Migne Reading Room

PG 43 · cols. 465–476 · Read from the page

Homiliae Septem (Ὁμιλίαι ζʹ)

Homiliae Septem (Ὁμιλίαι ζʹ)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 43:465Read from the page
Γʹ. Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἐπιφανίου ἐπισκόπου Κύπρου λόγος εἰς τὴν ἁγίαν τοῦ Χριστοῦ ἀνάστασιν.
III. Oration of our Father among the saints Epiphanius, Bishop of Cyprus, on the holy Resurrection of Christ.
Κύριε, εὐλόγησον.
Lord, bless.
Ὁ τῆς δικαιοσύνης τριήμερος Ἥλιος ἀνέτειλε σήμερον, καὶ πᾶσαν τὴν κτίσιν ἐφώτισεν· ὁ τριήμερος καὶ προαιώνιος Χριστὸς ὁ βότρυς ἐβλάστησε, καὶ τὴν οἰκουμένην εὐφροσύνης ἐπλήρωσε. Τὴν ἀνέσπερον ὄρθρον ἴδωμεν, πρὸ ὄρθρου ἐγείρωμεν σήμερον, καὶ φωτὸς χαρᾶς ἐπληρώθημεν. Πύλαι ᾅδου ὑπὸ Χριστοῦ ἠνοίχθησαν, καὶ νεκροὶ ὡς ἐξ ὕπνου ἀνέστησαν. Ἀνέστη Χριστὸς ἡ τῶν πεσόντων ἀνάστασις, καὶ τὸν Ἀδὰμ συνήγειρεν· ἀνέστη Χριστὸς ἡ πάντων ἀνάστασις, καὶ τὴν Εὔαν τῆς κατάρας ἀπήλλαξεν· ἀνέστη Χριστὸς ἡ ἀνάστασις, καὶ τὸν πρὶν ἄκοσμον, καὶ τὰ κοσμήσας ἐφαίδρυνεν· ἐξηγέρθη ὡς ὁ ὑπνῶν Κύριος, καὶ τοὺς ἐχθροὺς αὐτοῦ πάντας πατάξας κατήσχυνεν. Ἀνέστη, καὶ χαρὰν πάσῃ τῇ κτίσει ἐδωρήσατο· ἀνέστη, καὶ τὸ τοῦ ᾅδου δεσμωτήριον ἐκενώθη· ἀνέστη, καὶ τὴν φθορὰν τῆς φύσεως εἰς ἀφθαρσίαν μετήγαγεν· ἀνέστη Χριστὸς, καὶ τὸν Ἀδὰμ εἰς τὸ ἀρχαῖον ἀξίωμα τῆς ἀθανασίας κατέστησεν. Ἥτις ἐν Χριστῷ καινὴ κτίσις τῇ ἀναστάσει ἀνακαινίζηται· ἥτις ἐν Χριστῷ καινὸς κόσμος, κοσμηθῶμεν οἱ ἄκοσμοι· ἥτις ἐν Χριστῷ Ἐκκλησία, καινὸς οὐρανὸς σήμερον· οὐρανὸς τοῦ ὁρωμένου οὐρανοῦ ὡραιότερος. Οὐ γὰρ ἥλιον περίκειται καθημερινὸν δύνοντα, Ἥλιον δ' ὃν ἐπὶ σταυροῦ αἰδεσθεὶς ἔδυσεν ὁ δοῦλος οὗτος ἥλιος, Ἥλιον, περὶ οὗ φησιν ὁ προφήτης, Ἀνατελεῖ τοῖς φοβουμένοις τὸν Ἰησοῦν Ἥλιος δικαιοσύνης, Ἥλιον, ὃν ἡ Ἐκκλησία ἀειλαμπῆ περιβέβληται, δι' ὃν φησιν ἡ Γραφή· Ἥλιος ἐξῆλθεν εἰς γῆν, καὶ Λωτὸν, εἰς τύπον τοῦ νόμου, εἰσῆλθεν εἰς Σιγὼρ, ὅπερ σμικρότης ἑρμηνεύεται. Οὗτος ὁ Ἥλιος σοφίζων τὰ ἄσοφα· οὗτος ὁ Ἥλιος ἐν τῷ στερεῷ μετὰ τῆς ἡμῶν πίστεως τεθεμελίωται. Διὰ τοῦτον τὸν τῆς δικαιοσύνης Ἥλιον Χριστὸν οὐρανὸς ἡ Ἐκκλησία γεγένηται· οὐ σελήνην αὔξουσαν καὶ λήγουσαν, ἀλλὰ χάριν ἀειλαμπῆ ἔχουσα· οὐκ ἀστέρας τινὰς πλανήτας ἀνατέλλουσα, ἀλλ' ἀστέρας νεοφωτίστους ἐκ κολυμβήθρας ἀναφέρουσα· οὐ νεφέλας ὀμβροφόρους, ἀλλὰ διδασκάλους θεολόγους ἡ Ἐκκλησία ἔχουσα· οὐκ ἐπὶ τῶν θολερῶν ὑδάτων κρεμαμένη, ἀλλ' ἐπὶ τῶν ἱερῶν δογμάτων τεθεμελιωμένη· οὐκ ὄμβρον χειμωνικὸν ἀναπέμπουσα, οὐκ ὀρνέων κλαγγαῖς, ἀλλὰ διδασκάλων φωναῖς ἀνθρώπους καταλέγουσα.
The three-day Sun of righteousness has risen today, and has enlightened all creation; the three-day and pre-eternal Christ, the Cluster, has budded forth, and filled the inhabited world with gladness. Let us behold the dawn that knows no evening, let us await awake before dawn today, and we have been filled with the light of joy. The gates of Hades were opened by Christ, and the dead arose as from sleep. Christ has risen, the resurrection of the fallen, and raised up Adam together with Himself; Christ has risen, the resurrection of all, and delivered Eve from the curse; Christ has risen, the resurrection, and having adorned him who was formerly unadorned, and the [things], made them bright; the Lord awoke as one sleeping, and having smitten all His enemies put them to shame. He has risen, and bestowed joy upon all creation; He has risen, and the prison of Hades was emptied; He has risen, and transferred the corruption of nature into incorruption; Christ has risen, and restored Adam to the ancient dignity of immortality. Whatever is a new creation in Christ, let it be renewed by the resurrection; whatever is a new world in Christ, let us who were unadorned be adorned; whatever is the Church in Christ is a new heaven today—a heaven fairer than the visible heaven. For she is not clothed with a sun that sets daily, [but] with the Sun before Whom upon the cross this servant-sun shrank in awe and set; the Sun concerning Whom the prophet says, Unto those who fear Jesus shall the Sun of righteousness arise; the Sun with Whom, ever-shining, the Church is clothed, on Whose account Scripture says: The Sun went forth upon the earth, and Lot, as a type of the law, entered into Segor, which is interpreted littleness. This is the Sun making wise the unwise; this Sun has been founded in the firmament with our faith. Because of this Sun of righteousness, Christ, the Church has become heaven: possessing not a moon that waxes and wanes, but ever-shining grace; causing to rise not certain wandering stars, but bringing up newly illumined stars from the baptismal font; the Church possessing not rain-bearing clouds, but theologian teachers; not suspended upon turbid waters, but founded upon sacred dogmas; not sending up wintry rain, nor enrolling men by the harsh cries of birds, but by the voices of teachers.
Αὕτη ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασώμεθα πνευματικῶς, καὶ εὐφρανθῶμεν θεο-
This is the day which the Lord has made; let us rejoice spiritually, and be glad divinely-
PG 43:468Read from the page
πρεπῶς ἐν αὐτῇ. Αὕτη ἡμῖν ἡ πασῶν τῶν ἑορτῶν ὑπερεόρτιος· αὕτη ἡ ἑορτὴ, περὶ ἧς τὸ Πνεῦμα τὸ ἅγιον παρακελεύεται λέγον· Συστήσασθε ἑορτὴν ἐν τοῖς πυκάζουσιν ὁμοῦ τε καὶ θάλπουσιν, ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου· αὕτη ἡ ἑορτὴ τοῦ παντὸς κόσμου, ἐγκαίνιον ὁμοῦ καὶ σωτήριον. Αὕτη ἡ ἑορτὴ πασῶν τῶν ἑορτῶν κορυφὴ καὶ ἀκρόπολις· αὕτη ἡ ἡμέρα, ἣν εὐλόγησεν ὁ Θεὸς, ἡγίασεν αὐτὴν, ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, τελειώσας τὴν σωτηρίαν τῶν ἐπιγείων ὁμοῦ καὶ καταχθονίων. Ἐν αὐτῇ κατέπαυσεν εἰδώλων καὶ κνωδάλων τελετὰς καὶ ὀρχήσεις· ἐν αὐτῇ κατέπαυσε τὴν δύναμιν πάντων ἐναντίων. Ἐν ταύτῃ κατέπαυσεν ἑορτὰς καὶ δαιμονικὰς πανηγύρεις· ἐν ταύτῃ κατέπαυσεν εἰδωλικῶν αἱμάτων κνίσσας καὶ θυσίας· ἐν ταύτῃ κατέπαυσε τὴν πλάνην τῆς ἀσεβείας· ἐν ταύτῃ κατέπαυσε τὸ κράτος τοῦ τυράννου, καὶ τοῦ λαοῦ τὸ κέντρον· ἐν ταύτῃ κατέπαυσεν ὁμικὰς θυσίας καὶ νεομηνίας· ἐν ταύτῃ καινοὺς ἐπήξατο τῇ κτίσει ὅρους καὶ νόμους· ἐν ταύτῃ κατέπαυσε τὸ Πάσχα τοῦ νόμου, καὶ Ἰουδαίων· ἐν ταύτῃ ἐπλήρωσε πάντα τὸν τύπον, σκιὰν καὶ προφητείαν. Τὸ Πάσχα ἡμῶν, τὸ Πάσχα τὸ ἀληθινὸν, ἐτύθη Χριστὸς, καὶ ἥτις ἐν Χριστῷ καινὴ κτίσις, ἥτις ἐν Χριστῷ καινὴ πίστις, καινοὶ νόμοι, καινὸς ὁ τοῦ Θεοῦ λαός· καινὸς, ἀλλ' οὐ παλαιὸς Ἰσραὴλ, καὶ καινὸν Πάσχα· καινὴ καὶ πνευματικὴ περιτομή· καινὴ καὶ ἀναίμακτος θυσία· καινὴ καὶ θεία διαθήκη. Ἐγκαινίζεσθε σήμερον, καὶ πνεῦμα εὐθὲς ἐγκαινίσατε ἐν ταῖς καρδίαις ὑμῶν, ὅπως δέξησθε τὰ τῆς ἑορτῆς τῆς νέας καὶ ἀληθινῆς μυστήρια, καὶ τρυφήσητε σήμερον τρυφὴν τὴν ὄντως οὐράνιον, καὶ ἀπέλθητε φωτισθέντες τὰ μὴ παλαιούμενα τοῦ νέου Πάσχα ἀντὶ παλαιοῦ μυστήρια ἀντίτυπα· ὅπως συνήσητε ὅσον τὸ μέσον, καὶ διάφορον τῶν Ἰουδαίων τὰ ἡμέτερα, καὶ τίς σύγκρισις τῶν τύπων πρὸς τὴν ἀλήθειαν. Ἀρξώμεθα τὰ τῆς Χριστοῦ Πάσχα ἀναστάσεως, καὶ θεωρίας, ἐκ τῶν ἐντεῦθεν.
