Migne Reading Room

PG 43 · cols. 774–779 · Read from the page

Paraphrasis S. Evangelii secundum Joannem (Μετάφρασις τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου)

Paraphrasis S. Evangelii secundum Joannem (Μετάφρασις τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 43:774Read from the page
6 Ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ· ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας, ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ. Ὥρα ἦν ὡσεὶ ἕκτη.
6 Now Jacob's spring was there; Jesus therefore, wearied from the journey, was sitting thus by the spring. It was about the sixth hour.
7 Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Δός μοι πιεῖν.
7 A woman of Samaria comes to draw water. Jesus says to her: Give Me to drink.
8 Οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν ἵνα τροφὰς ἀγοράσωσι.
8 For His disciples had gone away into the city to buy food.
9 Λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαμαρεῖτις· Πῶς σὺ Ἰουδαῖος ὢν παρ' ἐμοῦ πιεῖν αἰτεῖς, οὔσης γυναικὸς Σαμαρείτιδος; οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις.
9 The Samaritan woman therefore says to Him: How is it that You, being a Jew, ask to drink from me, who am a Samaritan woman? For Jews have no dealings with Samaritans.
PG 43:775Read from the page
10 Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι· Δός μοι πιεῖν· σὺ ἂν ᾔτησας αὐτὸν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν.
10 Jesus answered and said to her: If you knew the gift of God, and Who it is Who says to you: Give Me to drink, you would have asked Him, and He would have given you living water.
11 Λέγει αὐτῷ ἡ γυνή· Κύριε, οὔτε ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶ βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν;
11 The woman says to Him: Sir, You have nothing to draw with, and the well is deep; whence then do You have the living water?
12 Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακὼβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ, καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιε, καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ τὰ θρέμματα αὐτοῦ;
12 Are You greater than our father Jacob, who gave us the well, and drank from it himself, and his sons, and his livestock?
13 Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτῇ· Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου, διψήσει πάλιν.
13 Jesus answered and said to her: Everyone who drinks of this water shall thirst again.
14 Ὃς δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ,
14 But whoever drinks of the water that I shall give him,
PG 43:776Read from the page
Οὐ γὰρ Ἰουδαῖοι μιγάδες ξυνήονι θεσμῷ Ἐς βίον ἀλλήλοισιν ὁμίλεον ἢ Σαμαρεῖται. 10 Καί οἱ Χριστὸς ἔειπεν ἀσημάντῳ τινὶ μύθῳ· Εἰ μάθες ὑψίστοιο Θεοῦ χάριν, εἰ δόσιν ἔγνως, Καὶ τίς ἔην ὃς ἔειπεν· Ἐπιχθονίης ἀπὸ πηγῆς Δός μοι δίψαν ἔχοντι πιεῖν μινυώριον ὕδωρ, Αὐτὴ προφρονέως αἰώνιον ᾔτεες αὐτὸν Ζωὸν ὕδωρ, καὶ τοῦτο σοφὸν ποτὸν εἶχεν ὀπάσσαι. 11 Εἶπε δὲ μὴ νοέουσα γυνὴ φυσίζοον ὕδωρ· Ὦ Ἄνα, θάμβος ἔχει με· σὺ γὰρ τροχοειδέϊ κύκλῳ Οὐ κάδον ἑλκυστῆρα φέρεις, οὐ σχοῖνον ἀείρεις, Ὄφρα βυθῷ χαλάσειας ὑποβρυχίων ἀπὸ κόλπων, Χερσὶν ἀμοιβαίοισιν ἄγων μετανάστιον ὕδωρ· Καὶ φρέαρ ἐστὶ βάθιστον· ἀπὸ χθονίοιο δὲ κόλπου Τοῦτο πόθεν ζείδωρον ἀρυόμενος ξένον ὕδωρ, Αὐτὸς ἔχεις ποτὸν ἄλλο; 12 Μὴ ἀρσενόπαιδος Ἰακὼβ Μείζων ἡμετέροιο πέλεις ζαθέοιο τοκῆος; Ὅς φρέαρ ὤπασε τοῦτο γέρας Σαμαρείτιδι γαίῃ, Καὶ πίεν ἐξ αὐτοῖο πεδοτροφὲς ὅρκιον ὕδωρ, Αὐτὸς ὁμοῦ καὶ παῖδες, ὀρεσσινόμων τε γενέθλη, Τετραπόδων τε φάλαγγες; 13 Ἀνεγρομένην δὲ γυναῖκα Ἰησοῦς ἐδίδαξεν, ἀπ' ἀχλύος εἰς φάος ἕλκων· Ὅς πίεται χθονίων λαγόνων μινυώριον ὕδωρ Πίδακος, ἢ γλυκὺ νᾶμα χαμαιγενέος ποταμοῖο, Διψήσει παλίνορσος· 14 ὅπερ δέ οἱ ἐγγυαλίξω, Οὔποτε διψήσειε πιὼν αἰώνιον ὕδωρ, Ἀλλά οἱ ἐν πραπίδεσσι μενεῖ ῥόος, ἔμφρονι παλμῷ Ἁλλόμενον νοεροῖο βυθοῦ θεοδινέϊ ῥιπῇ Πηγῆς ἐνδομύχοιο παλιμφυὲς ἔμπεδον ὕδωρ Ζωῆς ἀενάοιο, καὶ οὐ χθονίου ποταμοῖο. 