Migne Reading Room

PG 43 · cols. 477–488 · Read from the page

Homiliae Septem (Ὁμιλίαι ζʹ)

Homiliae Septem (Ὁμιλίαι ζʹ)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 43:477Read from the page
τῆς παιδείας δεῖξον καὶ τὴν σὴν φιλανθρωπίαν, ἵνα μὴ εἰς τέλος οἱ Ἰουδαῖοι καυχήσωνται, ἵνα μὴ τὰ ἔθνη περὶ ἡμῶν εἴπωσι· Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν; Ποῦ ἐστιν ὁ Χριστὸς αὐτῶν; Ποῦ ἐστιν ὁ σταυρὸς αὐτῶν; Ποῦ ἐστιν ἡ ἐλπὶς αὐτῶν; Ποῦ ἡ πίστις τῶν Χριστιανῶν; Ἵνα μὴ ταῦτα εἴπωσι, ταχὺ τὰ ἐλέη σου εἰς ἡμᾶς θεωρήσουσι· Ταχὺ προσκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, Κύριε, ὅτι ἐπτωχεύσαμεν σφόδρα, ὅτι ἐταπεινώθημεν σφόδρα, ὅτι ὠλιγώθημεν σφόδρα. Λοιπὸν εἰσελθέτω ἐνώπιόν σου ὁ στεναγμὸς τῶν πεπεδημένων· δυσωπήσει σε τὰ δάκρυα τῶν ἀκάκων νηπίων, τῶν κατασφαζομένων· ἱκετεύσει σε ὀδυρμὸς μητέρων τῶν ἀτεκνουμένων. Ταῦτα λέγοντες δεόμεθα, οὐ μαχόμεθα, Δέσποτα· δεόμεθα, ἀλλ' οὐ πρὸς σὲ δικαζόμεθα. Δεόμεθα, ὅτι ὑπὸ ἀνόμων ὀνειδιζόμεθα, ὅτι ἐξ Ἑλλήνων καταπονούμεθα· οὐ μαχόμεθα, ἀλλὰ ἐξομολογούμεθα. Κλαίομεν, ὅτι καὶ οἱ λοιποὶ κινδυνεύουσιν. Εἰ γὰρ καὶ ἁμαρτωλοὶ, ἀλλ' ὅμως Χριστιανοὶ τυγχάνομεν· εἰ καὶ ταπεινοὶ, ἀλλ' ὅμως τῆς πίστεώς σου λαός· εἰ καὶ ἀνάξιοι φιλανθρωπίας, ἀλλ' ὅμως πρόβατα τῆς σῆς Ἐκκλησίας ἐσμὲν ἐν ἑνὶ συνηθροισμένοι. Ταύτην σοι τὴν ἱκεσίαν οἱ πτωχοὶ ὑπὲρ πλήθους λαοῦ αἰχμαλωσίας, ἐν τῇ σῇ τριημέρῳ ἀναστάσει προσάγομεν ἱερεῖς καὶ λαοὶ, νεανίσκοι καὶ παρθένοι, πρεσβῦται μετὰ νεωτέρων, νήπια μετὰ μητέρων, πᾶσα ψυχὴ τῶν πιστευόντων εἰς σέ· οὓς λύτρωσαι πάντας πάσης τῆς ἐπικειμένης ἀπειλῆς, καὶ τῆς σῆς βασιλείας ἀξίους ποίησον, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ καὶ Δεσπότου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, σὺν τῷ παναγίῳ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
chastisement show forth also Thy loving-kindness, lest the Jews boast to the end, lest the nations say concerning us: Where is their God? (Ps. 113:10) Where is their Christ? Where is their cross? Where is their hope? Where is the faith of the Christians? Lest they say these things, they shall speedily behold Thy mercies towards us: Let Thy compassions speedily forestall us, O Lord, for we are become exceedingly poor (Ps. 78:8), for we have been exceedingly humbled, for we have been exceedingly diminished. Henceforth let the groaning of the fettered enter before Thee; the tears of the guileless infants who are slaughtered shall move Thee to pity; the lamentation of mothers bereaved of their children shall entreat Thee. Saying these things we beseech, we do not fight, O Master; we beseech, yet we do not contend in judgement with Thee. We beseech, because we are reproached by lawless men, because we are worn down by Greeks; we do not fight, but we confess. We weep, because the rest also are in peril. For even if we are sinners, yet we are Christians nevertheless; even if lowly, yet the people of Thy faith nevertheless; even if unworthy of loving-kindness, yet we are sheep of Thy Church gathered together in one. This supplication we the poor offer unto Thee on behalf of a multitude of captive people, on Thy three-day resurrection: priests and peoples, young men and virgins, elders with youths, infants with mothers, every soul of those who believe in Thee; whom do Thou ransom all from every impending threat, and count worthy of Thy kingdom, by the grace and loving-kindness of Thine only-begotten Son and Master, our God and Saviour Jesus Christ, together with His all-holy and life-giving Spirit, now and ever and unto the ages of the ages. Amen.
Δʹ. Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἐπιφανίου ἐπισκόπου Κύπρου εἰς τὴν ἀνάληψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
IV. Of our Father among the saints Epiphanius, bishop of Cyprus, on the Ascension of our Lord Jesus Christ.
Εὐλογητὸς ὁ Θεός.
Blessed be God.