-fittingly in it. This is for us the feast above all feasts; this is the feast concerning which the Holy Spirit exhorts, saying: Appoint a solemn feast among those shading tightly together and warming, even unto the horns of the altar; this is the feast of the whole world, at once an inauguration and a salvation. This feast is the summit and citadel of all feasts; this is the day which God blessed, He sanctified it, because on it He ceased from all His works, having perfected the salvation of earthly and subterranean beings alike. On it He brought to an end the rites and dances of idols and brutes; on it He brought to an end the power of all adversaries. On this day He brought to an end festivals and demonic assemblies; on this day He brought to an end the savours and sacrifices of idolatrous bloodshed; on this day He brought to an end the error of impiety; on this day He brought to an end the might of the tyrant, and the sting of the people; on this day He brought to an end legal [corrupt: homikas] sacrifices and new moons; on this day He fixed new bounds and laws for creation; on this day He brought to an end the Passover of the law and of the Jews; on this day He fulfilled every type, shadow, and prophecy. Our Passover, the true Passover, Christ has been sacrificed, and whatever is in Christ is a new creation, whatever is in Christ is a new faith, new laws, the new people of God: a new, and not an old Israel, and a new Passover; a new and spiritual circumcision; a new and bloodless sacrifice; a new and divine covenant. Be renewed today, and renew a right spirit within your hearts, that you may receive the mysteries of the new and true feast, and delight today in a delight truly heavenly, and depart enlightened with the unaging antitypical mysteries of the new Passover in place of the old; so that you may understand how great is the distance and difference between the things of the Jews [and] ours, and what comparison there is of the types to the truth. Let us begin the matters and contemplation of the resurrection of Christ's Passover from what follows hence.
Ἀπεστέλλετό ποτε πρὸς σωτηρίαν λαοῦ ἀπὸ Θεοῦ ἐξ ὄρους ὑψηλοῦ ὁ νομοθέτης Μωϋσῆς πρὸς τὸν τοῦ νόμου τύπον· ἀπεστάλη καὶ ὁ Κύριος ὁ νομοθέτης, καὶ Θεὸς ἀπὸ Θεοῦ, καὶ ὄρος ἀπ' ὄρους οὐρανίων ὀρέων, εἰς σωτηρίαν τοῦ ἡμετέρου λαοῦ, τὸ τῆς ἀληθείας. Ἀλλὰ Μωϋσῆς ἐκ Φαραὼ καὶ Αἰγυπτίων ἐλυτρώσατο· Χριστὸς δὲ ἐκ διαβόλου, καὶ δαιμόνων ἐλυτρώσατο ἡμᾶς. Ἀλλὰ πεφόνευκε Μωϋσῆς χώσας ἐν τῇ ἄμμῳ τὸν ἀδικοῦντα τὸν Ἰουδαῖον· τεθανάτωκε καὶ Χριστὸς διάβολον, παραπέμψας αὐτὸν τῇ ἀβύσσῳ. Ειρήνευσε Μωϋσῆς τοὺς δύο ἀδελφοὺς αὐτοῦ μαχομένους· εἰρήνευσε κσὶ ὁ Χριστὸς τοὺς δύο λαοὺς αὐτοῦ, ἑνώσας τὰ οὐράνια τοῖς ἐπιγείοις. Ἐκεῖ ἡ θυγάτηρ Φαραὼ λούσασθαι ἀπερχομένη εὗρε λαβοῦ-
Once Moses the lawgiver was sent for the salvation of a people from God out of a high mountain for the type of the law; sent also was the Lord the Lawgiver, and God from God, and Mountain from a mountain of heavenly mountains, for the salvation of our people, that of the truth. Yet Moses ransomed from Pharaoh and the Egyptians; whereas Christ ransomed us from the devil and demons. Yet Moses slew him who wronged the Jew, burying him in the sand; Christ also put the devil to death, consigning him to the abyss. Moses reconciled his two brethren who were fighting; Christ also reconciled His two peoples, uniting heavenly things with earthly. There Pharaoh's daughter, going off to bathe, found and took up-
Notes, col. 468