15 Ἰησοῦν δ' ἱκέτευε γυνὴ πειθήμονι φωνῇ Δός μοι, Κοίρανε, τοῦτο πιεῖν βιοτήσιον ὕδωρ, Πίδακος οὐδαίης ἀλλότριον, ὄφρα πιοῦσα Μήποτε διψήσω, καὶ μηκέτι δεῦρο περήσω, Ἐκ βυθίων λαγόνων ἀρύειν βεβιημένον ὕδωρ. Εἶπε. 16 Καὶ ἀγκυλόμητιν ἀμοιβαίῳ τινὶ μύθῳ Ἰησοῦς πολύανδρον ἐπειρήτιζε γυναῖκα· Ἔρχεο, καὶ κίκλησκε τεὸν πόσιν· ἐκ πόλιος δὲ Σπεῦδε ποσὶν ταχινοῖσι τοδεύτερον ἐνθάδε βαίνειν. Εἶπε. 17 Καὶ ἀγνώσσουσα πολυσπερέων περὶ λέκτρων, Ψευδομένη Σαμαρεῖτις ἐτήτυμον ἴαχε φωνήν· Ἡ πόσιν οὐ μεθέπουσα, πόθεν πόσιν εἰς σὲ καλέσσω; Οὐ γὰρ ἔχω φίλον ἄνδρα. 18 Θεὸς δ' ἤλεγξε γυναῖκα· Οἶδα, γύναι, μετὰ πέντε νόθον τεὸν ἕκτον ἀκοίτην.
For neither Jews nor Samaritans mingled together under a common law associated with one another in livelihood. 10 And Christ spoke to her with a certain darkly hinted word: If you had learned the grace of God Most High, if you had known the gift, and Who it was Who said: From an earthly spring give Me who hold thirst short-lived water to drink, you yourself readily would have asked Him for eternal living water, and He was able to bestow this wise drink. 11 And the woman, not understanding the life-giving water, said: O King, amazement holds me; for You bear no drawing-bucket on a wheel-like ring, nor lift a rope, that You might lower it into the deep from underwater bosoms, bringing up migrant water with alternating hands; and the well is deepest; whence then, drawing from an earthly bosom this life-giving foreign water, do You Yourself hold another drink? 12 Are You greater than our most holy father Jacob blessed with male children, who bestowed this well as a gift upon the Samaritan land, and drank from it soil-nourished covenant water, himself together with his children, and the breed of mountain-pasturing flocks, and droves of four-footed beasts? 13 And Jesus taught the awakened woman, drawing her out of mist into light: Whoever drinks short-lived water of an earthly spring's flanks, or the sweet stream of a low-born river, shall thirst once again; 14 whereas whatsoever I shall put into his hands, never could he thirst having drunk eternal water, but within his heart the stream will abide, steadfast ever-renewed water of everlasting life — and not of an earthly river — leaping with wise pulse by the God-whirled impulse of an inward spiritual depth's spring. 15 And the woman entreated Jesus with obedient voice: Give me, O Sovereign, this water of life to drink, alien from a ground-fed spring, that having drunk I may never thirst, and no longer cross hither to draw forced water out of deep flanks. She spoke. 16 And with a certain answering speech Jesus tested the crooked-counselled woman of many husbands: Go, and summon your husband; and from the city hasten with swift feet to come hither a second time. He spoke. 17 And pretending ignorance concerning her many-sown beds, the lying Samaritan woman cried out a truthful voice: Attending no husband, whence shall I call a husband to You? For I have no dear husband. 18 And God convicted the woman: I know, woman, after five, your spurious sixth bedfellow.
οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα, ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.
shall never thirst for ever, but the water that I shall give him will become in him a spring of water leaping up unto eternal life.
15 Λέγει πρὸς αὐτὸν ἡ γυνή· Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ, μηδὲ ἔρχωμαι ἐνθάδε ἀντλεῖν.
15 The woman says to Him: Sir, give me this water, that I may not thirst, nor come hither to draw.
16 Λέγει αὐτῇ ὁ Ἰησοῦς· Ὕπαγε, φώνησον τὸν ἄνδρα σου, καὶ ἐλθὲ ἐνθάδε.
16 Jesus says to her: Go, call your husband, and come hither.
17 Ἀπεκρίθη ἡ γυνὴ καὶ εἶπεν· Οὐκ ἔχω ἄνδρα. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Καλῶς εἶπας· ὅτι Ἄνδρα οὐκ ἔχω.
17 The woman answered and said: I have no husband. Jesus says to her: You have well said: I have no husband.
18 Πέντε γὰρ ἄνδρας ἔσχες· καὶ νῦν ὃν ἔχεις, οὐκ ἔστι σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας.
18 For you have had five husbands; and he whom you now have is not your husband; this you have spoken truly.
PG 43:777Read from the page
Πέντε γὰρ ἔλλαχες ἄνδρας, ἀμοιβαδὸν ἄλλον ἐπ' ἄλλῳ· Καὶ νῦν ὃν μεθέπεις, οὐ γνήσιός ἐστιν ἀκοίτης· Τοῦτό μοι ἀτρεκέως μυθήσαο. 19 Θαμβαλέη δὲ Οὐτιδανὴ Σαμαρεῖτις ἀμείβετο θήλεϊ φωνῇ· Κοίρανε, γινώσκω σε θεηγόρον ἄνδρα προφήτην. 20 Ἡμείων δ' ἀνιόντες ἐς οὔρεα ταῦτα τοκῆες Αὐχένα δοχμώσαντο πολυκνίσσῳ παρὰ πέτρῃ, Καὶ Θεὸν εὐαγέεσσιν ἐμειλίξαντο θυηλαῖς· Ὑμεῖς δ' ἄρμενον ἄλλον ὑπὸ κλέτας Ἱροσολύμων Χῶρον ἐμυθήσασθε, μεμηλότα θέσπιδι βουλῇ, Ἧχι Θεῷ χρέος ἐστὶ θεοδμήτῳ παρὰ βωμῷ Μάρτυρον ἱκεσίης κυρτούμενον αὐχένα κάμπτειν, Κύμβαχον ὀκλάζοντας. 21 Ἄναξ δ' ἠμείβετο μύθῳ· Πείθεό μευ, Σαμαρεῖτι γύναι, νημερτέϊ μύθῳ, Ὅττι νέου βιότοιο διάκτορος ἔρχεται ὥρη, Εὐσεβίης ὀχετηγὸς, ὅτ' οὐκέτι μύστιδι τέχνῃ Οὔρεος ὑμετέροιο θεοκλήτῳ παρὰ βωμῷ, Οὐδὲ τανυσκοπέλων ὑπὸ τέμπεσιν Ἱροσολύμων Αἵματι ταυρείῳ κεραελκέα ῥέζετε λοιβὴν, Ἱκέσιον κλίνοντες ἐρειδόμενον γόνυ πέτρῃ. 22 Ὑμεῖς μὲν κραδίης σφαλερῆς ἑτεραλκέϊ θεσμῷ, Ὃν φρεσὶν οὐκ ἐδάητε, γεραίρετε μοῦνον ἀκουῇ, Μιμηλὴν τελέοντες ἀληθέος εἰκόνα μύθου· Ἡμεῖς δ' εὐαγέεσσιν ἀνάπτομεν ὄργια βωμοῖς, Μυστιπόλῳ τόπερ ἴσμεν ἀνευάζοντες ἰωῇ, Καὶ Θεὸν αὐτογένεθλον ἀείδομεν ἔμφρονι μύθῳ. 23 Ἀλλὰ σοφαῖς τελετῇσι θεηπόλος ἔρχεται ὥρη, Καὶ νῦν ἄγχι βέβηκεν, ἀληθέες ὁππότε μύσται Ξυνὸν ὑποκλινέουσι λιτήσιον αὐχένα γαίῃ, Αὐχένα δοχμωθέντα καθελκομένοιο καρήνου, Πάντες ἀληθείῃ καὶ πνεύματι. Μυστιπόλους γὰρ Τοίους ὑψιμέδων ἐθέλει Θεὸς, οἵτινες αὐτῷ Ἀκροπαγῆ κάμπτουσι συνήορα γούνατα γαίῃ, Πνεύματι θεσπεσίῳ, καὶ ἀληθέϊ μάρτυρι φωνῇ, Ἐν δαπέδῳ πρηνηδὸν ἐρειδομένοιο προσώπου. 24 Πνεῦμα Θεὸς νημερτὲς, ὅθεν χρόνος ἀνέρας ἕλκει, Ἀτρεκίην καὶ πνεῦμα μιῇ κεράσαντας ἐρωῇ, Ἀενάου κόσμοιο Θεὸν Γενετῆρα γεραίρειν. Εἶπε· 25 καὶ ἀγνώσσουσα γυνὴ, μαντώδεϊ φωνῇ Χριστῷ Χριστὸν ἔλεξεν· ἀοσσητῆρα δὲ κόσμου Ὀψὲ μολεῖν ἀγόρευε, τὸν ἐγγύθεν εἶχε μολόντα· Κοίρανε, θεσμοφόρων πατέρων ἐδάημεν ἀκουῇ, Μεσσίας ὅτι θεῖος ἐλεύσεται, ὅντινα λαοὶ Χριστὸν ἐφημίξαντο· καὶ ὁππότε κεῖνος ἱκάνῃ, Ἡμέας ἀγνώσσοντας ἐτήτυμα πάντα διδάξει. Εἶπε γυνή· 26 καὶ Χριστὸς ἀμείβετο μάρτυρι μύθῳ, Δάκτυλον αὐτοβόητον ἀναυδέϊ ῥινὶ πελάσσας·
