Migne Reading Room

PG 43 · cols. 756–761 · Read from the page

Paraphrasis S. Evangelii secundum Joannem (Μετάφρασις τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου)

Paraphrasis S. Evangelii secundum Joannem (Μετάφρασις τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 43:756Read from the page
Ἠνίδε παγγενέταο Θεοῦ σχεδὸν ἀμνὸς ἐχέφρων. 30 Οὗτος ἔην ὃν ἔειπον· Ὀπίστερος ἔρχεται ἀνὴρ, Ὅς μευ ἔφυ προπάροιθεν. 31 Ἐγὼ δέ μιν οὐ πάρος ἔγνων Ὄμμασιν, ἀλλ' ἵνα πᾶσιν ἔχων ἄγνωστον ὀπωπὴν Ἰσραὴλ τεκέεσσιν ἀσημάντοισι φανείη, Ἦλθον ἐγὼ προκέλευθος ἀκηρύκτοιο πορείης, Βαπτίζων ἀδίδακτον ἀπευθέα λαὸν ἀλήτην.
near is the wise Lamb of God the All-Begetter. 30 This was He of Whom I spoke: After me comes a man Who sprang forth before me. 31 Yet I myself did not know Him before with my eyes; rather, so that He Who kept His countenance unknown to all might be manifested to the unmarked children of Israel, I came as forerunner of an unheralded journey, baptizing an untaught, uninquiring, wandering people.
32 Καὶ πετάσας στόμα θεῖον, ὅλῳ φιλοπευθέϊ λαῷ Μαρτυρίην ἀγόρευεν ἑῇ πανθελγέϊ φωνῇ, Ὅττι περ αἰθερίων κατανεύμενον ἔδρακε κόλπων Πνεῦμα Θεοῦ, πτερύγων πεφορημένον ἔμφρονι παλμῷ, Ἀντίτυπον μίμημα πελειάδος, ἄχρις ἐπ' αὐτὸν Ἦλθε, καὶ αὐτόθι μίμνεν. 33 Ἐγὼ δέ μιν οὐ πάρος ἔγνων, Ἀλλά μοι αὐτὸς ἔειπεν ἑῇ σημάντορι φωνῇ, Ὅστις ἐμὲ προέηκε παλιγγενέων δέμας ἀνδρῶν Βαπτίζειν, ἀπύροισι καὶ ἀπνεύστοισι λοετροῖς· Εἰς ὃν ἂν ἀθρήσειας ὑπηνέμιον καταβαῖνον Πνεῦμα Θεοῦ νοεροῖο, καὶ αὐτόθι ἔμπεδα μίμνει, Οὗτος ἀφωτίστοισι φάος μερόπεσσιν ὀπάσσει, Ἐν πυρὶ βαπτίζων καὶ πνεύματι. 34 Καί μιν ὀπωπῇ Εἶδον ἐγὼ, καὶ ἔειπον ἀληθέα μάρτυρα φωνὴν, Ὅττι Θεοῦ γόνος οὗτος, ἀειζώοιο Τοκῆος. 35 Ἀλλ' ὅτε δὴ φάος ἄλλο παλίνδρομος ἤγαγεν ἠὼς, Θεῖος ἀνὴρ ἕστηκε, δύω δέ οἱ ἄγχι μαθηταὶ Χριστοῦ θεσπεσίης ἀδαήμονες εἰσέτι μορφῆς· 36 Χριστὸν ἰδὼν στείχοντα βατὴν χθόνα πεζὸν ὁδίτην, Ἅρματος ὑψιπόροιο μετάρσιον ἡνιοχῆα Ἁγνὸς Ἰωάννης, πάλιν ἴαχεν ἠθάδι φωνῇ· Οὗτος ἐπουρανίοιο Θεοῦ λάλος ἀμνὸς ὁδεύει. 37 Καὶ ζαθέην ἀΐοντες ἀληθέος ἀνδρὸς ἰωὴν Ἀπλανέες δύο φῶτες, ὀπίστεροι ἦλθον ὁδῖται Χριστοῦ νεισσομένοιο. 38 Καὶ αὐτοδίδακτον ὀπωπὴν Ἐντροπαλιζομένην διδύμους ἐπὶ φῶτας ἑλίξας, Ἑσπομένων ἐρέεινε συνωρίδα δίζυγον ἀνδρῶν· 39 Δεῦρο τί μαστεύοντες ἱκάνετε; Καὶ μίαν ἄμφω Πευθομένου Βασιλῆος ὁμόθροον ἴαχον αὐδήν· Ῥαββὶν (ὅπερ καλέουσι διδάσκαλε), πῆ ποτε ναίεις; 40 Καὶ μίαν ἀμφοτέροισιν Ἄναξ ξυνώσατο φωνήν· Δεῦτε, καὶ ἀθρήσοιτε. Καὶ ἤλυθον ἄχρι μελάθρου, Καὶ μάθον ὁππόθι ναῖεν. Ὑπωρόφιοι δὲ μαθηταὶ Ἦμαρ ἐκεῖνο τέλεσσαν ἔσω Χριστοῖο μελάθρου, Ἀγχίθεοι. Δεκάτη δὲ ποδήνεμος ἔτρεχεν ὥρη.
