Migne Reading Room

PG 43 · cols. 840–845 · Read from the page

Paraphrasis S. Evangelii secundum Joannem (Μετάφρασις τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου)

Paraphrasis S. Evangelii secundum Joannem (Μετάφρασις τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 43:840Read from the page
ΚΕΦ. ΙΑʹ.
Chapter XI.
1 Ἦν δέ τις ἀδρανέων νοσερῷ πυρὶ Λάζαρος ἀνὴρ Βηθανίης ἔντοσθεν ἀειδομένης, ἀπὸ κώμης Μάρθης καὶ Μαρίης. 2 Μαρίη δὲ φατίζετο κείνη Χριστοῦ καλλιέθειρα θεηδόκος, ἣ πόδας αὐτοῦ Ἀμφοτέρους ἤλειψε μύρου θυόεντος ἐέρσῃ, Καὶ πλοκάμοις ἀπέμαξε, καὶ ἀμβροσίων ἀπὸ ταρσῶν Ἀκροφανὴς ἐδίηνε διάβροχον ἰκμάδι χαίτην, Χριστοῦ καλλιέθειρα θεηδόκος· ἧς τότε θερμῷ Νουσαλέῳ βαρύγουνος ἱμάσσετο σύγγονος ἀτμῷ. 3 Γνωταὶ δ' ἀδρανέοντος ὁμόγνιον ὡς ἴδον ἄμφω Γυιοβόρῳ μάστιγι τετηκότα, γείτονα πότμου, Ξυνὸν ἔπος προέηκαν ἀλεξικάκῳ Βασιλῆϊ· Λάζαρος ὃν φιλέεις ἐλελίζεται αἴθοπι νούσῳ· Ὃν φιλέεις σκοπίαζε. 4 Καὶ ἴαχε μῦθον ἀκούσας Χριστὸς ἄναξ· Οὐ φωτὸς ἐπ' ἀενάῳ τινὶ πότμῳ Νουσαλέον τόδε πῆμα πυρώπιδες ἤγαγον ὧραι· Ἀλλὰ Θεοῦ τόδε κῦδος ὑπέρτερον, ὄφρα δι' αὐτοῦ Ἀνθρώπου φίλος Υἱὸς ἄναξ ὑψούμενος εἴη Τιμαῖς ἀθανάτῃσι. 5 Φιλοξείνους δὲ γυναῖκας Ἰησοῦς ἀγάπαζε φιλοστόργῳ τινὶ θεσμῷ, Μάρθην, καὶ Μαρίην, καὶ Λάζαρον. 6 Ἐν δ' ἄρα χώρῳ Ὡς κλύεν ἀγγελίην ὅτι Λάζαρος ἄϊδι νεύων Κέκλιτο, νουσαλέῳ πεπεδημένος ἄψεα δεσμῷ, Διχθαδίης παράμειβε τελεσσιμόρου δρόμον ἠοῦς.
1 Now there was a certain man, Lazarus, languishing with sickly fire within famed Bethany, from the village of Martha and Mary. 2 And that Mary was called the fair-haired God-receiver of Christ, who anointed both His feet with the dew of fragrant unguent, and wiped them with her locks, and shining aloft drenched her hair soaked with moisture from His ambrosial soles, the fair-haired God-receiver of Christ; whose heavy-kneed brother was then lashed by hot, sickly vapour. 3 And when both sisters of the languishing man saw their kinsman wasted away by a limb-devouring scourge, neighbour to doom, they sent forth a common word to the evil-averting King: Lazarus whom Thou lovest is shaken by blazing sickness; look upon him whom Thou lovest. 4 And hearing the word, Christ the Sovereign cried out: Not for any everlasting doom of the man have the fiery-faced hours brought this sickly bane; rather, this is the higher glory of God, so that through it the beloved Son of Man, the Sovereign, might be exalted with immortal honours. 5 Now Jesus loved the hospitable women with an affectionate bond, Martha, and Mary, and Lazarus. 6 When therefore He heard in the place the tidings that Lazarus lay inclining towards Hades, fettered in his limbs by a sickly bond, He let pass the course of a twofold fate-fulfilling dawn.
7 Καὶ μετὰ δίζυγον ἦμαρ ἑοῖς ἀγόρευε μαθηταῖς· Ἴομεν ἐς κλυτὸν οὖδας Ἰουδαίων πάλιν ἀνδρῶν. 8 Καί μιν ἀναστέλλοντες ἐπεφθέγξαντο μαθηταί· Ῥαββίν, Ἰουδαίης μανιώδεες ἄρτι πολῖται Λαϊνέοις μάστευον ὀϊστεύειν σε βελέμνοις· Καὶ σὺ μολεῖν ἐθέλεις ὅθι δήϊοί εἰσι πολῖται, 9 Ἰησοῦς δ' ἀπάμειπτο, παρηγορέων τινὶ μύθῳ Ξυνὸν ὁμωροφίων νεμεσήμονα θυμὸν ἑταίρων· Ἤματος οὐ γεγάασι δυώδεκα κυκλάδες ὧραι; Ἤματος ἀντέλλοντος ὁδοιπόρος οὔποτε κάμπτει Ταρσὸν ὀλισθηροῖσι παραπταίοντα πεδίλοις· 10 Ὃς δὲ διαστείχει λιποφεγγέϊ σύνδρομος ὄρφνῃ Ποσσὶ χαριζομένοις, σφαλερὴν ὁδὸν οὗτος ὁδεύει. 11 Ὡς φάτο· καὶ μετὰ τοῦτο παλίσσυτος εἶπε μοθηταῖς· Ὕπνον ἀναγκαῖον καὶ ἀμεμφέα Λάζαρος εὕδει, Φίλτατος ἡμείων ξεινηδόκος· ἀλλὰ περήσω Ὄφρα μιν ἐξ ὕπνοιο παλινδίνητον ἐγείρω.
7 And after a twin-yoked day He spoke to His disciples: Let us go again unto the famed soil of the men of Judaea. 8 And holding Him back, the disciples spoke out to Him: Rabbi, just now the frenzied citizens of Judaea sought to shoot at You with stony missiles; and do You wish to go where the citizens are hostile? 9 And Jesus answered, consoling with a word the common indignant spirit of His companions under one roof: Are there not twelve circling hours of the day? When day rises, a wayfarer never bends a sole stumbling with slippery sandals; 10 whereas he who walks through the dark, running together with light-forsaken gloom with yielding feet, travels a perilous road. 11 Thus He spoke; and after this, turning back, He said to the disciples: Lazarus sleeps an inevitable and blameless sleep, our dearest host; yet I will cross over that I may awaken him, whirling back again out of sleep.
ᾧ ἦν τόπῳ δύο ἡμέρας.
the place where He was two days.
7 Ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς· Ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν.
7 Then after this He says to the disciples: Let us go into Judaea again.
8 Λέγουσιν αὐτῷ οἱ μαθηταί· Ῥαββί, νῦν ἐζήτουν σε λιθάσαι οἱ Ἰουδαῖοι, καὶ πάλιν ὑπάγεις ἐκεῖ;
8 The disciples say to Him: Rabbi, just now the Jews were seeking to stone You, and are You going there again?
9 Ἀπεκρίθη ὁ Ἰησοῦς· Οὐχὶ δώδεκά εἰσιν ὧραι τῆς ἡμέρας; ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει· ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει·
9 Jesus answered: Are there not twelve hours of the day? If anyone walks in the day, he does not stumble, because he sees the light of this world;
10 Ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί, προσκόπτει· ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ.
10 But if anyone walks in the night, he stumbles, because the light is not in him.
11 Ταῦτα εἶπε· καὶ μετὰ τοῦτο λέγει αὐτοῖς· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται· ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν.
11 These things He spoke; and after this He says to them: Lazarus our friend has fallen asleep; but I am going so that I may awaken him.
Notes, col. 840

