Migne Reading Room

PG 43 · cols. 501–506 · Read from the page

Homiliae Septem (Ὁμιλίαι ζʹ)

Homiliae Septem (Ὁμιλίαι ζʹ)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 43:501Read from the page
γνῶναι πάντας, φανεροῦται πάλιν μάγοις ὁ ἀστὴρ, ἕως οὗ ἐλθὼν ἔστη ἐπάνω τοῦ βρέφους ἐν τῷ σπηλαίῳ, ἢ μᾶλλον ἐν τῷ οὐρανῷ. Ὅπου γὰρ Χριστὸς, ἐκεῖ ὁ οὐρανός· τὸ γὰρ σπήλαιον οὐρανὸς ὤφθη ἐπὶ γῆς. Οἱ δὲ ἰδόντες τὸν ἀστέρα, μᾶλλον δὲ τὸν Σωτῆρα, ἐχάρησαν χαρὰν μεγάλην, οἳ καὶ κύψαντες προσεκύνησαν, καὶ ἐκβαλόντες τὰ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν. Χρυσὸν μὲν ὡς βασιλεῖ· λίβανον δὲ ὡς Θεῷ· καὶ σμύρναν ὡς θνητῷ· μᾶλλον δὲ ἵνα καὶ τὸν ἐνταφιασμὸν μηνύσωσι τοῦ πάντων κτίστου καὶ δημιουργοῦ Χριστοῦ, ὃν ἔτεκεν ἡ οὐράνιος νύμφη Μαρία, ὁ οὐρανὸς καὶ ναὸς καὶ θρόνος τῆς θεότητος, τὸ ἀνεκλάλητον τοῦ παραδείσου κειμήλιον. Ἄγγελοι τὴν Εὔαν ἐμέμφοντο, νυνὶ δὲ τὴν Μαρίαν δοξάζουσιν· ἡ τὸ ἀσθενὲς τῶν γυναικῶν κυρίως δοξάσασα, ἡ τὴν πεσοῦσαν Εὔαν ἀναστήσασα, καὶ τὸν ἐκβληθέντα τοῦ παραδείσου Ἀδὰμ εἰς οὐρανοὺς ἀποστείλασα, ἡ τὸν κλεισθέντα παράδεισον ἀνοίξασα, καὶ διὰ λῃστοῦ πάλιν τὸν Ἀδὰμ καταφυτεύσασα. Διὰ σοῦ γὰρ τὸ μεσότοιχον τοῦ φραγμοῦ τὴν ἔχθραν κατέλυσεν, ὦ ἁγία Παρθένε· διὰ σοῦ ἡ οὐράνιος εἰρήνη τῷ κόσμῳ ἐδωρήθη, διὰ σοῦ τὰ πέρατα τῆς οἰκουμένης ἐφωτίσθη, διὰ σοῦ ἄνθρωποι ἄγγελοι γεγόνασι, διὰ σοῦ φίλοι, καὶ δοῦλοι, καὶ τέκνα Θεοῦ ἄνθρωποι ἐκλήθησαν, καὶ διὰ σοῦ σύνδουλοι ἀγγέλων καὶ συνόμιλοι ἄνθρωποι ἠξιώθησαν γενέσθαι· διὰ σοῦ γνῶσις οὐράνιος, καὶ δοξολογία ἀπὸ γῆς εἰς οὐρανοὺς ἀναπέμπεται· διὰ σοῦ παρρησίαν ἄνθρωποι ἐν οὐρανῷ πρὸς τὸν Ὕψιστον ἔχουσι· διὰ σοῦ σταυρὸς ἔλλαμψε κατὰ πάσης τῆς οἰκουμένης, ἐν ᾧ τὸ βρέφος σου ἐκρέματο Χριστὸς ὁ Θεὸς ἡμῶν· διὰ σοῦ θάνατος πατεῖται, καὶ ᾅδης σκυλεύεται· διὰ σοῦ τὰ εἴδωλα πεπτώκασι, καὶ γνῶσις οὐράνιος ἐγήγερται· διὰ σοῦ τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ ἐγνώκαμεν, ὃν ἔτεκες, παναγία Παρθένε, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ᾧ πάντες ἄγγελοι καὶ ἄνθρωποι προσκυνοῦντες λέγομεν, ἄναρχον τὸν Πατέρα, ἄναρχον τὸν Υἱὸν, ἄναρχον τὸ ἅγιον Πνεῦμα, Τριάδα ἀχώριστον καὶ ὁμοούσιον δοξάζοντες εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
all had come to know, the star appears again to the magi, until coming it stood over the infant in the cave, or rather in heaven. For where Christ is, there is heaven; for the cave was seen as heaven upon earth. And beholding the star, or rather the Saviour, they rejoiced with exceeding great joy, and bowing down they worshipped, and bringing forth their gifts, gold and frankincense and myrrh: gold as to a king, frankincense as to God, and myrrh as to a mortal—or rather, that they might also signify the burial of Christ, the Creator and Maker of all things, Whom the heavenly bride Mary bore, the heaven and temple and throne of the Godhead, the unutterable treasure of paradise. Angels blamed Eve, whereas now they glorify Mary: she who truly glorified the weakness of women, who raised up