Migne Reading Room

PG 43 · cols. 489–500 · Read from the page

Homiliae Septem (Ὁμιλίαι ζʹ)

Homiliae Septem (Ὁμιλίαι ζʹ)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 43:489Read from the page
κόσμου Χριστόν. Ἑρμηνεύεται πάλιν τὸ Μαρία, σμύρνα θαλάσσης· σμύρναν δὲ ἐρεῖ, ὃ καὶ φημὶ, περὶ ἀθανασίας, ὅτι ἤμελλε τὸν ἀθάνατον μαργαρίτην τίκτειν ἐν τῇ θαλάσσῃ, τουτέστιν ἐν τῷ κόσμῳ. Θάλασσαν δὲ ἐρεῖ τὸν ἅπαντα κόσμον, ᾧ ἡ Παρθένος γαλήνην ἐδωρήσατο, τὸν λιμένα τεκοῦσα Χριστόν. Τοιγαροῦν πάλιν τῆς σεμνῆς κόρης Μαρίας ἑρμηνεύεται τὸ μακάριον ὄνομα, φωτιζομένη, ἥτις ἐφωτίσθη παρὰ τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ ἐφώτισε τοὺς πιστεύσαντας εἰς τὰ πέρατα τῆς γῆς τῇ Τριάδι. Τριάδος γὰρ νύμφη ὑπάρχει ἡ ἁγία Θεοτόκος κόρη Μαρία, τὸ πανάῤῥητον τῆς οἰκονομίας κειμήλιον· πρὸς ἣν ὁ Γαβριήλ· Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. Ὑπέμνησεν ὁ Γαβριὴλ, καὶ ὁ Πατὴρ οὐρανόθεν ἀῤῥαβῶνα τὸ Πνεῦμα τὸ ἅγιον ἀπέστειλεν, ὡρμήσατο τὴν Παρθένον εἰς τὸν μονογενῆ Υἱὸν, οὐράνιον νύμφην, ἣν ὁ Πατὴρ ἠγάπησεν, ὁ Υἱὸς ἐνῴκησε, τὸ ἅγιον Πνεῦμα ἐπεπόθησεν. Αὕτη γὰρ νύμφη καὶ παστὰς, καὶ ἐκ ταύτης ὁ νυμφίος ἐκπορευόμενος Χριστὸς, τὸ παρθενικὸν ἔνδυμα, κατὰ τὴν τοῦ προφήτου Δαβὶδ μελῳδίαν· Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ, καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ. Ὢ νυμφίου πόθος ἁγνείας! τὴν ἰδίαν δούλην, νύμφην, καὶ μητέρα ὁρμᾶται ὁ Γαβριήλ· πρόξενος τῆς Παρθένου ἐγένετο, οὐρανοῦ καὶ γῆς συνάπτων τὸ θυμίαμα· ἣν προφῆται σαφῶς ὑπέγραψαν, τοῦ γάμου τὴν τάξιν κηρύξαντες, πῶς ἡ Παρθένος οὐράνιος εὑρίσκεται νύμφη ὁμοῦ τε καὶ μήτηρ, ἡ τὰ πρὸ γάμου δῶρα λαβοῦσα τὸ ἅγιον Πνεῦμα, προῖκα δὲ τὸν οὐρανὸν ὁμοῦ τε καὶ παράδεισον.
world, Christ. Again the name Mary is interpreted myrrh of the sea; now one will say myrrh — as I too say — with reference to immortality, because she was about to bring forth the immortal pearl in the sea, that is, in the world. And one will call the whole world the sea, unto which the Virgin granted calm, having brought forth Christ the haven. Wherefore again the blessed name of the august maiden Mary is interpreted illuminated, who was illuminated by the Son of God, and illuminated unto the Trinity those who believed to the ends of the earth. For the holy Mother of God, the maiden Mary, is bride of the Trinity, the all-ineffable treasure of the dispensation; unto whom Gabriel said: Hail, thou that art highly favoured, the Lord is with thee (Luke 1:28). Gabriel brought the message, and the Father sent forth from heaven the Holy Spirit as earnest, espoused the Virgin unto the only-begotten Son, a heavenly bride, whom the Father loved, the Son indwelt, the Holy Spirit longed for. For she is bride and bridal chamber, and out of her proceeds Christ the bridegroom, the virginal garment, according to the melody of the prophet David: In the sun He hath set His tabernacle, and He Himself is as a bridegroom proceeding out of His bridal chamber (Ps. 18:6). O bridegroom's longing for chastity! His own handmaid Gabriel betroths as bride and mother; he became matchmaker for the Virgin, joining together the incense of heaven and earth; whom prophets plainly delineated, proclaiming the order of the marriage, how the Virgin is found to be heavenly bride and mother at once, she who received the Holy Spirit as pre-nuptial gifts, and heaven together with paradise as dowry.
Ἐζήτει οὖν ἰδεῖν ἡ Παρθένος ὃν ἐπόθει, καὶ ἔλεγε· Ποῦ ὁ νυμφίος οὗ τὸ κάλλος ποθῶ; ποῦ τὸ κάλλος τοῦ ἡλίου λαμπρότερον; ποῦ τῆς πάσης εὐμορφίας ἡ ἀνεκλάλητος δόξα; ποῦ τὸ ἄσβεστον φῶς, ὃ ποθοῦσα ζητῶ; ποῦ ὁ ἥλιος ὃς ἀκτῖνα ζητεῖ; ποῦ τῶν χερουβεὶμ ἡ κιθάρα; ποῦ τῶν σεραφεὶμ τὸ ἀκοίμητον ὄμμα Χριστός; ποῦ τῶν ἀγγέλων ἡ προσκύνησις, ἣν ὁ Γαβριὴλ ἐμήνυσε; ποῦ ὁ μόνος τοῦ μόνου μονογενὴς Υἱὸς τοῦ Πατρὸς, ὃν ἡ Παρθένος ποθοῦσα, καὶ φιλοῦσα ὁμοῦ τε καὶ ζητοῦσα ἀσπάζεται; πρὸς ἣν ὁ Γαβριήλ· Χαῖρε, κεχαριτωμένη. Ἡ χάρις ἡ ἀπέραντος τῆς ἁγίας Παρθένου. Χαῖρε, κεχαριτωμένη, πολλῶν ἀρετῶν κατακεκοσμημένη, λαμπαδηφοροῦσα Παρθένε τὸ ἄσβεστον τοῦ ἡλίου λαμπρότερον φῶς. Χαῖρε, κεχαριτωμένη, τοῦ νοητοῦ ἀγκίστρου τὸ δέλεαρ· ἐν σοὶ γὰρ ἄγκιστρον ἡ θεότης. Χαῖρε, κεχαριτωμένη, ἡ νοερὰ τῆς δόξης κιβωτός· Χαῖρε, κεχαριτωμένη, ἡ στάμνος ἡ χρυσῆ, τὸ οὐράνιον ἔχουσα μάννα. Χαῖρε, κεχαριτωμένη, ἡ τὴν γλυκεῖαν τῆς ἀεννάου πηγῆς τοὺς διψῶντας ἐμπλήσασα.
