Ἦν τότε· καὶ πέλεν ὅρμος, ἐπεὶ θεοδινεῖ παλμῷ Οἷα νόος πτερόεις, ἀνέμων δίχα, νόσφιν ἐρετμῶν, Τηλεπόροις λιμένεσσιν ὁμίλεεν αὐτομάτη νηῦς. 22 Ἀλλ' ὅτε πορφύρων Τιβερήϊδα γείτονα πέτρην Ἀκροφανὴς ἐχάραξε λιπόσκιον ὄρθρος ὁμίχλην, Λαὸς ἐϋκροκάλοιο πέρην ἀντώπιδος ἅλμης Ἱστάμενος σκοπίαζεν, ὅτι ζαθέῃ παρὰ λίμνῃ Ἰκμαλέης οὐκ ἦσαν ἱμασσομένης πέλας ἀκτῆς Στοιχάδες ἀλλήλῃσιν ὁμόζυγες ὁλκάδες ἄλλαι, Εἰ μὴ νηῦς μία μοῦνον ἀνέμπλοος, ὅττι καὶ αὐτὸς Οὐ τότε ποντοπόροιο μιῆς ἐπὶ νηὸς Ἰησοῦς Ἀγχιθέοις ἑτάροισι συνέπλεεν, ἀλλ' ὅτι μοῦνοι Γαῖαν ἐς ἀντικέλευθον ἐναυτίλλοντο μαθηταί, 23 Ἄλλας νῆας ἑλόντες, ὅπῃ Τιβερήϊδες ἀκταὶ, Πόντον ἐπεσσεύοντο, καὶ ἤλυθον ἐγγύθι χώρου, Λαὸς ὅπῃ νήριθμος ἐπ' εὐχόρτοιο τραπέζης Θέσκελον ἤσθιεν ἄρτον, ὃν ἔκλασεν ἀμβροσίη χεὶρ Χριστοῦ, παμμεδέοντι χάριν Γενετῆρι διδόντος. 24 Καὶ μὴ Χριστὸν ἄνακτα φερέσβιον, οὐδὲ μαθητὰς Ἑσπομένους εὑρόντες ἀμοιβαίων ἐπὶ νηῶν, Πόντιον ἀφροκόμοισιν ὕδωρ λεύκαινον ἐρετμοῖς, Ἄστυ Καφαρναοὺμ μετανεύμενοι. 25 Ἀγχιφανῆ δὲ Ἀντιπέρην εὑρόντες ἀσιγήτοιο θαλάσσης Χριστὸν, ἐκυκλώσαντο, καὶ ἔννεπον ἡδέϊ μύθῳ· Ῥαββὶν ἄναξ, πότε δεῦρο παρέπλεες; 26 Ἁρπαλέης δὲ Εἰλαπίνης μνηστῆρα μετήλυδα λαὸν ἐλέγχων Ἰησοῦς ἀγόρευε, μινυνθαδίης ἀπὸ φορβῆς Εἰς θαλίην ζείδωρον ἀλήμονας ἀνέρας ἕλκων· Οἶδα τί μαστεύοντες ἱκάνετε. Νουσαλέων γὰρ Οὐ διὰ θαύματα κεῖνα τάπερ κάμον ἠθάδι μύθῳ, Ὁππόσα θηήσασθε· πόθος δέ τις ὑμέας ἕλκει Ἄρτων θεσπεσίων παλινάγρετος, ὅττι φαγόντες Εἰλαπίνην νήριθμον ἐμῆς κεκόρησθε τραπέζης. 27 Ἀλλὰ πολυπλανέεσσιν ἐάσατε σύνδρομον αὔραις Δαῖτα ταχὺ φθιμένην, καὶ ἀνύσσατε μᾶλλον ἐκείνην Εἰλαπίνην μίμνουσαν ἀειζώοιο τραπέζης, Ἣν μόνος ἀνθρώποιο φερέσβιος Υἱὸς ὀπάσσει, Τοῦτον ὅτι σφρήγισσε Πατὴρ Θεός. 28 Εἰρόμενος δὲ Λαὸς Ἰουδαίων φιλοπευθέα ῥήξατο φωνήν· Εἰπὲ, τί κεν ῥέξωμεν, ὅπως θεοτερπέϊ θεσμῷ Ἔργα Θεοῦ τελέσοιμεν; 29 Ἄναξ δ' ἠμείβετο μύθῳ· Ὀρθὴν πίστιν ἔχοντες, ὅπως δέξησθε φανέντα Ὅντινα κεῖνος ἔπεμπεν. 30 Ἐπεφθέγξαντο δὲ λαοί· Ποῖον ἐελδομένοις σημήϊον ἄμμι τελέσσεις,
Was then; and there was an anchorage, since by a God-whirling impulse like a winged mind, apart from winds, aloof from oars, the self-moving ship reached far-distant harbours. 22 But when dawn, appearing on the heights and reddening the neighbouring crag of Tiberias, cleft the shadow-leaving mist, the people standing beyond the facing brine of the fair-pebbled shore kept watch, seeing that beside the holy lake, near the wet wave-lashed coast, no other vessels were yoked together in rows one with another, save one ship alone unboarded, and that Jesus Himself had not then sailed together with His godlike companions upon that one sea-faring ship, but that the disciples had sailed alone unto the opposite land; 23 taking other ships, where lay the shores of Tiberias, they sped over the deep, and came near the place where a countless people upon a grassy table ate the wondrous bread which the immortal hand of Christ broke, giving thanks to the all-ruling Begetter. 