Κόσμος σώματος ἡ ἐπιτεθεῖσα τῷ σώματι κεφαλή· κόσμος δὲ τῶν ἑορτῶν ἡ σήμερον ἑορτή. Τί γάρ; φησί. Χριστοῦ ἀνάληψιν μετὰ σαρκὸς ἑορτάζομεν, ὡς τῶν Δεσποτικῶν ἑορτῶν δεικνυμένην πλήρωμα. Καθάπερ γὰρ κεφαλὴ φαιδρόμορφος, οὕτω καὶ ἡ σήμερον ἑορτὴ τῆς θεϊκῆς χάριτος ἀπαυγάζει τὸ κάλλος· ἀλλ' οἱ πολλοὶ ἀγνοοῦντες τὸ ταύτης μέγεθος, ἧττον αὐτὴν νομίζουσι. Καὶ εἰ βούλεσθε μαθεῖν, ἀνεξικάκως συντείνατέ μοι τὸν νοῦν. Μόνον μοι δι' εὐχῶν συνεργήσατε, παρακαλῶ· καὶ τὰς μολιβδώδεις αὔρας καταστείλατε· καὶ τὰ κύματα τῆς φλυαρίας γαληνιάσατε· καὶ σχολάζουσάν μοι τὴν ἀκοὴν παράσχητε. Κατὰ γὰρ τὸν σοφὸν Σολομῶντα, λόγοι σοφῶν ἐν ἀναπαύσει ἀκούονται. Πρώτη τοίνυν
The ornament of a body is the head set upon the body; and the ornament of the feasts is today's feast. How so? one asks. We celebrate the Ascension of Christ with the flesh, as being shown to be the fulness of the feasts of the Master. For just as a bright-formed head, so also today's feast beams forth the beauty of divine grace; yet most men, ignorant of its greatness, consider it inferior. And if you wish to learn, patiently apply your mind with me. Only co-operate with me through prayers, I beseech you; and hush the leaden breezes; and calm the waves of idle talk; and grant me an attentive hearing. For according to the wise Solomon, the words of the wise are heard in quiet (Eccles. 9:17). First, therefore,
PG 43:480Read from the page
ἑορτὴ ἡ φρικτὴ καὶ θαυμαστὴ κατὰ σάρκα τοῦ Χριστοῦ γέννησις. Πῶς γὰρ οὐ θαυμαστὴ ἡ ἐξ οὐρανῶν τοῦ Θεοῦ πρὸς ἡμᾶς κατάβασις, μᾶλλον δὲ συγκατάβασις; ὅτι ὁ πάντων Δεσπότης τὴν τοῦ δούλου μορφὴν ἑνῶσαι ἑαυτῷ κατηξίωσε, καὶ πτωχὴν μητέρα ἔχειν ὁ πάντα περιέχων. Δευτέρα ἑορτὴ ἡ τῶν Θεοφανίων πολλῷ τῆς πρώτης τὴν θεωρίαν μείζω ἔχουσα. Ἐν μὲν γὰρ τῇ πρώτῃ ἑορτῇ ὑπεδείκνυε τὸν τεχθέντα Θεὸν Λόγον ἀστήρ· ἐν δὲ τῇ δευτέρᾳ ἑορτῇ Ἰωάννης ἐβόα, Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Ἐβεβαίου δὲ τὴν μαρτυρίαν τοῦ βαπτιζομένου οὐρανόθεν βοῶν ὁ Πατήρ· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα.
feast is the awesome and wondrous Nativity of Christ according to the flesh. For how is God's descent from the heavens unto us — or rather His condescension — not wondrous? Because the Master of all deigned to unite unto Himself the form of a servant, and He Who encompasses all things deigned to have a poor mother. The second feast is that of the Theophanies, possessing a contemplation far greater than the first. For in the first feast a star pointed out God the Word Who was born; whereas in the second feast John cried aloud, Behold the Lamb of God, Who taketh away the sin of the world (John 1:29). And the Father confirmed the testimony of Him Who was being baptized, crying aloud from heaven: This is My beloved Son, in Whom I am well pleased (Matt. 3:17).
Ἀλλ' οὐδὲ τότε ὁλόκληρος ἡ τῆς σωφροσύνης ἀπόλαυσις, ἐπειδὴ μηδέπω τὸ θνητὸν σῶμα διὰ τῆς ἀναστάσεως τὴν ἀθανασίαν ἐδέξατο. Τρίτη ἑορτὴ τοῦ σωτηριώδους πάθους ἡ ἀνάστασις ζωοποιεῖ τοὺς διὰ τοῦ βαπτίσματος τοῦ αἵματος αὐτοῦ μαρμαρυγὰς ἀπαστράπτοντας, καὶ ἀναγεννωμένους δι' ὕδατος καὶ Πνεύματος ἁγίου. Διὸ καὶ πεσόντα κόσμον ἀνέστησε, καὶ τὸν πάλαι ἐκπεσόντα Ἀδὰμ ζωῆς αἰωνίου ἠξίωσε. Διὰ ξύλου ὁ Ἀδὰμ θάνατον ἐτρύγησε· διὰ ξύλου σταυροῦ ζωὴν τῷ κόσμῳ χαρίζεται. Καὶ αὕτη μὲν τῶν προλαβουσῶν ἑορτῶν ἐνδοξοτέρα ἀνεδείκνυτο, ἐπειδὴ ἐν αὐτῇ ὁ θάνατος διὰ θανάτου τὸν θάνατον θανατώσας, καὶ ζωὴν ἀθάνατον τοῖς θανοῦσιν ἐπήγαγεν. Ἀλλὰ καὶ αὕτη οὐκ εἶχε τῆς χαρᾶς τὴν πληρότητα ἐπὶ γῆς τὸν ἀναστάντα κατέχουσα. Καὶ ἡ τῆς Πεντηκοστῆς δὲ χαρὰν μεγάλην καὶ ὑπὲρ λόγον, ἐν ᾗ τοῖς ἀποστόλοις ἐδίδοτο Πνεῦμα ἅγιον· σήμερον δὲ ἐν τῇ τῆς Ἀναλήψεως ἡμέρᾳ πάντα διὰ πάντων εὐφροσύνης πεπλήρωται. Οὐρανοὺς τοὺς φεγγοτόκους ἀνοίξας, καὶ τὸν λεπτομερέστατον ἀέρα βαθμώσας, καὶ τὸν ἐκ γῆς εἰς τὰς οὐρανίους ἁψῖδας ἀνασφαιρώσας, καὶ πάσας τὰς τῶν ἀγγέλων φύσεις εἰς χαρὰν ἄληκτον παρορμήσας, ξένην ἡμῖν θέαν ἐπέδειξε, τὴν ἡμετέραν σάρκα ἐπὶ θρόνου βασιλικοῦ ἐπηρμένην. Ποῦ εἰσὶν οἱ περὶ τὰ ἱπποδρόμια ἀσχολούμενοι, καὶ ἡνιόχων ἀγαπῶντες ὀξύτητα; Δεῦτε, ἴδετε παράδοξον ἱπποδρόμιον· τὸν τῆς κτίσεως Δημιουργὸν ἐν ἀνθρωπίνῳ ἐποχούμενον ἅρματι, οὐκ ἐπὶ γῆς ἀτάκτως ἐλαύνοντα, ἀλλ' αἰθερίους δρόμους καινοπρεπῶς ἀναστέλλοντα, καὶ τὸν οὐράνιον καμπτῆρα καταλαμβάνειν ἐπειγόμενον, καὶ τὸν παρατρέχοντα Βελίαρ δυνατῶς καταστρέφοντα.
