Migne Reading Room

PG 43 · cols. 846–851 · Read from the page

Paraphrasis S. Evangelii secundum Joannem (Μετάφρασις τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου)

Paraphrasis S. Evangelii secundum Joannem (Μετάφρασις τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 43:846Read from the page
41 Ἦραν οὖν τὸν λίθον οὗ ἦν ὁ τεθνηκὼς κείμενος. Ὁ δὲ Ἰησοῦς ἦρε τοὺς ὀφθαλμοὺς ἄνω, καὶ εἶπε· Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου.
41 So they took away the stone where the dead man was lying. And Jesus lifted up His eyes upward, and said: Father, I thank Thee that Thou hast heard Me.
42 Ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας.
42 And I knew that Thou always hearest Me; nevertheless because of the crowd standing around I spoke, so that they may believe that Thou hast sent Me.
43 Καὶ ταῦτα εἰπών, φωνῇ μεγάλῃ ἐκραύγασε· Λάζαρε, δεῦρο ἔξω.
43 And having said these things, He cried out with a loud voice: Lazarus, come forth.
44 Καὶ ἐξῆλθεν ὁ τεθνηκώς, δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις· καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Λύσατε αὐτόν, καὶ ἄφετε ὑπάγειν.
44 And he who had died came forth, bound feet and hands with grave-bands, and his face was bound about with a sweat-cloth. Jesus says to them: Loose him, and let him go.
PG 43:847Read from the page
45 Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων οἱ ἐλθόντες πρὸς τὴν Μαρίαν, καὶ θεασάμενοι ἃ ἐποίησεν ὁ Ἰησοῦς, ἐπίστευσαν εἰς αὐτόν.
45 Many therefore of the Jews who had come to Mary, and had beheld the things which Jesus did, believed in Him.
46 Τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἃ ἐποίησεν ὁ Ἰησοῦς.
46 But some of them went away to the Pharisees, and told them the things which Jesus had done.
47 Συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον, καὶ ἔλεγον· Τί ποιοῦμεν; ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ σημεῖα ποιεῖ.
47 The chief priests therefore and the Pharisees gathered a council, and said: What are we doing? For This Man does many signs.
48 Ἐὰν ἀφῶμεν αὐτὸν οὕτω, πάντες πιστεύσουσιν εἰς αὐτόν· καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι, καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος.
48 If we let Him alone thus, all will believe in Him; and the Romans will come, and will take away both our place and our nation.
49 Εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ
49 But a certain one of them, Caiaphas, being high priest of
PG 43:848Read from the page
Σφιγγόμενον πλεκτῇσιν ὅλον δέμας εἶχε κερείαις, Θερμὸν ἔχων ἱδρῶτα καλυπτομένοιο προσώπου· Καὶ λινέῳ πεπύκαστο καλύμματι κυκλάδα κόρσην, Σουδάριον τόπερ εἶπε Σύρων στόμα. Θαμβαλέῳ δὲ Ἱσταμένῳ νεφεληδὸν Ἄναξ ἐπετέλλετο λαῷ, Λύσατέ μοι καὶ κοῦφον ἐάσατε νεκρὸν ὁδεύειν. Ὣς φαμένου Βασιλῆος, ὁμόζυγες αὐτίκα λαοὶ Καὶ μιγάδος ῥήξαντο παλίλλυτα δεσμὰ κερείης, Καὶ μελέων βαρύδεσμον ἐγυμνώσαντο καλύπτρην. Καὶ νέκυς εἰς δόμον ἦλθε τοδεύτερον ἠθάδι ταρσῷ, Φέγγος ἰδὼν πεμπταῖον. 