PG 43:798Read from the page26 Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ζητεῖτέ με οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ' ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων, καὶ ἐχορτάσθητε.
26 Jesus answered them and said: Amen, amen, I say to you, you seek Me, not because you saw signs, but because you ate of the loaves, and were filled.
27 Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν ὁ Υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει· τοῦτον γὰρ ὁ Πατὴρ ἐσφράγισεν, ὁ Θεός.
27 Work not for the food that perishes, but for the food that abides unto everlasting life, which the Son of man will give you; for Him the Father, God, has sealed.
28 Εἶπον οὖν πρὸς αὐτόν· Τί ποιῶμεν ἵνα ἐργαζώμεθα τὰ ἔργα τοῦ Θεοῦ;
28 They said therefore to Him: What should we do, that we may work the works of God?
29 Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Τοῦτό ἐστι τὸ ἔργον τοῦ Θεοῦ, ἵνα πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος.
29 Jesus answered and said to them: This is the work of God, that you believe in Him Whom He sent.
30 Εἶπον οὖν αὐτῷ· Τί οὖν ποιεῖς σὺ σημεῖον, ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι;
30 They said therefore to Him: What sign therefore dost Thou do, that we may see and believe Thee?
PG 43:799Read from the page31 Οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ, καθώς ἐστι γεγραμμένον· Ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν.
31 Our fathers ate the manna in the wilderness, just as it is written: Bread out of heaven He gave them to eat.
32 Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν· Οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ, ἀλλ' ὁ Πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν.
32 Jesus therefore said to them: Amen, amen, I say to you: Moses has not given you the bread out of heaven, but My Father gives you the true bread out of heaven.
33 Ὁ γὰρ ἄρτος τοῦ Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.
33 For the bread of God is He Who comes down out of heaven, and gives life to the world.
34 Εἶπον οὖν πρὸς αὐτόν· Κύριε, πάντοτε δὸς ἡμῖν τὸν ἄρτον τοῦτον.
34 They said therefore to Him: Lord, evermore give us this bread.
35 Εἶπε δὲ αὐτοῖς ὁ Ἰησοῦς· Ἐγώ ειμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρός με, οὐ μὴ πεινάσῃ· καὶ ὁ πιστεύων εἰς ἐμὲ, οὐ μὴ διψήσῃ πώποτε.
35 And Jesus said to them: I am the bread of life; he who comes to Me shall never hunger, and he who believes in Me shall never thirst.
36 Ἀλλ' εἶπον ὑμῖν ὅτι καὶ ἑωράκατέ με, καὶ οὐ
36 But I said to you that you have also seen Me, and do not
Notes, col. 799
PG 43:800Read from the pageὌφρα κε πειθοίμεσθα, θεόσσυτον ἔργον ἑλόντες; Τί πρήξεις προτέροισιν ὁμοίϊον; 31 Ἡμέτεροι γὰρ Αἰθέρος ἄφθιτον εἶδαρ ἐρημάδος ἐγγύθι πέτρης Μάννα πολυκλήϊστον ἐθηήσαντο τοκῆες, Γραπτὸς ὅπερ πολύμυθος ἀμετρήτῳ ποτὲ λαῷ Οὐρανόθεν πόρεν ἄρτον ἀφειδέϊ δαιτυμονῆϊ.
That we might be persuaded, receiving a God-impelled work? What wilt Thou do like unto former things? 31 For our parents near the desert crag beheld heaven's imperishable food, much-renowned manna, the bread which the many-worded writer once bestowed from heaven upon a measureless people as an unsparing host.