32 And opening his divine mouth, to the whole inquisitive people he proclaimed his witness with his all-charming voice, that he had seen the Spirit of God descending from the heavenly bosoms, borne by the intelligent pulse of wings, the antitypal likeness of a dove, until He came upon Him and remained right there. 33 Yet I myself did not know Him before, save that He Himself told me with His commanding voice, Who sent me forth to baptize the frame of regenerate men in fireless and spiritless washings: Upon Whomever you behold the wind-swift Spirit of the intellectual God descending, and remaining steadfastly right there, He shall bestow light upon unenlightened mortals, baptizing in fire and spirit. 34 And with my sight I myself saw Him, and spoke a true witnessing voice, that this is the Offspring of God, the ever-living Begetter. 35 But when returning dawn brought another light, the divine man stood, and near him two disciples still unacquainted with Christ's heavenly form; 36 seeing Christ treading the passable earth as a traveller on foot, the exalted Charioteer of the high-faring chariot, pure John cried out again with his accustomed voice: Here journeys the speaking Lamb of the heavenly God. 37 And hearing the sacred cry of the truthful man, the two unerring men came behind as travellers on the road as Christ went along. 38 And turning back His self-taught gaze upon the twin men, He questioned the two-yoked pair of men who followed: 39 Seeking what do you come hither? And when the King inquired, both cried out a single voice in unison: Rabbin (which they call Teacher), where do you dwell? 40 And to both the Sovereign imparted a single voice: Come, and you may behold. And they came as far as the dwelling, and learned where He dwelt. And beneath the roof the god-near disciples spent that day within Christ's dwelling; and the wind-footed tenth hour was running.
35 Τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ Ἰωάννης, καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο.
35 On the next day again John was standing, and two of his disciples.
36 Καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι, λέγει· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ.
36 And looking upon Jesus as He walked, he says: Behold the Lamb of God.
37 Καὶ ἤκουσαν αὐτοῦ οἱ δύο μαθηταὶ λαλοῦντος, καὶ ἠκολούθησαν τῷ Ἰησοῦ.
37 And the two disciples heard him speaking, and they followed Jesus.
38 Στραφεὶς δὲ ὁ Ἰησοῦς, καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας, λέγει αὐτοῖς·
38 And Jesus turned, and beholding them following, says to them:
39 Τί ζητεῖτε; Οἱ δὲ εἶπον αὐτῷ· Ῥαββὶ (ὃ λέγεται ἑρμηνευόμενον, διδάσκαλε), ποῦ μένεις;
39 What do you seek? And they said to Him: Rabbi (which is to say, when translated, Teacher), where are You staying?
40 Λέγει αὐτοῖς· Ἔρχεσθε καὶ ἴδετε. Ἦλθον καὶ εἶδον ποῦ μένει· καὶ παρ' αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην. Ὥρα δὲ ἦν ὡς δεκάτη.
40 He says to them: Come and see. They came and saw where He was staying; and they remained with Him that day. Now it was about the tenth hour.