On the reading

Printed μοθηταῖς, for μαθηταῖς.

PG 43:841Read from the page
12 Καὶ λόγον ἀγνώσσοντες ἐμυθήσαντο μαθηταί· Λάζαρος εἰ κνώσσει, σόος ἔσσεται. 13 Ἀρτιθανῆ μὲν Ἰησοῦς ἀγόρευε, φιλοθρήνῳ παρὰ τύμβῳ Εὕδειν, νεκρόν, ἄναυδον, ἀνήγρετον ὕπνον ὀλέθρου. Οἱ δὲ μάτην ἔλποντο φίλον νέκυν ἔνδοθεν οἴκου Ἡδὺν ὑπὲρ λεχέων παλινάγρετον ὕπνον ἰαύειν. 14 Ἀμφαδίην δ' ἀγόρευεν Ἄναξ οἰκτίρμονι μύθῳ· Λάζαρον εὔνασε πότμος ὁμοίϊος, ἄγριον ἄλλον Ὕπνον ἄγων· 15 χαίρω δὲ δι' ὑμέας, ὡς ἐνὶ χώρῳ Οὐ γενόμην ὅτε κεῖνος ὁμίλεε γείτονι πότμῳ· Ὄφρα κε πίστιν ἔχοιτε, νέκυν μετὰ πότμον ὁδίτην Δερκόμενοι ζώοντα, πάλιν ψαύοντα τραπέζης Ξεινοδόκον Χριστοῖο τοδεύτερον. Ἀλλὰ πρὸς αὐτὸν Ἴομεν. 16 Εἰσαΐων δὲ διώνυμος ἔννεπε Θωμᾶς, Ὃν Δίδυμον καλέουσι· συναγρομένοις δὲ μαθηταῖς Δάκρυον ὠδίνουσαν ἀνήρυγε πενθάδα φωνήν· Ἴομεν ὁππόθι κεῖνος ἀνὴρ γλυκύς, ὄφρα σὺν αὐτῷ Εἰν ἀγάπῃ θνήσκοιμεν ἐνὶ ξυνήονι πότμῳ. 17 Ἐλθὼν δ' ὀψικέλευθος Ἄναξ ἐς ἐθήμονα κώμην, Λάζαρον ἄπνοον εὗρε χυτῇ στρωθέντα κονίῃ, Τέτρατον ἦμαρ ἔχοντα γοήμονος ἔνδοθι τύμβου. 18 Βηθανίη δ' ἑκὰς ἦεν ἀπ' ἄστεος Ἱροσολύμων Ὡς τρισσῶν σταδίων καὶ δώδεκα. 19 Καὶ πολὺς ἕρπων Λαὸς Ἰουδαίων ὑπεδύσατο γείτονα κώμην, Κεῖθι φιλοξείνοιο μετήϊε δώματα Μάρθης Καὶ Μαρίης, γνωτοῖο κατευναστήρια πότμου, Ξυνὰ παρηγορέων, τάπερ ἠθάδι πολλάκι μύθῳ Φρικτὰ πεπαινομένης ἀπεσείσατο κέντρα μερίμνης, Πένθεος ἀγρύπνοιο λυτήρια. 20 Πευθομένη δὲ Φήμης σπειρομένης ὅτι Κοίρανος εἰσαφικάνει Μάρθα, ποσὶ φθαμένοισι συνήντεεν· ἐν δὲ μελάθρῳ Ἐνδόμυχος Μαρίη μαστίζετο πενθάδι σιγῇ. 21 Χριστοῦ δ' ἐγγὺς ἰοῦσα βαρύστονος ἔννεπε Μάρθα· Ὦ μάκαρ, εἴπερ ἔης ὅτε Λάζαρος αἴθετο νούσῳ, Οὐκ ἂν ἐμὸς τέθνηκεν ἀδελφεός· 22 οἶδα δὲ θυμῷ Καὶ νῦν ὡς ἅμα πάντα Πατὴρ τεὸς ἐγγυαλίξει Ὅσσα μιν αἰτήσειας. 23 Ἄναξ δ' ἠμείβετο μύθῳ· Γνωτὸς σὸς παλίνορσος ἐγείρεται. 24 Ἀμβροσίης δὲ Φωνῆς εἰσαΐουσα, τοδεύτερον ἔννεπε Μάρθα· Οἶδα, καὶ οὔ με λέληθεν ἀνάστασις, ὡς ἐν ἐκείνῃ Ἔγρεται ὀψιτέλεστος, ὅτε δρόμος ἔσχατος ἠοῦς. 25 Καί οἱ Χριστὸς ἔλεξε βιοσσόος ἔνθεον ὀμφήν·
12 And not knowing His word, the disciples spoke: If Lazarus slumbers, he will be safe. 13 Now Jesus was saying that the newly dead man beside the mourning-loving tomb was sleeping, dead, voiceless, the unwakable sleep of destruction; whereas they vainly supposed that the beloved corpse within the house was sleeping upon his bed a sweet, revocable sleep. 14 Then openly the Sovereign spoke with compassionate word: Common doom has lulled Lazarus to rest, bringing another, fierce sleep; 15 and I rejoice for your sakes that I was not in the place when that man consorted with neighbouring doom, so that you may have faith, beholding the dead man after doom a living wayfarer, touching the table once more, the host of Christ a second time. Yet let us go unto him. 16 And hearing this, twin-named Thomas spoke out, whom they call Didymus; and to the gathered disciples he poured forth a mournful voice travailing with a tear: Let us go where that sweet man is, so that with him in love we may die in one shared doom. 17 And coming late upon the road to the accustomed village, the Sovereign found Lazarus breathless, strewn in heaped-up dust, keeping his fourth day within the wailing tomb. 18 Now Bethany was far from the city of Jerusalem, about three stades and twelve. 19 And a great people of the Jews came creeping into the neighbouring village, and there visited the halls of hospitable Martha and Mary, the resting-places of their brother's doom, offering common consolation, such things as often by customary speech shake off the dread stings of softening care, releasing sleepless grief. 