Εὐάζων ἔτι Πάσχα, καὶ ἀρνοφάγων ἱερήων Ὄργια μυστιπόλευε φιλόκροτα θυιὰς ἑορτή· Πολλοὶ λύσσαν ἄπιστον ἐπετρέψαντο θυέλλαις, Χριστῷ πίστιν ἔχοντες ἐς οὔνομα. 24 Πειθομένοις δὲ Ἀνδράσιν οὐ πίστευεν ἑὸν νόον. 25 Οὐ γὰρ ἀκούειν Ἄλλου φθεγγομένοιο νόθης ἐπεδεύετο φωνῆς Ὄφρα μάθῃ νόον ἀνδρὸς ἀμάρτυρον· ἔργα δὲ φωτῶν Ἤδεεν αὐτοδίδακτος, ὅσα φρενὸς ἔνδοθεν ἀνὴρ Εἶχεν, ἀκηρύκτῳ κεκαλυμμένα φάρεϊ σιγῆς.
celebrating still the Passover, and the rapturous applause-loving feast performed the mystic rites of the lamb-eating priests—many consigned their unbelieving frenzy to the storm-winds, holding faith in Christ's name. 24 Yet to the men who were persuaded He did not entrust His own mind. 25 For He needed no borrowed voice of another speaking to hear so that He might learn a man's unwitnessed mind; rather, self-taught, He knew the deeds of mortals, whatsoever a man held within his heart, veiled beneath the unheralded cloak of silence.
1 Ἦν δέ τις ἱερὸν αἷμα γοοπλανέων Φαρισαίων Ἀρχὸς Ἰουδαίων, πολυλήϊος, ἔννομος ἀνήρ· Οὔνομά οἱ Νικόδημος. 2 Ἀμάρτυρος οὗτος ὁδίτης Χριστῷ νυκτὸς ἵκανε· φυλλασσομένῳ ποδὶ βαίνων, Ἔννυχος εἰς δόμον ἦλθεν, ὅπη φάος. Ἀνδρὶ δὲ πιστῷ Ἰησοῦς ἐνέπων βαπτίσματος ἔνθεον αἴγλην, Νυκτιφανῆ Νικόδημον ἑῷ φαιδρύνατο μύθῳ. Καί οἱ μῦθον ἔλεξε Θεῷ πειθήνιος ἀνήρ· Ῥαββὶν ποικιλόμυθε, θεοφραδὲς, ἴδμεν ὀπωπαῖς Ὅττι Θεοῦ πομπῇσι διδάσκαλος ἵκεο κόσμου, Ἀνδρομέου βιότοιο βοηθόος· οὐ δύναται γὰρ Θνητὸς ἀνὴρ τάδε πάντα πολύτροπα θαύματα τεύχειν, Ὅσσα σὺ θεσπεσίῳ τελέεις παιήονι μύθῳ, Εἰ μή οἱ συνάεθλος ἀλεξίκακος Θεὸς εἴη. 3 Ἰησοῦς δ' ἀγόρευεν ἀσημάντῳ τινὶ μύθῳ· Εἰ μή τις μετὰ κέντρα τελεσσιγόνοιο λοχείης Θνητὸς ἀνὴρ τίκτοιτο τὸ δεύτερον, αἰθέρος αὐλῆς Οὐ δύναται βροτὸς οὗτος ἔχειν αἰώνιον ἀρχήν. 4 Καὶ κεράσας Νικόδημος ἀνήρυγε θαύματι φωνήν· Πῶς δύναται μετὰ γῆρας ἀνὴρ, μετὰ λευκάδα χαίτην, Ἄλλην ὀψιτέλεστον ἔχειν ὠδῖνα γενέθλης; Μὴ δύναται δίχα πατρὸς, ἀεξιτόκου διὰ κόλπου Μητέρος ἀρχαίης ἐγκύμονα γαστέρα δύνων, Θεσμὸν ἰδεῖν γονόεντα παλιννόστου τοκετοῖο; 5 Ἰησοῦς δ' ἀπάμειπτο, διδάσκαλον ἄνδρα διδάσκων· Εἰ μή τις καθαροῖσι δέμας λουτροῖσι καθαίρων Πνεύματος ἐξ ἁγίοιο καὶ ὕδατος εἰν ἑνὶ θεσμῷ, Ὁπλοτέρην δέξοιτο γενέθλιον ἄσπορον ἀρχὴν, Ἀντίτυπον μίμημα γυναικείου τοκετοῖο, Οὐ δύναται βροτὸς οὗτος ἐπεσσομένοιο νοῆσαι Οὐρανίην αἰῶνος ἀτέρμονος ἥλικα τιμήν. 6 Καὶ γὰρ ὅπερ μερόπων χθονίη διεώσατο γαστὴρ, Σαρκὸς ἀπὸ βροτέης μορφούμενον, ἀνδρομέη σὰρξ Τοῦτο πέλει· τὸ δὲ θεῖον, ὅπερ καθαροῖο λοετροῦ
1 Now there was one of the sacred blood of the mournful-wandering Pharisees, a ruler of the Jews, rich in fields, a law-abiding man; his name was Nicodemus. 2 Unwitnessed, this wayfarer came to Christ by night; stepping with guarded foot, by night he came into the house where the Light was. And to the faithful man Jesus, declaring the divine radiance of baptism, brightened night-appearing Nicodemus with His speech. And the man obedient to God spoke a word to Him: Many-counselled Rabbin, God-inspired, we know by our eyes that by God's guidance You have come as Teacher of the world, helper of human life; for a mortal man cannot work all these manifold marvels which You accomplish by Your heavenly healing word, unless God Who averts ill were His fellow-striver. 3 And Jesus spoke in a mysterious word: Unless after the pangs of birth-accomplishing travail a mortal man be born a second time, that mortal cannot hold the eternal dominion of the court of heaven. 4 And mingling his voice with wonder, Nicodemus cried out: How can a man after old age, after white hair, have another late-fulfilled pang of birth? Can he without a father, entering the pregnant womb through the birth-nurturing bosom of his ancient mother, behold the generative law of a returning childbirth? 5 And Jesus answered, teaching the man who was a teacher: Unless someone, cleansing his frame in pure washings from the Holy Spirit and water in a single ordinance, receive a newer, unseeded natal beginning, an antitypal likeness of womanly childbirth, that mortal cannot perceive the heavenly honour coeval with the boundless age to come. 6 For whatsoever the earthly womb of mortals has thrust forth, shaped from mortal flesh, this is human flesh; whereas that divine thing which from the pure washing
24 Αὐτὸς δὲ ὁ Ἰησοῦς οὐκ ἐπίστευεν ἑαυτὸν αὐτοῖς, διὰ τὸ αὐτὸν γινώσκειν πάντας·
24 But Jesus Himself did not entrust Himself to them, because He knew all men;
1 Ἦν δὲ ἄνθρωπος ἐκ τῶν Φαρισαίων, Νικόδημος ὄνομα αὐτῷ, ἄρχων τῶν Ἰουδαίων.
1 Now there was a man of the Pharisees, Nicodemus was his name, a ruler of the Jews.
2 Οὗτος ἦλθε πρὸς τὸν Ἰησοῦν νυκτὸς, καὶ εἶπεν αὐτῷ· Ῥαββὶ, οἴδαμεν ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος· οὐδεὶς γὰρ ταῦτα τὰ σημεῖα δύναται ποιεῖν ἃ σὺ ποιεῖς, ἐὰν μὴ ᾖ ὁ Θεὸς μετ' αὐτοῦ.
2 This man came to Jesus by night, and said to Him: Rabbi, we know that You have come from God as a teacher; for no one can do these signs which You do, unless God be with him.