On the reading

Printed Ειρήνευσε, for Εἰρήνευσε.

Printed κσὶ, for καὶ.

PG 43:469Read from the page
σα τὸν Μωϋσῆν· ἡ δὲ τοῦ Χριστοῦ Ἐκκλησία καὶ θυγάτηρ βαπτίζεσθαι λαμβάνει Χριστὸν, οὐκ ἀπὸ ⟨θ⟩ίβης τριμηνιαῖον, ὡς Μωϋσῆν, ἀλλ' ἐκ τοῦ τάφου τριήμερον ἀντὶ Μωϋσῆ. Ἐκεῖ τυπικῶς καὶ νυκτερινῶς τὸ Πάσχα ὁ Ἰσραὴλ ἐποίησεν· ἐνταῦθα φωτεινῶς τε καὶ ἡμερινῶς τὸ Πάσχα ἑορτάζομεν. Ἐκεῖ πρὸς ἑσπέραν τῆς ἡμέρας· ἐνταῦθα πρὸς ἑσπέραν τῶν χρόνων τοῦ αἰῶνος. Ἐκεῖ αἱ τῶν φλιῶν θύραι τῷ αἵματι ἐχρίοντο· ἐνταῦθα αἱ τῶν πιστῶν καρδίαι τῷ τοῦ Χριστοῦ σφραγίζονται αἵματι. Ἐκεῖ νυκτερινὴ ἦν θυσία, καὶ νυκτὶ ἡ τῆς Ἐρυθρᾶς θαλάσσης διάβασις· ἐνταῦθα σωτηρία, καὶ φωτεινὴ ἡ τῆς Ἐρυθρᾶς τοῦ βαπτίσματος θάλασσα, καὶ πυριζούσης τὸ πῦρ τοῦ Πνεύματος· ἐν ᾧ καὶ Πνεῦμα Θεοῦ ἀληθῶς ἐπιφέρεται ὁμοῦ, καὶ ἐπιφαίνεται, καὶ ἐπὶ τοῦ αὐτοῦ ὕδατος, ἐν ᾧ συντρίβεται ἡ κεφαλὴ τοῦ δράκοντος, καὶ ἄρχοντος τῶν δρακόντων τῶν δαιμονικῶν τοῦ διαβόλου λαῶν. Ἐκεῖ τὸν Ἰσραὴλ νυκτερινῷ Μωϋσῆς βαπτίσματι· ἐκεῖ νεφέλη τὸν λαὸν σκέπει· τὸν δὲ Χριστοῦ λαὸν ἡ δύναμις τοῦ Ὑψίστου ἐπισκιάζει. Ἐκεῖ τοῦ λαοῦ σωθέντος ἡ Μωϋσέως Μαρία ἐχόρευσεν· ἐνταῦθα δὲ τοῦ λαοῦ τῶν ἐθνῶν σωζομένου ἡ τοῦ Χριστοῦ Ἐκκλησία σὺν πάσαις αὐτῆς ταῖς Ἐκκλησίαις ἑορτάζει. Ἐκεῖ τῆς κτίσεως πέτρᾳ προσφεύγει Μωϋσῆς· ἐνταῦθα τῆς πίστεως πέτρᾳ προσφεύγει ὁ λαός. Ἐκεῖ αἱ πλάκαι αἱ νομικαὶ συντρίβονται, τὴν τοῦ νόμου διάβασιν μηνύουσαι ὁμοῦ, καὶ παλαίωσιν· ἐνταῦθα δὲ οἱ θεῖοι νόμοι ἀδιάῤῥηκτοι σώζονται. Ἐκεῖ μόσχος ἐχωνεύετο εἰς τὴν τοῦ λαοῦ τιμωρίαν· ἐνταῦθα δὲ ὁ Ἀμνὸς τοῦ Θεοῦ θύεται εἰς τὴν τοῦ λαοῦ σωτηρίαν. Ἐκεῖ ῥάβδῳ πέτρα τύπτεται· ἐνταῦθα δὲ Χριστὸς ἡ πέτρα τὴν πλευρὰν νύττεται. Ἐκεῖ ὕδωρ ἐκ τῆς πέτρας ἐξέρχεται· ἐνταῦθα αἷμα καὶ ὕδωρ ἐκ ζωοποιοῦ πλευρᾶς πηγάζεται. Ἐκεῖνοι ὀρτυγομήτραν κρέα ἐξ οὐρανοῦ ἐδέξαντο· ἡμεῖς δὲ περιστερὰν τοῦ Πνεύματος ἐξ ὕψους δεχόμεθα. Ἐκεῖνοι μάννα πρόσκαιρον ἔφαγον, καὶ ἀπέθανον· ἡμεῖς (γὰρ) ἄρτον ἐσθίομεν εἰς ζωὴν αἰώνιον.
-Moses; whereas the Church and daughter of Christ, coming to be baptized, receives Christ, not three months old from an ark of bulrushes like Moses, but three days in the tomb instead of Moses. There in type and by night Israel kept the Passover; here in light and by day we celebrate the Passover. There towards the evening of the day; here towards the evening of the times of the age. There the doors of the doorposts were anointed with blood; here the hearts of the faithful are sealed with the blood of Christ. There the sacrifice was nocturnal, and by night was the crossing of the Red Sea; here is salvation, and bright is the sea of baptism—of the Red [Sea] gleaming fire-like with the fire of the Spirit—upon which the Spirit of God also is truly borne and manifested alike, even upon the very water wherein is crushed the head of the dragon, and ruler of the dragons of the demonic peoples of the devil. There Moses [washed] Israel with a nocturnal baptism; there a cloud shelters the people; whereas the power of the Most High overshadows the people of Christ. There, when the people was saved, Miriam the sister of Moses led the chorus; whereas here, as the people of the Gentiles is being saved, the Church of Christ keeps festival with all her Churches. There Moses flees for refuge to a rock of creation; here the people flees for refuge to the rock of faith. There the tablets of the law are shattered, signifying at once the passing away and the obsolescence of the law; whereas here the divine laws are preserved unbroken. There a calf was molten for the punishment of the people; whereas here the Lamb of God is sacrificed for the salvation of the people. There a rock is struck with a rod; whereas here Christ the Rock is pierced in the side. There water comes forth out of the rock; here blood and water well forth out of the life-giving side. Those men received flesh of landrail from heaven; whereas we receive the Dove of the Spirit from on high. Those men ate temporary manna, and died; whereas (for) we eat bread unto everlasting life.