20 And learning from the spreading rumour that the Lord was arriving, Martha met Him with hastening feet; while deep within the hall Mary was lashed in mournful silence. 21 And coming near to Christ, heavy-groaning Martha spoke out: O blessed One, hadst Thou been here when Lazarus blazed with sickness, my brother would not have died; 22 yet even now I know in my heart that Thy Father will at once grant all things whatsoever Thou askest of Him. 23 And the Sovereign answered with a word: Your brother rises up, speeding back again. 24 And hearing the ambrosial voice, Martha spoke out a second time: I know, and the resurrection has not escaped me, that in it he will rise late-fulfilled, when the last course of dawn comes. 25 And life-saving Christ spoke to her a God-inspired voice:
12 Εἶπον οὖν οἱ μαθηταὶ αὐτοῦ· Κύριε, εἰ κεκοίμηται, σωθήσεται.
12 His disciples therefore said: Lord, if he has fallen asleep, he will be saved.
13 Εἰρήκει δὲ ὁ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ· ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει.
13 Now Jesus had spoken concerning his death; whereas they thought that He was speaking concerning the repose of sleep.
14 Τότε οὖν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς παρρησίᾳ· Λάζαρος ἀπέθανε·
14 Then therefore Jesus said to them plainly: Lazarus has died;
15 Καὶ χαίρω δι' ὑμᾶς (ἵνα πιστεύσητε) ὅτι οὐκ ἤμην ἐκεῖ· ἀλλ' ἄγωμεν πρὸς αὐτόν.
15 And I rejoice for your sakes (so that you may believe) that I was not there; nevertheless let us go unto him.
16 Εἶπεν οὖν Θωμᾶς ὁ λεγόμενος Δίδυμος τοῖς συμμαθηταῖς· Ἄγωμεν καὶ ἡμεῖς, ἵνα ἀποθάνωμεν μετ' αὐτοῦ.
16 Thomas therefore, who is called Didymus, said to his fellow-disciples: Let us also go, so that we may die with him.
17 Ἐλθὼν οὖν ὁ Ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας ἡμέρας ἤδη ἔχοντα ἐν τῷ μνημείῳ.
17 When Jesus therefore came, He found him already having four days in the tomb.
18 (Ἦν δὲ ἡ Βηθανία ἐγγὺς τῶν Ἱεροσολύμων, ὡς ἀπὸ σταδίων δεκαπέντε.)
18 (Now Bethany was near Jerusalem, about fifteen stades off.)
PG 43:842Read from the page
19 Καὶ πολλοὶ ἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸς τὰς περὶ Μάρθαν καὶ Μαρίαν, ἵνα παραμυθήσωντας αὐτὰς περὶ τοῦ ἀδελφοῦ αὐτῶν.
19 And many of the Jews had come to the women around Martha and Mary, so that they might comfort them concerning their brother.
20 Ἡ οὖν Μάρθα ὡς ἤκουσεν ὅτι ὁ Ἰησοῦς ἔρχεται, ὑπήντησεν αὐτῷ· Μαρία δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο.
20 Martha therefore, when she heard that Jesus was coming, met Him; while Mary sat in the house.
21 Εἶπεν οὖν ἡ Μάρθα πρὸς τὸν Ἰησοῦν· Κύριε, εἰ ἦς ὧδε, ὁ ἀδελφός μου οὐκ ἂν ἐτεθνήκει
21 Martha therefore said unto Jesus: Lord, hadst Thou been here, my brother would not have died
22 Ἀλλὰ καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν Θεόν, δώσει σοι ὁ Θεός.
22 Yet even now I know that whatsoever things Thou askest of God, God will give Thee.
23 Λέγει αὐτῇ ὁ Ἰησοῦς· Ἀναστήσεται ὁ ἀδελφός σου.
23 Jesus says to her: Your brother will rise again.
24 Αέγει αὐτῷ Μάρθα· Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.
24 Martha says to Him: I know that he will rise again in the resurrection at the last day.
25 Εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Ἐγώ εἰμι ἡ ἀνάστασις
25 Jesus said to her: I am the resurrection
Notes, col. 842