Yet not even then was the enjoyment of temperance complete, since the mortal body had not yet received immortality through the resurrection. The third feast, the resurrection of the saving passion, gives life to those who through baptism flash forth the gleamings of His blood, and are regenerated through water and the Holy Spirit. Wherefore He also raised up the fallen world, and counted Adam, who had fallen of old, worthy of eternal life. Through a tree Adam reaped death; through the tree of the cross He freely bestows life upon the world. And this feast indeed was shown forth more glorious than the preceding feasts, since in it the Immortal One, having put death to death through death, also brought in immortal life for the dead. Yet this feast too did not possess the fulness of joy, keeping Him Who had risen still upon earth. And that of Pentecost [possesses] a joy great and beyond speech, wherein the Holy Spirit was given to the apostles; whereas today, on the day of the Ascension, all things through all have been filled with gladness. Having opened the light-bearing heavens, and fashioned the most subtle air into steps, and raised the earthly man aloft into the heavenly vaults, and spurred all the natures of the angels unto unceasing joy, He displayed unto us a strange spectacle: our flesh lifted up upon a royal throne. Where are those who busy themselves with horse-races, and love the swiftness of charioteers? Come hither, behold a paradoxical chariot-race: the Creator of creation riding in a human chariot, not driving disorderly upon earth, but traversing ethereal courses in a newly-fitting manner, and hastening to seize the heavenly turning-post, and mightily overthrowing Beliar who runs beside.
Notes, col. 480

On the reading

Printed ὁ θάνατος, for ὁ ἀθάνατος (printed ὁ θάνατος διὰ θανάτου τὸν θάνατον θανατώσας).

PG 43:481Read from the page
Ἀλλ' Ἰουδαίων παῖδες οἱ βάσκανοι τῆς ἀληθείας ἀκούσαντες, ὅτι ὁ Χριστὸς ἀνελήφθη εἰς οὐρανοὺς, ἀμαυρῶσαι βουλόμενοι τὸ παράδοξον θαῦμα τοῦ Ἡλίου τῆς δικαιοσύνης, τὸν Ἠλίαν παρεισάγουσι λέγοντες· Τί μεγάλα κομπάζετε, Χριστιανοὶ, ὅτι ἀνελήφθη ὁ Χριστὸς, ὡς λέγετε; Καὶ γὰρ Ἠλίας, ἄνθρωπος ὢν, τῆς ὁμοίας δόξης ἀξιωθεὶς ἀνελήφθη εἰς οὐρανούς. Πρὸς οὓς μετὰ παῤῥησίας φθεγξόμεθα· Διὰ τί, ὦ Ἰουδαῖοι, τὰς βίβλους ὡς τυφλοὶ σκυλεύετε, καὶ τὰ γεγραμμένα ἐν αὐταῖς μετὰ ἀκριβείας οὐ βλέπετε; Διὰ τί ἀναγινώσκετε, καὶ οὐκ ἐπιγινώσκετε; Τί γάρ φησιν ἡ θεία Γραφή; Καὶ ἀνελήφθη Ἠλίας ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανόν· τὸ δὲ, ὡς εἰς τὸν οὐρανὸν, ἀμφίβολον ἔχει τὴν ἔννοιαν· τὸ δὲ, εἰς τὸν οὐρανὸν, τρανὴν δείκνυσι τὴν ἀλήθειαν. Ὅτι δὲ οὔτε Ἠλίας, οὔτε ἕτερός τις ἀνέβη εἰς τὸν οὐρανὸν, εἰ μὴ μόνος ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς ὁ μονογενὴς τοῦ Θεοῦ Υἱὸς, αὐτὸς περὶ ἑαυτοῦ πάντας πληροφορῶν λέγει· Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ· ὁ ποιμὴν ὁ καλὸς, ὁ τὰ ἐνενήκοντα ἐννέα τῶν ἀγγέλων πρόβατα καταλιπὼν ἐπὶ τὰ οὐράνια ὄρη, καὶ τὸ πεπλανημένον πρόβατον εὑρηκὼς, καὶ ὤμοις φιλανθρωπίας βαστάζων, καὶ εἰς τὸν οὐράνιον λιμένα ἀνενεγκὼν, τῷ ἰδίῳ Γεννήτορι δωροφορῶν φθέγγεται· Εὗρον, Πάτερ, τὸ πρόβατον τὸ πλανώμενον, ὅπερ ὁ ἀπατεὼν ὄφις δολοτρόποις τεχνάσμασιν ἠπάτησε, καὶ κακίας ὁδοὺς ὑπέδειξε, πηλῷ δὲ τῆς πολυθεΐας τὴν καθαρότητα τῆς θεογνωσίας ἐμόλυνε.