Ἀλλ' ἐκεῖνα ὡς παλαιὰ καὶ σκιώδη πεπαλαίωται, καὶ τετέλεσται· τὰ δὲ τοῦ ἡμετέρου λαοῦ αὔξει, καὶ ἐπανθεῖ εἰς ἀεὶ διαμένοντα. Αὕτη τοῦ Πάσχα ἡμῶν ἡ πρότυπος· αὕτη τῶν νομικῶν πραγμάτων ἡ σκιώδης διάβασις. Οὕτω τὰ τῆς ἑορτῆς νόησον· οὕτω τὰ τοῦ Μωσέως καὶ τῶν προφητῶν περὶ τῆς ἡμέρας σκόπησον, ἵνα πεισθῇς τῇ ἀναστάσει. Ἀπιστίας γὰρ πάντες τὸ κάλυμμα περίκεινται. Ἔχει πολλοὺς τοὺς τύπους, καὶ ἀπεριγράπτους τῆς ἐκ νεκρῶν ἀναστάσεως, καὶ ἀναβιώσεως. Ταύτης μάρτυρ ἀξιόπιστος Ἰσαὰκ ἡ σφαγή· ταύτης τύπος ὁ λάκκος τοῦ Ἰωσὴφ, ἐν ᾧ ὑπὸ τῶν ἀδελφῶν ἐνεβλήθη, ἔνθεν ἀνῆλθεν ἀθάνατος· ταύτης τύπος Ἱερεμίου ὁ λάκκος, ὅθεν ἅπαξ ἐκ τῆς φθορᾶς, καὶ τοῦ βορβόρου ἀνῆλθε. Χριστοῦ τῆς ἀναστάσεως τύπος τοῦ Ἰωνᾶ τὸ κῆτος, ἐξ οὗ προῆλθε τριήμερος. Ἔχεις καὶ ἄλλον τοῦ ἐν ᾅδου δεσμωτηρίου τύπον τὸ τοῦ Ἰωσὴφ δεσμωτήριον, ἔνθα αὐτὸν ἡ μοιχαλὶς συναγωγὴ κατέκλεισεν, ἐξ οὗ προῆλθεν ἀβλαβὴς καὶ τριετὴς, ὡς Χριστὸς τριήμερος ἐκ νεκρῶν.
Yet those things, as old and shadowy, have grown obsolete and reached their end; whereas the things of our people increase, and bloom abiding for ever. This was the prefiguration of our Passover; this was the shadowy passing of the matters of the law. Thus understand the things of the feast; thus examine the sayings of Moses and of the prophets concerning the day, that you may be persuaded of the resurrection. For all have the veil of unbelief wrapped around them. It has many and boundless types of the resurrection and return to life from the dead. Of this a trustworthy witness is the slaughter of Isaac; of this a type is the pit of Joseph, into which he was cast by his brethren, whence he came up undying; of this a type is the pit of Jeremiah, whence once for all he came up out of corruption and the mire. Of Christ's resurrection a type is the sea-monster of Jonah, out of which he came forth on the third day. You have also another type of the prison in Hades: the prison of Joseph, wherein the adulterous synagogue shut him up, out of which he came forth unharmed and after three years, as Christ on the third day from the dead.
PG 43:472Read from the page
Μεθ' ὧν καὶ Δανιὴλ τὸν τῶν λεόντων λάκκον προτυποῖ τὸν τοῦ Σωτῆρος τάφον, ἐξ οὗ ζῶν Ἰησοῦς ἀνῆλθεν, ὡς ἐκ λεόντων ῥυσθεὶς τοῦ ᾅδου, καὶ τοῦ θανάτου. Διὰ τούτων Ἰουδαίους ἔλεγξον· διὰ τούτων αὐτοὺς ἐπιτίμησον· οὕτως ὑπὲρ τοῦ Χριστοῦ πάθους καὶ ἀναστάσεως ἀπολόγησαι. Ταῦτά σοι πρὸς συμμαχίαν σήμερον τὰ ὅπλα ὁ λόγος χαρίζεται· ταῦτά σε ἡ ἑορτὴ ἐπιδιδάσκει μυστήρια.
Together with whom Daniel also prefigures by the den of lions the tomb of the Saviour, out of which Jesus came up alive, delivered from Hades and death as from lions. Through these things refute the Jews; through these things rebuke them; thus make your defence on behalf of Christ's passion and resurrection. These weapons the discourse bestows upon you today for alliance in battle; these mysteries the feast teaches you besides.