fallen Eve and sent forth into the heavens Adam who had been cast out of paradise, who opened the paradise that had been shut, and through the robber planted Adam back again. For through thee the middle wall of the partition dissolved the enmity, O holy Virgin; through thee heavenly peace was bestowed upon the world, through thee the ends of the inhabited earth were illumined, through thee men have become angels, through thee men were called friends and servants and children of God, and through thee men were counted worthy to become fellow-servants and companions of angels; through thee heavenly knowledge and glorification are sent up from earth unto the heavens; through thee men have boldness in heaven towards the Most High; through thee the cross shone forth throughout all the inhabited earth, upon which thy infant hung, Christ our God; through thee death is trampled down and Hades is despoiled; through thee the idols have fallen and heavenly knowledge has been raised up; through thee we have come to know the only-begotten Son of God, Whom thou didst bear, O all-holy Virgin, our Lord Jesus Christ, worshipping Whom all we angels and men say: beginningless the Father, beginningless the Son, beginningless the Holy Spirit, glorifying the indivisible and consubstantial Trinity unto the ages of ages. Amen.
Ϛʹ. Ἐκ λόγου ποιοῦ τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἐπιφανίου ἐπισκόπου, περὶ Βαΐων.
VI. From a certain discourse of our Father among the saints Bishop Epiphanius, on the Palms.
Ὁ ὑπ' ἀγγέλων ἀσιγήτως ἀνυμνούμενος, καὶ δοξολογούμενος, κάτω ὡς ἄνθρωπος γονυπετεῖ τῷ Πατρὶ καὶ εὔχεται· καὶ ἄνω αὐτὸς ὑπὸ πάσης ὁρατῆς καὶ ἀοράτου κτίσεως εὐχὰς καὶ γονυκλισίας προσδέχεται. Κάτω πεινᾷ ὡς ἄνθρωπος, ἄνωθεν δὲ ὁ αὐτὸς ἐλθὼν ἄρτος οὐράνιος διψᾷ οἰκονομικῶς· ἀλλ' αὐτός ἐστιν ἡ πηγὴ τῆς ζωῆς θεοπρεπῶς. Κάτω κοπιᾷ κατὰ τὴν πρόσληψιν· ἀλλ' αὐτός ἐστιν ἡ τῶν κοπιώντων καὶ πεφορτισμένων ἀνάπαυσις. Αὐτὸς οὗτός ἐστιν ὁ σήμερον ἐπὶ τὸν θάνατον ἑκουσίως ἐρχόμενος, ἵνα τοῦ ἰδίου θανάτου καταργήσει τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, καὶ ἀθανασίαν χαριζόμενος τοῖς ὑπ' αὐτοῦ θνήξασι, δι' ἀθανασίας ἐλπίδα δελεασθεῖσιν. Διὰ τοῦτο παρεγένετο, οὐ σκῆπτρα καὶ σάλπιγγας ἐπ-
He Who is unceasingly hymned and glorified by angels bends the knee as man below to the Father and prays; and above He Himself receives prayers and genuflexions from all visible and invisible creation. Below He hungers as man, and having come down from above as heavenly bread, the Same thirsts by dispensation; yet He Himself is the fountain of life in a manner befitting God. Below He grows weary according to the assumed nature; yet He Himself is the rest of those who labour and are heavy laden. This Same is He Who today comes willingly unto death, so that by His own death He may abolish him who holds the power of death, bestowing immortality as well upon those who died at his hand, having been lured by the hope of immortality. On account of this He arrived, not sceptres and trumpets up-