The Virgin sought therefore to see Him Whom she longed for, and said: Where is the Bridegroom Whose beauty I long for? Where is the beauty brighter than the sun? Where is the ineffable glory of all comeliness? Where is the unquenchable light, which longing for I seek? Where is the sun that seeks a ray? Where is the harp of the cherubim? Where is Christ, the unsleeping eye of the seraphim? Where is the adoration of the angels, which Gabriel announced? Where is the sole only-begotten Son of the sole Father, Whom the Virgin, longing for, and at once loving and seeking, greets? Unto whom Gabriel saith: Hail, thou that art highly favoured. Boundless is the grace of the holy Virgin. Hail, thou that art highly favoured, richly adorned with many virtues, O Virgin bearing as a torch the unquenchable light brighter than the sun. Hail, thou that art highly favoured, the bait of the intelligible fish-hook; for in thee the Godhead is a fish-hook. Hail, thou that art highly favoured, the noetic ark of glory; Hail, thou that art highly favoured, the golden jar holding the heavenly manna. Hail, thou that art highly favoured, who hast filled the thirsty with the sweet [draught] of the ever-flowing fountain.
Χαῖρε, κεχαριτωμένη, νοερὰ θάλασσα, τὸν οὐράνιον ἔχουσα μαργαρίτην Χριστόν· Χαῖρε, κεχαριτωμένη, ὁ λαμπρὸς οὐρανὸς, ἡ τὸν ἀχώρητον ἐν
Hail, thou that art highly favoured, noetic sea, holding the heavenly pearl, Christ; Hail, thou that art highly favoured, bright heaven, who [heldest] in [thy womb] the Uncontainable One
Notes, col. 489

On the reading

Printed ὡρμήσατο, for ἡρμόσατο.

Printed ὁρμᾶται, for ἁρμόζεται.

PG 43:492Read from the page
οὐρανοῖς ἔχουσα Θεόν. Χαῖρε, κεχαριτωμένη, ἡ τὸν χερουβικὸν θρόνον τῆς θεότητος ἐξαστράπτουσα. Χαῖρε, κεχαριτωμένη, κύκλον ἔχουσα οὐρανοῦ, καὶ Θεὸν ἀχώρητον, ἐν σοὶ δὲ χωρητὸν, καὶ ἀστενοχώρητον. Χαῖρε, κεχαριτωμένη, στυλοειδὴς νεφέλη, ἡ τὸν Θεὸν ἔχουσα, τὸν ἐν τῇ ἐρήμῳ τὸν λαὸν καθοδηγήσαντα. Τί εἴπω; καὶ τί λαλήσω; πῶς μακαρίσω τὴν ὁλόρριζον δόξαν; ὅτι χωρὶς Θεοῦ μόνου πάντων ἀνωτέρα ὑπάρχει. Καλλιωτέρα γὰρ τῶν χερουβεὶμ καὶ σεραφεὶμ, καὶ πάσης στρατιᾶς πέφυκεν ἀγγελικῆς· πρὸς ἣν οὐρανοῦ καὶ γῆς οὐκ ἐπαρκέσει γλῶττα, τάχα δὲ οὔτε ἀγγέλων. Καὶ γὰρ αὐτοὶ ὕμνον καὶ αἶνον καὶ τιμὴν καὶ δόξαν προσήνεγκαν· ἀλλ' οὔτε οὕτω κατ' ἀξίαν εἰπεῖν ἴσχυσαν. Ἔχαιρον δὲ ἄγγελοι, ὡς αὐτοὶ μόνον τὸν Θεὸν ἔχοντες, πρὸς οὓς ἡ παναγία Παρθένος ἀνωτέρα πέφυκε, τὸν Θεὸν τὸν ἐν οὐρανῷ ἐπὶ γῆς κυήσασα, ἵν' οὕτως ἑλκύσῃ στρατιὰς ἀγγέλων ἐπὶ γῆς μετὰ ἀνθρώπων. Αὕτη γὰρ οὐρανοῦ καὶ γῆς μεσίτης πέφυκεν ἑνότητα ποιήσασα. Ὢ μακαρία Παρθένε, ἁγνὴ περιστερὰ, ἡ οὐράνιος νύμφη Μαρία, οὐρανὸς καὶ ναὸς καὶ θρόνος τῆς θεότητος· ἡ τὸν ἐξαστράπτοντα ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ἥλιον ἔχουσα Χριστόν· ἡ φωτεινὴ νεφέλη, πάμφωτον ἀστραπὴν ἐξ οὐρανοῦ τῷ κόσμῳ καταλάμψασα Χριστόν· ἡ οὐράνιος νεφέλη, ἡ τὴν βροντὴν τοῦ ἁγίου Πνεύματος ἐν ἑαυτῇ κρυπτομένην τῷ κόσμῳ καταβιβάσασα, ἡ τὸν ὄμβρον τοῦ ἁγίου Πνεύματος τῇ πάσῃ γῇ πρὸς καρποφορίαν πίστεως καταράξασα.
holding God in the heavens. Hail, thou that art full of grace, who flashest forth the cherubic throne of the Godhead. Hail, thou that art full of grace, holding the circle of heaven, and God uncontainable, yet contained and unconfined within thee. Hail, thou that art full of grace, pillar-like cloud, holding God Who guided the people in the wilderness. What shall I say? and what shall I speak? how shall I call blessed the glory rooted in wholeness? For save God alone, she exists higher than all things. For she is by nature fairer than the cherubim and seraphim and every angelic host; for whom no tongue of heaven and earth will suffice, and perhaps not even that of angels. For they themselves offered hymn and praise and honour and glory; yet not even thus had they strength to speak worthily. And angels rejoiced, as having God to themselves alone; above whom the all-holy Virgin proved higher, having conceived upon earth the God Who is in heaven, so that thus she might draw hosts of angels upon earth with men. For she herself has become mediator of heaven and earth, having wrought unity. O blessed Virgin, pure dove, heavenly bride Mary, heaven and temple and throne of the Godhead; who holdest Christ, the sun flashing forth in heaven and upon earth; the bright cloud, who shone down from heaven upon the world Christ, the all-radiant lightning; the heavenly cloud, who brought down to the world the thunder of the Holy Spirit hidden within herself, who dashed down the shower of the Holy Spirit upon all the earth towards the fruit-bearing of faith.