Εἶτα τί καὶ μετὰ ταῦτα; Ἡμεῖς μόνοι ἑορτάζομεν, ἢ καὶ τοῦ πλησίον μεριμνήσομεν; Ἡμεῖς πανηγυρίσωμεν, ἢ καὶ περὶ ἄλλων ἡμῖν ὁ λόγος; Ἀναγκαίως τῆς ἡμῶν ἑορτῆς θεάρεστος ὁμοῦ καὶ εὐπρόσδεκτος γενέσθω τις κοινὸς τῆς Ἐκκλησίας στεναγμὸς πρὸς τὸν Θεὸν, καὶ ὑπὲρ τῶν ἐνάγκαις ἡμῶν ἀδελφῶν μνημονεύσωμεν, τῶν ἐν ἐρήμοις ἐνάγκαις ἐξεταζομένων ἰδίων ἡμῶν. Γενώμεθα ὡς συνδεδεμένοι τοῖς δεδεμένοις· γενώμεθα ὡς συμπάσχοντες τοῖς τὴν ἀνάγκην πάσχουσιν· ὅτι ἐὰν ἓν μέλος πάσχοι, συμπάσχει πάντα τὰ μέλη. Συμπαθήσωμεν τοίνυν τοῖς ἡμῶν ἀδελφοῖς, τοῖς ἡμῶν μέλεσιν· οἱ μὲν διὰ χρημάτων, οἱ δὲ διὰ ῥημάτων, καὶ ἄλλοι δι' εὐποιίας, πάντες δὲ διὰ τῆς πρὸς Θεὸν ὑπὲρ αὐτῶν ἱκεσίας. Κοινὴ πάντων, παρακαλῶ, σήμερον γενέσθω πρὸς Θεὸν πρεσβεία, ὅτι κοινὴ ἡμῶν καὶ ἡ αἰχμαλωσία. Κσινὴ, παρακαλῶ, γενέσθω ἡ δέησις, ὅτι κοινὴ ὑπάρχει ἡ παίδευσις. Ἀκούσωμεν τοῦ λέγοντος, ὅτι Εὔξασθε ὑπὲρ ἀλλήλων ὅπως ἐσθῆτε. Ἀκούσωμεν Χριστοῦ λέγοντος, ὅτι Ἐὰν δύο ἢ τρεῖς συμφωνήσουσιν εἰς εὐχὴν, περὶ παντὸς αἰτήματος οὗ αἰτήσονται, γενήσεται αὐτοῖς. Μέγα, ἀδελφοὶ, ὅπλον εὐχὴ Ἐκκλησίας· μέγα τεῖχος, ἀδελφοὶ, πρὸς Θεὸν εὐχὴ συμφωνίας, καὶ μάλιστα λαοῦ πιστοῦ αἰχμαλωσίας. Μηδεὶς εἰπεῖν τολμήσει, ὅτι οὐκ εἰσακούει ὁ Θεὸς ἁμαρτωλῶν. Πλεῖον δέχεται τὴν δέησιν τῶν ταπεινῶν, καὶ μάλιστα τῶν διὰ τὸ ὄνομα αὐτοῦ καταπονουμένων, μαστιζομένων, φυλακιζομένων, θλιβομένων, ὑπὸ ἐχθρῶν ὀνειδιζομένων, καὶ τὴν πίστιν Χριστοῦ μὴ ἀρνησαμένων. Ἐξ ὧν ὑπάρχουσι πολλοὶ καὶ πολλαὶ ἐν τῷ παρόντι ἡμῶν λαῷ τοῦ Χριστοῦ ὁμολογηταὶ γενόμενοι, καὶ παρ' αὐτοῦ ταχέως εἰσακουόμενοι. Μέγα ὅπλον, ἀγαπητοὶ, ἡ ἐκείνων εὐχή· αἰδεῖται γὰρ αὐτοὺς πάντας ὁ Χριστὸς, δι' ὧν καὶ καθ' ἡμέραν κινδυνεύουσι.
Then what also after these things? Do we celebrate the feast alone, or shall we also take thought for our neighbour? Let us keep festival—or is our account also concerning others? Necessarily, on the occasion of our feast, let some common groan of the Church, at once pleasing and acceptable to God, arise to God, and let us remember our brethren in necessities, our own kinsfolk tried by necessities in desert places. Let us become as bound together with the bound; let us become as suffering together with those suffering necessity; because if one member suffer, all the members suffer with it. Let us therefore sympathize with our brethren, our members: some through money, others through words, and others through beneficence, and all through supplication to God on their behalf. Let a common embassy of all to God take place today, I beseech you, because our captivity also is common. Let our petition be common, I beseech you, because the chastening is common. Let us hear him who says, Pray for one another, that you may be clothed [healed]. Let us hear Christ saying, If two or three agree together for prayer concerning any request which they shall ask, it shall be done for them. A great weapon, brethren, is the prayer of the Church; a great wall before God, brethren, is the prayer of agreement, and above all that of a faithful people in captivity. None shall dare to say that God does not hearken to sinners. All the more does He accept the petition of the lowly, and above all of those worn down for His name's sake, scourged, imprisoned, afflicted, reproached by enemies, and who have not denied the faith of Christ. Of whom there are many men and many women in our present people who have become confessors of Christ, and are swiftly heard by Him. A great weapon, beloved, is their prayer; for Christ respects them all, through whom also they are in peril every day.
Διὸ ταῖς τούτων ἡμεῖς θαῤῥοῦντες εὐχαῖς, καὶ εἰς τὴν τούτων παῤῥησίαν πρὸς Θεὸν ἀποβλέποντες, κοινῶς καὶ ἐκτενῶς ὑπὲρ τῶν ἐνάγκαις ἀδελφῶν ἡμῶν προσευξώμεθα, διότι πολλάκις φιλανθρωπία βασιλικὴ ἐν ταῖς ἑορταῖς πολλοῖς καταδίκοις ἄφεσιν καὶ ἀπολύτρωσιν χαρίζεται. Μέγα, πάλιν λέγω, ἀδελφοὶ, εὐχὴ Ἐκκλησίας, καὶ μάλιστα πίστις αἰχμαλωσίας.
Wherefore, confident in their prayers, and looking unto their boldness towards God, let us pray in common and fervently on behalf of our brethren in necessities, because oftentimes royal clemency on feast days grants remission and release to many condemned prisoners. A great thing—again I say, brethren—is the prayer of the Church, and above all the faith of captivity.
Notes, col. 472