PG 43:504Read from the page
αγόμενος, ἀλλὰ πτωχείαν ἐσχάτην ἐνδεικνύμενος· οὐ ξίφη καὶ ὅπλα καὶ δόρατα, ἀλλὰ ταπείνωσιν ἄκραν φερήμενος· οὐχ ὁπλοφόρους, οὐκ ἀσπίδας χρυσοκολλήτους καὶ θυρεοὺς καὶ κράνος καὶ θώρακα, ἀλλὰ πραότητα ἄκραν, καὶ ἀκακίαν ἄμετρον, καὶ μετριότητα τὴν ὑπὲρ μέτρον, ὁ Κύριος Χριστὸς, ὁ Θεὸς ἐν Σιών. Καὶ ἐσείσθη, φησὶ, πᾶσα ἡ πόλις λέγουσα, Τίς ἐστιν οὗτος; Οἱ δὲ ὄχλοι ἔλεγον, Οὗτός ἐστι Χριστὸς ὁ υἱὸς Δαβίδ. Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ὁ ὄντως ναὸς καὶ Θεὸς ὁ ἱερώτερος καὶ τοῦ ἱεροῦ, ἐξήνεγκε καὶ τοὺς μιαροὺς ἱερεῖς τοὺς παρανόμους καὶ κακοτρόπους. Οἱ δὲ παῖδες ἱεροπρεπῶς ἢ θεοπρεπῶς ἐν τῷ ἱερῷ τοῦ Θεοῦ ἑστῶτες, Ὡσαννὰ τῷ Θεῷ τοῦ ἱεροῦ Χριστῷ τῷ Ἰησοῦ ἀνέκραζον· Ὡσαννὰ τῷ υἱῷ Δαβὶδ, δωρουμένῳ εἰρήνην ἐν οὐρανῷ, καὶ δόξαν ἐν ὑψίστοις. Μακάριαι τῶν Ἐκκλησιῶν αἱ προσδοκίαι! Μακάριαι τῶν Χριστιανῶν αἱ ἐλπίδες! Τῷ εἰρηνάρχῳ πιστεύοντες, ἢ τὴν εἰρήνην πλουτήσαντες ἄνθρωποι ἀγγέλων συμπολῖται γεγόνασι· τὰ ἄνω καὶ κάτω ἀναμὶξ Χριστὸς πεποίηκε· τοῖς ἀσωμάτοις τοὺς χοϊκοὺς ἥνωσε. Χαίρετε ἐν Χριστῷ· πάλιν ἐρῶ, Χαίρετε. Χαῖρε σφόδρα, θύγατερ Σιὼν, ἡ νέα Ἱερουσαλὴμ, ἡ τοῦ Θεοῦ Ἐκκλησία· σκάπησον τὰ τῆς ἑορτῆς σου μυστικώτερα· δράμε τῶν ὁρωμένων ὑψηλότερον, ἵνα γνῷς ἀναγωγικῶς καὶ τὰ αἰσθητῶς τελούμενα.
-on bringing, but displaying extreme poverty; bearing not swords and weapons and spears, but supreme humility; not men-at-arms, not gold-inlaid bucklers and shields and helmet and breastplate, but supreme meekness, and measureless guilelessness, and moderation beyond measure, the Lord Christ, God in Sion. And all the city, it says, was moved, saying, Who is this? And the multitudes said, This is Christ the Son of David. And entering into the temple, He Who is truly temple and God holier even than the temple drove out also the defiled priests, the lawless and ill-mannered ones. Yet the children, standing in a priestly or godly manner in the temple of God, cried aloud: Hosanna to the God of the temple, Christ Jesus; Hosanna to the Son of David, Who bestows peace in heaven, and glory in the highest. Blessed are the expectations of the Churches! Blessed are the hopes of Christians! Believing in the Prince of peace, or grown rich in peace, men have become fellow-citizens of angels; Christ has mingled together things above and things below; He has united men of dust to bodiless beings. Rejoice in Christ; again I will say, Rejoice. Rejoice exceedingly, O daughter of Sion, the new Jerusalem, the Church of God; contemplate the more mystical things of thy feast; run higher than the things that are seen, so that thou mayest know anagogically also the things accomplished perceptibly.
