Migne Reading Room

PG 43 · cols. 762–767 · Read from the page

Paraphrasis S. Evangelii secundum Joannem (Μετάφρασις τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου)

Paraphrasis S. Evangelii secundum Joannem (Μετάφρασις τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 43:762Read from the page
ἀρχιτρίκλινος·
master of the feast calls the bridegroom,
10 Καὶ λέγει αὐτῷ· Πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησι, καὶ ὅταν μεθυσθῶσι, τότε τὸν ἐλάσσω· σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι.
10 And says to him: Every man sets forth the good wine first, and when men have drunk freely, then the inferior; you have kept the good wine until now.
11 Ταύτην ἐποίησε τὴν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ ἐφανέρωσε τὴν δόξαν αὐτοῦ· καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ.
11 This beginning of signs Jesus wrought in Cana of Galilee, and manifested His glory; and His disciples believed in Him.
12 Μετὰ τοῦτο κατέβη εἰς Καπερναοὺμ, αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ οἱ μαθηταὶ αὐτοῦ· καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας.
12 After this He went down to Capernaum, He and His mother and His brethren and His disciples; and there they remained not many days.
PG 43:763Read from the page
13 Καὶ ἐγγὺς ἦν τὸ Πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβη εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς.
13 And the Passover of the Jews was near, and Jesus went up to Jerusalem.
14 Καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστερὰς, καὶ τοὺς κερματιστὰς καθημένους.
14 And He found in the temple those selling oxen and sheep and doves, and the money-changers sitting.
15 Καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων, πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ, τά τε πρόβατα καὶ τοὺς βόας, καὶ τῶν κολλυβιστῶν ἐξέχεε τὸ κέρμα, καὶ τὰς τραπέζας ἀνέστρεψε·
15 And having made a scourge of cords, He drove them all out of the temple, both the sheep and the oxen, and poured out the coin of the money-changers, and overturned the tables;
16 Καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν· Ἄρατε ταῦτα ἐντεῦθεν· μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου.
16 And to those selling the doves He said: Take these things hence; do not make My Father's house a house of merchandise.
17 Ἐμνήσθησαν δὲ οἱ μαθηταὶ αὐτοῦ, ὅτι γεγραμμένον ἐστίν· Ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με.
17 And His disciples remembered that it is written: The zeal of Thy house has consumed Me.
18 Ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι, καὶ εἶπον αὐτῷ·
18 The Jews therefore answered and said to Him:
PG 43:764Read from the page
Οὐ δὲ μὲν αὐτόθι μίμνεν ἐς ἤματα πυκνὰ θαμίζων· Ἐγγύθι γὰρ τότε Πάσχα· 13 θυηπολίην δὲ γεραίρων, Εὐαγέων ἀνέβαινεν ἐς ἕδρανον Ἱροσολύμων, Σὺν πινυτοῖς ἑτάροισι. 14 Θεοκλήτῳ δ' ἐνὶ νηῷ Εὐκεράους βόας εὗρε, καὶ εἰροπόκων στίχα μήλων, Καὶ στικτὰς μελέεσσι πελειάδας· ἑζόμενον δὲ Κερμοδότην χορὸν εὗρε φιλοπλούτοιο τραπέζης, Καὶ πολὺν ἑσμὸν ὄπωπε φιλέμπορον ὑψόθι θώκων, Ὤνιον ἔχοντα. 15 Καὶ ἐν παλάμῃσιν ἑλίξας Σύμπλοκον ἐκ σχοίνοιο νόθην ποίησεν ἱμάσθλην, Καὶ βοέην ἀγέλην ἐξήλασε, καὶ στίχα μήλων, Νόσφι δόμου θυόεντος· ἐπασσυτέρην δὲ κυλίνδων, Κύμβαχον ἠκόντιζε μετάτροπον ἔμπορον ἕδρην Ἐξ ἱεροῦ δαπέδοιο· κυβιστητῆρι δὲ παλμῷ Ἐξέχεε χθονὶ κέρμα πολυστρέπτοιο τραπέζης. 