Χαῖρε, κεχαριτωμένη, ἡ πύλη τῶν οὐρανῶν, περὶ ἧς ὁ προφήτης κέκραγε λέγων· Ἰδοὺ ἡ πύλη κεκλεισμένη, καὶ οὐδεὶς εἰσελεύσεται δι' αὐτῆς, οὐδὲ ἐξελεύσεται, εἰ μὴ Κύριος ὁ Θεὸς μόνος· καὶ ἔσται ἡ πύλη κεκλεισμένη τῷ ἡγουμένῳ, διότι ἡγούμενος αὐτὸς κληθήσεται, καὶ εἰς αὐτὸν ἐλπιοῦσι πάντα τὰ ἔθνη.
Hail, thou that art full of grace, the gate of the heavens, concerning whom the prophet cried aloud, saying: Behold, the gate is shut, and no one shall enter through it, nor go out, save the Lord God alone; and the gate shall be shut for the ruler, because He Himself shall be called ruler, and in Him shall all the nations hope.
Περὶ ταύτης τῆς πύλης καὶ ἐν τοῖς ᾌσμασι τῇ λέξει ὁ προφήτης τρανῶς καὶ σαφῶς καταλέγεται κεκραγώς· Κῆπος κεκλεισμένος, ἀδελφή μου, νύμφη· κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη. Ἔμεινεν ἐν τῇ παρθενίᾳ ἡ ἁγία καὶ σεμνὴ κόρη Μαρία, ἡ φωτεινὴ νεφέλη, ἡ ἔνδον ἔχουσα τὸν Θεὸν Λόγον· πρὸς ἣν ὁ μεγαλόφωνος Ἠσαΐας· Ἰδοὺ νεφέλη κούφη, καὶ ἥξει εἰς Αἴγυπτον· τὸ ἀλατόμητον ὄρος, ἡ τὴν ἀκρότομον ἔχουσα πέτραν Χριστὸν, περὶ ἧς ὁ σοφώτατος Δανιὴλ λέγει· Ἀπετμήθη λίθος ἐξ ὄρους ἄνευ χειρῶν· τουτέστιν, ἄνευ ἀνδρὸς τὴν στερεὰν πέτραν Χριστὸν ἔτεκεν ἡ Παρθένος, ὁ ἀσύνθετος ναὸς, ἡ τὸν οὐράνιον ἔχουσα λίθον Χριστὸν, ἡ βροντοειδὴς νεφέλη, ἡ τὴν ἀστραπὴν ἔνδον κοιλιοφόρως βαστάσασα· καὶ μαρτυρεῖ μοι τῷ λόγῳ ἡ θεία Γραφὴ λέγουσα, Κοιλία σου θημωνία σίτου πεφραγμένη ἐν κρίνοις· ἡ ἀγεώργητος χώρα, ἡ τὸν Λόγον ὡς κόκκον σίτου δεξαμένη, καὶ τὸ δράγμα βλαστήσασα, ἡ νοερὰ κλίβανος, ἡ τὸ πῦρ καὶ τὸν ἄρτον τῆς ζωῆς ἔχουσα· ἡ ὁσία μήτηρ τοῦ Σωτῆρος,
Concerning this gate also in the Songs the prophet in his utterance clearly and plainly recounts, crying aloud: A garden enclosed is my sister, my bride; a garden enclosed, a fountain sealed. The holy and revered maiden Mary remained in virginity, the bright cloud, holding within the God Word; to whom the great-voiced Isaiah says: Behold, a swift cloud, and He shall come into Egypt; the unquarried mountain, holding the sharp-cut rock Christ, concerning which the most wise Daniel says: A stone was cut out of a mountain without hands; that is, without a man the Virgin bore the solid rock Christ, the uncompounded temple, holding the heavenly stone Christ, the thunder-like cloud, bearing the lightning within in her womb; and divine Scripture bears witness to my word, saying, Thy belly is a heap of wheat set about with lilies; the untilled land, which received the Word like a grain of wheat and sprouted forth the sheaf, the spiritual furnace, holding the fire and the bread of life; the holy mother of the Saviour,
PG 43:493Read from the page
ἡ τὸν Λόγον τοῦ Πατρὸς ἐκ σοῦ σαρκωθέντα τεκοῦσα, πρὸς ἣν Ἠσαΐας· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ, Ἐμμανουήλ. Ὢ Παρθένος ἁγία, ἁγία μήτηρ Κυρίου· μακαρία νύμφη Τριάδος ἀχωρίστου· μακαρία σὺ ἐν γυναιξὶν, ἡ τεκοῦσα ἐπὶ γῆς ὡς βρέφος τὸν πάντων κτίστην Θεόν· μακαρία σὺ ἐν γυναιξὶν, ἡ μόνη ἐπὶ γῆς κυήσασα τὸν οὐράνιον Θεόν· μακαρία σὺ ἐν γυναιξὶν, ἧς μασθοὺς ἐθήλασεν ὁ τρέφων τὰ σύμπαντα· μακαρία σὺ ἐν γυναιξὶν, ἡ νῦν γεννήσασα τὸν ποτὲ πλάσαντα πηλῷ τὸν Ἀδὰμ ἐν τῷ παραδείσῳ, Θεοτόκε ἁγία παρθένε Μαρία. Θεοτόκος γὰρ ὑπάρχεις, ἡ τὸν Λόγον ἐκ σοῦ σαρκωθέντα τεκοῦσα· Θεοτόκος ὑπάρχεις ἡ τὸν Θεὸν Λόγον ἐν μορφῇ δούλου κυήσασα· Θεοτόκος ὑπάρχεις, ὅτι Θεὸν Λόγον δεξαμένη σαρκωθέντα ἔτεκες· Θεοτόκος ὑπάρχεις ἡ μόνη τοῦ μόνου μονογενῆ Υἱὸν τοῦ Θεοῦ γεννήσασα· οὐ πρόσκαιρον Θεὸν γεννήσασα, ἀλλ' αἰώνιον τὸν πρὸ σοῦ καὶ πάντων Θεὸν, ἐκ σοῦ σαρκωθέντα· τὸ ἄσπιλον πρόβατον, ἡ τὸν ἀμνὸν τεκοῦσα Χριστόν· ἡ δάμαλις ἡ ἀπειρόζυγος, ἡ τὸν μόσχον γεννήσασα· ἡ νοερὰ τῆς πίστεως τράπεζα, ἡ τὸν ἄρτον τῆς ζωῆς τῷ κόσμῳ χορηγήσασα.