PG 43:757Read from the page
41 Καί τις ἔην ὃς ἵκανεν ἔσω θεοδέγμονος αὐλῆς, Ἀνδρείας, μερόπων ἁλιεὺς μετὰ πόντιον ἄγρην, Ἰχθυβόλου Σίμωνος ἀδελφεός· εἷς δέ τις αὐτῶν, Οὓς Θεὸς ἐξείνισσεν· Ἰωάνναο δὲ φωνῆς Ξυνῆς εἰσαΐοντι συνέμπορος ἦεν ἑταίρῳ, Ἀγχιφανής. Ἄμφω δὲ μιῇ πειθήμονι βουλῇ Χριστῷ ἐφωμάρτησαν· 42 ὁ μὲν, πρώτιστον ὁδεύων, Σύγγονον εὐώδινος ἐρευνητῆρα θαλάσσης Εὗρεν ἑὸν, Σίμωνα, καὶ ἔννεπεν ὀξέϊ μύθῳ· Σύγγονε, Μεσσίαν σοφὸν εὕρομεν, ὃς Θεὸς ἀνὴρ, Χριστὸς Ἰουδαίοισιν ἀκούεται Ἑλλάδι φωνῇ. 43 Ὣς εἰπὼν, ἐκόμισσεν ὁμόγνιον ὀξὺν ὁδίτην Ἰησοῦς ὅθι ναῖε· γαληναίῳ δὲ προσώπῳ Χριστὸς ἰδὼν Σίμωνα, σοφῷ μειλίξατο μύθῳ· Υἱὸς Ἰωάνναο σύ μοι πέλες· ἐσσὶ δὲ Σίμων, Ἐργατίνης πόντοιο· σύ μοι κικλήσκεο Κηφᾶς. Δεύτερον οὔνομα δέξο νεώτερον, ἀνέρες ἄλλοι Πέτρον ὅπερ καλέουσιν· ἐπωνυμίην δὲ καλύψει Πρεσβυτέρην Σίμωνος· ὑπέρτερον οὔνομα Πέτρου, Πίστιος ἀῤῥαγέος σημήϊον. 44 Ἀλλ' ὅτε γείτων Ἀκροφανὴς δροσερῇσι βολαῖς πορφύρεεν ἠὼς, Ἰησοῦς μετὰ νύκτα λιπόσκιον ἤθελε βαίνειν Εἰς πόλιν εὐώδινα τανυπλοκάμων Γαλιλαίων. Καὶ σχεδὸν εὗρε Φίλιππον· Ἄναξ δέ μιν εἶπε γενέσθαι Πιστὸν ἑὸν συνάεθλον, ὀπισθοκέλευθον ὁδίτην· Ἕσπεο καὶ σὺ, Φίλιππε. Καὶ εἰσέτι θερμὸς ἀκούων Οὔασι μῦθον ἔδεκτο, καὶ ἴχνεσιν ἔφθασε φωνήν.
41 And there was one who came inside the God-receiving court, Andrew, a fisher of mortals after the catch of the sea, brother of fish-striking Simon; and he was one of those whom God entertained as guests, and appearing near at hand he was a fellow-traveller to his companion as he listened to John's shared voice. And both with one obedient counsel followed after Christ; 42 he, journeying first of all, found his own kinsman Simon, searcher of the fruitful sea, and spoke with swift word: Kinsman, we have found the wise Messiah, the God-man Who among the Jews is called Christ in the Greek tongue. 43 So speaking, he brought his swift kinsman-traveller where Jesus dwelt; and with serene countenance Christ looked upon Simon and addressed him gently with wise speech: Son of John you are to Me, and you are Simon, labourer of the deep; be called by Me Cephas. Receive a newer second name, which other men call Peter; and it shall eclipse the elder surname of Simon—higher is the name of Peter, the token of unbreakable faith. 44 But when neighbouring dawn, appearing on the heights, reddened with dewy beams, Jesus after the shadow-leaving night wished to go to the fruitful city of the long-haired Galilaeans. And nearby He found Philip; and the Sovereign bade him become His faithful fellow-striver, a traveller following behind: Follow Me, you also, Philip. And still warm in hearing, he received the word with his ears, and with his footsteps overtook the voice.