16 Ἀνδρὶ δὲ πιπρήσκοντι πελειάδας ἴαχε φωνήν· Ταῦτα μεταστήσασθε λιθώδεος ἔκτοθι νηοῦ, Μηδὲ φιλοκτεάνοιο νόου βεβαρηότες οἴστρῳ, Ἐμπορίης δόμον ἁγνὸν ἐμοῦ τελέσητε Τοκῆος· Εὐχῆς γὰρ τόδε δῶμα. 17 Καὶ ἐμνήσαντο μαθηταὶ Ὅττι θεοπνεύστῳ κεχαραγμένον ἔπλετο βίβλῳ· Ζῆλος ἐμὲ ζαθέοιο τεοῦ καταδαίνυται οἴκου. 18 Καί οἱ ἀπειλήτειραν ἀνήρυγε λαὸς ἰωήν· Ποῖα παρ' Ἑβραίοις ἑτερότροπα σήματα δείξεις, Ὅττι σὺ ταῦτα τέλεσσας; 19 Ἁμιλλητῆρι δὲ λαῷ Θαμβαλέην ἄγνωστον Ἄναξ ἠρεύγετο φωνήν· Λύσατε τοῦτο μέλαθρον, ἐγὼ δέ μιν αὐτὸς ἐγείρω Ἤμασιν ἐν τρισσοῖσιν. 20 Ἐπεφθέγξαντο δὲ λαοί· Ὃν Σολομὼν ποίησε λίθων ἑτερόχροϊ κόσμῳ, Εἰς δολιχὴν βαλβῖδα παλινδίνητον ὑφαίνων Ἓξ καὶ τεσσαράκοντα φιλοκτίστων ἐνιαυτῶν, Κτίσμασιν ὁπλοτέροισι παλίλλυτον οἶκον ἐγείρης Τοσσατίην μετὰ νύσσαν ἐπὶ τριτάτης δρόμον ἠοῦς; 21 Κεῖνος νηὸν ἔειπεν ἑοῦ χροὸς, ὅν τινι μύθῳ Φρικτῷ Χριστὸς ἔμελλεν ἐπὶ τρίτον ἦμαρ ἐγείρειν. 22 Ἀλλ' ὅτε δὴ μετὰ κόλπον ἀνοστήτοιο βερέθρου Νόστιμος ἐξ ἀΐδαο παλινζώῳ τινὶ πότμῳ Ἀρχαίην παλίνορσον ἑὴν ἀνεδήσατο τιμὴν Οὐρανίην, τότε μοῦνον ἀνεμνήσαντο μαθηταὶ, Ὅττι δόμον δέμας εἶπε· θεογλώσσοιο δὲ βίβλου Θεῖον ἐπιστώσαντο λόγον, πείθοντό τε μύθῳ, Ἰησοῦς ὃν ἔειπε. 23 Θεοδμήτῳ δ' ἐπὶ νηῷ Ἄχρις ἔην, καὶ ἔδεθλα διέστιχεν Ἱροσολύμων,
Nor indeed did He remain right there frequenting it for many days, for the Passover was then near at hand; 13 and honouring the sacrificial rite, He went up to the seat of hallowed Jerusalem with His prudent companions. 14 And in the God-invoked temple He found fair-horned oxen, and a rank of wool-fleeced sheep, and doves dappled on their limbs; and He found a coin-dealing band sitting at a wealth-loving table, and beheld a great trade-loving throng high upon seats, holding wares for sale. 15 And twisting cords in His palms, He fashioned a plaited makeshift scourge, and drove out the herd of oxen and the rank of sheep away from the fragrant house; and rolling them one upon another, He hurled headlong the overturned trading stall from the sacred pavement, and with tumbling swing poured out upon the ground the coin of the much-turned table. 16 And to the man selling doves He cried a voice: Remove these things outside the stone temple, and weighed down by the goad of a greedy mind, do not make the pure house of My Begetter a house of merchandise; for this house is a house of prayer. 17 And the disciples remembered that it stood engraved in the God-inspired book: Zeal for Thy sacred house devours Me. 18 And the people uttered a threatening cry at Him: What varied signs among the Hebrews will You show, seeing that You have done these things? 19 And to the contentious people the Sovereign uttered an astonishing, uncomprehended voice: Undo this dwelling, and I Myself will raise it up in three days. 20 And the peoples spoke back: The house which Solomon built with variegated adornment of stones, weaving it back and forth to a long goal of forty-six building-fond years—will You raise up this dissolved house with newer structures after so great a course by the running of the third dawn? 21 He spoke of the temple of His own body, which by an awesome word Christ was going to raise up on the third day. 22 And when, after the bosom of the unreturning pit, returning from Hades by a life-restoring destiny He bound upon Himself again His ancient heavenly honour, then alone did the disciples remember that He called His frame a house; and they confirmed the divine word of the God-tongued book, and believed the speech which Jesus spoke. 23 Now while He was at the God-built temple and walked through the foundations of Jerusalem,
Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς;
What sign do You show us, seeing that You do these things?