who bore the Word of the Father made flesh from thee, to whom Isaiah says: Behold, the virgin shall conceive in the womb, and shall bring forth a son, and they shall call His name Emmanuel. O holy Virgin, holy mother of the Lord; blessed bride of the indivisible Trinity; blessed art thou among women, who didst bear upon earth as an infant the God Who is Creator of all things; blessed art thou among women, who alone upon earth didst conceive the heavenly God; blessed art thou among women, whose breasts He Who nourishes the universe sucked; blessed art thou among women, who now hast given birth to Him Who of old fashioned Adam out of clay in paradise, O Theotokos, holy virgin Mary. For thou art Theotokos, who didst bear the Word made flesh from thee; thou art Theotokos, who didst conceive God the Word in the form of a servant; thou art Theotokos, because having received God the Word thou didst bear Him made flesh; thou art Theotokos, who alone didst give birth to the only-begotten Son of the only God; having given birth not to a temporal God, but to the eternal God Who is before thee and all things, made flesh from thee; the spotless sheep, who didst bear the Lamb Christ; the heifer unacquainted with the yoke, who didst give birth to the Calf; the spiritual table of faith, who didst supply the bread of life to the world.
Τί εἴπω; καὶ τί λαλήσω τὴν ὁλόρριζον δόξαν; Περὶ ταύτης τῆς ὁσίας κόρης τῆς ἀείπαιδος καὶ παρθένου, διὰ τοῦ προφήτου λέγοντος ὁ Θεός φησιν· Ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος, τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραήλ· καὶ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. Διὰ τοῦτο δώσει αὐτοὺς ἕως καιροῦ τικτούσης, τέξεται, καὶ οἱ ἐπίλοιποι τῶν ἀδελφῶν αὐτοῦ ἐπιστρέψουσιν ἐπὶ τοὺς υἱοὺς Ἰσραήλ· καὶ στήσεται, καὶ ὄψεται, καὶ ποίμνιον αὐτοῦ ἐν ἰσχύϊ Κύριος. Ὢ Παρθένε ἁγία, φωτὸς αἰωνίου ὑπάρχουσα μήτηρ· φωτὸς τοῦ φωτίσαντος ἐν οὐρανοῖς τὰς τῶν ἀγγέλων στρατιάς· φωτὸς τοῦ φωτίσαντος τῶν σεραφεὶμ τὸ ἀνεκλάλητον ὄμμα· φωτὸς τοῦ φωτίσαντος λαμπραῖς λαμπάσι τὸν ἥλιον· φωτὸς τοῦ φωτίσαντος τὰ πέρατα τῆς οἰκουμένης τῇ Τριάδι· φωτὸς τοῦ εἰπόντος· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· φωτὸς τοῦ εἰρηκότος· Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα· φωτὸς τοῦ ἀναληφθέντος καὶ φωτίσαντος ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς τὰ σύμπαντα. Ὢ παναγία Παρθένε, ἡ στρατιὰς ἀγγέλων ξενίσασα! Ξένον γὰρ θαῦμα ἐν οὐρανοῖς, γυνὴ τὸ φῶς ἐν ἀγκάλαις βαστάσασα· ξένον θαῦμα ἐν οὐρανοῖς, χερουβικὸς θρόνος ἕτερος· ξένον θαῦμα ἐν οὐρανοῖς, γυναικὸς υἱὸς, αὐτῆς καὶ τῶν αἰώνων πατὴρ ὑπάρχων· ξένον θαῦμα ἐν οὐρανοῖς, Παρθένου θάλαμος, Υἱὸν Θεοῦ, Θεὸν νυμφίον ἔχουσα Χριστόν· ξένον θαῦμα ἐν οὐρανοῖς, τὸ βρέφος τῆς Παρθένου, Δεσπότης τῶν ἀγγέλων πέφυκεν. Ὢ παναγία Παρθένε, μήτηρ τοῦ Σωτῆρος, ἡ τὸν ἄναρχον γεννήσασα Λόγον, τὸν τοῦ Πατρὸς σύνθρονον Υἱὸν, τὸν ὁμοούσιον τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος, τὸν προαιώνιον σὺν Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, τὸν τοὺς οὐρανοὺς καμαρώσαντα, τὸν τὴν γῆν ἑδράσαντα. Χαῖρε, παναγία Παρθένε, ἡ τὸ πῦρ τῆς θεότητος
What shall I say? and how shall I speak the glory rooted in wholeness? Concerning this holy maiden, ever-child and virgin, God says through the prophet speaking: Out of thee shall come forth to Me a ruler, to be for a prince in Israel; and His goings forth are from the beginning, from the days of eternity. Therefore He shall give them up until the time of her that travaileth; she shall bring forth, and the remnant of His brethren shall return unto the children of Israel; and the Lord shall stand, and shall see, and His flock in strength. O holy Virgin, being mother of eternal light; of the light that illumined in the heavens the hosts of angels; of the light that illumined the unutterable eye of the seraphim; of the light that illumined the sun with bright torches; of the light that illumined the ends of the inhabited earth by the Trinity; of the light that said: I am the light of the world; of the light that declared: I am come a light into the world; of the light that was taken up and illumined the universe in the heavens and upon earth. O all-holy Virgin, who hast amazed hosts of angels! For it is a strange wonder in the heavens, a woman bearing the light in her arms; a strange wonder in the heavens, another cherubic throne; a strange wonder in the heavens, a woman's son being father both of her and of the ages; a strange wonder in the heavens, a Virgin's bridal chamber holding the Son of God, God the Bridegroom Christ; a strange wonder in the heavens, the infant of the Virgin is by nature Master of the angels. O all-holy Virgin, mother of the Saviour, who hast given birth to the beginningless Word, the Son enthroned with the Father, consubstantial with the Father and the Holy Spirit, pre-eternal with the Father and the Holy Spirit, Who vaulted the heavens and established the earth. Hail, all-holy Virgin, who the fire of the Godhead
PG 43:496Read from the page
ἀφλέκτως, ὡς νοερὰ βάτος, κατέχουσα, ἡ νοερὰ κλίβανος, ἡ τὸ πῦρ καὶ τὸν ἄρτον τῆς ζωῆς θερμὸν τῷ κόσμῳ πρὸς βρῶσιν ἐνέγκασα· περὶ οὗ λέγει ὁ Σωτὴρ τοῦ κόσμου Χριστός· Λάβετε, φάγετε· τοῦτό μου ἐστὶ τὸ σῶμα, τὸ ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Πλουσία τῆς παρθενικῆς ἡ πανάρετος τράπεζα, ὦ ἀγαπητοὶ, παντοίων καλῶν βρωμάτων πρὸς ἀπόλαυσιν τῇ οἰκουμένῃ ἐδωρήσατο ἡ ὁσία Παρθένος καὶ μήτηρ τοῦ Χριστοῦ, ἡ τὸν φωτεινὸν λύχνον τὸν ἐκλάμποντα ἐν οὐρανῷ καὶ ἐπὶ γῆς βαστάσασα Χριστόν· πρὸς ἣν ὁ προφήτης Ζαχαρίας· Ἰδοὺ λυχνία χρυσῆ καὶ τὸ λαμπάδιον ἐπάνω αὐτῆς. Τοιγαροῦν καὶ ὁ Δαβὶδ τὸ μελῳδικὸν ᾆσμα τοῦτο βοᾷ· Λύχνος τοῖς ποσί μου ὁ λόγος σου, καὶ φῶς τοῖς τρίβοις μου.