For five husbands have fallen to your lot, in turn one after another; and he whom you now attend is no lawful bedfellow: this you have spoken to Me unerringly. 19 And astonished, the lowly Samaritan woman answered with female voice: Sovereign, I recognize You to be a God-speaking man, a prophet. 20 Now our fathers ascending into these mountains bent the neck beside a rock rich in sacrificial savour, and propitiated God with pure offerings; whereas you have spoken of another fitting place beneath the slope of Jerusalem, cared for by divine counsel, where beside a God-built altar it is needful to bend to God an arched neck witnessing supplication, crouching headlong. 21 And the King answered with speech: Obey Me, Samaritan woman, with unerring word, that the ministering hour of a new life is coming, the channel of piety, when no longer with mystic art beside the God-invoked altar of your mountain, nor beneath the vales of wide-cragged Jerusalem, do you perform with bull's blood a horn-drawn libation, bending a suppliant knee propped upon rock. 22 You indeed by the shifting ordinance of an erring heart honour by hearsay alone Him Whom you knew not in mind, accomplishing a mimetic image of true speech; whereas we kindle rites upon pure altars, celebrating with mystic cry what we know, and sing with wise speech the self-begotten God. 23 Yet with wise rites the God-serving hour is coming, and has now stepped near, when true initiates will bow down together to earth a suppliant neck, a neck bent sideways as the head is drawn down, all in truth and spirit. For God Who rules on high desires such mystic worshippers, who bend to Him united knees planted on their tips upon earth, in divine spirit and truthful witnessing voice, with face propped prone upon the pavement. 24 God is unerring Spirit, whence time draws men, having mingled truth and spirit in one impulse, to honour God the Begetter of the everlasting world. He spoke; 25 and the woman, unknowing, with prophetic voice spoke of Christ to Christ; and she said that the Helper of the world would come late, Whom she held near at hand already come: Sovereign, by hearsay of law-giving fathers we have learned that the godly Messiah will come, Whom the peoples have named Christ; and when He comes, He will teach us, who are ignorant, all true things. The woman spoke; 26 and Christ answered with witnessing word, bringing a self-proclaiming finger near a voiceless nose:
19 Λέγει αὐτῷ ἡ γυνή· Κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ.
19 The woman says to Him: Sir, I perceive that You are a prophet.
20 Οἱ πατέρες ἡμῶν ἐν τούτῳ τῷ ὄρει προσεκύνησαν· καὶ ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου δεῖ προσκυνεῖν.
20 Our fathers worshipped on this mountain; and you say that in Jerusalem is the place where one must worship.
21 Λέγει αὐτῇ ὁ Ἰησοῦς· Γύναι, πίστευσόν μοι ὅτι ἔρχεται ὥρα, ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ Πατρί.
21 Jesus says to her: Woman, believe Me, an hour is coming when neither on this mountain nor in Jerusalem will you worship the Father.
22 Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε· ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν· ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν.
22 You worship what you do not know; we worship what we know, for salvation is from the Jews.
PG 43:778Read from the page
23 Ἀλλ' ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ Πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ· καὶ γὰρ ὁ Πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν.
23 But an hour is coming, and now is, when the true worshippers will worship the Father in spirit and truth; for indeed the Father seeks such to be His worshippers.
24 Πνεῦμα ὁ Θεός· καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.
24 God is Spirit; and those who worship Him must worship in spirit and truth.
25 Λέγει αὐτῷ ἡ γυνή· Οἶδα ὅτι Μεσσίας ἔρχεται, ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν πάντα.
25 The woman says to Him: I know that Messiah is coming, Who is called Christ; when He comes, He will declare all things to us.
26 Λέγει αὐτῇ ὁ Ἰησοῦς· Ἐγώ εἰμι, ὁ λαλῶν σοι.
26 Jesus says to her: I Who speak to you am He.
PG 43:779Read from the page
27 Καὶ ἐπὶ τούτῳ ἦλθον οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐθαύμασαν ὅτι μετὰ γυναικὸς ἐλάλει· οὐδεὶς μέντοι εἶπε· Τί ζητεῖς; ἢ, Τί λαλεῖς μετ' αὐτῆς;
27 And at this point His disciples came, and they marvelled that He was speaking with a woman; yet no one said: What do You seek? or, Why do You speak with her?
28 Ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ, καὶ ἀπῆλθεν εἰς τὴν πόλιν, καὶ λέγει τοῖς ἀνθρώποις·
28 So the woman left her waterpot, and went away into the city, and says to the men:
29 Δεῦτε, ἴδετε ἄνθρωπον, ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα· μήτι οὗτός ἐστιν ὁ Χριστός;
29 Come, see a man Who told me all things that I did; can this be the Christ?
30 Ἐξῆλθον οὖν ἐκ τῆς πόλεως, καὶ ἤρχοντο πρὸς αὐτόν.
30 They went out of the city therefore, and were coming to Him.
31 Ἐν δὲ τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ, λέγοντες· Ῥαββὶ, φάγε.
31 Meanwhile the disciples were urging Him, saying: Rabbi, eat.
32 Ὁ δὲ εἶπεν αὐτοῖς· Ἐγὼ βρῶσιν ἔχω φαγεῖν ἣν ὑμεῖς οὐκ οἴδατε.
32 But He said to them: I have food to eat of which you do not know.
33 Ἔλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους· Μήτις
33 The disciples therefore were saying to one another: Has anyone