19 Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.
19 Jesus answered and said to them: Destroy this temple, and in three days I will raise it up.
20 Εἶπον οὖν οἱ Ἰουδαῖοι· Τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν;
20 The Jews therefore said: Forty and six years was this temple in building, and will You raise it up in three days?
21 Ἐκεῖνος δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ.
21 But He was speaking concerning the temple of His body.
22 Ὅτε οὖν ἠγέρθη ἐκ νεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγεν αὐτοῖς· καὶ ἐπίστευσαν τῇ Γραφῇ, καὶ τῷ λόγῳ ᾧ εἶπεν ὁ Ἰησοῦς.
22 When therefore He was raised from the dead, His disciples remembered that He had said this to them; and they believed the Scripture, and the word which Jesus had spoken.
23 Ὡς δὲ ἦν ἐν Ἱεροσολύμοις ἐν τῷ Πάσχα ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ, θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει.
23 Now while He was in Jerusalem at the Passover, at the feast, many believed in His name, beholding His signs which He was doing.
PG 43:765Read from the page
Εὐάζων ἔτι Πάσχα, καὶ ἀρνοφάγων ἱερήων Ὄργια μυστιπόλευε φιλόκροτα θυιὰς ἑορτή· Πολλοὶ λύσσαν ἄπιστον ἐπετρέψαντο θυέλλαις, Χριστῷ πίστιν ἔχοντες ἐς οὔνομα. 24 Πειθομένοις δὲ Ἀνδράσιν οὐ πίστευεν ἑὸν νόον. 25 Οὐ γὰρ ἀκούειν Ἄλλου φθεγγομένοιο νόθης ἐπεδεύετο φωνῆς Ὄφρα μάθῃ νόον ἀνδρὸς ἀμάρτυρον· ἔργα δὲ φωτῶν Ἤδεεν αὐτοδίδακτος, ὅσα φρενὸς ἔνδοθεν ἀνὴρ Εἶχεν, ἀκηρύκτῳ κεκαλυμμένα φάρεϊ σιγῆς.
celebrating still the Passover, and the rapturous applause-loving feast performed the mystic rites of the lamb-eating priests—many consigned their unbelieving frenzy to the storm-winds, holding faith in Christ's name. 24 Yet to the men who were persuaded He did not entrust His own mind. 25 For He needed no borrowed voice of another speaking to hear so that He might learn a man's unwitnessed mind; rather, self-taught, He knew the deeds of mortals, whatsoever a man held within his heart, veiled beneath the unheralded cloak of silence.
ΚΕΦ. Γʹ.
Chapter III.