24 And not finding Christ the life-bearing King, nor the disciples following, upon alternate ships they whitened the sea-water with foam-crested oars, bound for the city of Capernaum. 25 And finding Christ appearing near on the further side of the unquiet sea, they encircled Him, and spoke with sweet word: Rabbi, King, when didst Thou sail hither? 26 And convicting the migrant people, suitors of a greedy banquet, Jesus spoke, drawing wandering men from short-lived food unto a life-giving feast: I know seeking what you come. Not because of those wonders over the sick which I wrought by My accustomed word, as many as you beheld; rather a regathered longing for divine loaves draws you, because having eaten a countless banquet you were filled from My table. 27 But leave to much-wandering breezes the feast that swiftly perishes, and accomplish rather that abiding banquet of an ever-living table, which alone the life-bearing Son of man will bestow, because God the Father sealed Him. 28 And inquiring, the people of the Jews burst forth an inquisitive voice: Say, what should we do, that by a God-pleasing ordinance we might accomplish the works of God? 29 And the Lord replied with a word: Holding right faith, that you may receive Him when He appears Whom He sent. 30 And the peoples cried out in reply: What sign wilt Thou accomplish for us who long for it,
22 Τῇ ἐπαύριον ὁ ὄχλος ὁ ἑστηκὼς πέραν τῆς θαλάσσης, ἰδὼν ὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ εἰ μὴ ἓν, ἐκεῖνο εἰς ὃ ἐνέβησαν οἱ μαθηταὶ αὐτοῦ, καὶ ὅτι οὐ συνεισῆλθε τοῖς μαθηταῖς αὐτοῦ ὁ Ἰησοῦς εἰς τὸ πλοιάριον, ἀλλὰ μόνοι οἱ μαθηταὶ αὐτοῦ ἀπῆλθον·
22 On the morrow the crowd standing beyond the sea, seeing that no other small boat was there save one, that into which His disciples had embarked, and that Jesus went not in together with His disciples into the small boat, but His disciples departed alone;
24 Ὅτε οὖν εἶδεν ὁ ὄχλος ὅτι Ἰησοῦς οὐκ ἔστιν ἐκεῖ, οὐδὲ οἱ μαθηταὶ αὐτοῦ, ἐνέβησαν καὶ αὐτοὶ εἰς τὰ πλοῖα, καὶ ἦλθον εἰς Καπερναοὺμ, ζητοῦντες τὸν Ἰησοῦν.
24 When therefore the crowd saw that Jesus is not there, nor His disciples, they themselves also embarked into the boats, and came unto Capernaum, seeking Jesus.