On the reading

Printed παραμυθήσωντας, for παραμυθήσωνται.

Printed Αέγει, for Λέγει.

PG 43:843Read from the page
καὶ ἡ ζωή· ὁ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ, ζήσεται·
and the life; he who believes in Me, even if he dies, shall live;
26 Καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμέ, οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. Πιστεύεις τοῦτο;
26 And everyone who lives and believes in Me shall never die unto eternity. Do you believe this?
27 Λέγει αὐτῷ· Ναί, Κύριε· ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοὺ Θεοῦ, ὁ εἰς τὸν κόσμον ἐρχόμενος.
27 She says to Him: Yes, Lord; I have believed that Thou art the Christ, the Son of God, Who comes into the world.
28 Καὶ ταῦτα εἰποῦσα ἀπῆλθε καὶ ἐφώνησε Μαρίαν τὴν ἀδελφὴν αὐτῆς λάθρα, εἰποῦσα· Ὁ διδάσκαλος πάρεστι καὶ φωνεῖ σε.
28 And having said these things, she went away and called Mary her sister secretly, saying: The Teacher is here and calls you.
29 Ἐκείνη ὡς ἤκουσεν, ἐγείρεται ταχύ, καὶ ἔρχεται πρὸς αὐτόν.
29 When that woman heard this, she rises quickly, and comes unto Him.
30 (Οὔπω δὲ ἐληλύθει ὁ Ἰησοῦς εἰς τὴν κώμην· ἀλλ' ἦν ἐν τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ ἡ Μάρθα.)
30 (Now Jesus had not yet come into the village, but was in the place where Martha met Him.)
Notes, col. 843

On the reading

Printed τοὺ, for τοῦ.