On the reading

Printed ἐνάγκαις, for ἐν ἀνάγκαις.

Printed Κσινὴ, for Κοινὴ.

PG 43:473Read from the page
Καὶ γὰρ καὶ βασιλεὺς πολλάκις αἰδεῖται παράκλησιν δήμου, καὶ χαρίζεται καταδίκους δυσωποῦντι ὄχλου. Οὐκοῦν δεόμεθα πᾶσαν τὴν ὑμετέραν ἀγάπην ἐκτενῶς μνημονεῦσαι τῶν ἀδελφῶν ἡμῶν τῶν ἐνάγκῃ· καὶ κατ' αὐτὴν ἐκείνην τὴν φρικωδεστάτην ὥραν, ἐν ᾗ τὸν ἀτίμητον μαργαρίτην τοῦ Χριστοῦ σώματος ὑποδεξόμεθα ἐν ταῖς χερσὶν ἡμῶν. Οὕτως ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν ἐκτενῶς προσευξώμεθα, καὶ τῷ Χριστῷ εἴπωμεν· Αὐτὸς ὁ μόνος ὁ τότε καὶ νῦν ἀγαθὸς Θεὸς, καὶ φιλάνθρωπος Δεσπότης, ὁ διὰ τοῦ Πάσχα τὸν Ἰσραὴλ ἐκ δουλείας Αἰγύπτου ῥυσάμενος καὶ διὰ τοῦ αἵματος τοῦ ἀμνοῦ ἐλευθερίαν αὐτῷ χαρισάμενος, σύτὸς καὶ νῦν διὰ τοῦ ἀχράντου σου σώματος, καὶ τοῦ τιμίου αἵματος, τῆς πικρᾶς δουλείας ἐλευθερίαν τῷ κόσμῳ σου δώρησαι. Ὁ προσδεξάμενος τῆς ἁμαρτωλοῦ πόρνης τὸν κλαυθμὸν, πρόσδεξαι σήμερον καὶ τὴν σὴν Ἐκκλησίαν καὶ αἰχμαλωσίας τὸν στεναγμόν· ὁ προσδεξάμενος τοῦ λῃστοῦ τοῦ πιστοῦ τὴν παράκλησιν, πρόσδεξαι τοῦ λαοῦ σου τοῦ πιστοῦ τὴν δέησιν· ὁ προσδεξάμενος τοῦ Πέτρου τὴν μετάνοιαν, καὶ τὸν στεναγμὸν, πρόσδεξαι καὶ ἡμῶν τὸν κλαυθμὸν τῶν πτωχῶν· ὁ μὴ ἀποστρέψας Χαναναίας τὰ δάκρυα, δέξαι καὶ μικρὰν Ἐκκλησίαν ὑπὲρ μεγάλης αἰχμαλωσίας πρεσβεύουσαν, καὶ πρὸς σὲ τὸν Θεὸν σήμερον βοῶσαν καὶ λέγουσαν· Ὁ Θεὸς, ὁ τριήμερος ἀναστὰς ἐκ τῶν νεκρῶν, ἀνάστησον ἐκ τῶν ἐχθρῶν τὸν πιστόν σου λαόν· ὁ τὸν Ἀδὰμ ἐγείρας ἐκ τῶν θνητῶν, ἔγειρον τὸ κέρας τῶν Χριστιανῶν· αὐτὸς ὁ τότε καὶ νῦν Θεὸς, ὁ τὴν μορφὴν τοῦ δούλου ἀναλαβὼν, λύτρωσαι ἐκ δουλείας τὸν ταπεινόν σου λαόν· ὁ νήπιος γενέσθαι καταξιώσας ὑπὲρ ἡμῶν, σῶσον μαχαίρας τὸ πλῆθος τῶν νηπίων ἡμῶν.
For indeed even a king oftentimes respects the entreaty of a people, and pardons condemned prisoners for an imploring crowd. Therefore we beseech all your charity to remember fervently our brethren in necessity—even at that very most dread hour wherein we receive in our hands the priceless pearl of Christ's body. Thus let us pray fervently on behalf of our brethren, and say unto Christ: Thou Thyself, the only God good both then and now, and Master Who lovest mankind, Who through the Passover didst deliver Israel out of the bondage of Egypt and through the blood of the lamb didst grant him freedom, do Thou Thyself now also, through Thy spotless body and precious blood, bestow upon Thy world freedom from bitter bondage. Thou Who didst accept the weeping of the sinful harlot, accept today also Thy Church and the groaning of captivity; Thou Who didst accept the entreaty of the faithful thief, accept the petition of Thy faithful people; Thou Who didst accept the repentance and the groaning of Peter, accept also the weeping of us the poor; Thou Who didst not turn away the tears of the Canaanite woman, receive also a little Church interceding on behalf of a great captivity, and crying aloud today unto Thee, O God, and saying: O God, Who didst rise on the third day from the dead, raise up Thy faithful people from their enemies; Thou Who didst raise Adam from mortal men, raise up the horn of Christians; Thou Thyself, God both then and now, Who didst take up the form of a servant, ransom Thy lowly people out of bondage; Thou Who didst deign to become an infant for our sakes, save from the sword the multitude of our infants.