holding without burning, like a spiritual bush; the spiritual furnace, who brought fire and the warm bread of life to the world for food; concerning which Christ, the Saviour of the world, says: Take, eat; this is My body, which is broken for you unto remission of sins. Rich is the all-virtuous table of virginity, O beloved; the holy Virgin and mother of Christ bestowed all manner of good foods for enjoyment upon the inhabited earth, she who bore Christ, the bright lamp shining out in heaven and upon earth; to whom the prophet Zechariah says: Behold a golden lampstand, and the bowl upon the top of it. Wherefore David also cries aloud this melodious song: Thy word is a lamp unto my feet, and a light unto my paths.
Ὢ λυχνία παρθενικὴ, ἡ τὸ σκότος ἀπελαύνουσα καὶ τὸ φῶς καταυγάζουσα. Ὢ λυχνία παρθενικὴ, ἡ τὸ πῦρ καὶ τὸ ἔλαιον ἀχώριστον πρὸς φωτισμὸν ἐνέγκασα. Ὢ λυχνία παρθενικὴ, τρίφωτον ἓν πῦρ ἄσβεστον, ὁμοούσιον ἀφ' ὑψηλοτάτου θρόνου λαβοῦσα, καὶ πρὸς φωτισμὸν τῆς οἰκουμένης ἐκλάμψασα. Ὢ λυχνία παρθενικὴ, περὶ ἧς διὰ τοῦ Προφήτου λέγει ὁ Θεός· Ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβὶδ, ἡτοίμασα λύχνον τῷ Χριστῷ μου. Ὁ βασιλικὸς στέφανος, τὴν μαργαριτοειδῆ πολύτιμον ἔχουσα λίθον Χριστόν· ἡ βασιλικὴ πορφύρα, τὸν οὐρανοῦ καὶ γῆς ἐνδύσασα βασιλέα τὸ οἰκουμενικὸν τοῦ σώματος πορφυροειδὲς ἔνδυμα· ἡ ἀκηλίδωτος τῶν Χριστιανῶν πίστις· ἡ ἀκατάληπτος βίβλος, ἡ τὸν Λόγον καὶ τὸν Υἱὸν τοῦ Πατρὸς τῷ κόσμῳ παραναγνώσασα. Ἡ μακαρία ἐν γυναιξὶν, ἡ τὸν Λόγον ἐκ σοῦ σαρκωθέντα τεκοῦσα, Λόγον τὸν τοῦ Πατρὸς Υἱὸν, Λόγον τὸν προαιώνιον Θεὸν, Λόγον ἄναρχον, καὶ ἀΐδιον, Λόγον τὸν σὺν Πατρὶ καὶ ἁγίῳ Πνεύματι προσκυνούμενον, Λόγον τὸν σύνθρονον τοῦ Πατρὸς, Λόγον τὸν ἐπὶ τῶν χερουβεὶμ καθήμενον, Λόγον, ὃν τὰ τετράμορφα ζῶα δοξολογοῦσι, Λόγον τὸν τοὺς ἀγγέλους κτίσαντα, Λόγον τὸν ἀρχὰς καὶ ἐξουσίας εἶναι ποιήσαντα, Λόγον τὸν οὐρανοὺς ἐκτείναντα, καὶ τὴν γῆν ἑδράσαντα, Λόγον τὸν ἀληθινὸν Θεὸν Ἰησοῦν Χριστὸν τὸν Κύριον ἡμῶν, ὃν ἔτεκες, παναγία Παρθένε, καὶ μετὰ τόκον πάλιν παρθένος, ἡ τὸν μαργαρίτην τεκοῦσα, καὶ τὸν βασιλικὸν στέφανον πλέξασα. Ὢ μακαρία Παρθένε, ἡ τὴν οὐράνιον δόξαν βλαστήσασα, ἡ ἀπὸ πολλῶν ἀνθῶν τοῦ παραδείσου τὸν κόσμον εὐωδίᾳ πληρώσασα. Κρίνον ἄσπιλον ὑπάρχει ἡ Παρθένος, τὸ ἀμάραντον ῥόδον γεννήσασα Χριστὸν, ἡ ἄμπελος τῆς ἀληθείας, ἡ πολύφορος καὶ ἀτρύγητος τῇ παρθενίᾳ, ἡ μὴ σκαφεῖσα, καὶ βοτρυοφορήσασα. ἡ τὸν πέπειρον βότρυν βλαστήσασα Χριστόν. Πῶς οὖν ἐβλάστησας, πεῖσον ἡμᾶς, παναγία Παρθένε· πῶς μήτηρ Θεοῦ ὤφθης ἐπὶ γῆς, Λόγον προαιώνιον δεξαμένη. Ἡ κοιλιοφορήσασα παρθένος ἐγὼ ἄφθαρτος, ναὸς ἀμόλυντος γέγονα τοῦ ἐνοικήσαντος ἐν ἐμοὶ Λόγου Θεοῦ ἀπειρογάμου.