PG 43:844Read from the page
Ζωὴ ἐγὼ γενόμην καὶ ἀνάστασις· ὃς δέ κεν ἀνὴρ Εἰς ἐμὲ πιστεύσειε, καὶ εἰ νέκυς ἄπνοος εἴη, Αὖτις ἀναζήσειε· 26 καὶ ὃς φρεσὶ πίστιν ἀέξει, Οὐ θνήσκει βροτὸς οὗτος, ἕως ἔτι φαίνεται αἰών. Πείθεαι ὡς ὅδε μῦθος ἐτήτυμος; 27 Εἶπε καὶ αὐτή· Κοίρανε, γινώσκω, καὶ πείθομαι ὅττι σὺ κόσμῳ Χριστὸς ἀλεξικάκοιο Θεοῦ Λόγος Υἱὸς ἱκάνεις. 28 Τοῖον ἔπος λέξασα παρέστιχεν ὀξέϊ ταρσῷ, Καὶ Μαρίην ἐκάλεσσεν ὁμόγνιον· οὔασι δ' αὐτῆς Λάθριον ἐψιθύριζε· Διδάσκαλος ὅττι σαωτὴρ Ἵκετο, καὶ καλέει σε. 29 Καὶ ὠκυτέρη πέλε μύθου Κείνη ὅπως ἤκουσε· θοῷ δ' ἀνεπάλλετο ταρσῷ, Πένθεϊ λυομένη καὶ χάρματι· φοιταλέη δὲ Χριστὸν ἐς ἀγχικέλευθον ἀελλοπὸν εἶχε πορείην. [30 . . . . . . . . . . . . . . .] 31 Λαοὶ δ' οἵτινες ἦσαν ἔσω κινυροῖο μελάθρου, Καί μιν ἐλαφρίζεσκον ἀκεσσιπόνῳ τινὶ μύθῳ, Πένθεος ἀγρύπνοιο παρήγοροι, ὡς ἴδον ἄφνω Ὡς Μαρίη ταχύγουνος ἀνέγρετο φοιτάδι σιγῇ, Πάντες ἐφωμάρτησαν ὀπισθοπόροισι πεδίλοις, Ἐλπόμενοι Μαρίην φιλοδάκρυον ὅττι θοροῦσα Ἐξαπίνης ἤμελλεν ἐς ἠθάδα τύμβον ὁδεύειν, Ὄφρα πάλιν κλαύσειε πολυθρήνῳ περὶ νεκρῷ. Οὔπω δ' εὐρυάλωος Ἄναξ ἐπεβήσατο κώμης, Ἀλλὰ μένων ἀτίνακτος ἔτι ζαθέῳ παρὰ χώρῳ Εἶχε ποδὸς στατὸν ἴχνος, ὅπῃ πάρος ἤντετο Μάρθῃ. 32 Καὶ Μαρίη βαρύδακρυς ὅτε σχεδὸν ἵκετο χώρου Ἧχι μένων ποδὸς ἴχνος ἀκαμπέος εἶχεν Ἰησοῦς, Αὐτὸν ὅπως ἐνόησεν, ἱμασσομένη φρένα κέντρῳ, Θρηνὴς αὐτοκύλιστος ὑπὲρ δαπέδοιο πεσοῦσα, Πὰρ ποσὶν ἀμβροσίοις ἐπεκέκλιτο· μυρομένη δὲ Ἰκμάδι πενθαλέῃ ζαθέους ἐδιήνατο ταρσούς, Μῦθον ἐρευγομένη βεβιημένον· ἐκ φάρυγος δὲ Δάκρυσι νικηθεῖσα μόλις πορθμεύετο φωνή· Ὦ μάκαρ, ει παρέης, οὐ Λάζαρος εἴκαθε πότμῳ. 33 Καὶ Μαρίην στενάχουσαν ἰδών, καὶ ὁμήλυδας αὐτῇ Υἷας Ἰουδαίων νεοπενθέας, ὧν ὑπὸ πολλῷ Ὄμβρῳ δακρυόεντι περιρραίνοντο παρειαί, Πνεύματι πατρῴῳ δεδονημένος, 34 ἴαχε φωνήν· Δείξατέ μοι πόθι κεῖνον ἐθήκατε. Καὶ φάσαν αὐτῷ· Ἔρχεο, καὶ σκοπίαζε. 35 Καὶ ἔστενεν αὐτὸς Ἰησοῦς, Ὄμμασιν ἀκλαύτοισιν ἀήθεα δάκρυα λείβων.
I have become life and resurrection; and whatsoever man believes in Me, even if he be a breathless corpse, shall live again; 26 and whosoever fosters faith in his mind, that mortal does not die so long as the age still shines. Do you believe that this speech is true? 27 And she herself said: Lord, I know, and I believe that Thou comest to the world as Christ, the Word and Son of evil-averting God. 28 Having spoken such a word, she passed along with swift sole, and called her sister Mary; and into her ears whispered secretly that the saving Teacher had come and was calling her. 29 And swifter than speech was that woman when she heard; with nimble sole she leapt up, loosed in grief and joy; and rushing onward she held a storm-footed journey unto nearby Christ. [30 . . .] 