Αὐτὸς ὁ τότε Θεὸς, ὁ μετὰ μητρὸς ἐν Αἰγύπτῳ ξενιτεύσας, ἀνακάλεσαι τῆς μακρᾶς ξενιτείας τὰς μητέρας καὶ τὰ τέκνα· ὁ πραθεὶς ὑπὲρ πολλῶν ἑκουσίως, παῦσον τὴν πράσιν τοῦ λαοῦ τῶν Ἐκκλησιῶν· ὁ δι' ἡμᾶς ἐν τῷ νώτῳ δεξάμενος τὰς τοῦ Πιλάτου μάστιγας, καὶ ἀπειλὰς, αὐτὸς ὁ κοπιάσας δι' ἡμᾶς ἐκ τῆς ὁδοιπορίας, παῦσον τοῦ λαοῦ σου τοὺς κόπους καὶ ταλαιπωρίας· ὁ ἐν σταυρῷ βοήσας· Διψῶ, δρόσισον ψυχὰς δεινῶς διψώσας καὶ πεινώσας· ὁ μετὰ ἀνόμων ὑπὸ ἀνόμων κατακριθεὶς, ῥῦσαι καὶ ἡμᾶς ἐκ τῆς τῶν ἀνόμων βουλῆς· ὁ γυμνωθεὶς ὡς κακοῦργος ὑπὸ ἀνόμων, αὐτὸς ἐκεῖνος, Δέσποτα, ὑπὸ παρανόμων δεσμευθεὶς, λῦσον τοὺς ἐν δεσμοῖς πεπεδημένους· ὁ τὴν ἄχραντόν σου μητέρα παρακαλέσας ἀπὸ τοῦ σταυροῦ ὀδυρμοῦ, καὶ τοῦ κλαυθμοῦ· αὐτὸς ὁ τότε βοήσας ταῖς μυροφόροις τὸ, Χαίρετε, αὐτὸς καὶ νῦν βόησον ταῖς Ἐκκλησίαις σου, Χαίρετε· αὐτὸς ὁ τοῖς ἥλοις τοῖς τιμίοις προσηλωθεὶς τὰς χεῖρας καὶ τοὺς πόδας, λῦσον σιδηροδέσμων λαῶν τὰς χεῖρας καὶ τοὺς πόδας. Ναὶ, Δέσποτα φιλάνθρωπε, ὁ εἰπών· Περίλυπός ἐστιν ἡ ψυχή μου ἐκ θανάτου, ῥῦσαι τὸν λαόν σου τῆς λύπης καὶ τοῦ θανάτου· αὐτὸς ὁ τῇ ῥομφαίᾳ νυγεὶς τὴν πλευράν σου, σύντριψον τῶν ἐχθρῶν τὴν ῥομφαίαν τῇ χειρί σου τῇ κραταιᾷ, καὶ μνήσθητι, Δέσποτα, ὡς
Thou Thyself, O God of old, Who didst sojourn as a stranger with Thy mother in Egypt, recall the mothers and the children from their long exile; Thou Who wast willingly sold on behalf of many, stay the selling of the people of the Churches; Thou Who for our sakes didst receive upon Thy back the scourges and threats of Pilate, Thou Thyself Who wast wearied from the journey for our sakes, stay the labours and miseries of Thy people; Thou Who upon the cross didst cry out, I thirst, bedew souls terribly thirsting and hungering; Thou Who wast condemned with the lawless by the lawless, deliver us also out of the counsel of the lawless; Thou Who wast stripped naked like an evildoer by the lawless, Thou Thyself, that very One, O Master, bound by transgressors, loose those fettered in bonds; Thou Who from the cross didst comfort Thy spotless mother from lamentation and weeping, Thou Thyself Who then didst cry out to the myrrh-bearing women, Hail, do Thou Thyself now also cry out to Thy Churches, Hail; Thou Who hadst Thy hands and feet nailed with the precious nails, loose the hands and feet of iron-bound peoples. Yea, O Master Who lovest mankind, Who didst say, My soul is sorrowful from death, deliver Thy people from sorrow and death; Thou Thyself Who wast pierced in Thy side with the lance, crush the lance of the enemies with Thy mighty hand, and remember, O Master, as
Notes, col. 473

On the reading

Printed ἐνάγκῃ, for ἐν ἀνάγκῃ.

Printed σύτὸς, for αὐτὸς.

Printed πράσιν, for πρᾶσιν.

PG 43:476Read from the page
τοῦ λῃστοῦ σου τοῦ πιστοῦ καὶ τοῦ λαοῦ σου · ὁ χύσας τὸ ἄχραντον αἷμα ὑπὲρ ἡμῶν, παῦσον τὴν σύγχυσιν τῶν αἱμάτων ἡμῶν. Σῶσον τὸν λαόν σου, Δέσποτα· φεῖσαι τῆς κληρονομίας σου. Ἐξεγέρθητι· ἵνα τί ὑπνοῖς, Κύριε; Ἵνα τί τοῖς ἐχθροῖς μακροθυμεῖς· Ἵνα τί ