle itself, we shall endeavour, God granting, so far as may be possible, to contemplate the meaning contained in it. His hands, it says, are turned, golden, filled with Tharsis. Thus far, then, the thought is manifest to this extent from what has been said: that by the very things wherewith the form of the head is lauded, through those same things the praise is fulfilled for the hands as well. As head,
Notes, col. 1068

On the reading

Printed λέγος, for λόγος.

Printed ὑλικῶς, for ὑλικῆς.

Printed ὅποτε, for ὁπότε.

Printed αισθητήρια, for αἰσθητήρια.

Printed ειρημένων, for εἰρημένων.

Printed ειπεῖν, for εἰπεῖν.

PG 44:1069Read from the page
δὲ Χριστὸν ἐνοήσαμεν, ἐν ᾧ ὁ Θεὸς ἦν, τὸν κόσμον ἑαυτῷ καταλλάσσων, κατὰ τὴν Παύλου φωνήν· ὁ ἐν τῇ σαρκὶ διὰ τῶν δυνάμεών τε καὶ τῶν θαυμάτων ἑαυτὸν φανερώσας. Εἰ οὖν ἡ νοηθεῖσα ἡμῖν αὕτη κεφαλὴ χρυσίον ἀκήρατον παρὰ τοῦ λόγου κατωνομάσθη, διὰ τὸ πάσης ἁμαρτίας ἐκτὸς εἶναι· ὃς Ἁμαρτίαν οὐκ ἐποίησε, φησὶν, οὐδὲ εὑρέθη ἐν τῷ στόματι αὐτοῦ δόλος· χρυσᾶς δέ φησιν εἶναι τὰς χεῖρας ὁ λόγος· πρόδηλόν ἐστι τὸ διὰ τούτων νοούμενον, ὅτι τὸ καθ' ὅλου νοούμενον καθαρόν τε καὶ ἀναμάρτητον, καὶ πάσης κακίας ἀμιγές τε καὶ ἀπαράδεκτον νομοθετεῖ τῇ χειρὶ ὁ λόγος. Χεῖρα δὲ νοοῦμεν πάντως τὴν τὰ κοινὰ τῆς Ἐκκλησίας εις τὰς τῶν ἐντολῶν χρείας διαχειρίζουσαν, ἧς ἔπαινός ἐστι τὸ ὁμοιωθῆναι τῇ τῆς κεφαλῆς φύσει, κατὰ τὸ καθαρόν τε καὶ ἀναμάρτητον. Καθαρὰ δὲ γίνεται τότε ἡ χεὶρ, ὅταν διὰ τῆς τορείας ἅπαν ἀποξύσηται τὸ ἐμποδίζον τῷ κάλλει. Καθάπερ γὰρ πρός τινα ζώου μορφὴν ἀποτυποῦντες τὸ μάρμαρον, ἐκεῖνα διὰ τῆς τορείας ἐγγλύφουσι τῷ λίθῳ, καὶ ἐγκολάπτουσιν, ὧν περιαιρεθέντων πρὸς τὸ ἀρχέτυπον εἶδος ἀποτυποῦται τὸ μίμημα· οὕτω καὶ ἐπὶ τοῦ κάλλους τῶν τοῦ σώματος τῆς Ἐκκλησίας χειρῶν πολλὰ χρὴ διὰ τῆς τῶν λογισμῶν τορείας ἀποξεσθῆναι, ἵνα γένηται ἡ χεὶρ χρυσῆ ὡς ἀληθῶς καὶ ἀκήρατος. Πάντως δὲ πρόδηλα πᾶσίν ἐστιν, ὅσα μὴ περιαιρεθέντα τῆς χειρὸς τῷ κάλλει λυμαίνεται, οἷον τὸ ἀνθρωπαρέσκον, τὸ φιλόδοξον, τὸ φιλοκερδὲς, τὸ μόνον πρὸς τὸ φαινόμενον βλέπειν, τὸ περιφάνειάν τινα ἑαυτῷ διὰ τῶν ἐν χερσὶ πραγματεύεσθαι, τὸ εις τρυφὴν καὶ ἀπόλαυσιν ιδίαν τῇ τῶν ἐντολῶν ἀποκεχρῆσθαι παρασκευῇ· ᾗ χρὴ πάντα ταῦτα καὶ τὰ τοιαῦτα τοῖς τῶν λογισμῶν ὀργάνοις ἀποξυσάμενον, ἐκεῖνο καταλιπεῖν μόνον τὸ καθαρόν τε καὶ ἀκιβδήλευτον χρυσίον τῆς προαιρέσεως, τὸ τῇ ἀκηράτῳ κεφαλῇ ὁμοιούμενον. Σαφέστερον δ' ἂν γένοιτο ἡμῖν τὸ λεγόμενον διὰ τῆς τοῦ Ἀποστόλου φωνῆς· ὃς πιστὸν τὸν Θεὸν ὀνομάσας, οὐδὲν ἄλλο καὶ ἐν τοῖς οικονόμοις ζητεῖν ἀξιοῖ, ἢ τὸ πιστὸν εὑρεθῆναι· οὑτωσὶ γράψας τῷ ῥήματι. Ὃ δὲ λοιπὸν, ζητεῖται ἐν τοῖς οικονόμοις, ἵνα πιστός τις εὑρεθῇ. Οὐκοῦν ὁ πιστὸς καὶ φρόνιμος οικονόμος ἀντὶ χειρὸς ὢν τῇ Ἐκκλησίᾳ, χρυσῆν καθ' ὁμοιότητα τῆς κεφαλῆς δείκνυσι τὴν χεῖρα τοῦ σώματος, τὸν σοφὸν ἑαυτοῦ δεσπότην διὰ τοῦ βίου μιμούμενος. Οὐκ ἦν τοιαύτη χεὶρ ἐν τῷ τῶν ἀποστόλων σώματι ὁ Ἰούδας ἐκεῖνος, ὁ ἐλεεινός τε καὶ δείλαιος, μᾶλλον δὲ ὁ στυγητὸς καὶ ἀποτρόπαιος, ὃς οικονομίαν πτωχῶν πεπιστευμένος, τὴν τῆς φιλοχρηματίας λέπραν οὐκ ἀπεξύσατο· ἀλλὰ φύλαξ ὢν τοῦ γλωσσοκόμου διὰ τοὺς κλέπτοντας, αὐτὸς ἑαυτοῦ κλέπτης ἐγένετο, ὃ ἐν ταῖς χερσὶν εἶχε διὰ τῶν ιδίων χειρῶν ὑφαιρούμενος, καὶ οὐ πρὸς τὴν ἐντολὴν, ἀλλὰ πρὸς τὰ χρήματα βλέπων· ὧν ἡ ἀπόλαυσις ἐγένετο· τί; Ἀγχόνη ἑκούσιος, ζωῆς ἀλλοτρίωσις, πανολεθρία ψυχῆς, μνημόσυνον πονηρὸν, παντὶ τῷ μετ' αὐτὸν χρόνῳ συνεκτεινόμενον. Οὐκοῦν τορευτὰς εἶναι χρὴ καὶ διαγλύφους τὰς χεῖρας, ἵνα περιαιρεθέντων τῶν κακῶν συμπεφυκότων, τὸ λειπό-
moreover, we understood Christ, in Whom God was reconciling the world to Himself, according to the voice of Paul — He Who manifested Himself in the flesh through mighty works and wonders. If, therefore, this head understood by us was named pure gold by the word because He is outside every sin — Who committed no sin, it says, neither was guile found in His mouth — and the word says that His hands are golden, what is meant by these things is plain: that the word ordains for the hand what is conceived as wholly pure and sinless, unmixed with and unreceptive of any vice. By hand we understand altogether that which administers the common goods of the Church for the needs enjoined by the commandments, whose praise it is to be likened to the nature of the head in purity and sinlessness. Now the hand becomes pure then, when through turning-work it scrapes away everything that hinders its beauty. For just as those who fashion marble into some form of a living creature carve and chisel into the stone through turning-work those parts upon whose removal the copy is shaped after the archetypal form, so too in the beauty of the hands of the body of the Church many things must be scraped away through the turning-work of reflections, in order that the hand may become golden in truth and undefiled. Plain to everyone surely are all the things that, when not removed, mar the beauty of the hand: such as pleasing men, love of glory, love of gain, looking solely to outward appearance, contriving some ostentation for oneself through the matters in one's hands, abusing for private luxury and enjoyment the provision gathered under the commandments; wherefore, having scraped away all these and suchlike things with the instruments of one's reflections, one must leave behind solely that pure and unadulterated gold of moral choice which is likened to the undefiled head. What is being said would become clearer to us through the voice of the Apostle, who, after naming God faithful, deems it right to seek nothing else in stewards as well than that one be found faithful, writing in these exact words: Moreover, what is sought in stewards is that a man be found faithful. Therefore the faithful and prudent steward, standing in place of a hand for the Church, shows forth the hand of the body golden after the likeness of the head, imitating throughout his life his wise Master. No such hand in the body of the apostles was that Judas, pitiable and wretched, or rather hateful and abominable, who, entrusted with the stewardship of the poor, did not scrape away the leprosy of covetousness; rather, being keeper of the money-box because of thieves, he became a thief unto himself, filching with his own hands what he held in his hands, looking not towards the commandment, rather towards the money — whereof the enjoyment became what? A voluntary noose, alienation from life, utter ruin of soul, an evil memorial stretching out across all time after him. Therefore the hands must be turned and carved, so that when the evils grown together with them have been stripped away, what re-
Notes, col. 1069

On the reading

Printed εις, for εἰς.

Printed εις, for εἰς.

Printed ιδίαν, for ἰδίαν.

Printed οικονόμοις, for οἰκονόμοις.

Printed οικονόμοις, for οἰκονόμοις.

Printed οικονόμος, for οἰκονόμος.

Printed οικονομίαν, for οἰκονομίαν.

Printed ιδίων, for ἰδίων.

PG 44:1072Read from the page
μενον χρυσὸς ᾖ, τῷ τῆς κεφαλῆς κάλλει κατὰ τὸ εἶδος συμβαίνων.
mains may be gold, agreeing in form with the beauty of the head.
Ἡ δὲ τοῦ Θαρσεῖς λέξις πολύσημός ἐστιν ἐν τῇ γραφικῇ συνηθείᾳ, κατὰ τῆς αὐτῆς διανοίας οὐ πάντοτε εὑρισκομένη· ἀλλὰ πολλάκις μὲν πρὸς τὸ κατεγνωσμένον, πολλάκις δὲ πρὸς τὸ θεῖόν τε καὶ μακάριον ἡ σημασία μεταλαμβάνεται. Ὅτε φεύγει ἀπὸ προσώπου τοῦ Θεοῦ Ἰωνᾶς ὁ προφήτης, ζητεῖ πλοῖον ἐπὶ Θαρσεῖς πορευόμενον. Καὶ ὁ μέγας Δαβὶδ πλοῖον Θαρσεῖς βιαίῳ πνεύματι λέγει συντρίβεσθαι. Βίαιον πνεῦμα δὲ οἶμαι λέγεσθαι, τὸ τοῖς μαθηταῖς ἐπιφανὲν τοῖς ἐν τῷ ὑπερώῳ συνειλεγμένοις, ὃ πρότερον μὲν δι' ἀκοῆς προεγνώσθη, ὥσπερ φερομένης πνοῆς βιαίας, μετὰ ταῦτα δὲ καὶ τοῖς ὀφθαλμοῖς ἐφανερώθη, εις γλωσσῶν σχῆμα τυπούμενον, καὶ τῇ ἐκλαμπτικῇ φύσει τοῦ πυρὸς ὁμοιούμενον, δι' οὗ συντρίβεται ἡ πολυσχιδῶς ἐπιπολάζουσα τῇ ἀνθρωπίνῃ φύσει κακία, ἣν πλοῖα Θαρσεῖς ὁ Προφήτης ὠνόμασε. Ταῦτα μὲν οὖν ἐστι δι' ὧν τῷ ὀνόματι τούτῳ τὰ χείρω σημαίνεται. Ὁ δὲ μέγας Ἰεζεκιὴλ εις ὑπογραφὴν ἄγων τῆς γενομένης αὐτῷ θεοφανείας τὴν ὀπτασίαν, ἑνὸς τῶν θείων θεαμάτων τὸ εἶδος τῇ λέξει ταῦτα διασημαίνει λέγων· Καὶ τὸ εἶδος αὐτοῦ ὡς εἶδος Θαρσεῖς. Φασὶ δὲ οἱ δι' ἀκριβείας τῶν Ἑβραϊκῶν λέξεων τὰς ἐμφάσεις ἐπεσκεμμένοι, τὸ ἀχρωμάτιστόν τε καὶ νοητὸν καὶ ἀσώματον διὰ τῆς λέξεως ταύτης ἐν τῇ προφητείᾳ σημαίνεσθαι. Ἀπλῆς τοίνυν οὔσης ἐν τῇ λέξει τῆς σημασίας, ἐπειδὴ πρόδηλόν ἐστιν, ὅτι πρὸς τὸ κρεῖττον νῦν παρελήφθη τὸ ταύτης τῆς φωνῆς σημαινόμενον· οὐ γὰρ ἄν τις ἔπαινον ἐλαμβάνετο τὸ ὑπαίτιον· ἀκόλουθον ἂν εἴη τοῦτο περὶ τῶν ἐγκωμιαζομένων ἐννοῆσαι χειρῶν· ὅτι ἀκριβῶς ἀφ' ἑαυτῶν πᾶν τὸ περιττόν τε καὶ σωματῶδες ἀποτορεύσασαι πρὸς τὸ θεῖόν τε καὶ νοητὸν μεταβαίνουσι, τὴν ὑλώδη πᾶσαν καὶ βαρεῖαν περὶ τὰ πράγματα σχέσιν ἐκτιναξάμεναι· οἷόν τί φασι καὶ ἐπὶ τῆς σμαραγδίνης βώλου τοὺς λιθογλύφους ἐργάζεσθαι. Τὸ γὰρ ἀφεγγὲς καὶ γεῶδες διὰ τῆς ἀκόνης ἐκδαπανήσαντές τε καὶ ἀποψέξαντες, ἐκεῖνο μόνον καταλείπουσιν ἀδαπάνητον, ᾧ καθαρά τέ τις αὐγὴ, χλοερά τε ἅμα καὶ ἐλαιάζουσα. Ὅπερ μοι δοκεῖ σαφέστερον ἑρμηνεύων ὁ θεῖος Ἀπόστολος, τοῦτο συμβουλεύειν ἔν τινι τῶν ἑαυτοῦ λόγων, ὅτι χρὴ ἀποσκευάζεσθαι τὴν περὶ τὰ φαινόμενα σχέσιν, πρὸς δὲ τὸ ἀόρατον ταῖς ἐπιθυμίαις ὁρμᾷν. Μὴ σκοπούντων γὰρ ἡμῶν, φησὶ, τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα. Τὰ γὰρ βλεπόμενα πρόσκαιρα· τὰ δὲ μὴ βλεπόμενα, αιώνια. Ταῦτα μὲν οὖν ἐν τῷ ἐπαίνῳ τῶν χειρῶν ἐνοήσαμεν, πῶς τῆς ὑλώδους προσπαθείας ἐκτορευθεῖσαι, ἀκήρατοι γίνονται, πρὸς τὸ ἄϋλόν τε καὶ νοητὸν ἀλλοιούμεναι διὰ τῆς προαιρέσεως. Χεῖρες γὰρ αὐτοῦ τορευταὶ, φησὶ, χρυσαῖ, πεπληρωμέναι θαρσεῖς.
Now the word Tharsis is of many meanings in scriptural usage, not always found according to the same sense; rather its signification is often transferred towards what is condemned, and often towards what is divine and blessed. When Jonah the prophet flees from the face of God, he seeks a ship bound for Tharsis. And the great David says that a ship of Tharsis is shattered by a violent wind. By violent wind, I think, is meant that which appeared to the disciples gathered together in the upper room, which at first was made known beforehand through hearing, as of a rushing violent wind, and thereafter was manifested to the eyes as well, shaped into the form of tongues and likened to the gleaming nature of fire, whereby the vice that spreads in manifold ways over human nature — which the Prophet named ships of Tharsis — is shattered. These, then, are the instances whereby worse things are signified by this name. Yet the great Ezekiel, sketching out the vision of the theophany that came to him, indicates these things in the form of one of the divine sights by the word, saying: And its aspect was as the aspect of Tharsis. And those who have accurately examined the force of Hebrew words say that through this word in the prophecy is signified what is uncoloured and intelligible and incorporeal. Simple, therefore, being the signification in the word, since it is manifest that what is signified by this term has here been taken in the better sense — for what is blameworthy would not be taken by anyone as praise — it would follow to understand this concerning the hands that are lauded: that having accurately turned off from themselves everything superfluous and corporeal, they pass over towards the divine and intelligible, shaking off every material and heavy attachment to things; something of the sort that they say gem-engravers also accomplish upon a lump of emerald. For having worn away and scraped off through the whetstone what is dull and earthy, they leave unconsumed that part alone wherein there is a pure gleam, at once verdant and olive-shining. Which it seems to me the divine Apostle, interpreting more clearly, counsels in one of his discourses: that we must put off our attachment to visible things, and press onwards in our desires towards the unseen. While we look not, he says, at the things that are seen, rather at the things that are not seen. For the things that are seen are temporal; whereas the things that are not seen are eternal. These things, then, we have understood in the praise of the hands, how, turned clear of material attachment, they become undefiled, transformed through moral choice towards the immaterial and intelligible. For his hands, it says, are turned, golden, filled with Tharsis.
Notes, col. 1072

On the reading

Printed εις, for εἰς.

Printed εις, for εἰς.

Printed ταῦτα, for ταύτῃ.

Printed Ἀπλῆς, for Ἁπλῆς.

Printed αιώνια, for αἰώνια.

PG 44:1073Read from the page
Ἀκόλουθον δ' ἂν εἴη καὶ τὸν ἐφεξῆς λόγον διασκοπῆσαι, ὃν περὶ τῆς κοιλίας πεποίηται. Ἔχει δὲ ἡ λέξις οὕτως· Κοιλία αὐτοῦ πυξίον ἐλεφάντινον ἐπὶ λίθου σαπφείρου. Ὅτε τῷ Μωϋσῇ τὸν ταῖς λιθίναις δέλτοις ἐγχαραχθέντα νόμον ὁ τῆς φύσεως δίδωσι νομοθέτης, πυξία λίθινα τὰς πλάκας ὠνόμασεν, αἷς ἐνετυπώθη τὰ θεῖα χαράγματα· οὕτως εἰπόντος τοῦ πρὸς τὸν Μωϋσέα περὶ αὐτῶν χρηματίσαντος· ὅτι Ἀνάβηθι πρὸς μὲ εἰς τὸ ὄρος, καὶ ἴσθι ἐκεῖ, καὶ δώσω σοι τὰ πυξία τὰ λίθινα, τὸν νόμον καὶ τὰς ἐντολάς. Μετὰ ταῦτα δὲ, ἐπειδὴ τὸ σωματικὸν καὶ γεῶδες ἀπεξύσατο διὰ τῆς Εὐαγγελικῆς σαφηνείας ὁ νόμος· οὐκέτι λίθινον τὸ δεχόμενον τὰ γράμματα πυξίον ἐστίν· ἀλλ' ἐκ τοῦ λαμπροῦ τε καὶ νεοξύστου ἐλέφαντος. Τὸ γὰρ δεκτικὸν τῶν ἐντολῶν καὶ τῶν νόμων, ὅπερ κοιλία ὠνόμασται, πυξίον εἶναί φησιν ἐλεφάντινον ἐπὶ λίθου σαπφείρου. Πρῶτον δὲ οἶμαι χρῆναι τὸ σωματικὸν ὑπόδειγμα φανερὸν τῷ λόγῳ ποιῆσαι, εἶθ' οὕτως ἐπὶ τὴν θεωρίαν τῶν εἰρημένων ἐλθεῖν. Πυκνόν τι ξύλον ἡ πύξις ἐστὶ καὶ ὑπόλευκον, ἀφ' ἧς φιλοτεχνοῦσιν ἑαυτοῖς πίνακας, οἷς τῶν γραμμάτων μέλει. Τὸ τοίνυν τοιοῦτον πινάκιον τὸ πρὸς τὴν τῶν γραμμάτων χρείαν κατεσκευασμένον, κἂν ἐφ' ἑτέρας ὕλης τύχῃ γενόμενον, πυξίον καταχρηστικῶς ὀνομάζεται. Οὐκοῦν πυξίον ἀκούσαντες, λεῖόν τι σκεῦος ἐπιτήδειον πρὸς γραμμάτων ὑποδοχὴν ἐνενοήσαμεν. Ἐπεὶ τοίνυν γενικόν τι τῶν τοιούτων πινάκων ὄνομα τὸ πυξίον ἐστίν· ἐνταῦθα καὶ τὸ εἶδος τῆς ὕλης τῷ ὑποδείγματι ὁ λόγος προστίθησιν, οὐκ ἀπὸ ξύλου λέγων, ἀλλ' ἐξ ἐλέφαντος εἶναι τὴν κατασκευὴν πυξίου. Φασὶ δὲ, διὰ πολλὴν πυκνότητα καὶ στερρότητα, τὸ τοιοῦτον ὀστέον ἄφθορον διαμένειν, ἐφ' ὅτι μήκιστον μηδεμίαν ἐκ χρόνου βλάβην παραδεχόμενον. Ὁ δὲ σάπφειρος τῷ κυανῷ εἴδει τῆς χροιᾶς εἰς παραμυθίαν τοῦ καμάτου τῶν ὀφθαλμῶν ἐπινοεῖται, τοῖς φιλοπόνως προσανέχουσι τῷ καταγεγραμμένῳ πυξίῳ, φυσικῶς τῆς τοιαύτης αὐγῆς τὰς ὄψεις δι' ἑαυτῆς ἀναπαυούσης. Τὸ μὲν οὖν ὑπόδειγμα, ᾧ διὰ συγκρίσεως ὁμοιοῦται ἡ ἐγχωμιαζομένη τῆς Ἐκκλησίας κοιλία, τοιοῦτόν ἐστιν. Ἐγὼ δὲ παρὰ τῆς προφητείας ἀκούσας τοῦτο διακελευομένης ἐκ προσώπου τοῦ Θεοῦ, ὅτι Γράψον ὅρασιν σαφῶς ἐς πυξίον, ἔννοιαν λαμβάνω, τί διὰ τοῦ ὀνόματος τῆς κοιλίας ἐν τῷ ἐπαινουμένῳ σώματι τοῦ Κυρίου προσήκει νοεῖν· εἰ γὰρ τὴν θείαν ὅρασιν σαφῶς ἐγγράφειν τῷ πυξίῳ ὁ λόγος διακελεύεται, τάχα τὸ καθαρὸν τῆς καρδίας, ᾧ διὰ τῆς μνήμης τὰς θείας ὁράσεις ἀπογραφόμεθα, τῷ τῆς κοιλίας ὀνόματι διασημαίνει. Καθάπερ ὁ διαστείλας τὸ στόμα τοῦ μεγάλου Ἰεζεκιὴλ, καὶ ἐνθεὶς αὐτῷ τὴν κεφαλίδα τοῦ βιβλίου, πλήρη γραμμάτων καθ' ἑκάτερον οὖσαν, κατά τε τὸ ἔξωθεν αὐτοῦ καὶ τὸ ἔσωθεν· φησὶ πρὸς αὐτὸν, ὅτι Τὸ στόμα σου φάγεται, καὶ ἡ κοιλία σου πλησθήσεται. Τὸ διανοητικὸν τῆς ψυχῆς ᾧ ἐναπέθετο τὰ θεῖα μαθήματα, κοιλίαν, προσαγορεύσας. Παραπλησίως δὲ καὶ τὸν μέγαν Ἱερεμίαν, τὴν ὑπὸ τῶν