45 Ξυνὴν δ' εἶχε Φίλιππος ἑὴν Βηθσαϊδὰ πάτρην, Ἀνδρείας ὅθι ναῖεν, ὅπη θρασὺς ᾤκεε Σίμων. 46 Ναθαναὴλ δὲ Φίλιππος ἑῷ μειλίξατο μύθῳ, Εὑρὼν εὐπετάλοιο κάτω δρυός· Ὃν σοφὸς ἀνὴρ Μωσῆς ἀρχιγένεθλος ἐπέγραψε θέσπιδι βίβλῳ, Εὕρομεν, ὃν σύμπαντες ὁμοῤῥήτῳ τινὶ μύθῳ Ἐσσομένων κήρυκες ἐπιστώσαντο προφῆται Ἰησοῦν, ὁσίοιο βοώμενον υἱὸν Ἰωσὴφ, Ναζαρὲθ ναετῆρα, Θεοῦ γόνον. 47 Ἀγχιπόρῳ δὲ Ναθαναὴλ ταχύμητις ἔπος ξύνωσε Φιλίππῳ· Ἐκ Ναζαρὲθ δύναται καλὸν ἔμμεναι; Εἰρομένῳ δὲ Σύνδρομος εἶπε Φίλιππος ἀπειροκάκῳ ἐνὶ μύθῳ· Ἔρχεο καὶ σκοπίαζε. 48 Καὶ ἀγχικέλευθον ὁδίτην Ναθαναὴλ ταχύγουνον Ἄναξ ἐπεδείκνυε λαῷ, Ἰσραὴλ γόνος οὗτος ἐτήτυμος, οὔτινι τεύχων Ἢ δόλον ἀλλοπρόσαλλον, ἢ ἀγκύλα μήδεα φαίνων. 49 Ναθαναὴλ δ' ἀΐων, ἐπεδείκνυε θαύματι φωνήν·
45 Now Philip had Bethsaida as his shared fatherland, where Andrew dwelt, where bold Simon had his home. 46 And Philip addressed Nathanael kindly with his speech, finding him beneath a fair-leaved tree: Him Whom the wise man Moses of primal race inscribed in the divinely inspired book we have found, Whom all the prophets, heralds of things to come, confirmed with one accordant word—Jesus, acclaimed the son of holy Joseph, dweller in Nazareth, Offspring of God. 47 And swift-counselled Nathanael shared a word with Philip walking nearby: Out of Nazareth can there be anything good? And as he inquired, his companion Philip said in guileless speech: Come and behold. 48 And as swift-kneed Nathanael drew near as a traveller on the way, the Sovereign pointed him out to the people: This is a true scion of Israel, fashioning against no one either fickle deceit or displaying crooked counsels. 49 And Nathanael, hearing, brought forth his voice in wonder:
41 Ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου, εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου, καὶ ἀκολουθησάντων αὐτῷ.
41 Andrew, the brother of Simon Peter, was one of the two who heard from John and followed Him.
42 Εὑρίσκει οὗτος πρῶτος τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα, καὶ λέγει αὐτῷ· Εὑρήκαμεν τὸν Μεσσίαν, ὅ ἐστι μεθερμηνευόμενον ὁ Χριστός·
42 He first finds his own brother Simon, and says to him: We have found the Messiah, which is, being interpreted, the Christ.
43 Καὶ ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. Ἐμβλέψας δὲ αὐτῷ ὁ Ἰησοῦς, εἶπε· Σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωνᾶ, σὺ κληθήσῃ Κηφᾶς· ὃ ἑρμηνεύεται Πέτρος.
43 And he brought him to Jesus. And Jesus, looking upon him, said: You are Simon the son of Jonas; you shall be called Cephas, which is translated Peter.
44 Τῇ ἐπαύριον ἠθέλησεν ὁ Ἰησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν· καὶ εὑρίσκει Φίλιππον, καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι.
44 On the next day Jesus wished to go forth into Galilee, and He finds Philip, and says to him: Follow Me.
45 Ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδὰ, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου.
45 Now Philip was from Bethsaida, of the city of Andrew and Peter.
PG 43:758Read from the page
46 Εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ, καὶ λέγει αὐτῷ· Ὃν ἔγραψε Μωσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν Ἰησοῦν τὸν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέθ.
46 Philip finds Nathanael, and says to him: Him of Whom Moses in the law, and the prophets, wrote, we have found—Jesus the son of Joseph, Who is from Nazareth.
47 Καὶ εἶπεν αὐτῷ Ναθαναήλ· Ἐκ Ναζαρὲθ δύναταί τι ἀγαθὸν εἶναι; Λέγει αὐτῷ Φίλιππος· Ἔρχου καὶ ἴδε.
47 And Nathanael said to him: Can anything good be out of Nazareth? Philip says to him: Come and see.
48 Εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν, καὶ λέγει περὶ αὐτοῦ· Ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστι.
48 Jesus saw Nathanael coming towards Him, and says concerning him: Behold, truly an Israelite in whom there is no guile.