32 Ἰησοῦς δ' ὀάριζεν, ἀγήνορα λαὸν ἐλέγχων· Μωσῆς οὐ πάρος ὔμμιν, ἐρημαίῃ παρὰ πέτρῃ, Αἰθέρος ἄρτον ὄπαζε μελίρρυτον εἰλαπινάζειν· Ἀλλὰ Πατὴρ ἐμὸς ἦεν, ὃς εἰσέτι φέρτερον ὑμῖν Οὐρανόθεν σοφὸν ἄλλον ἐτήτυμον ἄρτον ὀπάσσει. 33 Οὗτος γὰρ πέλεν ἄρτος ὃς οὐρανόθεν καταβαίνων Ζωὴν πᾶσι μέλουσαν ὅλῳ δωρήσατο κόσμῳ. 34 Καὶ πάλιν ὧδ' ἀγόρευεν Ἰουδαίων χορὸς ἀνδρῶν, Ζωῆς Κοίρανε, τοῦτον ὃν ἔννεπες ἔμπεδον εἶναι Αἰθέρος ἄρτον ὄπασσον ἐτήτυμον εἰλαπινάζειν. 35 Ἰησοῦς δ' ἐπέτασσε θεηγόρον ἀνθερεῶνα, Καὶ χάριτος πλήθουσαν ἀνήρυγε χείλεσι φωνήν· Ζωῆς ἄφθιτος ἄρτος ἐγὼ πέλω· αἴθοπι λιμῷ Οὔποτε πεινήσειεν ἀνὴρ βροτὸς εἰς ἐμὲ βαίνων, Καὶ πᾶς ἡμετέρην ἀστεμφέα πίστιν ἀέξων, Οὔποτε διψήσειεν, ἕως ἔτι καμπύλος ἕρπων Αἰὼν εὐρυγένειος ἀτέρμονα νύσσαν ἀμείβει. 36 Ἀλλ' ὑμῖν ἀγόρευον, ἐμῆς ὅτι θαύματα φωνῆς Ὄμμασι θηήσασθε, καὶ οὐ πείθεσθε Τοκῆϊ. 37 Πᾶς βροτὸς ὅν μοι ὄπασσε Πατὴρ ἐμὸς, εἰς ἐμὲ κάμψει Ἴχνος ἑὸν, θεόθεν πεφορημένος· οὐδὲ καὶ αὐτὸς Ἀνέρας ἐρχομένους νεοπειθέας ἐκτὸς ἐλάσσω, Ἀλλὰ νόῳ χαίροντι δεδέξομαι. 38 Οὐ γὰρ ἐέλδωρ Ἦλθον οὐρανόθεν τελέων ἐμὸν, ἀλλὰ Τοκῆος. 39 Τοῦτο δὲ παμμεδέοντος ἐμοῦ πέλε Πατρὸς ἐέλδωρ, Ὄφρα κεν ὧν Γενέτης ἐμὸς ὤπασε μηδὲν ὀλέσσω, Ἀλλά μιν ἀχλυόεντος ἀναστήσοιμι βερέθρου Νόστιμον ἐκ νεκύων, ὅτε λοίσθιον ἦμαρ ἱκάνει. 40 Τοῦτο γὰρ αἰγλήεντος ἐμοῦ πέλε νεῦμα Τοκῆος, Ὄφρα κε πᾶς ὁρόων με, πανίλαον ὄμμα τιταίνων, Ζωῆς ἐσσομένης αἰώνιον ἐς χορὸν ἔλθῃ· Καί μιν ἀναστήσω παλινάγρετον, ὁππότε κείνης Ὑστατίης ὅτε φέγγος ἐλεύσεται ἠριγενείης.
32 And Jesus conversed, convicting the haughty people: Moses did not of old beside the desert crag bestow upon you heaven's honey-flowing bread to feast upon; rather it was My Father, Who will bestow upon you from heaven another yet better, wise, true bread. 33 For this was the bread which, coming down from heaven, granted to the whole world life cared for by all. 34 And again thus spoke the band of men of the Jews: Sovereign of life, bestow this true bread of heaven which Thou saidst is steadfast, to feast upon. 35 And Jesus opened wide His God-speaking throat, and poured forth with His lips a voice full of grace: I am the imperishable bread of life; with fiery famine never would a mortal man hunger who comes unto Me, and everyone who increases an unshaken faith in Us would never thirst, so long as bent, creeping, broad-bearded Time still rounds its boundless goal-post. 36 Yet I told you that with your eyes you beheld the wonders of My voice, and do not obey the Parent. 37 Every mortal whom My Father bestowed upon Me will bend his own footprint unto Me, borne along from God; nor will I Myself drive outside newly-persuaded men who come, but with rejoicing mind I will receive them. 38 For I came from heaven accomplishing not My own desire, but that of the Parent. 39 And this was the desire of My all-ruling Father, that of those whom My Begetter bestowed I should lose nothing, but should raise him up out of the murky pit returning from the dead, when the last day arrives. 40 For this was the nod of My radiant Parent, that everyone who beholds Me, stretching forth an all-gracious eye, may come into the everlasting choir of life to come; and I will raise him up regathered, whenever the light of that final early-born dawn shall come.
37 Πᾶν ὃ δίδωσί μοι ὁ Πατὴρ, πρὸς ἐμὲ ἥξει· καὶ τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω.
37 All that the Father gives Me will come to Me; and him who comes to Me I will in no wise cast out.
38 Ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με.
38 Because I have come down out of heaven, not to do My own will, but the will of Him Who sent Me.
39 Τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με Πατρὸς, ἵνα πᾶν ὃ δέδωκέ μοι, μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω αὐτὸ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.
39 And this is the will of the Father Who sent Me, that of all which He has given Me I should lose nothing thereof, but should raise it up on the last day.
40 Τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶς ὁ θεωρῶν τὸν Υἱὸν, καὶ πιστεύων εἰς αὐτὸν, ἔχῃ ζωὴν αἰώνιον· καὶ ἀναστήσω αὐτὸν ἐγὼ τῇ ἐσχάτῃ ἡμέρᾳ.
40 And this is the will of Him Who sent Me, that everyone who beholds the Son, and believes in Him, may have everlasting life; and I will raise him up on the last day.
41 Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ, ὅτι εἶπεν· Ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ.
41 The Jews therefore murmured concerning Him, because He said: I am the bread that came down out of heaven.
Notes, col. 800
On the reading
Printed ἐλευσεται, for ἐλεύσεται.
PG 43:801Read from the page55 Ζωὴ γὰρ πέλεν [ ] ἐτήτυμον ἡμετέρη σὰρξ, Αἷμα δ' ἐμὸν νημερτὲς ἔφυ ποτόν. 56 Ὅς δέ κεν ἀνὴρ Σαρκὸς ἐμῆς γεύσαιτο, καὶ αἵματος εἰν ἑνὶ θεσμῷ, Οὗτος ἀνὴρ ἐν ἐμοὶ μενέει, καὶ ὁμόζυγος αὐτῷ Ἔσσομαι, ἔμπεδος οἶκος, ἀειρόμενος καὶ ἀείρων. 57 Ὡς δὲ Πατὴρ ζώων με βοηθόον ὤπασε κόσμῳ· Ζώω δ' ὑψιμέδοντος ἐμοῦ διὰ νεῦμα Τοκῆος Αὐτὸς ἐγώ· καὶ ἐκεῖνος ἀνὴρ ἰσόζυγι θεσμῷ Ἐξ ἐμέθεν ζήσειεν, ἐμὸν δέμας εἰλαπινάζων. 58 Ζωῆς ἄφθιτος ἄρτος ἐτήτυμος οὗτος ἀκούει· Οὐχ οἷον τοπάροιθεν ἐρημαίῃ παρὰ λόχμῃ Ὑμέτεροι γλυκὺν ἄρτον ἐθηήσαντο τοκῆες, Καὶ θάνον ἐν σκοπέλοισιν ὀριπλανέες μετανάσται. Τοῦτον ἀνὴρ ἐπάρουρος ἐτήτυμον ἄρτον ἐρέπτων, Ζωὴν ὄψεται οὗτος, ἕως δολιχοῖο γενείου Ἀμφιλαφὴς πολιῇσι κόμην λευκαίνεται αἰών. 59 Ταῦτα βαθυκρήπιδι Καφαρναοὺμ ἐνὶ γαίῃ Ἔννεπεν, εὐλάϊγγος ἔσω νηοῖο διδάσκων. 60 Πολλοὶ δ' εἰσαΐοντες, ἀμερσινόῳ τινὶ λύσσῃ Εἰς χόλον οἰστρηθέντες, ἐμυθήσαντο μαθηταί· Σκληρὸς ἐμοὶ λόγος οὗτος ὃν ἔννεπε· καὶ τίς ἀκούειν Αὐτοῦ φθεγγομένοιο δυνήσεται; 61 Αὐτόματος δὲ Γινώσκων ὅτι λαὸς ὑποδρὴς ἔσκεν ἑταίρων, Λαθριδίην ἀχάλινον ὑποκλέπτοντες ἰωὴν, Χριστὸς ἁμαρτινόοισιν ἔπος ξύνωσε μαθηταῖς· Ὑμείων ὅδε μῦθος ἀπειθέα θυμὸν ἀμύσσει· 62 Εἰ δέ κεν ἀθρήσητε συναστράπτοντα Τοκῆϊ Αἰθερίων, ὅθεν ἦλθεν, ἑῶν ἐπιβήτορα θώκων Ἀνθρώπου πάλιν Υἷα, τί ῥέξετε τοῦτο μαθόντες;
