Migne Reading Room

PG 43 · cols. 834–839 · Read from the page

Paraphrasis S. Evangelii secundum Joannem (Μετάφρασις τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου)

Paraphrasis S. Evangelii secundum Joannem (Μετάφρασις τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 43:834Read from the page
οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων.
he does not care concerning the sheep.
14 Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλὸς, καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν.
14 I am the good shepherd, and I know My own, and am known by My own.
15 Καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων.
15 Even as the Father knows Me, I also know the Father; and I lay down My soul for the sheep.
16 Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν· καὶ τῆς φωνῆς μου ἀκούσουσιν· καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.
16 And other sheep I have, which are not of this courtyard; those also I must bring, and they will hear My voice; and there shall become one flock, one shepherd.
17 Διὰ τοῦτο ὁ Πατήρ με ἀγαπᾷ, ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου ἵνα πάλιν λάβω αὐτήν.
17 Therefore the Father loves Me, because I lay down My soul that I may take it again.
18 Οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ· ἀλλ' ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ. Ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ Πατρός μου.
18 No one takes it from Me, but I lay it down of Myself. I have authority to lay it down, and I have authority to take it again. This commandment I received from My Father.
PG 43:835Read from the page
19 Σχίσμα οὖν πάλιν ἐγένετο ἐν τοῖς Ἰουδαίοις διὰ τοὺς λόγους τούτους.
19 A division therefore arose again among the Jews because of these words.
20 Ἔλεγον δὲ πολλοὶ ἐξ αὐτῶν· Δαιμόνιον ἔχει καὶ μαίνεται· τί αὐτοῦ ἀκούετε;
20 And many of them were saying: He has a demon and is mad; why do you hear Him?
21 Ἄλλοι ἔλεγον· Ταῦτα τὰ ῥήματα οὐκ ἔστι δαιμονιζομένου· μὴ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺς ἀνοίγειν;
21 Others were saying: These words are not those of one possessed by a demon; can a demon open the eyes of the blind?
22 Ἐγένετο δὲ τὰ ἐγκαίνια ἐν τοῖς Ἱεροσολύμοις, καὶ χειμὼν ἦν.
22 Now the feast of the Dedication took place in Jerusalem, and it was winter.
23 Καὶ περιεπάτει ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ ἐν τῇ στοᾷ τοῦ Σολομῶντος.
23 And Jesus was walking in the temple in the portico of Solomon.
24 Ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι, καὶ ἔλεγον αὐτῷ· Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; εἰ σὺ εἶ ὁ Χριστὸς, εἰπὲ ἡμῖν παρρησίᾳ.
24 The Jews therefore surrounded Him, and were saying to Him: How long do You hold our soul in suspense? If You are the Christ, tell us plainly.
PG 43:836Read from the page
Πανδαμάτωρ, ἀδάμαστος, ἢ ἐμπεδόμητις ἀνάγκη· Ἀλλά μιν αὐτοκέλευστος ἑκὼν ἐθέλουσαν ὀπάσσω· Ὄφρα λάβω μετὰ βαιὸν, ἔχων αὐτάγρετον ἀλκήν. Ταύτην ὑψιμέδοντος ἔχω παρὰ Πατρὸς ἐφετμὴν, Θεῖναι, καὶ παλίνορσον ἑλεῖν διδυμάονι θεσμῷ. 19 Καὶ πάλιν Ἑβραίων ἐμερίζετο λαὸς ἀκούων· 20 Καὶ πολέες φθέγξαντο πολυφλοίσβῳ τινὶ μύθῳ· Φθεγγόμενον βαλίῃσιν ἐάσατε τοῦτον ἀέλλαις· Δαιμόνιον μεθέπει, καὶ μαίνεται· ἄφρονα τοῦτον Λείπετε· μαινομένου τί σπεύδετε μῦθον ἀκούειν, 21 Ἄλλοι δ' ἀντιάχησαν ὁμοζήλων ἀπὸ λαιμῶν· Οὐ τάδε μαινομένοιο σαόφρονα χεύματα μύθων· Ἄφρονος οὐ πέλε ταῦτα. Μὴ ἀχλυόεις ποτὲ δαίμων Ὀφθαλμοὺς ἀλαοῖο δυνήσεται αὐτὸς ἀνοῖξαι;
all-subduing, untamed, nor steadfast-counselled necessity; rather, self-bidden and willing, I shall bestow it willing, so that after a little I may take it, possessing self-chosen might. This behest I hold from the high-ruling Father, to lay it down and to take it rushing back by a twin ordinance. 19 And again the people of the Hebrews was divided upon hearing; 20 and many uttered with a loud-roaring speech: Leave this man uttering to the swift whirlwinds; He attends upon a demon, and is mad; leave this foolish man; why do you hasten to hear a madman's speech? 21 And others shouted back from like-zealous throats: Not of a madman are these sound-minded streams of words; these are not those of a fool. Will a murky demon ever himself be able to open a blind man's eyes?