O virginal lampstand, driving away darkness and shining forth light. O virginal lampstand, having brought fire and oil inseparable for illumination. O virginal lampstand, having received from the most high throne one three-lighted unquenchable, consubstantial fire, and having shone out for the illumination of the inhabited earth. O virginal lampstand, concerning which God says through the Prophet: There will I make a horn to bud forth unto David; I have prepared a lamp for Mine Anointed. The royal crown, holding Christ, the pearl-like precious stone; the royal purple, having clothed the King of heaven and earth with the universal purple-like garment of the body; the unstained faith of Christians; the incomprehensible book, having read aloud to the world the Word and the Son of the Father. Blessed art thou among women, who didst bear the Word made flesh from thee, the Word Who is Son of the Father, the Word Who is pre-eternal God, the Word beginningless and everlasting, the Word worshipped with the Father and the Holy Spirit, the Word enthroned with the Father, the Word sitting upon the cherubim, the Word Whom the four-formed living creatures glorify, the Word Who created the angels, the Word Who caused principalities and authorities to exist, the Word Who stretched out the heavens and established the earth, the Word Who is true God, Jesus Christ our Lord, Whom thou didst bear, O all-holy Virgin, and after childbirth a virgin again, having borne the pearl and plaited the royal crown. O blessed Virgin, having sprouted forth heavenly glory, having filled the world with fragrance from many flowers of paradise. The Virgin is a spotless lily, having given birth to Christ, the unfading rose; the vine of truth, fruitful and unharvested in virginity, unhoed yet cluster-bearing, having sprouted forth Christ, the ripe cluster. How then didst thou sprout forth? Persuade us, O all-holy Virgin; how wast thou seen on earth as mother of God, having received the pre-eternal Word? Bearing Him in the womb, I, an incorrupt virgin, have become an undefiled temple of the Word of God unacquainted with marriage Who dwelt in me.
PG 43:497Read from the page
Τὸν Ἐμμανουὴλ ἐν ἀφθάρτῳ κοιλίᾳ φέρουσα, εἰς γαστέρα ἀμόλυντον, ἀφομοιουμένη θρόνῳ χερουβικῷ· εἰς ἣν ὁ Λόγος τοῦ Πατρὸς σὰρξ ἐγένετο, ὁ ἄναρχος καὶ ἀόρατος· ὁρατὸς οἰκονομικῶς, ὁ ἐνανθρωπήσας Θεός· πεῖραν οὐκ ἐγνωκυῖα ἀνδρὸς, τὸν προαιώνιον Θεὸν Ἰησοῦν Χριστὸν ἔτεκον. Παρθένος γὰρ καὶ νῦν ὑπάρχω μετὰ τὸν τόκον, καθαρωτέρα τοῦ πρώην. Ἀπόνως ἔτεκον, οὐχ ὡς πᾶσα γυνή· ἀνόμοια γὰρ ἐμοῦ κἀκείνων τὰ μεταξὺ πράγματα. Οὐκ ἔγνω φύσις ἀνθρώπων τὸν τόκον μου, εἰ μὴ μόνος ὁ ἐν ἐμοὶ οἰκήσας Θεός. Ὢ Παρθένε, φρικτὸν τῆς Ἐκκλησίας κειμήλιον, τὸ μέγα τυχὸν μυστήριον, ἱερέα καλεῖ τὴν παρθένον ὁμοῦ τε καὶ θυσιαστήριον· ἥτις τραπεζοφοροῦσα τὸν οὐράνιον ἄρτον Χριστὸν ἔδωκεν ἡμῶν εἰς ἄφεσιν ἁμαρτιῶν. Ὢ γαστὴρ ἀμόλυντος οὐρανὸν κύκλον ἔχουσα, καὶ Θεὸν ἀχώρητον, ἐν σοὶ δὲ χωρητὸν βαστάσασα. Ὢ γαστὴρ οὐρανοῦ πλατυτέρα, Θεὸν τὸν ἐν σοὶ μὴ στενοχωρήσασα. Ὢ γαστὴρ ἑπτάκυκλος οὐρανὸς, καὶ μειζοτέρως αὐτῶν τυγχάνουσα. Ὢ γαστὴρ ἑπτὰ οὐρανῶν ὑψηλοτέρα καὶ πλατυτέρα. Ὢ γαστὴρ ὁ ὄγδοος οὐρανὸς στερεωμάτων ἀνωτέρα Ὢ γαστὴρ ἑπταφώτου χάριτος τὸ ἄσβεστον ἔχουσα φῶς. Τί εἴπω, ἢ τί λαλήσω περὶ τῆς σεμνῆς καὶ ἁγίας Παρθένου; Ὁ πόθος ἕλκει με λέγειν περὶ τῆς Θεοτόκου, καὶ φόβος κατέχει με τοῦ σιωπᾷν, οὐκ ἀξίως ἔχων τοῦ λέγειν. Ὁ νοῦς προκαλεῖται, καὶ ὁ φόβος ἀπωθεῖται· ὃς μὲν ἕλκει με, ὃς δὲ ἀνθέλκει με. Ἐπειδὴ οὖν συνέχομαι τῶν ἀμφοτέρων, συμφέρει μοι λαλῆσαι περὶ τῆς μεγαλωνύμου καὶ ὁσίας Παρθένου. Λέγω γὰρ ταύτην οὐρανὸν καὶ θρόνον ὁμοῦ τε καὶ σταυρόν· τὰς γὰρ ἁγίας ἀγκάλας ἐκτείνασα, τὸν Δεσπότην ἐβάστασεν ὁ θρόνος χερουβικὸς, σταυροειδὴς, οὐράνιος, περὶ ἧς διὰ τῶν Γραφῶν ἐν οὐρανοῖς παρακύπτω, καὶ βλέπω ταύτην ὑπὸ ἀγγέλων προσκυνουμένην. Ὅθεν πρῶτον ὁ Γαβριὴλ τὴν Παρθένον ἀσπάζεται· Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ· χαῖρε, κεχαριτωμένη, ὁ λαμπρὸς οὐρανός· χαῖρε, κεχαριτωμένη, ἡ τὸν ἐξαστράπτοντα ἐξ οὐρανοῦ λαμπραῖς λαμπάσιν ἀκτῖνα ἔχουσα ἥλιον τὸν Χριστόν. Σεραφεὶμ γέγονεν ἡ Παρθένος, ἡ πολυώνυμος, καὶ πολυόμματος, τῆς ἀκαταλήπτου θέας· σκέπη τις νοερὰ, δι' οἰκουμενικοῦ σώματος εὑρεθεῖσα, τὰ χερουβεὶμ ὑπερβαίνουσα. Ἐκεῖνα μὲν γὰρ ἀποστρέφονται μὴ δυνάμενα ἀτενίσαι πρὸς νοητὸν πῦρ τῆς θεότητος. Αὕτη δὲ τρανοῖς ὄμμασιν ἐνατενίζουσα τὸ ἀκατάληπτον καὶ ἀκοίμητον ὄμμα Χριστοῦ, ποθοῦσα καὶ φιλοῦσα ἠσπάζετο. Στρατιαὶ ἀγγέλων ὑποπόδιον τῶν ποδῶν τοῦ Σωτῆρος προσπίπτοντες, οὔτε ἰδεῖν, οὔτε προσψαῦσαι ἰσχύουσιν· αὕτη δὲ χείλη χείλεσι συνάπτουσα τὸν ἀκατάληπτον ἠσπάζετο. Ὢ Παρθένε, ἀκαταλήπτου μυστηρίου φέρουσα θαῦμα, τριπόθητον πίστιν τῇ οἰκουμένῃ κηρύξασα.