It would be fitting to examine closely the next passage as well, which has been composed concerning the belly. Now the wording runs thus: His belly is an ivory tablet upon a sapphire stone. When the Lawgiver of nature gave to Moses the law engraved upon the tablets of stone, He named those slabs stone tablets, upon which the divine characters were imprinted; for He Who gave the oracle concerning them spoke thus unto Moses: Come up to Me into the mountain, and be there, and I will give thee the tablets of stone, the law and the commandments. After these things, however, once the law stripped off what was bodily and earthy through the clearness of the Gospel, the tablet that receives the letters is no longer of stone, but is of bright and freshly polished ivory. For that which is receptive of the commandments and the laws, which has been named the belly, she says is an ivory tablet upon a sapphire stone. First, however, I think we ought to make the bodily illustration clear by our discourse, and then in that way come to the contemplation of the words that have been spoken. Boxwood is a dense and whitish wood, from which those who care about letters fashion writing-tablets for themselves. Such a little tablet, therefore, prepared for the use of letters, even if it happen to be made upon some other material, is by an extended use of the term called a boxwood tablet. Accordingly, upon hearing of a boxwood tablet, we have conceived of a smooth vessel suitable for the reception of letters. Since, therefore, the boxwood tablet is a generic name for such boards, the Word here adds also the kind of material to the illustration, saying that the construction of the tablet is not of wood, but of ivory. Now they say that, owing to its great density and solidity, bone of this sort remains incorruptible, admitting for the longest possible time no harm from age. And the sapphire, by the dark-blue hue of its colour, is devised for the relief of the weariness of the eyes for those who assiduously apply themselves to the inscribed tablet, since such a gleam naturally refreshes the sight through itself. Such, then, is the illustration to which by comparison the praised belly of the Church is likened. And when I hear the prophecy enjoining this in the person of God, Write the vision clearly upon a tablet, I form a conception of what it is fitting to understand by the name of the belly in the praised body of the Lord; for if the Word enjoins us to inscribe the divine vision clearly upon the tablet, perhaps it signifies by the name of the belly the purity of the heart, whereby through memory we copy out for ourselves the divine visions. Just as He Who opened wide the mouth of the great Ezekiel, and placed within it the roll of the book, which was full of letters on either side, both on its outside and on its inside, says unto him: Thy mouth shall eat, and thy belly shall be filled—addressing as the belly the intellectual faculty of the soul, wherein He laid up the divine teachings. And in like manner also the great Jeremiah, that which by those
Notes, col. 1073

On the reading

Printed ἐγχωμιαζομένη, for ἐγκωμιαζομένη.