But the children of the Jews, envious of the truth, upon hearing that Christ was taken up into the heavens, wishing to dim the paradoxical wonder of the Sun of righteousness, bring in Elijah beside Him, saying: Why do you boast greatly, O Christians, that Christ was taken up, as you say? For Elijah too, being a man, was counted worthy of the like glory and was taken up into the heavens. Unto whom we shall speak out with boldness: Why, O Jews, do you pillage the books like blind men, and do not behold with exactness what is written in them? Why do you read, and do not understand? For what saith the divine Scripture? And Elijah was taken up in a whirlwind as it were into heaven (4 Kings 2:11); now the phrase, as it were into heaven, holds an ambiguous meaning; whereas the phrase, into heaven, shows forth the plain truth. And that neither Elijah nor anyone else ascended into heaven, save only the only-begotten Son of God Who came down from heaven, He Himself, assuring all concerning Himself, saith: No one hath ascended into heaven, save He Who came down from heaven, the Son of man, Who is in heaven (John 3:13); the good Shepherd, Who having left the ninety-nine sheep of the angels upon the heavenly mountains, and having found the straying sheep, and carrying it upon shoulders of loving-kindness, and having brought it up to the heavenly haven, offering it as a gift to His own Begetter, utters aloud: I have found, O Father, the straying sheep (Luke 15:4-6), which the deceiver serpent deceived by guileful artifices, and pointed out paths of wickedness, and defiled the purity of the knowledge of God with the mire of polytheism.
Θεασάμενος οὖν αὐτὸ ἐν τῷ βορβόρῳ τοῦ βίου πνιγόμενον, τῇ τῆς θεότητός μου δεξιᾷ ταχέως ἀνήρπασα· καὶ τοῖς τῶν οἰκτιρμῶν σπλάγχνοις ἐν τοῖς τοῦ Ἰορδάνου ῥεύμασιν ἀπέπλυνα, καὶ μυρίσας τῇ εὐωδίᾳ τοῦ ἁγίου μου Πνεύματος, διὰ τῆς ἀναστάσεως νῦν παραγέγονα, ἄξιον τῆς σῆς θεότητος προσκομίζων σοι ξένιον, τὸ λογικὸν πρόβατον. Σήμερον ὁ διάβολος τὴν οἰκείαν ἧτταν ὀδύρεται, ὁρῶν τὸ ἡμέτερον σῶμα εἰς οὐρανοὺς ἀναγόμενον· σήμερον ἡ ἁμαρτία διὰ τῆς ἀναλήψεως τοῦ Χριστοῦ Ἰησοῦ ὡς καπνὸς διαλέλυται· σήμερον ὁ διάβολος θρηνεῖ λέγων, Τί ποιήσω, ὁ ἄθλιος; Πάντας τοὺς ἀπ' αἰῶνος ὡς ἱέραξ ὀξυπετὴς ἁρπάξας παρ' ἐμοῦ, ἔρημόν με κατέστησε, καὶ πανταχόθεν με πτεροκοπήσας εἰς γῆν κατέῤῥαξεν. Ἠπάτησέ με ὁ τῆς Μαρίας υἱός. Οὐκ ᾔδειν, ὅτι Θεὸς ἐν ἀνθρωπίνῳ κρύπτεται σώματι. Ἔβλεπον αὐτὸν σῶμα ἀνθρώπινον περικείμενον, καὶ ἄνθρωπον αὐτὸν νομίσας ψιλὸν, κατ' αὐτοῦ τοὺς Ἰουδαίους ἐκίνησα· καὶ ἅπερ δι' ἑαυτοῦ μὴ ἐτόλμων διαπράξασθαι, ταῦτα διὰ Ἰουδαίων ἐνήργησα. Μυ-
Having beheld it, therefore, choking in the mire of life, I swiftly snatched it up with the right hand of My Godhead; and with the bowels of compassions I washed it clean in the streams of the Jordan, and having anointed it with the fragrance of My Holy Spirit, I am now come through the resurrection, bringing unto Thee a hospitality-gift worthy of Thy Godhead, the rational sheep. Today the devil laments his own defeat, seeing our body led up into the heavens; today sin through the Ascension of Christ Jesus has been dissolved like smoke; today the devil wails, saying, What shall I do, wretched that I am? Having snatched away from me like a swift-flying hawk all those held from of old, He has left me desolate, and having clipped my wings on every side He has dashed me down to the earth. The son of Mary has deceived me. I knew not that God is hidden in a human body. I saw Him clad in a human body, and supposing Him a mere man, I stirred up the Jews against Him; and the things which I dared not accomplish by myself, these I wrought through the Jews. Myri-
PG 43:484Read from the page
ρίας συκοφαντίας ἐφεῦρον· πᾶν εἶδος ὕβρεως εἰς αὐτὸν ἐπενόησα· καλάμῳ καὶ σπόγγῳ αὐτὸν ἐπότισα· ἀκάνθαις τὴν κεφαλὴν αὐτοῦ ἐστεφάνωσα- ῥαπίσμασιν αὐτὸν ἠτίμωσα, σταυρῷ διὰ ἥλων προσήλωσα· θανάτῳ τέλος ὑποβαλὼν, ὡς νικήσας, μετὰ Ἰουδαίων ἑόρταζον. Θεασάμενος δὲ αὐτὸν ὅτι τῇ τρίτῃ ἡμέρᾳ ἐγήγερται, καθὼς προεῖπον, ὡς ξίφος κατὰ καρδίας ἀθρόως δεξάμενος κατέπεσον· θεασάμενος δὲ αὐτὸν ὅτι ἐσθίει καὶ πίνει, πάλιν ἕτερον σταυρὸν κατεσκεύαζον. Ἀλλ' ὡς ταῦτα ἐνεθυμούμην πρὸς ἑαυτὸν, ὁρῶ αὐτὸν μετὰ δόξης εἰς οὐρανὸν ἀνερχόμενον, ὅθεν ἐγὼ μετ' αἰσχύνης ἐξέπεσον. Διὸ καὶ Ψαλμῳδὸς ἐκ πολλῶν τῶν χρόνων ἐβόα λέγων· Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας· ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως, ὅτι Κύριος ὕψιστος, βασιλεὺς φοβερὸς, μέγας ἐπὶ πᾶσαν τὴν γῆν· καὶ πάλιν· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. Θέλω αὐτὸν καταδιῶξαι, καὶ ὡς μόλιβδος κάτω φέρομαι· βούλομαι αὐτὸν κρατῆσαι, καὶ ἀοράτως ἐξαγκωνίζομαι.
-ad false accusations I invented; every kind of insult I devised against Him; with a reed and sponge I gave Him to drink; with thorns I crowned His head; with slaps I dishonoured Him, with nails I nailed Him to a cross; having at last subjected Him to death, as having conquered, I kept festival with the Jews. Yet upon beholding Him raised on the third day, just as He had foretold, I fell down as though suddenly pierced through the heart with a sword; and upon beholding Him eating and drinking, I began preparing yet another cross. But while I was pondering these things within myself, I see Him ascending with glory into heaven, whence I had fallen out with shame. Wherefore also the Psalmist from many ages past cried aloud, saying: O clap your hands, all ye nations; shout unto God with a voice of exultation, because the Lord Most High is terrible, a great King over all the earth (Ps. 46:2-3); and again: God is gone up with a shout, the Lord with a voice of a trumpet (Ps. 46:6). I wish to pursue Him, and like lead I am borne downwards; I wish to lay hold of Him, and invisibly I am thrust aside.
Τί ποιήσω ὁ τάλας; Πανταχόθεν με περιήλασεν. Ἐξ οὐρανῶν με ὡς λίθον βραχύτατον εἰς γῆν ἐσφενδόνησε κάτω. Πεσὼν δὲ ἐν τῇ γῇ, ἐν τοῖς ὕδασι κρυβῆναι ἠθέλησα· καὶ εὑρών με ἐν τοῖς τοῦ Ἰορδάνου ῥείθροις κρυπτόμενον, ὡς δράκοντα, κρατήσας ἐμάστιξε. Θέλω κἂν τῆς γῆς κρατῆσαι, καὶ πάντες ὡς δεσποτικῆς νομῆς φύλακες, τὴν κατ' ἐμοῦ φωνὴν βοῶσι· Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. Ἔδειξεν ὁ σεισμὸς, ὅτι τοῦ Κυρίου ἡ γῆ. Ἡ γὰρ γῆ τὸ τοῦ Κυρίου ὄνομα μὴ φέρουσα ἀκαρτερήτῳ τρόμῳ ἐβράσσετο, διὰ τὴν ἀταξίαν τῶν αὐτῆς τέκνων μαστιζομένη, καθάπερ στόμα κατὰ τῶν στοιχείων ἀνοίξασα ῥήγματα, τῆς κρυπτομένης ὀδύνης ἐβόα τὸ μέγεθος· καὶ φείσασθαι τῶν ἡμαρτηκότων, ὡς μήτηρ ὑπὲρ τέκνων, ἱκέτευε. Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου; ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. Τὴν γὰρ σάρκα τὴν ἐκ γῆς πλασθεῖσαν ἥνωσεν ἐν αὐτῷ ὁ Χριστὸς, καὶ ἐκάθισεν ἐν οὐρανοῖς. Ἔρχεται ὁ διάβολος διὰ πορνείας μολύνειν βουλόμενος. Ἀλλ' ὡς φύλαξ ἄγρυπνον ἔχων τὸν τῆς ψυχῆς ὀφθαλμὸν, μὴ συγχωρήσῃς τῷ λῃστῇ τὸν τῆς διανοίας διαῤῥῆξαι ὀφθαλμὸν, ἵνα θαῤῥῶν πρὸς αὐτὸν εἴπῃς· Δεσποτικοῦ κτήματος προδότης οὐ γίνομαι, διάβολε. Τοῦ Κυρίου γὰρ ἡ γῆ καὶ ἡ Ἐκκλησία τοῦ Χριστοῦ ἡ πάντοτε ὑπὸ τοῦ οὐρανίου ὄμβρου γεωργουμένη, καὶ ἀειθαλὲς καρποφοροῦσα Χριστῷ τριάκοντα [καὶ ἑξήκοντα] καὶ ἑκατόν. Ἐξῆλθε, φησὶν, ὁ σπείρων τοῦ σπεῖραι· καὶ τὸ μὲν ἔπεσεν ἐπὶ τὴν ὁδὸν, τὴν ἀπάτην τὴν Ἑλληνικήν. Καὶ ἦλθον τὰ πετεινὰ, οἱ ὀξύπεινοι τῶν δαιμόνων ἅρπαγες, καὶ κατέφαγον αὐτό. Ἄλλο ἔπεσεν ἐπὶ τὰ πετρώδη, τὴν σκληρότροπον τῶν Ἰουδαίων φημὶ προαίρεσιν, καὶ εὐθέως ἀνέτειλε