31 And the peoples who were within the wailing hall, and were lightening her with a pain-healing word, consolers of sleepless grief, when suddenly they saw how swift-kneed Mary rose up in rushing silence, all followed after with footsteps behind her, supposing that tear-loving Mary, springing up suddenly, was about to travel to the accustomed tomb, so that she might weep again over the much-mourned corpse. Now the Sovereign had not yet stepped into the broad-threshing village, but remaining unshaken still beside the sacred place kept the standing track of His foot where Martha had met Him before. 32 And when heavy-weeping Mary came near the place where Jesus, remaining, kept the track of His unbending foot, as soon as she perceived Him, lashed in mind by a sting, mournful, falling self-rolled upon the ground, she bowed down beside His ambrosial feet; and weeping, with mournful moisture she drenched His sacred soles, pouring forth a forced speech; and out of her throat, overcome by tears, her voice barely made passage: O blessed One, hadst Thou been here, Lazarus would not have yielded to doom. 33 And seeing Mary groaning, and the newly mourning sons of the Jews accompanying her, whose cheeks were sprinkled round beneath a heavy tearful rain, shaken in His paternal Spirit, 34 He cried out a voice: Show Me where you have laid that man. And they said to Him: Come, and behold. 35 And Jesus Himself groaned, shedding unwonted tears from tearless eyes.
31 Οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες μετ' αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν, ἰδόντες τὴν Μαρίαν ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν, ἠκολούθησαν αὐτῇ, λέγοντες· Ὅτι ὑπάγει εἰς τὸ μνημεῖον ἵνα κλαύσῃ ἐκεῖ.
31 The Jews therefore who were with her in the house and were comforting her, seeing Mary that she rose up quickly and went out, followed her, saying: She is going to the tomb so that she may weep there.
32 Ἡ οὖν Μαρία ὡς ἦλθεν ὅπου ἦν ὁ Ἰησοῦς, ἰδοῦσα αὐτόν, ἔπεσεν εἰς τοὺς πόδας αὐτοῦ, λέγουσα αὐτῷ· Κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανέ μου ὁ ἀδελφός.
32 Mary therefore, when she came where Jesus was, seeing Him, fell at His feet, saying to Him: Lord, hadst Thou been here, my brother would not have died.
33 Ἰησοῦς οὖν, ὡς εἶδεν αὐτὴν κλαίουσαν, καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας, ἐνεβριμήσατο τῷ πνεύματι καὶ ἐτάραξεν ἑαυτόν·
33 Jesus therefore, when He saw her weeping, and the Jews who came with her weeping, groaned deeply in the spirit and troubled Himself;
34 Καὶ εἶπε· Ποῦ τεθείκατε αὐτόν; Λέγουσιν αὐτῷ· Κύριε, ἔρχου καὶ ἴδε.
34 And He said: Where have you laid him? They say to Him: Lord, come and see.
35 Ἐδάκρυσεν ὁ Ἰησοῦς.
35 Jesus wept.
Notes, col. 844

On the reading

Printed ει, for εἰ.