PG 44:1076Read from the page
σκυθρωπῶν ἐκείνων νοημάτων ὀδυνωμένην καρδίαν, κοιλίαν ἔγνωμεν ὀνομάζοντα, διό φησιν· ὅτι Τὴν κοιλίαν μοῦ ἀλγῶ, καὶ τὰ αἰσθητήρια τῆς καρδίας μοῦ μαιμάσσει. Εἰ δὲ χρὴ τὸ κυριώτερον τῶν εἰς τὴν διάνοιαν ταύτην ὁδηγούντων ἡμᾶς ἀπὸ τῆς θείας παραθέσθαι φωνῆς, τοῦτό φαμεν, ὅτιπερ πρὸς τοὺς πεπιστευκότας εἶπεν ὁ Κύριος· ποταμοὺς λέγων ἐκ τῆς κοιλίας ῥέειν ὕδατος ζῶντος τῶν εἰς αὐτὸν πιστευόντων. Ἔχει δὲ οὕτως ἡ λέξις· Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Διὰ πάντων τοίνυν τῶν εἰρημένων, τὴν καθαρὰν καρδίαν διὰ τοῦ τῆς κοιλίας ὀνόματος νοεῖν ἐναγόμεθα, ἥτις πυξίον τοῦ θείου γίνεται νόμου· τῶν, καθώς φησιν ὁ Ἀπόστολος, ἐνδεικνυμένων τὸ ἔργον τοῦ νόμου, γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, οὐ μέλανι, ἀλλὰ Πνεύματι Θεοῦ ζῶντος, ἐγχαρασσομένων τῇ ψυχῇ τῶν τοιούτων γραμμάτων, οὐκ ἐν πλαξὶ λιθίναις, καθώς φησιν ὁ Ἀπόστολος, ἀλλ' ἐν τῷ τῆς καρδίας πυξίῳ, καθαρῷ τε ὄντι καὶ λείῳ, καὶ στίλβοντι. Τοιοῦτον γὰρ εἶναι χρὴ τὸ ἡγεμονικὸν τῆς ψυχῆς, ὥστε τρανὴν ἐν αὐτῷ καὶ ἀσύγχυτον τῶν θείων λογίων ἐντυποῦσθαι τὴν μνήμην· οἷόν τισι γράμμασιν εὐσήμοις διηρθρωμένην. Καλῶς δὲ συμπαρείληπται τῷ τοιούτῳ πυξίῳ πρὸς τὸν τῆς κοιλίας ἔπαινον καὶ ὁ σάπφειρος. Οὐρανοειδὴς γὰρ καὶ ἡ τοῦ σαπφείρου αὐγή. Τὸ δὲ τοιοῦτον αἴνιγμα σύμβολον γίνεται τοῦ τὴν καρδίαν ἡμῶν τὰ ἄνω φρονεῖν τε καὶ βλέπειν, ὅπου τὸν θησαυρὸν ἀποτίθεται, κἀκεῖ τὰς ὄψεις προσαναπαύειν· ὥστε μὴ κάμνειν ἐν τῇ προσοχῇ τῶν θείων παραγγελμάτων, τῆς οὐρανίας ἐλπίδος τὸ ὀπτικὸν τῶν τῆς ψυχῆς ὀμμάτων ἀναπαυούσης.
gloomy thoughts was pained—namely, his heart—we know him to call the belly, wherefore he says: I am pained in my belly, and the senses of my heart are in turmoil. And if one ought to set forth from the divine voice the more authoritative of the passages that guide us to this meaning, we state that which the Lord spoke unto those who had believed, saying that rivers of living water flow out of the belly of those who believe in Him. Now the wording runs thus: He who believes in Me, as the Scripture said, out of his belly shall flow rivers of living water. Through all that has been said, therefore, we are led to understand the pure heart by the name of the belly, which becomes a tablet of the divine law among those who, as the Apostle says, show forth the work of the law written in their hearts, not with ink, but with the Spirit of the living God, when letters of this sort are engraved upon the soul, not on tablets of stone, as the Apostle says, but on the tablet of the heart, which is pure, and smooth, and gleaming. For such must the governing faculty of the soul be, so that the memory of the divine oracles may be imprinted in it clearly and without confusion, articulated, as it were, by distinct letters. And rightly is the sapphire also taken up along with such a tablet unto the praise of the belly; for sky-like, too, is the gleam of the sapphire. And such a riddle becomes a symbol of our heart setting its mind and its gaze upon the things above, where it lays up its treasure, and resting its eyes there, so as not to grow weary in its attention to the divine precepts, while the heavenly hope refreshes the visual power of the eyes of the soul.
Εἶτα διαδέχεται τὸν τῆς κοιλίας ἔπαινον, τὰ τῆς κνήμης ἐγκώμια. Φησὶ γάρ· ὅτι Κνῆμαι αὐτοῦ στύλοι μαρμάρινοι, τεθεμελιωμένοι ἐπὶ βάσεις χρυσᾶς. Πολύστυλος μέν ἐστι τῆς σοφίας ὁ οἶκος, ὃν ἑαυτῇ ᾠκοδόμησε. Πολλοὶ δὲ καὶ οἱ τὴν τοῦ μαρτυρίου σκηνὴν διερείδοντες στύλοι, διαφόροις ὕλαις κεκοσμημένοι· ὧν κεφαλίδες μὲν ἦσαν καὶ βάσεις χρυσαῖ, τὸ δὲ μέσον τῇ τοῦ ἀργυρίου περιβολῇ κεκαλλώπισται. Τοὺς δὲ τῆς Ἐκκλησίας στύλους (οἶκος δέ ἐστιν ἡ Ἐκκλησία, καθώς φησιν ὁ Ἀπόστολος· ὅτι Πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι) μαρμαρίνους εἶναί φησιν ἡ νύμφη, ἐπὶ χρυσῶν βεβηκότας τῶν βάσεων. Ὅτι μὲν οὖν συμφωνεῖ τῇ τοῦ Βεσελεὴλ σοφίᾳ ἡ νύμφη κατὰ τὴν τοῦ κάλλους ὑπογραφὴν, παραπλησίως ἐκείνῳ τὴν κεφαλὴν καὶ τὰς βάσεις τῷ χρυσίῳ κοσμήσασα, παντὶ δῆλόν ἐστι τῷ τοῖς περὶ τῆς σκηνῆς εἰρημένοις καθομιλήσαντι. Ὡς γὰρ ἐκεῖνος ἑκάστῳ τῶν στύλων τὴν κεφαλὴν ἐφαρμόσας ἐπὶ χρυσῆς ἵστησι βάσεως· οὕτως ἐνταῦθά φησιν ἡ καθαρῶς πρὸς τὸ τοῦ νυμφίου βλέπουσα κάλλος, κεφαλὴν μὲν αὐτοῦ εἶναι χρυσίον καθαρὸν καὶ ἀκήρατον· τοῦτο γὰρ ἡ τοῦ Κεφὰζ λέξις ἐνδείκνυται· τεθεμελιῶσθαι τὰς κνήμας ἐπὶ χρυσῶν λέγει βάσεων. Πρὸς ὅ τι δὲ χρὴ μεταληφθῆναι τὰ περὶ τῶν στύλων αἰνίγματα, τῷ ἁγίῳ Παύλῳ μαθητευόμενοι, τῆς ἀληθοῦς ἐννοίας οὐκ ἐκπεσούμεθα· ὃς τοὺς
Next, the praises of the legs succeed the commendation of the belly. For she says: His legs are pillars of marble, founded upon bases of gold. Many-pillared indeed is the house of wisdom, which she built for herself; and many also are the pillars supporting the tabernacle of witness, adorned with diverse materials, whose capitals and bases were of gold, while the middle part has been beautified with a casing of silver. And the pillars of the Church (for the Church is a house, just as the Apostle says: How one ought to conduct oneself in the house of God) the bride says are of marble, standing upon golden bases. Now that the bride agrees with the wisdom of Bezalel in her delineation of beauty, having like him adorned the head and the bases with gold, is plain to everyone who has conversed thoroughly with what is said concerning the tabernacle. For just as he, fitting the capital to each of the pillars, sets it upon a golden base, so here she who gazes purely upon the beauty of the Bridegroom says that His head is pure and unalloyed gold—for this is what the word Cephaz indicates—and says that His legs have been founded upon bases of gold. And unto what meaning the riddles concerning the pillars ought to be transferred, if we are instructed as disciples by the holy Paul, we shall not fall away from the true conception; who
Notes, col. 1076