22 Καὶ πάλιν ἦμαρ ἔην πανδήμιον, ᾧ ἔνι λαοὶ Μνημοσύνην τελέεσκον ἐτήσιον, ἐξ ὅτε νηοῦ Ἕδρανα δωμήσας Σολομὼν εὐκίονι τέχνῃ Θεσπεσίης ἀρχαῖον ἐκαίνισε θεσμὸν ἑορτῆς· Καὶ τότε παχνήεσσα παρίστατο χείματος ὥρη· 23 Ἰησοῦς δ' ἱεροῖο διέστιχεν ἔνδοθι νηοῦ, Θέσκελον αἰθούσης πολυδαίδαλον οὖδας ὁδεύων, Ἀρχεγόνου Σολομῶντος ἐπώνυμον. 24 Αἰνομανεῖς δὲ Ἑβραῖοι στεφανηδὸν ὁμόζυγες εἰν ἑνὶ χώρῳ Χριστὸν ἐκυκλώσαντο, καὶ ἔννεπον ἄφρονι μύθῳ· Ἡμείων τέο μέχρις ὑποκλέπτεις φρένα μύθοις; Εἰ σὺ Χριστὸς ἵκανες ἐτήτυμος, ἀμφαδὸν ἡμῖν Ἀγρομένοις ἀγόρευε· τί καὶ τεὸν οὔνομα κεύθεις; 25 Ἰησοῦς δ' ἅμα πᾶσιν ἀνίαχε· Πολλάκις ὑμῖν Πολλάκις αὐτὸς ἔλεξα, καὶ οὐ πιστεύετε μύθῳ· Ἔργα τάπερ τελέω καλέων πατρώϊον ἀλκὴν, Μάρτυρα ταῦτα πέλει, καὶ φθέγγεται ἔμφρονι σιγῇ Θηητὸν μερόπεσσι λάλον τύπον· 26 ἀλλά που ὑμεῖς Ἐν βλεφάροις δέρκεσθε, καὶ οὐ πείθεσθε μενοιναῖς. Οὐ γὰρ ἐμῶν ὀΐων ταχυπειθέος ἐστὲ γενέθλης· 27 Οὔασι θελγομένοισιν ἐμῆς ὅτι πώεα ποίμνης Γῆρυν ἐμὴν ἀΐει, καὶ ἐφέσπεται ἡγεμονῆϊ. 28 Γινώσκω δ' ἐμὰ μῆλα, καὶ εἰν ἑνὶ πᾶσιν ὀπάσσω Ζωὴν ἐσσομένην αἰώνιον. Οὔποτε ποίμνης Οὔποτε πώεα ταῦτα διόλλυται, εἰσόκε μίμνῃ Αὐτομάταις ἁψῖσιν ἕλιξ κυκλούμενος αἰών. Οὐδέ τις ἁρπάξειεν ἐμὴν πινυτόφρονα ποίμνην Χειρὸς ἀφ' ἡμετέρης· 29 Γενέτης ἐμὸς ὅττι νομεύειν Ὅς μοι πώεα δῶκεν, ὑπέρτερος ἔπλετο πάντων. 30 Αὐτὸς ἐγὼ, μεδέων τε Πατὴρ ἐμὸς, ἓν γένος ἐσμὲν,
22 And again it was the public day, wherein the peoples celebrated the yearly remembrance since Solomon, having built the foundations of the temple with fair-columned art, renewed the ancient ordinance of the sacred feast; and then the frost-covered season of winter stood near. 23 And Jesus walked through within the holy temple, treading the divine, richly wrought floor of the portico named after primal Solomon. 24 And the dreadfully frenzied Hebrews, yoked together like a wreath in one place, surrounded Christ, and spoke with foolish speech: Until when do You steal away our mind with speeches? If You have come as the true Christ, harangue openly to us assembled; why too do You hide Your name? 25 And Jesus shouted back to them all together: Oftentimes to you, oftentimes I Myself spoke, and you do not believe the word; the works that I accomplish calling upon ancestral might, these are a witness, and utter in sensible silence a speaking pattern wondrous for mortals to behold; 26 yet methinks you gaze within your eyelids, and are not persuaded in your purposes, for you are not of the swiftly persuaded race of My sheep; 27 because with charmed ears the flocks of My herd hearken to My voice, and follow their leader. 28 And I know My sheep, and to all together I shall bestow eternal life to come. Never of the herd, never do these flocks perish, so long as the whirling age revolves on self-moving rims; nor could anyone snatch My prudent-minded flock from Our hand; 29 because My Sire, Who gave Me the flocks to tend, is mightier than all. 30 I Myself, and My ruling Father, are one race,
25 Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Εἶπον ὑμῖν καὶ οὐ πιστεύετε· τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ.
25 Jesus answered them: I told you, and you do not believe; the works that I do in the name of My Father, these bear witness concerning Me.
26 Ἀλλ' ὑμεῖς οὐ πιστεύετε· οὐ γάρ ἐστε ἐκ τῶν προβάτων τῶν ἐμῶν, καθὼς εἶπον ὑμῖν.
26 Yet you do not believe, for you are not of My sheep, even as I said to you.
27 Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, κἀγὼ γινώσκω αὐτὰ, καὶ ἀκολουθοῦσί μοι.
27 My sheep hear My voice, and I know them, and they follow Me.
28 Κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου.
28 And I give them eternal life, and they shall never perish unto eternity, and no one shall snatch them out of My hand.
29 Ὁ Πατήρ μου, ὃς δέδωκέ μοι, μείζων πάντων ἐστί· καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ Πατρός μου.
29 My Father, Who has given them to Me, is greater than all; and no one is able to snatch out of the hand of My Father.
30 Ἐγὼ καὶ ὁ Πστήρ, ἕν ἐσμεν.
30 I and the Father are one.
Notes, col. 836