What shall I do, wretched that I am? He has driven me about from every side. From the heavens He slung me down to earth like a tiny stone. And having fallen upon the earth, I wished to hide in the waters; and finding me hiding like a dragon in the streams of the Jordan, He seized and scourged me. I wish to hold sway over at least the earth, and all men, like guardians of the Master's pasture, cry out their voice against me: The earth is the Lord's and the fulness thereof, the inhabited world and all that dwell therein (Ps. 23:1). The earthquake showed that the earth is the Lord's. For the earth, unable to bear the name of the Lord, was convulsed with unendurable trembling, scourged on account of the disorder of her children; opening fissures like a mouth against the elements, she cried aloud the magnitude of her hidden grief, and entreated that sinners be spared, like a mother on behalf of her children. Who shall utter the mighty acts of the Lord, or make all His praises to be heard? (Ps. 105:2) The earth is the Lord's and the fulness thereof. For the flesh fashioned out of earth Christ united in Himself, and sat down in the heavens. The devil comes wishing to defile it through fornication. Yet like a guardian keeping the eye of the soul sleepless, suffer not the robber to break through the eye of the mind, that with confidence you may say unto him: I become not a traitor of the Master's possession, O devil. For the earth is the Lord's, and so is the Church of Christ, ever tilled by the heavenly rain, and everlastingly bearing fruit unto Christ thirtyfold [and sixtyfold] and a hundredfold. The sower went forth, He saith, to sow; and some fell by the wayside — the Hellenic deceit. And the birds came — the ravenous snatchers among the demons — and devoured it. Other fell upon the rocky places — I mean the stubborn-minded disposition of the Jews — and straightway there sprang up
PG 43:485Read from the page
προπετείας φυτὸν [καὶ] παρανομίας. Τοιοῦτος γὰρ Ἰουδαίων ὁ τρόπος. Ἐν γὰρ τῇ ἐρήμῳ νομοθετούμενοι ἔφασκον πρὸς Μωϋσῆν· Πάντα ὅσα εἶπεν ὁ Θεὸς, ποιησόμεθα καὶ ἀκουσόμεθα. Καὶ οἱ ταῦτα ἐπαγγελλόμενοι, μόσχον ἄψυχον προσεκύνουν, καὶ τὸν νεκρὸν τοῦ ζῶντος Θεοῦ προετίμων. Ἄλλο ἔπεσεν ἐπὶ τὰς ἀκάνθας, τὰς τραχυκέντρους καὶ βλασφημογλώσσους αἱρέσεις, αἵτινες τὸν τῆς εὐσεβείας σπόρον καθ' ἡμέραν συμπνίγουσιν. Ἕτερον ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλὴν, τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, τὴν εὔφορον, τὴν καρποφοροῦσαν τριάκοντα καὶ ἑξήκοντα καὶ ἑκατόν. Τριάκοντα τὸν τῆς σωφροσύνης ζυγόν· ἑξήκοντα τῆς ἀγγελομόρφου παρθενίας· ἑκατὸν τῆς θείας δικαιοσύνης, καὶ ἁγνείας, καὶ τῆς τῶν μαρτύρων ἀνδραγαθίας.
a plant of rashness [and] lawlessness (Matt. 13:3-8). For such is the way of the Jews. For when receiving the law in the wilderness, they declared unto Moses: All things whatsoever God hath spoken, we will do and will hearken (Exod. 24:7). And the very ones who promised these things worshipped a lifeless calf, and preferred the dead thing above the living God. Other fell upon the thorns — the rough-prickled and blasphemous-tongued heresies, which daily choke the seed of godliness. Other fell upon the good ground — the Church of Christ, fruitful, bearing fruit thirtyfold and sixtyfold and a hundredfold: thirtyfold, the yoke of chaste wedlock; sixtyfold, of angel-formed virginity; a hundredfold, of divine righteousness, and chastity, and the manly valour of the martyrs.