49 Λέγει αὐτῷ Ναθαναήλ· Πόθεν με γινώσκεις; Ἀπεκρίθη ὁ Ἰησοῦς, καὶ εἶπεν αὐτῷ· Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν, εἶδόν σε.
49 Nathanael says to Him: From where do You know me? Jesus answered and said to him: Before Philip called you, when you were under the fig tree, I saw you.
PG 43:759Read from the page
50 Ἀπεκρίθη Ναθαναὴλ, καὶ λέγει αὐτῷ· Ῥαββὶ, σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ.
50 Nathanael answered and says to Him: Rabbi, You are the Son of God, You are the King of Israel.
51 Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ὅτι εἶπόν σοι· Εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις· μείζω τούτων ὄψει.
51 Jesus answered and said to him: Because I said to you, I saw you underneath the fig tree, do you believe? You shall see greater things than these.
52 Καὶ λέγει αὐτῷ· Ἀμὴν ἀμὴν λέγω ὑμῖν· Ἀπ' ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου.
52 And He says to him: Amen, amen, I say to you, from now on you shall see heaven opened, and the angels of God ascending and descending upon the Son of Man.
PG 43:760Read from the page
Πῶς φρεσὶ γιγνώσκεις με, τὸν οὐ πάρος εἶδες ὀπωπῇ; Εἰπὲ, πόθεν νοέεις με. Καὶ ἀνέρι θέσκελον αὐδὴν Κοίρανος ὀμφήεντος ἀνήρυγεν ἀνθερεῶνος· Πρὶν καλέσαι σε Φίλιππον, ὑπὸ σκιοειδέϊ συκῇ Ἔδρακον ὑψικόμοισι παρενδιάοντα κορύμβοις, Ὄμμασι καὶ πραπίδεσσι τὸν οὐ παρεόντα δοκεύων. 50 Ναθαναὴλ δ' ὀλόλυξεν ἔχων ταχυπειθέα βουλὴν, Θαύματι πιστὰ μέτωπα θεουδέϊ χειρὶ πατάξας· Ῥαββὶν, ἐπουρανίων ἀδύτων ὑψίθρονε ποιμὴν, Ἰσραὴλ σὺ πέλεις βασιλεύς· σὺ Χριστὸς ὑπάρχεις, Υἱὸς ἀειζώοιο Θεοῦ Λόγος. Ἀμφότερον δὲ, Ἰσραὴλ τεκέων σε Θεὸν βασιλῆα καλέσσω, Καί σε Θεοῦ ζώθντος ἐτήτυμον Υἱὸν ἐνίψω. 51 Καί μιν Ἄναξ θάρσυνεν, ἐς ἐλπίδα φέρτερον ἕλκων· Πίστιν ἔχεις, τινὰ μοῦνον ἀθαμβέα μῦθον ἀκούσας, Ὅττι σε μοῦνον ἔειπον ἰδεῖν ὑπὸ πυθμένα συκῆς· Ὄμμασι πιστοτέροισιν ὑπέρτερα θαύματα λεύσεις. 52 Μάρτυρον ἐμπεδόμυθον ἀμὴν ἀμὴν σέβας ἔστω, Οὐρανὸν ἀθρήσητε κεχηνότα θέσπιδι ῥιπῇ, Πεπταμένων στεφανηδὸν ἀθηήτων κενεώνων, Ἀγγελικῆς τε φάλαγγος ἐΰπτερον ἑσμὸν ὁδίτην, Αἰθερίης ὄψεσθε καταΐσσοντα κελεύθου Οὐρανάθεν κατιόντα, παλιννόστῳ τε πορείῃ Οὐρανὸν εἰσανιόντα, μετάρσιον, ἠεροφοίτην, Υἱέος ἀνθρώποιο διάκτορον.
