Πνεύματος αὐτογόνοιο πέλει καθαροῖο λοετροῦ, Πνεῦμα πέλει ζωαρκὲς, ἀμαιεύτῳ τινὶ θεσμῷ Αὐτόματον βλάστημα παλιγγενέος τοκετοῖο. 7 Καὶ μὴ θάμβος ἔχητε θεοφραδέος περὶ μύθου, Ὑμέας εἴπερ ἔειπον ὅτι χρέος ἐστὶ νοῆσαι Ὕδατι τικτομένην ἑτέρην βαλβῖδα γενέθλης. 8 Πνεῦμα παλινδίνητον ἀθηήτῳ τινὶ παλμῷ, Οἶδε περιπνείειν ὅθι βούλεται· ἀγχιφανῆ δὲ Φωνῆς ἠερίης θεοδινέα βόμβον ἀκούεις Οὔασιν ὑμετέροις πεφορημένον· ἀλλὰ δαῆναι Οὐ δύνασαι βλεφάροις, πόθεν ἔρχεται, ἢ πόσε βαίνει. Οὕτω παντὸς ἔφυ τύπος ἀνέρος ἐκ πυρὸς ὑγροῦ Πνεύματι τικτομένοιο, καὶ οὐ στροφάλιγγι κονίης. 9 Ἔννεπε· καὶ Νικόδημος ἀμείβετο· Ταῦτα γενέσθαι Πῶς δύναται; 10 Καὶ Χριστὸς ἀνήρυγε θέσκελον ὀμφήν· Ἰσραὴλ σὺ μὲν ἐσσὶ διδάσκαλος, οὐ νοέεις δέ; Ἀλλά σε ταῦτα λέληθεν, ἐμὴν δ' οὐκ οἶσθα μενοινήν; 11 Μάρτυρον ἐμπεδόμυθον ἀμὴν ἀμὴν πάλιν ἔστω, Θεσπεσίης τόπερ ἴδμεν ἐτήτυμον ἔγκυον ὀμφῆς, Φθεγγόμεθα, σπείροντες ἐς οὔατα δύσμαχα φωτῶν, Χείλεσιν ἀπλανέεσσι, καὶ ἡμετέροιο Τοκῆος Ὅσσα παρ' Ὑψιμέδοντος ἐμαὶ δεδάασιν ἀκουαὶ, Μαρτυρίης κήρυκι διδάσκομεν ἴδμονι φωνῇ· Ἡμετέρην δ' ἀδίδακτος ἀκηλήτων νόος ἀνδρῶν Πιστὴν μαρτυρίην οὐ δέχνυται. 12 Ἀπλανέων δὲ Εἴ τινα μῦθον ἔειπον ἐπιχθονίων χάριν ἔργων, Καὶ τόσον ὑμείων βαρυπειθέες εἰσὶν ἀκουαὶ, Εἰ στρατιὴν πτερόεσσαν ἢ αἰθέρος ἔργα βοήσω, Μᾶλλον ἀπειρήτοισι πόθεν πείθεσθε μενοιναῖς, Οὐρανίης ἀΐοντες ἀθηήτου φύσιν ὕλης; 13 Οὔποτε δὲ βροτὸς ἄλλος, ὑπηνέμιον πόδα πάλλων, Οὐρανίων ἐπάτησεν ἀνέμβατον ἄντυγα κύκλων, Εἰ μὴ θέσκελος οὗτος, ὃς ἀθανάτην ἕο μορφὴν Οὐρανόθεν κατέβαινεν ἀηθέα σαρκὶ συνάπτων, Ἀνθρώπου μόνος Υἱὸς, ὃς ἀστερόεντι μελάθρῳ Πάτριον οὖδας ἔχων, αἰώνιος αἰθέρα ναίει. 14 Καὶ σκοπιῆς παρὰ πέζαν ἐρημάδος οἷά τε Μωσῆς Δακνομένων ὕψωσεν ὄφιν δηλήμονα φωτῶν, Δουρατέης μεθέποντα τύπον ποιητὸν ἀκάνθης· Οὕτω γυιοβόρων τελέων ἀλκτήρια νούσων, Καὶ Πάϊς ἀνθρώποιο βροτοῖς ὑψούμενος ἔσται, Λυσιπόνου μίμημα δρακοντείοιο προσώπου· 15 Ὄφρα μιν ὃς δέξαιτο νόου πειθήμονι θεσμῷ, Ζωῆς κυδιάνειραν ἐσαθρήσειε γαλήνην, Εἰς ὅσον εὐρυγένειος ἑλίσσεται ἔμπεδος αἰών.
is of the self-begotten Spirit of the pure washing, is life-sustaining Spirit, by a midwife-free law the self-sprung offshoot of regenerate childbirth. 7 And do not hold amazement concerning the God-uttered speech, if I told you that one must perceive another starting-point of birth brought forth by water. 8 The whirling Spirit, with an unseen pulse, knows how to blow round about where It wills; and you hear the God-whirled hum of the airy voice appearing near at hand, borne to your ears, yet you cannot discern with your eyelids whence It comes or whither It goes. Such is the stamp of every man brought forth by the Spirit out of liquid fire, and not by an eddy of dust. 9 He spoke; and Nicodemus answered: How can these things come to pass? 10 And Christ uttered a wondrous oracular voice: You are a teacher of Israel, and do you not perceive? Have these things escaped you, and do you not know My mind? 11 Again let amen, amen be the firm-worded witness: what we truly know, pregnant with heavenly utterance, we speak with unerring lips, sowing into the hard-fighting ears of mortals, and whatsoever my ears have learned from our High-Ruling Begetter we teach with knowing herald-voice of testimony; yet the untaught mind of uncharmed men does not receive our faithful testimony. 12 And if I spoke an unerring word for the sake of earthly works, and your ears are so slow to be persuaded, if I proclaim the winged host or the works of the upper air, how shall you be persuaded with still more inexperienced thoughts when you hear the nature of unseen heavenly matter? 13 And never did any other mortal, brandishing a wind-swift foot, tread the untrodden rim of the heavenly circles, save this wondrous One Who came down from heaven joining His immortal form, unaccustomed, to flesh—the only Son of Man, Who, holding His ancestral floor in the starry hall, dwells eternal in the upper air. 14 And just as beside the foot of the desert watch-height Moses lifted up the destructive serpent of bitten mortals, bearing the fashioned figure of a wooden spine, so, accomplishing remedies against limb-devouring diseases, the Child of Man also shall be lifted up for mortals, a likeness of the pain-loosing dragon-countenance; 15 so that whoever receives Him by the obedient law of the mind may gaze upon the man-glorifying calm of life, for so long as the broad-bearded steadfast age revolves.