55 For Our flesh truly was [ ] life, and My blood is unerringly drink. 56 And whatsoever man tastes of My flesh, and of My blood in one ordinance, this man will abide in Me, and I shall be yoked together with him, a steadfast dwelling, uplifted and uplifting. 57 And as the living Father bestowed Me as helper to the world, and I Myself live through the nod of My high-ruling Parent, that man also by an equal-yoked ordinance would live from Me, feasting upon My frame. 58 This is called the true imperishable bread of life; not such as of old beside the desert thicket your parents beheld as sweet bread, and died among the crags as mountain-wandering exiles. An earthly man feeding upon this true bread, this man shall behold life, so long as abundant Time of the long beard whitens his hair with grey locks. 59 These things He spoke in the deep-founded land of Capernaum, teaching within the well-stoned temple. 60 And many disciples listening, stung into wrath by some mind-bereaving madness, said: Hard to me is this word which He spoke; and who will be able to hear Him speaking? 61 But of Himself knowing that the company of companions was sullen, stealing an unbridled secret cry, Christ shared a word with the erring-minded disciples: This speech tears your disobedient spirit; 62 what then if you behold the Son of man flashing together with the Parent, mounting again His heavenly seats whence He came—what will you do on learning this?
42 Καὶ ἔλεγον· Οὐχ οὗτός ἐστιν Ἰησοῦς ὁ υἱὸς Ἰωσὴφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; Πῶς οὖν λέγει οὗτος· Ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκα;
42 And they said: Is not this Jesus the son of Joseph, whose father and mother we know? How then does this man say: I have come down out of heaven?
43 Ἀπεκρίθη οὖν ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Μὴ γογγύζετε μετ' ἀλλήλων.
43 Jesus therefore answered and said to them: Do not murmur with one another.
44 Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτὸν, καὶ ἐγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ.
44 No one can come to Me, unless the Father Who sent Me draws him; and I will raise him up on the last day.
45 Ἔστι γεγραμμένον ἐν τοῖς προφήταις· Καὶ ἔσονται πάντες διδακτοὶ τοῦ Θεοῦ. Πᾶς οὖν ὁ ἀκούσας παρὰ τοῦ Πατρὸς, καὶ μαθὼν, ἔρχεται πρός με.
45 It is written in the prophets: And they shall all be taught of God. Everyone therefore who has heard from the Father, and has learned, comes to Me.
46 Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακεν, εἰ μὴ ὁ ὢν παρὰ τοῦ Θεοῦ· οὗτος ἑώρακε τὸν Πατέρα.
46 Not that anyone has seen the Father, save He Who is from God; He has seen the Father.
47 Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ, ἔχει ζωὴν αἰώνιον.
47 Amen, amen, I say to you, he who believes in Me has everlasting life.
48 Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς.
48 I am the bread of life.
49 Οἱ πατέρες ὑμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ, καὶ ἀπέθανον.
49 Your fathers ate the manna in the wilderness, and died.
50 Οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθάνῃ.