Οἱ γὰρ τῆς εὐσεβείας κήρυκες τὴν ἐπ' ἐσχάτων τοῦ Κυρίου ἔλευσιν πᾶσιν εὐαγγελιζόμενοι ἔλεγον· Οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν ἀναλαμβανόμενον. Ὤφθησαν γὰρ δύο ἄνδρες ἐν ἐσθῆτι λευκῇ. Δύο, ἵνα πιστευθῇ ἡ ἀλήθεια· ἄνδρες, ἵνα εἰς ἀνδρίαν τοὺς μαθητὰς στηρίξωσι· λευχειμονοῦντες, ἵνα καταλαμπρύνωσι τὰς τῶν ἀκουόντων διανοίας. Τί οὖν οἱ ὀφθέντες ἐκήρυττον; Ἄνδρες Ἰσραηλῖται, τί ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν; τί εἰς τὸν οὐρανὸν ἀτενίζετε; Μᾶλλον τὸν οὐρανοῦ ποιητὴν θεωροῦντες, δοξάσατε τοῦ ἀναλαμβανομένου τὸ μέγεθος, καὶ τὴν συγκατάβασιν αὐτοῦ τῆς φιλανθρωπίας θαυμάσατε, ὅτι τὸν γήινον ἑνώσας ἑαυτῷ ἄνθρωπον, οὐρανοπολίτην ἀνέδειξε, καὶ οἰκήτορα οὐρανοῦ κατέστησε· βαβαί! τὸν κάτω κείμενον ποῦ ἀνήγαγε. Τί ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν; Οὕτως ἐλεύσεται. Οὕτω. Πῶς; Τὸ σῶμα τὸ ἡμέτερον περικείμενος, τὴν τρωθεῖσαν τῇ λόγχῃ πλευρὰν προβαλλόμενος· ἵνα ὄψωνται οἱ Ἰουδαῖοι εἰς ὃν ἐξεκέντησαν· ἡμεῖς δὲ ἀξιωθῶμεν ὄψεσθαι τὸ πρόσωπον αὐτοῦ μετὰ παῤῥησίας, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν ἐπιτύχωμεν· χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· μεθ' οὗ τῷ Πατρὶ καὶ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
For the heralds of godliness, proclaiming to all the good tidings of the Lord's coming in the last days, said: He shall so come in like manner as ye beheld Him being taken up (Acts 1:11). For two men appeared in white apparel: two, that the truth might be believed; men, that they might strengthen the disciples unto manly courage; clad in white, that they might illuminate the minds of the hearers. What then did those who appeared proclaim? Ye men of Israel, why stand ye looking into heaven? Why gaze ye intently into heaven? Rather, beholding the Maker of heaven, glorify the greatness of Him Who is being taken up, and marvel at the condescension of His loving-kindness, because having united the earthly man unto Himself, He showed him forth a citizen of heaven, and established him an inhabitant of heaven; O wonder! whither has He led up him who lay below! Why stand ye looking into heaven? He shall so come. Even so. How? Clad in our body, displaying the side pierced by the lance; so that the Jews may look on Him Whom they pierced (John 19:37), while we may be counted worthy to behold His face with boldness, and attain the promised good things; by the grace and loving-kindness of our Lord Jesus Christ, with Whom to the Father and the Holy Spirit be glory, might, honour, now and ever, and unto the ages of the ages. Amen.
Εʹ. Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἐπιφανίου ἐπισκόπου πόλεως Κωνσταντίας, τῆς Κυπριωνήσου, ἐγκώμιος εἰς τὴν ἁγίαν τὴν Θεοτόκον.
V. Of our Father among the saints Epiphanius, bishop of the city of Constantia in the island of Cyprus, encomium on the holy Mother of God.
Τὰς ἐκλαμπούσας μαρμαρυγὰς τῆς Θεοτόκου ἀκτῖνας φοβερὰς καὶ ἀκαταλήπτους δυνάμεις, οὐρανοῦ καὶ γῆς οἰκουμένης μυστήριον, θαῦμα, ἱλαστήριον
The shining gleamings of the Mother of God, fearful rays and incomprehensible powers, mystery of heaven and of the inhabited earth, wonder, propitiation,
PG 43:488Read from the page
φράσας ὁ τάλας ἐγὼ, εἰς ἀκριβεστέραν ἔννοιαν ὁ τῆς καρδίας μου ἔνδον σκιρτήσας λογισμὸς βαθείας μνήμης, καὶ ὑψηλοτάτης θεωρίας πειρώμενος φέρειν τὸ θαῦμα, τρόμος καὶ φόβος πολὺς καὶ δεινὸς συνέσχε με, ὦ ἀγαπητοί. Ἡ γὰρ μνήμη τῆς φρικτῆς θεωρίας, ἔντρομον τὴν ψυχήν μου, καὶ φρικώδη τὴν καρδίαν ἐνέγκασα οὐ μετρίως ἐτιμώρησεν, ἀλλὰ δυνατῶς ἐβασάνισεν. Ἐπιπλήττει γάρ μου τὸν νοῦν, τῆς μεγίστης θεωρίας ἡ μνήμη, ὡς ἀκαταλήπτου μυστηρίου, τὸ λέγειν οὐκ ἰσχύουσα. Τίς γὰρ ἱκανὸς τοιοῦτο φράσαι μυστήριον; ποῖον δὲ φθέγξασθαι στόμα, ἢ ποία γλῶσσα λαλήσει; Λέληθεν, εἰπεῖν οὐκ ἰσχύει. Νῦν δὲ τολμήσω περὶ τῆς μόνης Θεοτόκου καθ' ὃ καταλαμβάνω· καὶ πάλιν φοβοῦμαι. Οὐκ ἔχω γλῶτταν ἀξίως εἰπεῖν τὰ λίαν μεγάλα. Ἰσχνόφωνος γὰρ καὶ βραδύγλωσσος, καὶ οὐκ εὔλαλος ὑπάρχω, ἵν' οὕτως εἴπω, περὶ τῆς μεγαλωνύμου καὶ ὁσίας καὶ ἀπειρογάμου καὶ θεοτόκου Μαρίας, μητρὸς τοῦ Κυρίου· περὶ ἧς οὐκ εὐμαρῶς ἀνθρώπων γλῶττα λαλήσει. Ἰσχνοφωνεῖ γὰρ πρὸς ταύτην, καὶ ὑποστέλλεται ἡ γλῶσσα, οὐκ ἀξίως ἔχουσα τὸ λέγειν. Αὕτη γὰρ καὶ τὰς τῶν οὐρανῶν δυνάμεις ἐξένισεν· ἐξέστησαν πάντες ἄγγελοι, ἀρχάγγελοι, ἀρχαὶ, ἐξουσίαι, θρόνοι, κυριότητες, τὰ χερουβεὶμ καὶ τὰ σεραφεὶμ καὶ πᾶσα στρατιὰ ἀγγέλων φόβῳ καὶ τρόμῳ δεινῷ συσχεθέντες. Ἐθεώρησαν γὰρ ἐπὶ γῆς ἐν αὐτῇ τὸν ἐν οὐρανοῖς, καὶ ἔφριττον. Ἔβλεπον τὴν Παρθένον, οὐρανὸν καὶ θρόνον, καὶ συνείχοντο φόβῳ, θεωροῦσαι τὸν ἄναρχον ἀπὸ θρόνου χερουβικοῦ εἰς μήτραν παρθενικὴν καθίσαντα.