1 Ἦν δέ τις ἱερὸν αἷμα γοοπλανέων Φαρισαίων Ἀρχὸς Ἰουδαίων, πολυλήϊος, ἔννομος ἀνήρ· Οὔνομά οἱ Νικόδημος. 2 Ἀμάρτυρος οὗτος ὁδίτης Χριστῷ νυκτὸς ἵκανε· φυλλασσομένῳ ποδὶ βαίνων, Ἔννυχος εἰς δόμον ἦλθεν, ὅπη φάος. Ἀνδρὶ δὲ πιστῷ Ἰησοῦς ἐνέπων βαπτίσματος ἔνθεον αἴγλην, Νυκτιφανῆ Νικόδημον ἑῷ φαιδρύνατο μύθῳ. Καί οἱ μῦθον ἔλεξε Θεῷ πειθήνιος ἀνήρ· Ῥαββὶν ποικιλόμυθε, θεοφραδὲς, ἴδμεν ὀπωπαῖς Ὅττι Θεοῦ πομπῇσι διδάσκαλος ἵκεο κόσμου, Ἀνδρομέου βιότοιο βοηθόος· οὐ δύναται γὰρ Θνητὸς ἀνὴρ τάδε πάντα πολύτροπα θαύματα τεύχειν, Ὅσσα σὺ θεσπεσίῳ τελέεις παιήονι μύθῳ, Εἰ μή οἱ συνάεθλος ἀλεξίκακος Θεὸς εἴη. 3 Ἰησοῦς δ' ἀγόρευεν ἀσημάντῳ τινὶ μύθῳ· Εἰ μή τις μετὰ κέντρα τελεσσιγόνοιο λοχείης Θνητὸς ἀνὴρ τίκτοιτο τὸ δεύτερον, αἰθέρος αὐλῆς Οὐ δύναται βροτὸς οὗτος ἔχειν αἰώνιον ἀρχήν. 4 Καὶ κεράσας Νικόδημος ἀνήρυγε θαύματι φωνήν· Πῶς δύναται μετὰ γῆρας ἀνὴρ, μετὰ λευκάδα χαίτην, Ἄλλην ὀψιτέλεστον ἔχειν ὠδῖνα γενέθλης; Μὴ δύναται δίχα πατρὸς, ἀεξιτόκου διὰ κόλπου Μητέρος ἀρχαίης ἐγκύμονα γαστέρα δύνων, Θεσμὸν ἰδεῖν γονόεντα παλιννόστου τοκετοῖο; 5 Ἰησοῦς δ' ἀπάμειπτο, διδάσκαλον ἄνδρα διδάσκων· Εἰ μή τις καθαροῖσι δέμας λουτροῖσι καθαίρων Πνεύματος ἐξ ἁγίοιο καὶ ὕδατος εἰν ἑνὶ θεσμῷ, Ὁπλοτέρην δέξοιτο γενέθλιον ἄσπορον ἀρχὴν, Ἀντίτυπον μίμημα γυναικείου τοκετοῖο, Οὐ δύναται βροτὸς οὗτος ἐπεσσομένοιο νοῆσαι Οὐρανίην αἰῶνος ἀτέρμονος ἥλικα τιμήν. 6 Καὶ γὰρ ὅπερ μερόπων χθονίη διεώσατο γαστὴρ, Σαρκὸς ἀπὸ βροτέης μορφούμενον, ἀνδρομέη σὰρξ Τοῦτο πέλει· τὸ δὲ θεῖον, ὅπερ καθαροῖο λοετροῦ
1 Now there was one of the sacred blood of the mournful-wandering Pharisees, a ruler of the Jews, rich in fields, a law-abiding man; his name was Nicodemus. 2 Unwitnessed, this wayfarer came to Christ by night; stepping with guarded foot, by night he came into the house where the Light was. And to the faithful man Jesus, declaring the divine radiance of baptism, brightened night-appearing Nicodemus with His speech. And the man obedient to God spoke a word to Him: Many-counselled Rabbin, God-inspired, we know by our eyes that by God's guidance You have come as Teacher of the world, helper of human life; for a mortal man cannot work all these manifold marvels which You accomplish by Your heavenly healing word, unless God Who averts ill were His fellow-striver. 3 And Jesus spoke in a mysterious word: Unless after the pangs of birth-accomplishing travail a mortal man be born a second time, that mortal cannot hold the eternal dominion of the court of heaven. 4 And mingling his voice with wonder, Nicodemus cried out: How can a man after old age, after white hair, have another late-fulfilled pang of birth? Can he without a father, entering the pregnant womb through the birth-nurturing bosom of his ancient mother, behold the generative law of a returning childbirth? 5 And Jesus answered, teaching the man who was a teacher: Unless someone, cleansing his frame in pure washings from the Holy Spirit and water in a single ordinance, receive a newer, unseeded natal beginning, an antitypal likeness of womanly childbirth, that mortal cannot perceive the heavenly honour coeval with the boundless age to come. 6 For whatsoever the earthly womb of mortals has thrust forth, shaped from mortal flesh, this is human flesh; whereas that divine thing which from the pure washing
24 Αὐτὸς δὲ ὁ Ἰησοῦς οὐκ ἐπίστευεν ἑαυτὸν αὐτοῖς, διὰ τὸ αὐτὸν γινώσκειν πάντας·
24 But Jesus Himself did not entrust Himself to them, because He knew all men;
25 Καὶ ὅτι οὐ χρείαν εἶχεν ἵνα τις μαρτυρήσῃ περὶ τοῦ ἀνθρώπου· αὐτὸς γὰρ ἐγίνωσκε τί ἦν ἐν τῷ ἀνθρώπῳ.