Bearing Emmanuel in an incorrupt womb, unto an undefiled belly, likened to a cherubic throne; into whom the Word of the Father became flesh, He Who is beginningless and invisible, yet visible by dispensation, God made man; knowing no experience of a man, I bore the pre-eternal God Jesus Christ. For even now after childbirth I am a virgin, purer than before. Without pain I gave birth, not as every woman; for unlike are the matters between me and them. Human nature knew not my childbirth, save God alone Who dwelt in me. O Virgin, awesome treasure of the Church, having attained the great mystery, he calls the virgin priest and altar at once; who, bearing the table, gave the heavenly bread Christ unto the remission of our sins. O undefiled womb, holding the circle of heaven, and bearing God uncontainable, yet contained in thee. O womb wider than heaven, not confining the God within thee. O womb, seven-circled heaven, and proving greater than they. O womb higher and wider than seven heavens. O womb, the eighth heaven, higher than firmaments. O womb holding the unquenchable light of seven-lighted grace. What shall I say, or what shall I speak concerning the revered and holy Virgin? Desire draws me to speak concerning the Theotokos, and fear restrains me unto silence, not having worthiness to speak. The mind invites, and fear repels; the one draws me, and the other draws me back. Since then I am held fast by both, it profits me to speak concerning the great-named and holy Virgin. For I call her heaven and throne and cross at once; for stretching out her holy arms, the cherubic, cross-formed, heavenly throne bore the Master, concerning whom through the Scriptures I stoop to look into the heavens, and behold her worshipped by angels. Whence Gabriel first greets the Virgin: Hail, thou that art full of grace, the Lord is with thee; hail, thou that art full of grace, the bright heaven; hail, thou that art full of grace, holding Christ the sun, the ray flashing forth out of heaven with bright torches. The Virgin of many names and many eyes has become a seraph of incomprehensible vision; a certain spiritual shelter, found through a universal body, surpassing the cherubim. For those turn away, unable to gaze intently at the intelligible fire of the Godhead. Yet she, gazing intently with clear eyes upon the incomprehensible and sleepless eye of Christ, embraced Him with longing and affection. Hosts of angels falling down at the footstool of the Saviour's feet have strength neither to behold nor to touch Him; yet she, joining lips to lips, kissed the Incomprehensible One. O Virgin, bearing the wonder of an incomprehensible mystery, having proclaimed thrice-desired faith to the inhabited earth.
Ἀγγέλων ἀνωτέρα γέγονεν ἡ Παρθένος, μειζοτέρα τῶν χερουβεὶμ καὶ τῶν σεραφεὶμ, ἀρέσκουσα τῷ βασιλεῖ Χριστῷ, ὡς ἀξία δούλη καὶ μήτηρ τιμηθεῖσα παρὰ Θεῷ. Ἁγία μήτηρ ἀμόλυντε, ἡ τὸν πρὸ σοῦ
The Virgin has become higher than angels, greater than the cherubim and the seraphim, pleasing to Christ the King, honoured by God as a worthy handmaid and mother. O holy undefiled mother, who Him Who is before thee
PG 43:500Read from the page
γεννήσασα Χριστὸν τὸν εἰπόντα· Πρὶν Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι· ἡ τὸ σπήλαιον δοξάσασα, καὶ τὴν φάτνην μεγαλύνασα. Παρθένος γὰρ καὶ σπήλαιον καὶ φάτνη, οὐρανοῦ κύκλον ἔχοντες, Θεὸν ἀχώρητον ἔφερον, οἱ τρεῖς τῇ Τριάδι σαφῶς λειτουργήσαντες, ὅτε ἡ Παρθένος ἀπόνως τὸν οὐρανοῦ καὶ γῆς Δεσπότην ἐν τῷ σπηλαίῳ κυήσασα, ἐν τῇ φάτνῃ ἔθετο, τότε καὶ τάξεις ἀγγέλων τὴν Παρθένον ἐκύκλωσαν βοῶντες καὶ λέγοντες· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὅθεν καὶ ποιμένες ἀγραυλοῦντες τὴν τοιαύτην δοξολογίαν τῶν ἀγγέλων ἤκουσάν τε περὶ τοῦ Σωτῆρος, καὶ τῷ δρόμῳ βαδίσαντες, τὸ φῶς προσεκύνησαν, ξένον θαῦμα θεασάμενοι, τὴν δούλην τοῦ Δεσπότου καὶ τὴν ἐπίγειον παρθένον, οὐράνιον νύμφην. Αὕτη γὰρ καὶ νύμφη, καὶ παστὰς, καὶ Θεοῦ μήτηρ ὤφθη ἐν τῷ σπηλαίῳ, ὅτε τὸ βρέφος ἔτεκε Χριστὸν, κατὰ τὴν προφητικὴν Ἠσαΐου φωνήν· ὅτι Παιδίον ἐγεννήθη ἡμῖν· υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς Ἄγγελος, Θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, Ἄρχων εἰρήνης, Πατὴρ τοῦ μέλλοντος αἰῶνος. Εἶτά φησι μετὰ ταῦτα· Μάγοι ἀπὸ ἀνατολῶν ὑπὸ ἀστέρος φωτεινοῦ καταλαμπόμενοι, καὶ ὁδηγούμενοι, τὸ μῆκος τῆς ἐξ ἀνατολῆς ὁδοῦ βαδίσαντες, ἥκασιν εἰς προσκύνησιν τοῦ τεχθέντος ἐν Βηθλεέμ. Ὅθεν καὶ τὴν πόλιν Ἱερουσαλὴμ καταλαβόντες, κρύπτεται