Τίνος χάριν ὁ πάντῃ πεζοπόρος Ἰησοὺς νῦν καὶ μόνον ἐπὶ ζώου ἐκάθισεν, αὐτὸς ὑψούμενος, καὶ τὴν ἐν σταυρῷ ὕψωσιν ἑαυτῷ αἰνιττόμενος; Τίς ἡ κατέναντι κώμη; Πάντως ἡ ἀντίθετος καὶ ἐναντία τῷ κόσμῳ γνώμη, ἣν ἐκτήσατο ὁ κατέναντι τοῦ παραδείσου ἐξοικισθεὶς ἄνθρωπος, πρὸς ὃν ἀπέστειλεν ὁ Χριστὸς δύο τῶν μαθητῶν, οἷον Διαθήκην αὐτοῦ Παλαιὰν καὶ Νέαν, τὰς δύο Διαθήκας. Τίς ἡ ὄνος; Ἡ παλαιὰ πάντως καὶ μοιχαλὶς Συναγωγὴ, ἡ εἰς τὰ βάρη τὸν βίον βεβαρημένη, ἐφ' ᾗ Χριστὸς μέχρι που κεκάθικε. Τίς ὁ πῶλος; Ἐγὼ ὁ νέος καὶ ἀγύμναστος τῶν ἐθνῶν λαὸς, ἐφ' ὃν οὐδεὶς ἀνθρώπων ἐκάθισεν· οὐ νόμος, οὐ φόβος, οὐκ ἄγγελος, οὐ προφήτης, οὐ Μωσῆς, οὐ Γραφή· ἀλλ' αὐτὸς ὁ Θεὸς Λόγος ὁ ἡμῖν τοῖς ἀλόγοις συμφατνιάσας ἐν Βηθλεὲμ, ὅπως τῆς ἡμετέρας ἀλογίας ἐλευθερώσῃ, θεολόγους ὕστερον καταστήσας. Τίς δὲ ἡ λύσις τοῦ πώλου; Πάντως ἡ ἀπὸ τῆς εἰδωλολατρείας ἐλευθερία, καὶ ἡ τῶν εἰδωλικῶν αἱμάτων κατάλυσις, ἣν ἐσήμανε καὶ ἡ τῆς αἱμορροούσης γυναικὸς ψαῦσις. Τίνες οἱ ἐπὶ τῇ λύσει τοῦ πώλου γογγύσαντες, λέγοντες· Τί λύετε τὸν πῶλον δεδεμένον; Οἱ Ἰουδαῖοι [οἱ] καὶ δαίμονες. Τίς ἡ τῶν ἱματίων τῶν παίδων ὑπόστρωσις; τί τοῦ παλαιοῦ ἀνθρώπου ἔκδυσις; Ἡ τῆς Συναγωγῆς ἄσχημος γύμνωσις ὁμοῦ καὶ ἐρήμωσις. Τίνα τὰ θεολογοῦντα νήπια; Σύμβολα πάντως τοῦ πιστοῦ λαοῦ τῆς Ἐκκλησίας Χριστοῦ ἔγγονα. Τίνες αἱ τούτων μητέρες; Αἱ τοῦ βαπτίσματος κολυμβῆθραι αἱ τοὺς πιστοὺς ἀναγεννῶσαι. Τίνες οἱ τῶν μητέρων μαζοί; Αἱ δύο Διαθῆκαι αἱ ἡμῶν διδάσκαλοι ἀμφότεραι, ποτίζουσαι ἡμᾶς τὸ γάλα τὸ πνευματικὸν καὶ οὐράνιον.
For what reason did Jesus, Who everywhere went on foot, now and solely sit upon a beast, Himself being lifted up and riddling for Himself the lifting up upon the cross? What is the village over against them? Assuredly the mindset contrary and opposed to the world, which the man settled over against paradise acquired, unto whom Christ sent two of the disciples, as it were His Old and New Covenant, the two Covenants. What is the ass? Assuredly the old and adulterous Synagogue, weighed down in life unto burdens, upon which Christ sat up to a point. What is the colt? I, the young and untrained people of the nations, upon whom none of men ever sat: not law, not fear, not angel, not prophet, not Moses, not Scripture; but God the Word Himself, Who shared the manger in Bethlehem with us irrational ones, that He might set us free from our irrationality, afterwards establishing us as theologians. And what is the loosing of the colt? Assuredly freedom from idolatry, and the abolition of idolatrous bloodshed, which the touch of the woman with an issue of blood also signified. Who are those that murmured at the loosing of the colt, saying: Why loose ye the colt that is bound? The Jews [who are] also demons. What is the spreading under of the children's garments? what is the stripping off of the old man? The unseemly stripping bare and desolation at once of the Synagogue. What are the infants speaking theology? Assuredly symbols of the faithful people, offspring of the Church of Christ. Who are the mothers of these? The fonts of baptism that regenerate the faithful. What are the breasts of the mothers? The two Covenants, both of them our teachers, giving us to drink the spiritual and heavenly milk.
Notes, col. 504