How do You know me in mind, whom You have not seen before with Your sight? Tell me, whence do You perceive me? And to the man the Lord uttered a wondrous voice from His prophetic throat: Before Philip called you, beneath the shady fig tree I beheld you lingering at midday amid its high-leafing boughs, watching with eyes and heart him who was not present. 50 And Nathanael cried aloud, holding swift-persuaded counsel, striking his faithful brow in wonder with God-fearing hand: Rabbin, high-throned Shepherd of the heavenly sanctuaries, You are the King of Israel; You are Christ, the Son, the Word of the ever-living God. Both alike shall I proclaim You: I shall call You God and King of the children of Israel, and declare You the true Son of the living God. 51 And the Sovereign heartened him, drawing him on to a nobler hope: You have faith upon hearing only a single unastonishing word, merely because I said that I saw you beneath the trunk of the fig tree; with more believing eyes you shall gaze upon higher marvels. 52 Let amen, amen be the firm-worded witnessing reverence: you shall behold heaven gaping open with divinely inspired rush, as the unseen spaces spread wide in a ring, and you shall see the well-winged wayfaring throng of the angelic host darting down the ethereal path, descending from heaven, and on a returning journey ascending again into heaven—the exalted, air-roaming minister of the Son of Man.
ΚΕΦ. Βʹ.
Chapter II.
1 Ἀλλ' ὅτε πέτρας Πορφυρέας τριτάτη θαλαμηπόλος ἔγραφεν ἠὼς, Ἀμφὶ πέδον Καναναῖον ἀεξιφύτου Γαλιλαίης, Παιδοτόκου γάμος ἔσκε βίου πρωτόσπορος ἀρχή· 2 Καὶ γάμος ὄλβιος ἦεν, ὅτι χθονίῳ παρὰ παστῷ, Χριστὸς ὀπισθοκόμων μερόπων θοινήτορι λαῷ Κλητὸς ἔην σύνδορπος, ὁμοκλινέες τε μαθηταὶ Πάντες ἔσαν στοιχηδόν· ἐς εἰλαπίνην δὲ καὶ αὐτὴ Παρθενικὴ Χριστοῖο Θεητόκος ἵκετο μήτηρ, Ἀχράντῳ παλάμῃ γαμίης ψαύουσα τραπέζης, Παιδοτόκος φυγόδεμνος, ἀεὶ μεθέπουσα κορείην. 3 Οἴνου δ' ἡδυπότοιο θυώδεες ἀμφιφορῆες Πάντες ἐγυμνώθησαν, ἐπασσυτέροισι κυπέλλοις, Πινομένου. Στυγνοὶ δὲ φιλακρήτῳ παρὰ παστῷ Οἰνοχόοι δρηστῆρες ἀβακχεύτοιο τραπέζης, Ἀβρέκτοις παλάμῃσι μάτην ἥπτοντο κυπέλλων. Ἡμιτελῆ δὲ γάμοιο μέθην, καὶ ἄοινον ὀπώρην, Χριστῷ καὶ δεδαῶτι συνέστιος ἔννεπε μήτηρ· Χρηΐζει γάμος οὗτος ἀλεξικάκου σέο φωνῆς. Οὐ γὰρ ἐϋῤῥαθάμιγγος ἔχει χύσιν ἡδέος οἴνου. 4 Καί οἱ Χριστὸς ἔειπε· Τί μοι, γύναι, ἠὲ σοὶ αὐτῇ; Οὔπω μοι πυμάτης δρόμος ἤλυθε κυκλάδος ὥρης.
1 But when the third bridal-attendant dawn painted the rocks purple, around the Cananaean plain of plant-nurturing Galilee there was a wedding, the first-sowing beginning of child-bearing life; 2 and blessed was the wedding, because beside the earthly bridal chamber Christ was an invited fellow-guest for the banqueting throng of mortals trailing their locks behind, and all the disciples reclined together in order; and to the feast came also the Virgin God-bearing mother of Christ herself, touching the wedding table with undefiled palm, a child-bearer shunning the marriage bed, ever cleaving to maidenhood. 3 Now all the fragrant jars of sweet-drinking wine were stripped bare, as it was drunk in cups one after another. And downcast beside the pure-wine-loving bridal chamber, the cupbearing servants of the unrevelling table laid hold of the cups in vain with unwetted palms. And reclining with Christ, even though He knew, His mother spoke of the half-finished festivity of the wedding and the wineless vintage: This wedding stands in need of Your ill-averting voice, for it has no outpouring of well-dropping sweet wine. 4 And Christ spoke to her: What is that to Me, woman, or to yourself? Not yet has the course of My final circling hour come.
ΚΕΦ. Βʹ.
Chapter II.
1. Καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας· καὶ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ.
1. And on the third day there was a wedding in Cana of Galilee; and the mother of Jesus was there.
2 Ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον.