On the reading

Printed κοιλίαν μοῦ, for κοιλίαν μου.

Printed καρδίας μοῦ, for καρδίας μου.

PG 44:1077Read from the page
προέχοντας ἐν τοῖς ἀποστόλοις Πέτρον, καὶ Ἰάκωβον, καὶ Ἰωάννην, στύλους ὠνόμασεν. Ἐπεὶ δὲ καὶ τοῦτο προσήκει μαθεῖν, πῶς ἔστι γενέσθαι στύλον, ὡς ἂν καὶ ἡμεῖς ἄξιοι τῆς τοιαύτης γενοίμεθα κλήσεως· πάλιν καὶ τοῦτο παρὰ τῆς τοῦ Παύλου σοφίας ἀκούωμεν, ὅς φησι στύλον εἶναι καὶ τὸ ἑδραίωμα τῆς ἀληθείας. Οὐκοῦν χρυσίον μέν ἐστιν ἡ ἀλήθεια, ἡ καὶ βάσις τῶν κνημῶν γινομένη, καὶ τὰς χεῖρας καὶ τὴν κεφαλὴν δι' ἑαυτῆς καλλωπίζουσα. Τὸ δὲ ἑδραίωμα εἰς τὴν τοῦ μαρμάρου τις φύσιν μεταλαβὼν, οὐχ ἁμαρτήσεται· ὡς εἶναι τοιαύτην τὴν τῶν λεγομένων διάνοιαν· ὅτι Αἱ κνῆμαι τοῦ σώματος οι μαρμάρινοι στύλοι, τουτέστιν οἱ τῷ λαμπρῷ βίῳ καὶ τῷ ὑγιαίνοντι λόγῳ τὸ κοινὸν σῶμα τῆς Ἐκκλησίας βαστάζοντές τε καὶ διερείδοντες· δι' ὧν ἥ τε βάσις τῆς πίστεως ἔχει τὸ πάγιον, καὶ ὁ κατ' ἀρετὴν δρόμος ἀνύεται, καὶ ἐν τοῖς ἅλμασι τῶν θείων ἐλπίδων, ὅλον τὸ σῶμα μετέωρον γίνεται. Διὰ τῶν δύο κατορθοῦται τούτων, ἀληθείας καὶ βεβαιότητος· τοῦ μὲν χρυσοῦ μεταλαμβανομένου πρὸς τὴν ἀλήθειαν, ἥτις κατὰ τὴν Παύλου φωνὴν θεμέλιος τῆς θείας κατασκευῆς γίνεταί τε καὶ ὀνομάζεται. Οὕτως γάρ φησιν· ὅτι Θεμέλιον ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός. Χριστὸς δέ ἐστιν ἡ ἀλήθεια, ᾗ ἐνθεμελιοῦνται αἱ κνῆμαι, οἱ στύλοι τῆς Ἐκκλησίας. Διὰ τοῦ μαρμάρου νοούντων ἡμῶν τό τε λαμπρὸν τοῦ βίου, καὶ τὸ πρὸς τὴν τῶν ἀγαθῶν διάθεσιν ἐμβριθές τε καὶ ἀμετάθετον. Ἀλλ' ἐπειδὴ πολλοὶ μὲν οἱ στύλοι τοῦ μαρτυρίου τῆς σκηνῆς, πολλοὶ δὲ καὶ οἱ τὸν τῆς σοφίας οἶκον διαβαστάζοντες· δύο δὲ νῦν ἐξαρκοῦσιν ὅλον ἀνέχειν ἐφ' ἑαυτῶν τὸ σῶμα· τάχα πρὸς ἄλλην τινὰ διάνοιαν χρὴ μεταγαγεῖν τὸν σκοπὸν τοῦ αἰνίγματος. Οἶμαι γὰρ διὰ τούτων ἐκεῖνο κατασκευάζεσθαι· τὸ πολυειδεῖς μὲν γίνεσθαι τὰς ἐκ τοῦ νόμου πρὸς ἀρετὴν ὁδηγίας, πολλὰ δὲ καὶ τῆς σοφίας εἶναι τὰ παραγγέλματα, πρὸς τὸν αὐτὸν ὁρῶντα σκοπόν· τὸν συντετμημένον τοῦ Εὐαγγελίου λόγον, εἰς εὐαρίθμητόν τε καὶ συνεσταλμένον ἀγαγεῖν ἅπασαν τοῦ κατ' ἀρετὴν βίου τὴν τελειότητα ἔγνωκεν· οὕτως εἰπόντος τοῦ Κυρίου, ὅτι Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς, ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται. Ἴσον δὲ πάντως ἐστὶν εἰς δύναμιν, ἢ ὑποκρεμάμενον ἀνέχειν τὸ βάρος, ἢ ἐπικείμενον. Εἷς γὰρ δι' ἀμφοτέρων θεωρεῖται ὁ τῆς δυνάμεως τόνος, τοῦ καθ' ἑκάτερον τρόπον τὸ ἄχθος βαστάζοντος. Φέρει γὰρ ὁμοίως δι' ἑαυτοῦ, εἴτε ἐπηρτημένον ἔχει τὸ βάρος, εἴτε ὑπολαμβάνοι τῇ παλάμῃ τὸ βασταζόμενον. Ἐπεὶ οὖν ὁ μὲν Κύριος ἐν ταύταις φησὶ ταῖς δυσὶν ἐντολαῖς ὅλον τὸν νόμον καὶ τοὺς προφήτας κρέμασθαι· νῦν δὲ ἡ νύμφη δύο στύλοις ἐπὶ χρυσὼν θεμελίων βεβηκόσι βαστάζεσθαι λέγει τὸ σῶμα· καλῶς ἂν ἔχοι πρὸς τὴν θεωρίαν τοῦ κατὰ τὰς κνήμας αινίγματος, συμπαραλαβεῖν τὰς δύο ἐντολὰς ἐκείνας. Ὧν τὴν μὲν, πρώτην ὀνομάζει ὁ Κύριος, τὴν δὲ, ὁμοίαν τῇ πρώτῃ λέγων· τὸ μὲν ἀγαπᾷν τὸν Θεὸν ἐξ ὅλης τῆς καρδίας καὶ ψυχῆς καὶ δυνάμεως, τὴν πρώτην ἐντολὴν εἶναι· τὸ δὲ τὸν πλη-