On the reading

Printed ἀκούειν,, for ἀκούειν;.

Printed Πστήρ, for Πατήρ.

PG 43:837Read from the page
Ἔμφυτον, αὐτόπρεμνον, ὅθεν φυτὰ μυρία κόσμου. 31 Εἶπεν Ἄναξ· λαοὶ δὲ συνέρρεον, ἐκ δαπέδου δὲ Λᾶας ἀνηέρταζον, ὅπως ὑπὸ χερμάδι λύσσῃ Χριστὸν ὀϊστεύσωσι χαραδραίοισι βελέμνοις· 32 Ἰησοῦς δ' ἀπάμειμπτο χέων πολυμεμφέα φωνήν· Ἡμετέρου καλὰ πολλὰ παρ' ὑψίστοιο Τοκῆος Ὑμέας ἔργα δίδαξα τάπερ μάθον· ἀντὶ τίνος δὲ Ἔργου θεσπεσίου φονίην τίνοντες ἀμοιβήν, Εἰς ἐμὲ λαϊνέοισιν ἐθωρήχθητε βελέμνοις; 33 Λαοὶ δ' ἀντιάχησαν ἀμοιβαδίς· Οὐ χάριν ἔργου Καλοῦ λύσσαν ἔχοντες ἀολλίζοντο πολῖται, Ὄφρα σε πετρόεντι κατακρύψωσι χιτῶνι· Ἀλλὰ βαρυγλώσσοιο τεοῦ χάριν ἀνθερεῶνος, Ὅττι χαμαιγενέος μεθέπων βλάστημα γενέθλης, Θνητὸς ἐὼν ἐνέπεις Θεὸς ἔμμεναι. 34 Ἀντιπόρῳ δὲ Χριστὸς ἀναμφήριστον ἔπος μυθήσατο λαῷ· Οὐ νόμος ὑμείων κεχαραγμένα ταῦτα κομίζει· Εἶπον ἐγώ· Θεοί ἐστε; 35 Καὶ εἰ χθονίων τινὰς ἀνδρῶν, Οἷς τότε μοῦνον ἵκανε Θεοῦ λόγος ἶσος ὀνείρῳ, Ὑμετέρου θεσμοῖο θεοὺς ἐκάλεσσεν ἀοιδή, Καὶ γραφικῆς βίβλοιο παλίλλυτος ἔμμεναι ὀμφὴ Οὐ δύναται· 36 Λόγον αὐτὸν ὃν Ὑψιμέδων πόρε κόσμῳ, Καὶ καθαρῆς παλάμης ἁγίῳ σφρηγίσσατο θεσμῷ, Ὑμεῖς ἄφρονα μῦθον ἐπεφθέγξασθε μανέντες, Ὅττι Θεοῦ ζώοντος ἐγὼ Πάϊς. 37 Ἡμετέρου δὲ Εἰ μὴ ἐγὼ τελέω ζωαρκέος ἔργα Τοκῆος, Μή ποτέ μοι πείθεσθε· 38 καὶ εἰ βιοδώτορι μύθῳ Ἡμετέρου Γενετῆρος ἀτέρμονος ἄξια ῥέζω Ἔργοις ἡμετέροις, τάπερ ἔδρακε μάρτυς ὀπωπή, Ὄφρα κε γινώσκοιτε θεοπνεύστῳ τινὶ μύθῳ, Ὡς ἐν ἐμοὶ τελέθει Γενέτης ἐμός· ὅττι καὶ αὐτὸς Ἀγχιφανής, ἀμέριστος, ὁμόζυγός εἰμι Τοκῆος. 39 Ἰησοῦν δ' ἀκίχητον ἐπειρήσαντο πιέζειν Ἀφραδέες τινὲς ἄνδρες· ὁ δὲ φθαμένῳ ποδὶ βαίνων Δυσσεβέων ἀπὸ χειρός, 40 Ἰορδανοῖο ῥεέθρου Πέζαν ἐς ἀντιπέραιαν ἐχάζετο· 41 καί οἱ ἰόντι Ἄσπετος ὁμάρτησεν ὁμοστιχέων χορὸς ἀνδρῶν. Ἄλλῳ δ' ἄλλος ἔλεξε χέων πειθήμονα βουλήν· Θαῦμα μὲν ἐμπεδόμυθος ἰδεῖν θηήτορι λαῷ Οὐδὲν Ἰωάννης ἐπεδείκνυεν· ἀμφὶ δὲ τούτου Ὄμμασιν ἀπλανέεσσιν ἐτήτυμα πάντα δοκεύω Ὁππόσα κεῖνος ἔλεξε. 42 Καὶ ἀνέρες αὐτόθι πολλοὶ Παιδὶ Θεοῦ πίστευον, ἀμιμήτων χάριν ἔργων.
inborn, self-rooted, whence come the countless plants of the world. 31 Thus spoke the Sovereign; and the peoples streamed together, and from the ground lifted up stones, that with stone-hurling madness they might shoot at Christ with missiles from the torrent-bed; 32 and Jesus answered, pouring forth a much-reproaching voice: Many noble works from Our Most High Begetter have I taught you, even those which I learned; in return for which divine work, paying a murderous requital, have you armed yourselves against Me with stony missiles? 