PG 43:845Read from the page
36 Καί τινες ἀθρήσαντες ἐνίαχον αὐτίκα λαοί· Ἠνίδε πῶς φιλέει καὶ Λάζαρον οὐ παρεόντα. 37 Ἄλλοι δ' ἀντιάχησαν· Ἀλεξικάκῳ τινὶ πηλῷ Ὀφθαλμοὺς μερόπων λιποφεγγέας οὗτος ἀνοίξας, Ἔργον ἶσον τελέειν οὐκ ἔσθενεν, ὄφρα καὶ αὐτὸς Μὴ φονίῳ νέκυς οὗτος ὁμιλήσειεν ὀλέθρῳ; 38 Τοῖα μὲν εἶπεν ἕκαστος. Ἐπειγομένῳ δὲ πεδίλῳ Ἀχνυμένης βριμηδὸν ἀπὸ φρενὸς οἶκτον ἀνέλκων Ἰησοῦς πεφόρητο, καὶ ἤϊεν ἐγγύθι τύμβου· Καὶ χθόνιον σπέος ἦεν ἔσω γλαφυροῖο μελάθρου, Καὶ λίθος ἀντιτύποιο φέρων μίμημα θυρέτρου, Ἀμφιπαγής, ἰσόμετρος, ἐρείδετο χάσματι τύμβου. 39 Ἰησοῦς δ' ἐκέλευσεν Ἄναξ πειθήμονι λαῷ· Λᾶαν ὑπωροφίοιο μεταστήσασθε μελάθρου. Μάρθα δὲ τεθνειῶτος ὁμόγνιος ἴαχε φωνήν· Κείμενον ἀντιθύρετρον ἔα λίθον. Οἰγομένου γὰρ Χάσματος οὐδαίοιο, δυσήνεμος ἔρχεται ὀδμή, Ὅττι τεταρταῖος τελέθει νέκυς ἔνδοθι τύμβου. 40 Ἰησοῦς δ' ἀπάμειπτο καὶ ἔννεπε πενθάδι Μάρθῃ· Οὔ σοι τοῦτο πάρος διεπέφραδον; αἴκε φυλάξῃς Χείλεσιν ὑμετέροισι σοφὴν σφρηγῖδα σιωπῆς, Ὀρθὴν πίστιν ἔχουσα, καὶ οὐ διχόμητις ἐοῦσα, Ὄψεαι οὐρανίοιο Θεοῦ ζωαρκέα τιμήν; 41 Οἱ μὲν λᾶαν ἄειραν· Ἄναξ δ' ἀντώπιος ἄστρων Ὀφθαλμοὺς ἀνάειρεν, ἑῷ δ' ἐβόησε Τοκῆϊ· Σοὶ χάρις, ὡς ἐμέθεν, Πάτερ, ἔκλυες· 42 οἶδα δὲ θυμῷ Ὡς ἐμέθεν βοόωντος ἀεὶ σέο Παιδὸς ἀκούεις. Ἀλλὰ χάριν λαοῖο παρισταμένοιο πιφαύσκω, Ὄφρα κε πίστιν ἔχοιεν ἀρείονα μᾶλλον ἀκούειν Ὅττι σύ με προέηκας, ἐσαθρήσαντες ὀπωπαῖς Νεκρὸν ἀελλήεντα διαστείχοντα βερέθρου, Ἰλλόμενον δεσμοῖσι, καὶ οὐ πίπτοντα κονίῃ. 43 Εἶπε· καὶ ἐσμαράγησε διαπρυσίῃ τινὶ φωνῇ· Ἔξιθι, Λάζαρε, δεῦρο. 44 Λιποφθόγγοιο δὲ νεκροῦ Ἄπνοον ἐψύχωσε δέμας νεκυοσσόος ἠχώ. Ἄπνοον ἄνδρα κάλεσσε, καὶ ἔτρεχε νεκρὸς ὁδίτης, Στείχων αὐτοκέλευθος ὁμοπλέκτῳ χθόνα ταρσῷ· Ἄπνοον ἄνδρα κάλεσσε, καὶ ἐν φθιμένοισιν ἀκούσας, Ἐξ ἄϊδος νόστησε φυγὰς νέκυς, ὄψιμον ἄλλην Ἀθρήσας μετὰ τέρμα βίου παλινάγρετον ἀρχὴν Θαμβαλέην. Ἀΐδης δὲ μάτην παρὰ γείτονι Λήθῃ Πανδαμάτωρ ἀδάμαστον ἐδίζετο νεκρὸν ἀλήτην. Καὶ ποδὸς ὀρθωθέντος ἀκαμπέα γούνατα σύρων, Τυφλὴν ἰθυκέλευθον ἔχων ἀντώπιον ὁρμήν, Αὐδήεις νέκυς ἔσκε καὶ ἐκ ποδὸς ἄχρι καρήνου
36 And certain peoples, beholding it, cried out straightway: See how He loves Lazarus even when he is not present. 37 Others shouted back: Could not This Man, Who opened the light-forsaken eyes of mortals with evil-averting clay, accomplish an equal work, so that this corpse too might not consort with murderous destruction? 38 Such things each one spoke. And with hastening sandal, drawing up pity with a roar from His grieving heart, Jesus was borne onward, and came near the tomb; and there was an earthly cave within a hollowed hall, and a stone bearing the likeness of an answering door, fitted all round, of equal measure, leaned against the chasm of the tomb. 39 And Jesus the Sovereign commanded the obedient people: Remove the stone from the roofed hall. But Martha, sister