On the reading

Printed φερήμενος, for φερόμενος.

Printed σκάπησον, for σκόπησον.

Printed Ἰησοὺς, for Ἰησοῦς.

PG 43:505Read from the page
Τίς ἡ ἐκ τοῦ ὄρους τῶν Ἐλαιῶν Χριστοῦ κατάβασις, ἀλλ' ἢ πάντως ἡ ἐκ τοῦ οὐρανοῦ Θεοῦ Λόγου πρὸς ἡμᾶς συγκατάβασις; Τίνες τῶν ἐλαιῶν οἱ κλά⟨δ⟩οι; αἱ τῶν ἐλεημόνων ψυχαί. Τίς ἡ ὁδὸς, ἐν ᾗ καλῶς ὑποστρωννύουσι τὰς τῶν ἀρετῶν πράξεις, ἀπεκδυόμενοι τὸν παλαιὸν ἄνθρωπον; Τί τῶν φοινίκων τὰ βαΐα; αἱ καθαραὶ τῶν δικαίων καρδίαι, αἱ ὡς φοίνικες ἀνθοῦσαι, καὶ ὡς αἱ κέδροι τοῦ Λιβάνου πληθυνόμεναι, αἱ πεφυτευμέναι ἐν τῷ οἴκῳ Κυρίου, καὶ ἐξανθοῦσαι, αἱ ἄνω ὀρθῶς πρὸς τὸν ἀληθῆ φοίνικα βλέπουσαι, πάντως δηλοῦσαι καὶ τὴν νίκην τοῦ τυράννου καὶ τοῦ ᾅδου, αὐτοὶ ἐλευθερωθέντες τῆς ἐκείνων τυραννίδος τῇ τοῦ Χριστοῦ νικητοῦ δυνάμει. Τίνες οἱ προάγοντες; Προφῆται οἱ δίκαιοι. Τίνες οἱ ἀκολουθοῦντες; ἀπόστολοι, καὶ ἡμεῖς οἱ ἐξ ἐθνῶν μετὰ τούτων πιστεύσαντες. Ἡ δὲ πόλις, ἡ ἄνω Ἱερουσαλήμ· τὸ δὲ ἱερὸν, ἡ βασιλεία τῶν οὐρανῶν, ἐξ ἧς Χριστὸς Ἰουδαίους ὡς ἀναξίους ἐξήγαγεν. Οὕτω τὰ τῆς ἑορτῆς σου νόησον· οὕτω τὸ τοῦ Δεσπότου μυστήριον φύλαξον. Πάντως δὲ καὶ τὰ τῆς ἑορτῆς σου . . . Συνδράμωμεν μετὰ ἀγγέλων χορεύοντες, μετὰ ταῦ ὄχλου χροτούντων, μετὰ τοῦ πώλου σκιρτῶντες, μετὰ μητέρων θαυμάζοντες, μετ' ἀποστόλων κηρύττοντες, καὶ Χριστῷ ὑπαντοῦντες τὴν Ἱερουσαλὴμ ἐπιβαίνοντι, αἰνοῦντες, εὐλογοῦντες, Ὡσαννὰ λέγοντες. Εὐλογημένος ὁ ἐλθὼν, καὶ πάλιν ἐρχόμενος ἐν ὀνόματι Κυρίου κρῖναι τὸν κόσμον αὐτοῦ. Αὐτῷ ἡ δόξα τῷ Πατρὶ, καὶ τῷ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν.
What is Christ's descent from the Mount of Olives, if not assuredly the condescension of God the Word from heaven towards us? What are the branches of the olive trees? The souls of the merciful. What is the way upon which they nobly strew the deeds of the virtues, stripping off the old man? What are the palm fronds of the palm trees? The pure hearts of the righteous, flourishing like palm trees, and multiplied like the cedars of Lebanon, planted in the house of the Lord and blossoming forth, looking straight upward towards the true palm, assuredly signifying also the victory over the tyrant and Hades, having themselves been set free from their tyranny by the power of Christ the Victor. Who are those going before? The righteous prophets. Who are those following? The apostles, and we from the Gentiles who believed together with them. And the city is the Jerusalem above; and the temple is the kingdom of the heavens, out of which Christ cast the Jews as unworthy. Thus understand the things of thy feast; thus guard the mystery of the Master. And assuredly also the things of thy feast . . . Let us run together, dancing with angels, clapping with the crowd, leaping with the colt, marvelling with mothers, proclaiming with apostles, and going to meet Christ as He enters Jerusalem, praising, blessing, saying Hosanna. Blessed is He Who came, and comes again in the name of the Lord to judge His world. To Him be the glory, [with] the Father and the Spirit, unto the ages. Amen.
Nunc mortuorum luctus exsulavit, et resurrectionis lumen affulsit, in quo summa Dei in nos demonstratur charitas. Nam mortem quam debebat homo, eam moriens destruxit Christus, redemptionis pretium dans pro anima, ac corpus pro corpore, totumque hominem pro homine, ac pro morte mortem. Et quis unquam justus mortuus est pro injusto? Quis pater pro filio? et quis pro patre filius morti se obtulit? quod quidem pro nobis fecit Dominus: non modo sua nos manu formans in Adam, sed etiam in sua nos passione regenerans per spiritum. Impiusque Judaeorum populus suum ipsius interfecit benefactorem, pro bonis ei mala rependens, ac pro gaudio tribulationem, et pro vita mortem. Qui enim illorum resuscitavit mortuos, et curavit turbas, illuminavitque caecos, hunc occiderunt suspendentes in ligno. Videte nunc, homines, videte, inquam, cunctae gentes, novos inauditosque
Now the mourning of the dead has been banished, and the light of the resurrection has shone forth, wherein the supreme love of God towards us is demonstrated. For the death that man owed, Christ by dying destroyed, giving a ransom price for the soul, and body for body, and the whole man for man, and death for death. And what righteous man ever died for the unrighteous? What father for a son, and what son for a father offered himself to death? Which very thing the Lord did for us: not only fashioning us with His own hand in Adam, but also regenerating us in His own passion through the Spirit. And the impious people of the Jews slew their very own Benefactor, repaying Him evil for good, and tribulation for joy, and death for life. For Him Who raised their dead, and healed the multitudes, and gave sight to the blind, they slew, hanging Him upon a tree. Behold now, O men, behold, I say, all ye nations, the new and unheard-of
Notes, col. 505

On the reading

Printed ταῦ, for τοῦ.

Printed χροτούντων, for κροτούντων.

PG 43:506Read from the page
perfidorum ausus; suspenderunt eum, qui totam suspendit terram; ligno affixerunt illum, qui solidavit mundum; et mensi sunt eum qui metitur coelos, ligaruntque illum qui solvit peccatores, et in siti potarunt aceto illum, qui pro potu praebet justitiam, et in escam dederunt fel ei, qui fovet justitiam, contaminaruntque manus ac pedes ejus, qui manus ipsorum sanavit, coegerunt oculos claudere illum, qui visum ipsis aperuit, sepelieruntque illum, qui mortuos ad vitam revocavit. O mysterium novum et miraculum stupendum! judicatus est judex et ligatus, qui solvit vinctos, adactusque in crucem est, qui firmavit terram, et suspensus est, qui universum suspendit mundum. Mensuratus est, qui metitur coelos, pastusque est felle, qui pavit vitam; mortuus est qui cuncta produxit viva, sepultusque est qui mortuis vitam reddidit. Domino namque suspenso in ligno, monumenta disrupta
daring deeds of the faithless: they hung Him Who hung the whole earth; they fastened to a tree Him Who made firm the world; and they measured Him Who measures the heavens, and bound Him Who looses sinners, and in thirst they gave vinegar to drink to Him Who gives righteousness for drink, and for food they gave gall to Him Who cherishes righteousness, and they defiled the hands and feet of Him Who healed their hands, they forced Him Who opened their sight to close His eyes, and they buried Him Who recalled the dead to life. O new mystery and stupendous miracle! The Judge was judged, and He Who looses prisoners was bound, and He Who established the earth was driven to the cross, and He Who hung the whole world was hung. He Who measures the heavens was measured, and He Who fed life was fed with gall; He Who brought forth all living things died, and He Who restored life to the dead was buried. For when the Lord was hung upon the tree, the tombs were rent