having spoken, wretched as I am — as the thought leaping up within my heart unto more exact understanding tried to bear the wonder of deep remembrance and loftiest contemplation, great and dreadful trembling and fear gripped me, O beloved. For the remembrance of the awesome contemplation, rendering my soul trembling and my heart shuddering, punished me in no slight measure, nay rather, powerfully tormented me. For the remembrance of the greatest contemplation smites my mind, unable to utter it, as being an incomprehensible mystery. For who is sufficient to declare such a mystery? And what sort of mouth shall utter it, or what sort of tongue shall speak it? It lies hidden, unable to tell it. Yet now I shall dare to speak concerning the sole Mother of God so far as I apprehend; and again I fear. I possess not a tongue to speak worthily of things exceeding great. For I am weak-voiced and slow-tongued, and not eloquent, so to speak, concerning the renowned and holy and wedlock-untried Mother of God, Mary, Mother of the Lord; concerning whom no tongue of men shall easily speak. For before her the tongue grows faint-voiced and shrinks back, unable to speak worthily. For she astonished even the powers of the heavens; all angels, archangels, principalities, authorities, thrones, dominions, the cherubim and the seraphim and the whole host of angels stood amazed, gripped by dread fear and trembling. For they beheld upon earth in her Him Who is in the heavens, and shuddered. They saw the Virgin as heaven and throne, and were seized with fear, beholding the Beginningless One seated from a cherubic throne into a virginal womb.
Ὢ μακαρία ῥίζα· πόθεν ταύτην ἐβλάστησε; Περὶ ταύτης ὁ προφήτης Ἠσαΐας ὡς χελιδὼν κελαδεῖ, τῇ πυρίνῳ γλώττῃ βοῶν· Ἀναστήσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἀναπαύσεται ἐπ' αὐτὴν Πνεῦμα φόβου Θεοῦ.
O blessed root! Whence did it sprout her forth? Concerning her the prophet Isaiah warbles like a swallow, crying aloud with fiery tongue: There shall come forth a rod out of the root of Jesse, and a blossom shall come up out of the root, and the Spirit of the fear of God shall rest upon her (Isa. 11:1-2).
Ἐκ τῆς ῥίζης δὲ Ἰεσσαὶ Δαβὶδ ὁ βασιλεὺς, καὶ ἐκ τῆς φυλῆς Δαβὶδ τοῦ βασιλέως ἡ ἁγία Παρθένος, ἡ ὁσία τῶν ὁσίων ἀνδρῶν θυγάτηρ, ἧς οἱ γονεῖς Ἰωακεὶμ καὶ Ἄννα, οἵτινες ἐν τῇ ζωῇ αὐτῶν τῷ Θεῷ εὐηρέστησαν, οἳ καὶ καρπὸν τοιοῦτον ἐβλάστησαν, τὴν ἁγίαν Παρθένον Μαρίαν, ναὸν Θεοῦ ὁμοῦ καὶ μητέρα· Ἰωακεὶμ δὲ καὶ Ἄννα καὶ Μαρία, οἱ τρεῖς τῇ Τριάδι σαφῶς ἐλειτούργησαν. Ἰωακεὶμ γὰρ ἑρμηνεύεται ἑτοιμασία Κυρίου· ἐξ αὐτοῦ γὰρ ἡτοιμάσθη ναὸς Κυρίου ἡ Παρθένος. Ἄννα δὲ πάλιν ὁμοίως χάρις ἑρμηνεύεται· χάριν γὰρ ἔλαβεν Ἰωακεὶμ καὶ Ἄννα, ἵνα τοιοῦτον βλαστήσωσι καρπὸν διὰ προσευχῆς, τὴν ἁγίαν Παρθένον κτησάμενοι. Ἰωακεὶμ γὰρ ἐν τῷ ὄρει προσηύχετο, καὶ Ἄννα ἐν τῷ παραδείσῳ αὐτῆς. Κυοφορήσασα δὲ Ἄννα, οὐρανὸν καὶ θρόνον χερουβικὸν ἔτεκε, τὴν ἁγίαν κόρην Μαρίαν. Αὕτη γὰρ οὐρανὸς καὶ ναὸς καὶ θρόνος εὑρίσκεται. Ἡ γὰρ Μαρία ἑρμηνεύεται κυρία, ἀλλὰ καὶ ἐλπίς. Κύριον γὰρ ἔτεκε, τὴν ἐλπίδα τοῦ παντὸς
Now out of the root of Jesse came David the king, and out of the tribe of David the king came the holy Virgin, the saintly daughter of saintly men, whose parents were Joachim and Anna, who in their life were well-pleasing unto God, and who sprouted forth such a fruit, the holy Virgin Mary, at once temple and Mother of God; and Joachim and Anna and Mary, the three plainly ministered unto the Trinity. For Joachim is interpreted preparation of the Lord; for out of him was prepared the temple of the Lord, the Virgin. And Anna again is likewise interpreted grace; for Joachim and Anna received grace that through prayer they might sprout forth such a fruit, gaining possession of the holy Virgin. For Joachim prayed on the mountain, and Anna in her garden. And having conceived, Anna brought forth heaven and a cherubic throne, the holy maiden Mary. For she is found to be heaven and temple and throne. For Mary is interpreted lady, and also hope. For she brought forth the Lord, the hope of the whole