Ὅττι μιν ἠπεροπῆϊ δόλῳ μενέαινον ὀλέσσαι Υἷες Ἰουδαίων, ὁσίῳ χαίροντες ὀλέθρῳ. 2 Ἦν δὲ Θεῷ πάνδημες ἐτήσιος ἐγγὺς ἑορτή, Πηγνυμέναις κλισίῃσιν ἐπώνυμος. 3 Ἀγχίμολοι δὲ Γνωτοὶ ψευδαλέοι τετράζυγες υἷες Ἰωσήφ, Χριστὸν ἐπισπέρχοντες, ὁμόθροον ἴαχον αὐδήν · Ἐντεῦθεν μετάβηθι, καὶ, ὁππότε κῶμος ἑορτῆς, Σπεῦσον Ἰουδαίης ὁμοτέρμονα γαῖαν ὁδεύειν, Ὄφρα μεταστρέψαντες ἀπειθέα λαὸν ἀλήτην, Ἀρχαίην σέο πίστιν ἀνακτήσοιντο μαθηταί, Δερκόμενοι σέθεν ἔργα σοφῷ τετελεσμένα μύθῳ. 4 Οὐ γάρ τις μερόπων ὑποκόλπιον ἔργον ὑφαίνει, Ἔργον ἀθηήτῳ κεκαλυμμένον ἀχλύϊ σιγῆς, Ἀμφαδίην δ' ἐθέλει θρασὺς ἔμμεναι. Εἰ τάδε ῥέζεις Ποικίλα θαύματα, δεῖξον ὁρώμενα θαύματα κόσμῳ. 5 Τοῖα μάτην ἀγόρευον, ἀπειθέες οἷάπερ ἄλλοι· Χριστοῦ παμμεδέοντος ἀδελφειοί περ ἐόντες, Πίστιος ἀπλανὲς ἦθος ἀπηρνήσαντο καὶ αὐτοί. 6 Καί σφιν Ἄναξ ἀγόρευεν ἀμοιβαίῳ τινὶ μύθῳ· Οὔπω καίριος ἦλθεν ἐμὸς χρόνος· ὑμέτερος δὲ Πέπταται αἰὲν ἑτοῖμος, ἐλεύθερος. 7 Οὐ δύναται γὰρ Ζηλομανής ποτε κόσμος ἐθήμονι λαίλαπι λύσσης Ὑμέας ἐχθαίρειν· ἐμὲ δὲ στυγέει καὶ ἐλαύνει Θαρσήεις· ὅτι μοῦνος ἀφειδέϊ μάρτυρι φωνῇ Ἠθάδος ἀμπλακίης ἐγκύμονα κόσμον ἐλέγχω, Ἔργα τάπερ τελέει βοόων ἀλλότρια θεσμῷ. 8 Ὑμεῖς εὐκελάδοιο μετέλθετε κῶμον ἑορτῆς· Οὔπω ἐγὼ κλισίας νεοπηγέας ἄρτι γεραίρων, Εἰς τελετὴν ὁσίην ἐπιβήσομαι· ἡμετέρου γὰρ Οὔπω μοι τετέλεστο χρόνου δρόμος. 9 Ὣς ὁ μὲν εἰπών, Ἔστιχεν ἁγνὸν ἔδεθλον ἀκερσεκόμων Γαλιλαίων. 10 Γνωτοὶ δ' ὡς ἀνέβαινον ἐς ἱερόν, ὀψὲ καὶ αὐτὸς Ἔνθεον ἴχνος ἔκαμψεν ἐς ἀρτιχόρευτον ἑορτήν. 11 Καί μιν Ἰουδαῖοι φιλίῃ μάστευον ἀνάγκῃ· Πῆ μοι ἔβη ; ποῖ κεῖνος ; 12 Ὑποτρύζοντι δὲ λαῷ Μυρίος ἔρρεε μῦθος ἀσιγήτων ἀπὸ λαιμῶν. Καὶ πολέες φθέγξαντο θεουδέα μάρτυρα φωνήν, Ὅττι σοφὸς τελέθει, καὶ ὑπέρτερα θαύματα τεύχει. Ἄλλοι δ' ἀντερίδαινον ὁμογλώσσων ἀπὸ λαιμῶν· Οὐ σοφός, οὐ σοφὸς οὗτος ἐτήτυμον· ἀγρομένου δὲ Λαοῦ, κλεψινόοισι παραπλάζει φρένα μύθοις. Τοῖα μὲν ἀλλήλοισιν ὁμίλεον. 13 Ἀμφὶ δ' ἄρ' αὐτοῦ Οὐ τότε τολμήσας τις ἀδειμάντῳ τινὶ φωνῇ Ἀμφαδίην ὀάριζεν, ἐλεύθερα χείλεα λύσας,
because with deceiving guile the sons of the Jews were eager to destroy Him, rejoicing in unhallowed slaughter. 2 Now the yearly all-popular feast unto God was near at hand, named from the booths that are pitched. 3 And coming near, His false kinsmen, the four-yoked sons of Joseph, urging Christ on, shouted a one-voiced cry: Depart hence, and, when the festal gathering of the feast is at hand, hasten to travel to the bordering land of Judaea, so that, turning back an unpersuaded wandering people, Thy disciples may recover their ancient faith in Thee, beholding Thy works accomplished by a wise word. 4 For no one among mortals weaves a secret work under his bosom, a work hidden in the unseen mist of silence, and yet wishes to be bold openly. If Thou doest these manifold wonders, show visible wonders to the world. 5 Such things they spoke in vain, disobedient just like others; though being brethren of all-ruling Christ, even they themselves denied the unerring disposition of faith. 6 And the Sovereign Lord spoke to them with an answering word: Not yet has My seasonable time come; whereas yours is ever spread out ready, free. 7 For the jealousy-maddened world with its accustomed tempest of fury can never hate you; yet Me it loathes and drives away audaciously, because I alone with unsparing witnessing voice convict the world pregnant with habitual sin, crying aloud that the works which it performs are alien to the law. 8 Go you after the festal gathering of the melodious feast; I am not yet going up just now to the sacred rite to honour the newly-pitched booths, for the course of our time has not yet been fulfilled for Me. 9 Thus having spoken, He walked the hallowed ground of the unshorn Galileans. 10 But when His kinsmen had gone up to the temple, late He Himself also bent His divine footstep to the newly-danced feast. 11 And the Jews sought Him with friendly constraint: Whither is He gone for me? Where is that man? 12 And in the murmuring crowd a countless talk flowed from unceasing throats. And many uttered a God-fearing witnessing voice, that He is wise, and works transcendent wonders. But others contended back from like-tongued throats: Not wise, not wise in truth is this man; rather, when the people are gathered, He leads their mind astray with mind-stealing words. Such things they conversed of with one another. 13 Yet concerning Him no one then dared with fearless voice to speak openly, unloosing free lips,
3 Εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ· Μετάβηθι ἐντεῦθεν, καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου θεωρήσωσι τὰ ἔργα σου ἃ ποιεῖς·
3 His brethren therefore said unto Him: Depart hence, and go into Judaea, that Thy disciples also may behold Thy works which Thou doest;
4 Οὐδεὶς γὰρ ἐν κρυπτῷ τι ποιεῖ, καὶ ζητεῖ αὐτὸς ἐν παῤῥησίᾳ εἶναι· εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ.
4 for no one does anything in secret, and himself seeks to be in public; if Thou doest these things, manifest Thyself to the world.
7 Οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς· ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ, ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν.
7 The world cannot hate you; but Me it hates, because I bear witness concerning it, that its works are evil.