45 Ἰουδαίων δ' ἄρα πολλοί, Μάρθης καὶ Μαρίης ἐπὶ πένθιμον οἶκον ἰόντες Παιδὶ Θεοῦ πίστευον, ἐσαθρήσαντες ὀπωπαῖς Κοίρανος ἔργον ἄπιστον ὅπερ κάμε, νεκρὸν ἐγείρας Λάζαρον ἀχλυόεντος ἀναθρώσκοντα βερέθρου, Νόστιμον ἐκ νεκύων ταχινῷ ποδί. 46 Καί τινες αὐτῶν Εἰς πόλιν ἴχνος ἔκαμψαν ἐς ἀντιθέους ἱερῆας, Πληθύϊ κηρύσσοντες ἀπιστοτάτων Φαρισαίων Ἔργα Θεοῦ Χριστοῖο. 47 Καὶ ἄφρονες ἀρχιερῆες Εἰς ἀγορὴν ἀγέροντο πολύθροον, ἧχι γερόντων Εἰς ἓν ἀγειρομένων πρωτόθρονος ἕζετο βουλή. Ἄλλῳ δ' ἄλλος ἔειπε· Τί ῥέξομεν; ἀντίπαλος γὰρ Ἀλλοφανῆ βροτὸς οὗτος ὑπέρτατα σήματα φαίνει. 48 Εἰ δέ ἑ καλλείψοιμεν ὁμοίϊα σήματα ῥέζειν, Ἡμῖν οὐκέτι λαὸς ἐφέσπεται, ἀλλ' ἑνὶ μούνῳ Ἀνέρι πιστεύοντες ὁμαρτήσουσι πολῖται· Πάντες ὁμαρτήσουσι· καὶ ἀνέρες Αὐσονιῆες Ἡμείων ὅλον ἔθνος ἀφαρπάξουσι μολόντες, Ἔθνος ὁμοῦ καὶ χῶρον. 49 Ἀνὴρ δέ τις ἦεν ἐν αὐτοῖς Καϊάφας, ἀθέμιστος, ἐπίκλοπος, ὃς τότε κείνου Ἀρχιερεὺς λυκάβαντος ἔην, ὀχετηγὸς ἑορτῆς. Οὗτος Ἰουδαίοισι δολοπλόκον ἴαχε φωνήν· Οὐδὲν ἀπειρήτῳ πεπνυμένον ἴστε μενοινῇ, Οὐδὲ νόῳ φράζεσθε τί φέρτερον· 50 ὅττι πολίτην Καλὸν ὑπὲρ λαοῖο θανεῖν ἕνα, μὴ χάριν αὐτοῦ Ἡμείων ὅλον ἔθνος ὀλισθήσειεν ὀλέθρῳ· Ἀνδρὸς ἑνὸς θνήσκοντος ὅλη πόλις εὔδιος ἔσται. 51 Αὐτόματος δ' οὐ τοῦτο θεοπρόπος ἔννεπεν ἀνήρ, Ἀλλὰ θυηπολίῃ μεμελημένος, οἷά τε κείνου Ἀρητὴρ λυκάβαντος ἀήθεϊ θέσπισε φωνῇ, Ὅττι θανεῖν ἤμελλεν ἑκὼν ζωαρκέϊ πότμῳ Χριστὸς Ἰουδαίων ὑπὲρ ἔθνεος· 52 οὐ περὶ μούνου Ἔθνεος, ἀλλ' ἵνα τέκνα Θεοῦ κεκεδασμένα κόσμῳ Εἰς ἓν ἀολλίσσειεν. 53 Ἀπ' ἀρχεκάκοιο δὲ κείνης Ὥρης μῆτιν ὕφαινον ἀναιδέες ἀρχιερῆες, Καὶ χορὸς ἀγκυλόμητις ἀπιστοτάτων Φαρισαίων,
held his whole frame bound fast with plaited grave-bands, having warm sweat upon his covered face; and he was wrapped closely with a linen covering around his circling temple, which the mouth of the Syrians called a sudarium. And to the amazed people standing like a cloud the Sovereign gave command: Loose him for Me, and let the nimble dead man travel on. When the King had spoken thus, straightway the yoked peoples rent asunder the unbound fetters of the mingled grave-band, and stripped off the heavy-fettered covering of his limbs. And the corpse came a second time to his house with accustomed sole, beholding the fifth-day light. 45 Many therefore of the Jews who had come to the mournful house of Martha and Mary believed in the Child of God, having beheld with their eyes the incredible work which the Lord wrought, raising the dead Lazarus leaping up from the gloomy pit, returning from the dead with swift foot. 46 Yet some of them bent their track to the city unto the godlike priests, proclaiming to the multitude of the most faithless Pharisees the works of Christ the God. 47 And the senseless chief priests gathered into the noisy assembly-place, where the chief-throned council of elders gathered into one was sitting. And one spoke to another: What shall we do? For this rival mortal displays strange, supreme signs. 48 And if we leave Him to work like signs, the people will no longer follow us, but believing in one sole Man the citizens will attend Him; all will attend Him; and the men of Ausonia will come and snatch away our whole nation, nation and place together. 49 Now there was a certain man among them, Caiaphas, lawless, wily, who was high priest of that year, conductor of the feast. This man cried out to the Jews a craft-weaving voice: You know nothing prudent with your untried mind, nor do you ponder in thought what is better: 50 that it is good for one citizen to die on behalf of the people, lest because of Him our whole nation slip into destruction; when one man dies, the whole city will be at peace. 51 Now not of his own accord did the prophetic man utter this, but being charged with sacrifice, as priest of that year, he prophesied with unwonted voice that Christ was about to die willingly by a life-sustaining doom on behalf of the nation of the Jews; 52 not for the nation alone, but so that He might gather together into one the children of God scattered in the world. 53 From that evil-beginning hour the shameless chief priests and the crooked-counselled band of the most faithless Pharisees wove a plot,
ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς· Ὑμεῖς οὐκ οἴδατε οὐδέν.
that year, said to them: You know nothing at all,
50 Οὐδὲ διαλογίζεσθε ὅτι συμφέρει ἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται.
50 Nor do you consider that it is expedient for us that one man should die on behalf of the people, and that the whole nation should not perish.
51 Τοῦτο δὲ ἀφ' ἑαυτοῦ οὐκ εἶπεν· ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, προεφήτευσεν ὅτι ἔμελλεν ὁ Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους·
51 Now this he did not say of himself; but being high priest of that year, he prophesied that Jesus was about to die on behalf of the nation;
52 Καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ' ἵνα καὶ τὰ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν.
52 And not on behalf of the nation alone, but so that He might also gather together into one the children of God who were scattered abroad.
53 Ἀπ' ἐκείνης οὖν τῆς ἡμέρας συνεβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν.
53 From that day therefore they took counsel together so that they might put Him to death.
PG 43:849Read from the page
Ἰησοῦν ἵνα πάντες ἑνὶ κτείνωσιν ὀλέθρῳ. 54 Οὐκέτι δ' ἀμφαδίην λαοσσόος εἶχε πορείην Χριστὸς ἐν Ἑβραίοισιν· ἀδουπήτῳ δὲ πεδίλῳ Ἁγνὸν Ἰουδαίης παρεμέτρεε κόλπον ἀρούρης· Χώρης ἐγγὺς ἵκανεν ὀρειάδος ἐγγὺς ἐρήμου, Εἰς πόλιν· ὁππόθι μίμνε σὺν ἀντιθέοισι μαθηταῖς, Ἐφραὶμ τὴν καλέουσι. 55 Καὶ ἐγγύθεν ἦεν ἑορτὴ Πάσχα πολυκλήϊστον· ἀπ' εὐρυάλοιο δὲ γαίης Πολλοὶ Ἰουδαίων ὁμοτέρμονες ἄνδρες ἐρήμου Μυστιπόλων ἀνέβαινον ἐς ἕδρανον Ἱροσολύμων, Ὄφρα προφοιβάσωσι δέμας ζαθέοισι καθαρμοῖς, Πρίν περ ἀσιγήτοιο φανήμεναι ἦμαρ ἑορτῆς. 56 Καὶ πολέες δίζοντο θυώδεος ἔνδοθι νηοῦ Ἰησοῦν ἀπεόντα, θεηγόρον· ἑσταότες δὲ Ἀλλήλοις ὀάριζον· ἐπεφθέγγοντο δὲ λαοί· Ὑμῖν φραζομένοισι τί φαίνεται, ὅττι περῆσαι Οὐ δύναται βροτὸς οὗτος ἐς ἀρτιχόρευτον ἑορτήν; 57 Καὶ ναέταις ἐπέτελλον ἀπειθέες ἀρχιερῆες, Καὶ χορὸς ἀγκυλόμητις ὑπερφιάλων Φαρισαίων, Ὄφρα μιν ὅστις ἴδοιτο κατὰ πτόλιν, ἢ καὶ ἀκούσοι, Πληθύϊ κηρύξειε δολορραφέων Φαρισαίων, Ὄφρα μιν ἐχθρὸς ὅμιλος ἀποκτείνειε πιέσσας.