25 And because He had no need that anyone should bear witness concerning man; for He Himself knew what was in man.
ΚΕΦ. Γʹ.
Chapter III.
1 Ἦν δὲ ἄνθρωπος ἐκ τῶν Φαρισαίων, Νικόδημος ὄνομα αὐτῷ, ἄρχων τῶν Ἰουδαίων.
1 Now there was a man of the Pharisees, Nicodemus was his name, a ruler of the Jews.
2 Οὗτος ἦλθε πρὸς τὸν Ἰησοῦν νυκτὸς, καὶ εἶπεν αὐτῷ· Ῥαββὶ, οἴδαμεν ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος· οὐδεὶς γὰρ ταῦτα τὰ σημεῖα δύναται ποιεῖν ἃ σὺ ποιεῖς, ἐὰν μὴ ᾖ ὁ Θεὸς μετ' αὐτοῦ.
2 This man came to Jesus by night, and said to Him: Rabbi, we know that You have come from God as a teacher; for no one can do these signs which You do, unless God be with him.
Notes, col. 765

On the reading

Printed φυλλασσομένῳ, for φυλασσομένῳ.

PG 43:766Read from the page
3 Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ.
3 Jesus answered and said to him: Amen, amen, I say to you, unless someone be born from above, he cannot see the kingdom of God.
4 Λέγει πρὸς αὐτὸν ὁ Νικόδημος· Πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν; μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι;
4 Nicodemus says to Him: How can a man be born when he is old? Can he enter a second time into his mother's womb and be born?
5 Ἀπεκρίθη ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.
5 Jesus answered: Amen, amen, I say to you, unless someone be born of water and the Spirit, he cannot enter into the kingdom of God.
6 Τὸ γεγενημένον ἐκ τῆς σαρκὸς, σάρξ ἐστι· καὶ τὸ γεγενημένον ἐκ τοῦ πνεύματος, πνεῦμά ἐστι.
6 That which has been born of the flesh is flesh; and that which has been born of the spirit is spirit.
PG 43:767Read from the page
7 Μὴ θαυμάσῃς ὅτι εἶπόν σοι· Δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν.
7 Do not marvel that I said to you: You must be born from above.
8 Τὸ πνεῦμα ὅπου θέλει πνεῖ· καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ' οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει· οὕτως ἐστὶ πᾶς ὁ γεγεννημένος ἐκ τοῦ πνεύματος.
8 The spirit blows where it wills, and you hear its voice, yet you do not know whence it comes and whither it goes; so is everyone who has been born of the spirit.
9 Ἀπεκρίθη Νικόδημος καὶ εἶπεν αὐτῷ· Πῶς δύναται ταῦτα γενέσθαι;
9 Nicodemus answered and said to Him: How can these things come to be?
10 Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραὴλ, καὶ ταῦτα οὐ γινώσκεις;
10 Jesus answered and said to him: Are you the teacher of Israel, and do not know these things?
11 Ἀμὴν ἀμὴν λέγω σοι, ὅτι ὃ οἴδαμεν λαλοῦμεν,
11 Amen, amen, I say to you, that what we know we speak,