named Peter, and James, and John, who were foremost among the apostles, pillars. And since it is fitting to learn this also—how it is possible to become a pillar, so that we too might become worthy of such a calling—let us hear this again also from the wisdom of Paul, who says that it is a pillar and the bulwark of the truth. Gold, therefore, is the truth, which both becomes the base of the legs, and beautifies both the hands and the head through itself. And if one transfers the bulwark to the nature of the marble, one will not err; so that the meaning of the words spoken is of this sort: that the legs of the body are the pillars of marble, that is, those who by a radiant life and by sound doctrine bear and support the common body of the Church; through whom both the base of faith holds fast its firmness, and the course of virtue is accomplished, and in the leaps of divine hopes the whole body is lifted aloft. Through these two things it is rightly achieved—truth and steadfastness: the gold being taken for the truth, which according to the voice of Paul both becomes and is named the foundation of the divine structure. For thus he says: Other foundation can no one lay beside that which is laid, which is Jesus Christ. And Christ is the truth, wherein are founded the legs, the pillars of the Church—while through the marble we understand both the brightness of life and what is weighty and unchangeable in disposition towards things that are good. Yet since many are the pillars of the tabernacle of witness, and many also are those bearing up the house of wisdom, whereas now two suffice to uphold the whole body upon themselves, perhaps we ought to transfer the aim of the riddle unto some other meaning. For I think that through these words the following point is established: that while the guidances towards virtue derived from the law becomemanifold, and many too are the precepts of wisdom looking towards the same aim, He knew how by the abridged word of the Gospel to bring all the perfection of the virtuous life into an easily numbered and concise compass, when the Lord spoke thus: On these two commandments hang all the law and the prophets. Now it is altogether equal in respect of power whether one upholds the weight suspended beneath or resting above; for one and the same tension of strength is beheld through both in him who bears the burden in either way. For he carries it alike through himself, whether he holds the weight suspended, or supports with his palm that which is borne. Since, therefore, the Lord says on the one hand that on these two commandments hang all the law and the prophets, while the bride now says that the body is borne by two pillars standing upon golden foundations, it would be well, for the contemplation of the riddle concerning the legs, to take along with it those two commandments—of which the Lord names the one first, and calls the other like unto the first, saying that to love God from the whole heart and soul and strength is the first commandment, and to love one's neigh-
Notes, col. 1077

On the reading

Printed οι μαρμάρινοι, for οἱ μαρμάρινοι.

Printed χρυσὼν, for χρυσῶν.

Printed αινίγματος, for αἰνίγματος.