so that all might slay Jesus in one destruction. 54 And no longer openly did people-saving Christ hold His journey among the Hebrews; rather, with noiseless sandal He measured past the pure bosom of the ploughland of Judaea; He came near the mountain country, near the wilderness, into a city where He remained with His godlike disciples, which they call Ephraim. 55 And near at hand was the feast, the much-renowned Passover; and from the broad-threshing land many men of the Jews bordering on the wilderness went up to the seat of mystic-serving Jerusalem, so that they might cleanse their frame beforehand with sacred purifications before the day of the unceasing feast appeared. 56 And many sought within the fragrant temple the absent God-speaking Jesus; and standing they conversed with one another, and the peoples spoke out: As you ponder, what seems to you, that this mortal cannot cross over to the newly danced feast? 57 And the disobedient chief priests and the crooked-counselled band of arrogant Pharisees gave command to the inhabitants that whosoever should see Him throughout the city, or even hear of Him, should proclaim it to the multitude of craft-stitching Pharisees, so that the hostile throng might seize and slay Him.
ΚΕΦ. ΙΒʹ.
Chapter XII.
1 Χώρης δ' εὐρυάλωος ἐρημάδα πέζαν ἐάσας Ἰησοῦς ἀκίχητος ἐθήμονα δύσατο κώμην· Δύσατο Βηθανίην, ὅθι Λάζαρον ἐγγύθι τύμβου Ἐκ νεκύων ἤγειρε, χέων ψυχοστόλον ἠχώ· Δύσατο Βηθανίην, ὅτε γείτονος εἶχον ἑορτῆς Ἓξ πάρος ἤματα μοῦνα λελειμμένα κυκλάδες ὧραι. 2 Καί οἱ δόρπον ἔθεντο· φιλοστόργῳ δὲ μενοινῇ Μάρθα διακτορίην πολυχανδέος εἶχε τραπέζης. Εἷς δ' ἦν δαιτυμόνων ἔτι Λάζαρος, ἶσος ὀνείρῳ Πασιφανής. 3 Μαρίη δὲ μύρου θυόεντος ἑλοῦσα Πιστικῆς τρία μέτρα φατιζομένης ἀπὸ νάρδου, Μάρμαρον ἠέρταζε βεβυσμένον ἄγγος ἐέρσης, Ἠΰκομος Μαρίη· καὶ δαινυμένου Βασιλῆος Θεσπεσίους ἤλειψε μύρῳ πόδας· ἐκταδίῃ δὲ Ἰκμάδα πιαλέην ἀπεμάξατο μαχλάδι χαίτῃ. Νηχομένη δ' ἐμέθυσσεν ὅλον δόμον ἔνθεος ὀδμή. 4 Καὶ φθονεροῖς στομάτεσσι δολοπλόκος εἶπεν Ἰούδας, Ὃς μιαροῖς μιν ἔμελλεν Ἰουδαίοισι προδώσειν· 5 Τίπτε τριηκοσίων οὐ πέρναται ἤ τινι μέτρῳ Πλείονι δηναρίων τόδε που μύρον, ὄφρα δοθείη
1 Leaving the desert skirt of the broad-threshing country, unattainable Jesus entered the accustomed village; He entered Bethany, where near the tomb He had raised Lazarus from the dead, pouring forth a soul-sending echo; He entered Bethany when the circling hours held but six days remaining before the neighbouring feast. 2 And they set a supper for Him; and with affectionate mind Martha held the ministry of the capacious table. And Lazarus was still one of the banqueters, manifest to all like a dream. 3 And Mary, taking three measures of fragrant unguent from spikenard called pistic, lifted up a gleaming vessel crammed with dew, fair-haired Mary; and as the King feasted she anointed His divine feet with unguent, and wiped off the rich moisture with her outstretched luxuriant hair. And floating abroad, the divine fragrance intoxicated the whole house. 4 And with envious lips craft-weaving Judas spoke, who was about to betray Him to the defiled Jews: 5 Why is this unguent perchance not sold for three hundred denarii or some greater measure, so that it might be given
54 Ἰησοῦς οὖν οὐκ ἔτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου, εἰς Ἐφραῒμ λεγομένην πόλιν· κἀκεῖ διέτριβε μετὰ τῶν μαθητῶν αὐτοῦ.