50 This is the bread that comes down out of heaven, that anyone may eat thereof and not die.
51 Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσεται εἰς τὸν αἰῶνα· καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.
51 I am the living bread that came down out of heaven; if anyone eats of this bread, he shall live forever; and the bread also which I will give is My flesh, which I will give for the life of the world.
52 Ἐμάχοντο οὖν πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι, λέγοντες· Πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴν σάρκα φαγεῖν;
52 The Jews therefore strove with one another, saying: How can this man give us His flesh to eat?
PG 43:802Read from the page53 Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς.
53 Jesus therefore said to them: Amen, amen, I say to you, unless you eat the flesh of the Son of man, and drink His blood, you do not have life in yourselves.
54 Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν αἰώνιον· καὶ ἐγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ·
54 He who eats My flesh, and drinks My blood, has everlasting life; and I will raise him up on the last day;
55 Ἡ γὰρ σάρξ μου ἀληθῶς ἐστι βρῶσις, καὶ τὸ αἷμά μου ἀληθῶς ἐστι πόσις.
55 For My flesh truly is food, and My blood truly is drink.
56 Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ.
56 He who eats My flesh, and drinks My blood, abides in Me, and I in him.
57 Καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατὴρ, κἀγὼ ζῶ διὰ τὸν Πατέρα· καὶ ὁ τρώγων με, κἀκεῖνος ζήσεται δι' ἐμέ.
57 Just as the living Father sent Me, and I live because of the Father, so he who eats Me, he also shall live because of Me.
58 Οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· οὐ καθὼς ἔφαγον οἱ πατέρες ὑμῶν τὸ μάννα, καὶ ἀπέθανον. Ὁ τρώγων τοῦτον τὸν ἄρτον, ζήσεται εἰς τὸν αἰῶνα.
58 This is the bread that came down out of heaven; not as your fathers ate the manna, and died. He who eats this bread shall live forever.
59 Ταῦτα εἶπεν ἐν συναγωγῇ, διδάσκων ἐν Καπερναούμ.
59 These things He said in a synagogue, teaching in Capernaum.
60 Πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν μαθητῶν αὐτοῦ, εἶπον· Σκληρός ἐστιν οὗτος ὁ λόγος· τίς δύναται αὐτοῦ ἀκούειν;
60 Many therefore of His disciples, upon hearing this, said: This word is hard; who can hear it?
61 Εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ ὅτι γογγύζουσι περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ, εἶπεν αὐτοῖς· Τοῦτο ὑμᾶς σκανδαλίζει;
61 But Jesus, knowing in Himself that His disciples were murmuring concerning this, said to them: Does this offend you?
62 Ἐὰν οὖν θεωρῆτε τὸν Υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον;
62 What then if you behold the Son of man ascending where He was before?
PG 43:803Read from the page63 Τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν. Τὰ ῥήματα ἃ ἐγὼ λαλῶ ὑμῖν, πνεῦμά ἐστι καὶ ζωή ἐστιν.
63 It is the spirit that makes alive; the flesh profits nothing. The words which I speak to you are spirit and are life.
64 Ἀλλ' εἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσιν. Ἤδει γὰρ ἐξ ἀρχῆς ὁ Ἰησοῦς τίνες εἰσὶν οἱ μὴ πιστεύοντες, καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν.
64 Yet there are some of you who do not believe. For Jesus knew from the beginning who they were that did not believe, and who it was that would betray Him.
65 Καὶ ἔλεγε· Διὰ τοῦτο εἴρηκα ὑμῖν ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ Πατρός μου.
65 And He said: On account of this I have told you that no one can come to Me unless it has been granted him from My Father.
66 Ἐκ τούτου πολλοὶ ἀπῆλθον τῶν μαθητῶν αὐτοῦ εἰς τὰ ὀπίσω, καὶ οὐκέτι μετ' αὐτοῦ περιεπάτουν.
66 From this many of His disciples went back, and no longer walked with Him.
67 Εἶπεν οὖν ὁ Ἰησοῦς τοῖς δώδεκα· Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν;
67 Jesus therefore said to the twelve: Do you also wish to go away?