2 Now both Jesus and His disciples were invited to the wedding.
3 Καὶ ὑστερήσαντος οἴνου, λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτόν· Οἶνον οὐκ ἔχουσι.
3 And when the wine ran short, the mother of Jesus says to Him: They have no wine.
4 Λέγει αὐτῇ ὁ Ἰησοῦς· Τί ἐμοὶ καὶ σοὶ, γύναι; οὔπω ἥκει ἡ ὥρα μου.
4 Jesus says to her: What is that to Me and to you, woman? My hour has not yet come.
Notes, col. 760

On the reading

Printed ζώθντος, for ζώοντος.

PG 43:761Read from the page
5 Καὶ Μαρίη δμώεσσιν ἐκέκλετο τοῦτο τελέσσαι, Χριστὸς ὅπερ λέξειεν. 6 Ἀμοιβαίῳ δ' ἐνὶ τοίχῳ Κεκλιμένοι στοιχηδὸν ὁμόζυγες ἀμφιφορῆες Ἓξ ἔσσαν, τρία μέτρα κεχανδότες εὐρέϊ κόλπῳ, Ἠὲ δύω· καὶ ἕκαστος Ἰουδαίοισι φυλάσσων Λαϊνέῳ κενεῶνι καθάρσιον ἔβλυεν ὕδωρ, Ἁγνὸν ὕδωρ. 7 Καὶ Χριστὸς ὑποδρηστῆρας ἐπείγων Διψάδος εἰλαπίνης, οἰνοσσόον ἴαχε φωνήν· Ἀρτιχύτων ὑδάτων ἐγκύμονας ἀμφιφορῆας Πλήσατέ μοι. Καὶ πάντας ἀμοιβαδὶς ἄλλον ἐπ' ἄλλῳ Νάματος ἐπλήσαντο διάκτοροι, εἰσόκεν αὐτῶν Ἀκροφανὴς εὔϋδρος ἐπέστεφε χεῖλος ἑέρση. Ἄφνω δ' ἔπλετο θαῦμα, καὶ εἰς χύσιν αἴθοπος οἴνου Χιονέην ἤμειψε χρόην ἑτερόχροον ὕδωρ Χεύματι φοινίσσοντι, καὶ ὑδροδόκου διὰ κόλπου, Ὕδατος ἀκρήτοιο φιλεύϊος ἔπλεεν αὔρη. 8 Οἰνώπῃ δ' ἐκέλευσεν Ἄναξ σημάντορι φωνῇ· Κρηναίης ἀρύοντες ὑπωροφίης ἀπὸ ληνοῦ, Εἰλαπίνης μεδέοντι κομίσσατε νήδυμον ὕδωρ. Οἱ δὲ χύδην ἀρύοντο παλιννόστοισι κυπέλλοις. 9 Καὶ ταμίης ὅτε δαιτὸς ἐγεύσατο μάρτυρι λαιμῷ Νάματος οἰνωθέντος ἐρευθιόωντι ῥεέθρῳ, Οὐ μὲν ἀνὴρ πόθεν ἦεν ἐπίστατο· ὑδροφόρος δὲ Ἤδεε λάτρις ὅμιλος, ὃς ὑγροχύτων ἀπὸ κόλπων Ἄγγεσι λαϊνέοις μετανάστιον ἤφυσεν ὕδωρ. 10 Εἰλαπίνης τότε πομπὸς ἔσω μεγάροιο καλέσσας Νυμφίον ἀρτιχόρευτον, ἑῷ προσπτύξατο μύθῳ· Πᾶς μὲν ἀνὴρ, πρώτιστον ἐΰχροον οἶνον ἀφύσσων, Κιρνάμενος προτίθησι, βαρυνομένων δὲ καρήνων Ἄνδρας ἰδὼν μεθύοντας, ἐλάσσονα δεύτερον οἶνον Ὀψὲ φέρει· σὺ δὲ τοῦτον ὑπέρτερον ἔνδοθεν οἴκου Οἶνον ἔχων ἐφύλαξας ἕως πέλε λοίσθιος ὥρη. 11 Πρωτοφανὲς τόδε θαῦμα φιλακρήτῳ παρὰ παστῷ Ἰησοῦς ἐτέλεσσεν, ὅπη Καναναῖον ἀκούει Ἔνδιον αἰπύδμητον ἀκερσεκόμων Γαλιλαίων. Ἑβραίοις δ' ἀνέφηνεν ἑὴν ὑψαύχενα τιμὴν Διψαλέην παρὰ δαῖτα· διχοστασίην δὲ μενοινῆς Ἤθεσιν ἀκλινέεσσιν ἐπιστώσαντο μαθηταί. 12 Οὐ μὲν Ἄναξ δήθυνε πέδον Καναναῖον ἀκοῦον Νυμφιδίην μετὰ δαῖτα μεθυσφαλέων ὑμεναίων, Ἀλλὰ Καφαρναοὺμ ἁλιγείτονος ἕδρανα βαίνων, Νόστιμον ἴχνος ἔκαμψε, καταιβάτιν οἶμον ὁδεύων Αὐτὸς, ὁμοῦ γνωτοί τε συνήλυδες· αὐτογόνῳ δὲ Παρθένος ὡμάρτησε Θεητόκος υἱέϊ μήτηρ· Οἷσι δυωδεκάριθμος ὁμόστολος εἶχεν ὁδεύων Ἀγχιθέων μίαν οἶμον ὀπίστερος ἑσμὸς ἑταίρων.