33 And the peoples shouted back in turn: Not for the sake of a noble work have the citizens gathered in madness, to bury you in a tunic of stone; but because of your heavy-tongued chin, in that, sharing the offshoot of an earthborn race, though mortal, you say that you are God. 34 And to the opposing people Christ spoke an indisputable word: Does not your law bear these words engraved: I said, You are gods? 35 And if the song of your statute called gods certain men of earth, to whom back then the word of God came merely like a dream, and the voice of the written book cannot be undone: 36 of the Word Himself Whom the Lord on High gave to the world, and sealed with the holy statute of a pure palm, have you in madness uttered a senseless speech, because I am the Child of the living God? 37 Yet if I do not accomplish the works of Our life-sustaining Begetter, never believe Me; 38 and if by a life-giving word I do things worthy of Our boundless Begetter through Our works, which witnessing sight has beheld, it is so that you may know by a God-breathed word that My Begetter is in Me; because I Myself also am nigh-manifest, undivided, yoked as one with the Begetter. 39 And certain witless men tried to seize Jesus the unattainable; but He, stepping with swift foot from the hand of the impious, 40 withdrew to the opposite bank of the stream of Jordan; 41 and as He went, an immense band of men marching together accompanied Him. And one said to another, pouring forth persuasive counsel: John, steadfast of speech, showed no wonder at all for the gazing people to see; yet concerning This Man with unerring eyes I observe all things to be true whatsoever that man spoke. 42 And many men right there believed in the Child of God, for the sake of His inimitable works.
31 Ἐβάστασαν οὖν πάλιν λίθους οἱ Ἰουδαῖοι, ἵνα λιθάσωσιν αὐτόν.
31 The Jews therefore took up stones again, that they might stone Him.
32 Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Πολλὰ καλὰ ἔργα ἔδειξα ὑμῖν ἐκ τοῦ Πατρός μου· διὰ ποῖον αὐτῶν ἔργον λιθάζετέ με;
32 Jesus answered them: Many good works have I shown you from My Father; for which work of them do you stone Me?
33 Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι, λέγοντες· Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν Θεόν.
33 The Jews answered Him, saying: For a good work we do not stone you, but for blasphemy, and because you, being a man, make yourself God.
34 Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Οὐκ ἔστι γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν· Ἐγὼ εἶπα, θεοί ἐστε;
34 Jesus answered them: Is it not written in your law: I said, You are gods?
35 Εἰ ἐκείνους εἶπε θεούς, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ Γραφή·
35 If it called them gods, unto whom the word of God came, and the Scripture cannot be broken;
36 Ὃν ὁ Πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε· Ὅτι βλασφημεῖς· ὅτι εἶπον· Υἱὸς τοῦ Θεοῦ εἰμι;
36 Of Him Whom the Father sanctified and sent into the world, do you say: You blaspheme; because I said: I am the Son of God?
Notes, col. 837