of the dead man, cried out a voice: Leave the stone lying in place of a door; for when the earthly chasm is opened, an ill-winded odour comes forth, because the corpse is in its fourth day within the tomb. 40 And Jesus answered and spoke out to mournful Martha: Did I not declare this to you before? If you guard upon your lips the wise seal of silence, holding upright faith, and not being of divided mind, shall you see the life-sustaining glory of the heavenly God? 41 So they lifted the stone; and the Sovereign lifted up His eyes facing the stars, and cried aloud to His Begetter: Thanks be to Thee, Father, that Thou hast heard Me; 42 and I know in My heart that when I cry aloud Thou always hearest Thy Child. Yet for the sake of the people standing by I declare it, so that they may have stronger faith the more to hear that Thou hast sent Me forth, having beheld with their eyes a storm-swift dead man walking out of the pit, bound up in fetters, and not falling in the dust. 43 Thus He spoke; and thundered with a piercing voice: Come out, Lazarus, hither. 44 And the corpse-saving echo animated the breathless frame of the speech-forsaken dead man. It called a breathless man, and the dead wayfarer ran, treading the earth self-bidden with intertwined sole; it called a breathless man, and hearing among the perished, the fugitive corpse returned out of Hades, having beheld after the bound of life another late, wondrous, revocable beginning. And all-subduing Hades in vain beside neighbouring Lethe sought the unsubdued wandering dead man. And dragging unbending knees with straightened foot, holding a blind, straight-faring forward impulse, he was a speaking corpse, and from foot unto head
36 Ἔλεγον οὖν οἱ Ἰουδαῖοι· Ἴδε πῶς ἐφίλει αὐτόν.
36 The Jews therefore said: See how He loved him.
37 Τινὲς δὲ ἐξ αὐτῶν εἶπον· Οὐκ ἠδύνατο οὗτος, ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ;
37 But some of them said: Could not This Man, Who opened the eyes of the blind man, have caused that this man also should not die?
38 Ἰησοῦς οὖν πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ ἔρχεται εἰς τὸ μνημεῖον. Ἦν δὲ σπήλαιον, καὶ λίθος ἐπέκειτο ἐπ' αὐτῷ.
38 Jesus therefore, again groaning deeply within Himself, comes to the tomb. Now it was a cave, and a stone lay upon it.
39 Λέγει ὁ Ἰησοῦς· Ἄρατε τὸν λίθον. Λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ τεθνηκότος Μάρθα· Κύριε, ἤδη ὄζει· τεταρταῖος γάρ ἐστι.
39 Jesus says: Take away the stone. Martha, the sister of him who had died, says to Him: Lord, by now he smells; for he is in his fourth day.
40 Λέγει αὐτῇ ὁ Ἰησοῦς· Οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς, ὄψει τὴν δόξαν τοῦ Θεοῦ;
40 Jesus says to her: Did I not say to you that if you believe, you shall see the glory of God?