ἀπ' αὐτῶν ὁ ἀστήρ· οἱ δὲ θορυβηθέντες τὸν ὁδηγὸν ἀπολέσαντες, ἀνάγκης τῇ βίᾳ τοὺς ἐν τῇ πόλει ἐρωτῶντες, ἐπυνθάνοντο παρ' αὐτῶν· Ποῦ ὁ Χριστὸς γεννᾶται; ξένον δὲ θαῦμα πᾶσιν ἐνομίζετο. Περὶ οὗ Ἡρώδης ἀκούσας, ἐταράττετο λίαν, καὶ καλέσας τοὺς ἱερεῖς, ἐπυνθάνετο παρ' αὐτῶν, ποῦ ὁ Χριστὸς γεννᾶται. Οἱ δὲ εἶπον καὶ οὐκ ἠρνήσαντο· ὡμολόγησαν καὶ οὐκ ἐψεύσαντο. Τὰς ἀκτῖνας τοῦ ἡλίου κρύπτειν οὐκ ἠδύναντο, τὴν περὶ τοῦ Σωτῆρος φωνὴν διὰ τοῦ προφήτου σαφηνιζομένην ἐμαρτύρησαν λέγοντες· Ἐν Βηθλεὲμ γεννᾶται ὁ Χριστός. Οὕτω γὰρ βοᾷ διὰ τοῦ προφήτου· Καὶ σὺ, Βηθλεὲμ, οὐδαμῶς εἶ ἐλαχίστη ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραήλ. Ὢ τοῦ ἀπειθοῦντος Ἰσραήλ! Ὡμολόγησε τὸ πρᾶγμα τοῦ νόμου, καὶ τὸν νομοθέτην ἠρνήσατο· αὐτοὶ ἐμαρτύρησαν ποῦ ὁ Χριστὸς γεννᾶται, καὶ αὐτοὶ πάλιν ἠρνήσαντο τὸν γεννηθέντα Χριστόν.
having given birth to Christ Who said: Before Abraham came to be, I am; who didst glorify the cave and magnify the manger. For Virgin and cave and manger, holding the circle of heaven, bore God uncontainable, the three clearly ministering to the Trinity: when the Virgin, having conceived in the cave without pain the Master of heaven and earth, laid Him in the manger, then also ranks of angels encircled the Virgin, crying aloud and saying: Glory to God in the highest, and on earth peace, good will among men. Whence also shepherds abiding in the field both heard such glorification from the angels concerning the Saviour and, going at a run, worshipped the light, beholding a strange wonder: the handmaid of the Master and the earthly virgin become a heavenly bride. For she herself was seen in the cave as bride and bridal chamber and mother of God when she bore the infant Christ, according to the prophetic voice of Isaiah: For unto us a Child is born, unto us also a Son is given, Whose government is upon His shoulder, and His name is called Angel of great counsel, Mighty God, Potentate, Prince of peace, Father of the age to come. Then he says after these things: Magi from the east, shone upon and guided by a bright star, having travelled the length of the way out of the east, have come unto the worship of Him Who was born in Bethlehem. Whence also, when they reached the city of Jerusalem, the star is hidden from them; and they, troubled at having lost their guide, under force of necessity questioning those in the city, inquired of them: Where is the Christ born? And to all it was deemed a strange wonder. Hearing of which, Herod was exceedingly troubled, and calling the priests, he inquired of them where the Christ is born. And they spoke and denied not; they confessed and lied not. They could not hide the rays of the sun; they bore witness to the voice concerning the Saviour made clear through the prophet, saying: In Bethlehem the Christ is born. For thus he cries aloud through the prophet: And thou, Bethlehem, art by no means least among the princes of Judah; for out of thee shall He come forth to be for a ruler in Israel. O disobedient Israel! It confessed the matter of the law, and denied the Lawgiver; they themselves bore witness where the Christ is born, and they themselves again denied the Christ Who was born.
Τί οὖν οἱ μάγοι; ὧν τὸ οἰκεῖον τοῦ νοὸς ἠλλοιώθη, ὧν ἡ καρδία ἐταράττετο λίαν, καὶ ἐσβέννυτο ἐν λύπῃ, ὧν οἱ στεναγμοὶ ὡς κυμάτων βία τὴν ναῦν ἐπόντιζον, ὧν οἱ ὀφθαλμοὶ μαργαριτοειδέσι δάκρυσι τὴν γῆν κατέρραινον, ὧν ἀφόρητος ἡ θλίψις, τὸν ἀνατολῶν ζητοῦντες ὁδηγὸν, ὃν οὐκ εἶχον, ἔχοντες ἐζήτουν· Ποῦ ὁ ἀστὴρ ὁ τῶν μάγων ὁδηγός; Καθ' οἷον δὲ τρόπον κρύπτεται ἀπ' αὐτῶν ὁ ἀστὴρ, σκόπει τὴν ἀλήθειαν, καὶ βλέπε τὸ θαῦμα, καὶ τὴν μήνυσιν. Ἕνεκεν τούτου κρύπτεται ἀπ' αὐτῶν ὁ ἀστὴρ, ἵνα τούτων ἐρωτώντων παρὰ τῶν ἀπίστων ἱερέων, φανερὸν γένηται πᾶσι τὸ οὐρανοῦ καὶ γῆς μυστήριον. Ὅθεν μετὰ τὸ
What then of the magi, whose own frame of mind was altered, whose heart was exceedingly troubled and quenched in grief, whose groanings like the violence of waves were sinking the ship, whose eyes bedewed the earth with pearl-like tears, whose affliction was unbearable, seeking the guide of the east, whom having not, though having him, they sought: Where is the star, the guide of the magi? And in what manner the star is hidden from them, consider the truth, and behold the wonder and the signification. On account of this is the star hidden from them, so that while they question the unbelieving priests, the mystery of heaven and earth may become manifest to all. Whence after