5 And Mary bade the servants accomplish this, whatsoever Christ should say. 6 Now leaning in a row against the opposite wall were six yoked jars, holding in their wide bosom three measures or two; and each, keeping purifying water for the Jews in its stone hollow, welled with pure water. 7 And Christ, urging on the under-servants of the thirsty banquet, cried a wine-bringing voice: Fill Me the jars big with newly poured waters. And the ministers filled them all in turn with the stream, one after another, until the watery dew appearing at the top crowned their rims. And suddenly there was a miracle, and into a flow of gleaming dark wine the colour-changing water altered its snowy hue with a reddening stream, and through the water-holding bosom floated the festal breeze of unmixed water-wine. 8 And to the wine-steward the Sovereign gave command with authoritative voice: Drawing from the indoor fountain-vat, bring sweet water to the ruler of the feast. And they drew abundantly in returning cups. 9 And when the steward of the feast tasted with witnessing throat the reddening stream of water turned to wine, the man knew not whence it was; whereas the water-bearing band of servants knew, who had drawn the transplanted water in stone vessels from the liquid-pouring bosoms. 10 Then the director of the feast, calling the newly wedded bridegroom inside the hall, greeted him with his speech: Every man, drawing first of all the fair-complexioned wine, mixes and sets it forth, and when heads grow heavy and he sees men drunk, brings a second, inferior wine late; whereas you, keeping this superior wine inside the house, have guarded it until the final hour came. 11 This first-manifested miracle Jesus accomplished beside the pure-wine-loving bridal chamber, where the lofty-built dwelling of the unshorn Galilaeans is called Cananaean. And to the Hebrews He revealed His high-necked honour beside the thirsty feast; and the disciples confirmed the wavering of their mind with unswerving habits. 12 Yet the Sovereign did not tarry in the plain called Cananaean after the bridal banquet of wine-reeling nuptials, but going to the seats of sea-neighbouring Capernaum He bent His returning step, treading the downward path Himself together with His kinsmen accompanying Him; and the Virgin God-bearing mother followed her self-begotten Son; with whom, sharing the journey, the twelve-numbered band of god-near companions kept a single road behind.
5. Λέγει ἡ μήτηρ αὐτοῦ τοῖς διακόνοις· Ὅ τι ἂν λέγῃ ὑμῖν, ποιήσατε.
5. His mother says to the servants: Whatever He says to you, do it.
6. Ἦσαν δὲ ἐκεῖ ὑδρίαι λίθιναι ἓξ, κείμεναι κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων, χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς.
6. Now there were six stone water-jars set there in accordance with the purification of the Jews, holding two or three measures apiece.
7 Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Γεμίσατε τὰς ὑδρίας ὕδατος. Καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω.
7 Jesus says to them: Fill the water-jars with water. And they filled them up to the brim.
8 Καὶ λέγει αὐτοῖς· Ἀντλήσατε νῦν, καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ. Καὶ ἤνεγκαν.
8 And He says to them: Draw some out now, and bear it to the master of the feast. And they bore it.
9 Ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον (καὶ οὐκ ᾔδει πόθεν ἐστίν· οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ), φωνεῖ τὸν νυμφίον ὁ
9 And when the master of the feast tasted the water that had become wine (and he did not know whence it was, though the servants who had drawn the water knew), the