On the reading

Printed ἀπάμειμπτο, for ἀπάμειπτο.

PG 43:838Read from the page
37 Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι.
37 If I do not do the works of My Father, do not believe Me.
38 Εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύσατε· ἵνα γνῶτε καὶ πιστεύσητε ὅτι ἐν ἐμοὶ ὁ Πατήρ, κἀγὼ ἐν αὐτῷ.
38 But if I do, even if you do not believe Me, believe the works; so that you may know and believe that the Father is in Me, and I in Him.
39 Ἐζήτουν οὖν πάλιν αὐτὸν πιάσαι· καὶ ἐξῆλθεν ἐκ τῆς χειρὸς αὐτῶν.
39 They sought therefore again to seize Him; and He went forth out of their hand.
40 Καὶ ἀπῆλθε πάλιν πέραν τοῦ Ἰορδάνου εἰς τὸν τόπον ὅπου ἦν Ἰωάννης τὸ πρῶτον βαπτίζων· καὶ ἔμεινεν ἐκεῖ.
40 And He went away again beyond the Jordan into the place where John was at first baptizing; and He abode there.
41 Καὶ πολλοὶ ἦλθον πρὸς αὐτόν, καὶ ἔλεγον· Ὅτι Ἰωάννης μὲν σημεῖον ἐποίησεν οὐδέν· πάντα δὲ ὅσα εἶπεν Ἰωάννης περὶ τούτου, ἀληθῆ ἦν.
41 And many came unto Him, and said: John indeed did no sign; but all things whatsoever John spoke concerning This Man were true.
42 Καὶ ἐπίστευσαν πολλοὶ ἐκεῖ εἰς αὐτόν.
42 And many believed in Him there.
PG 43:839Read from the page
ΚΕΦ. ΙΑʹ.
Chapter XI.
1 Ἦν δέ τις ἀσθενῶν Λάζαρος ἀπὸ Βηθανίας, ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς.
1 Now a certain man was sick, Lazarus of Bethany, of the village of Mary and Martha her sister.
2 (Ἦν δὲ Μαρία ἡ ἀλείψασα τὸν Κύριον μύρῳ, καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς· ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει.)
2 (And it was Mary who anointed the Lord with ointment, and wiped His feet with her hair, whose brother Lazarus was sick.)
3 Ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτόν, λέγουσαι· Κύριε, ἴδε, ὃν φιλεῖς, ἀσθενεῖ.
3 The sisters therefore sent unto Him, saying: Lord, behold, he whom Thou lovest is sick.
4 Ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν· Αὕτη ἡ ἀσθένεια οὐκ ἔστι πρὸς θάνατον, ἀλλ' ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ, ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ Θεοῦ δι' αὐτῆς.
4 But when Jesus heard it, He said: This sickness is not unto death, but for the glory of God, so that the Son of God may be glorified through it.
5 Ἠγάπα δὲ ὁ Ἰησοῦς τὴν Μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον.
5 Now Jesus loved Martha and her sister and Lazarus.
6 Ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ, τότε μὲν ἔμεινεν ἐν
6 When therefore He heard that he was sick, He then abode in