54 Jesus therefore no longer walked openly among the Jews, but went away from there into the country near the wilderness, into a city called Ephraim; and there He stayed with His disciples.
55 Ἦν δὲ ἐγγὺς τὸ Πάσχα τῶν Ἰουδαίων· καὶ ἀνέβησαν πολλοὶ εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ Πάσχα, ἵνα ἁγνίσωσιν ἑαυτούς.
55 Now the Passover of the Jews was near; and many went up to Jerusalem out of the country before the Passover, so that they might purify themselves.
56 Ἐζήτουν οὖν τὸν Ἰησοῦν, καὶ ἔλεγον μετ' ἀλλήλων ἐν τῷ ἱερῷ ἑστηκότες· Τί δοκεῖ ὑμῖν, ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν;
56 They sought therefore for Jesus, and spoke with one another as they stood in the temple: What seems to you, that He will by no means come to the feast?
57 Δεδώκεισαν δὲ καὶ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ἐντολήν, ἵνα ἐάν τις γνῷ ποῦ ἐστι, μηνύσῃ, ὅπως πιάσωσιν αὐτόν.
57 Now both the chief priests and the Pharisees had given a command that if anyone knew where He was, he should report it, so that they might seize Him.
PG 43:850Read from the page
ΚΕΦ. ΙΒʹ.
Chapter XII.
1 Ὁ οὖν Ἰησοῦς πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὁ τεθνηκώς, ὃν ἤγειρεν ἐκ νεκρῶν.
1 Jesus therefore, six days before the Passover, came to Bethany, where Lazarus was who had died, whom He raised from the dead.
2 Ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει· ὁ δὲ Λάζαρος εἷς ἦν τῶν συνανακειμένων αὐτῷ.
2 So they made Him a supper there, and Martha served; while Lazarus was one of those reclining at table with Him.
3 Ἡ οὖν Μαρία, λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου, ἤλειψε τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐξέμαξε ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου.
3 Mary therefore, having taken a pound of ointment of very costly pistic nard, anointed the feet of Jesus, and wiped His feet with her hair; and the house was filled with the odour of the ointment.
4 Λέγει οὖν εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἰούδας Σίμωνος Ἰσκαριώτης, ὁ μέλλων αὐτὸν παραδιδόναι·
4 One of His disciples therefore, Judas Iscariot, son of Simon, who was about to betray Him, says:
5 Διατί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων, καὶ ἐδόθη πτωχοῖς;
5 Why was this ointment not sold for three hundred denarii, and given to the poor?
PG 43:851Read from the page
6 Εἶπε δὲ τοῦτο, οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ, ἀλλ' ὅτι κλέπτης ἦν, καὶ τὸ γλωσσόκομον εἶχε, καὶ τὰ βαλλόμενα ἐβάσταζεν.
6 Now he said this, not because he cared about the poor, but because he was a thief, and held the money-box, and carried off what was put into it.
7 Εἶπεν οὖν ὁ Ἰησοῦς· Ἄφες αὐτήν· εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τετήρηκεν αὐτό.
7 Jesus therefore said: Let her alone; she has kept it for the day of My burial.
8 Τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ' ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.
8 For the poor you always have with yourselves, but Me you do not always have.
9 Ἔγνω οὖν ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστι, καὶ ἦλθον οὐ διὰ τὸν Ἰησοῦν μόνον, ἀλλ' ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν, ὃν ἤγειρεν ἐκ νεκρῶν.
9 A great crowd of the Jews therefore knew that He was there, and they came not on account of Jesus only, but so that they might also see Lazarus, whom He raised from the dead.
10 Ἐβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν·
10 And the chief priests took counsel that they might put Lazarus also to death;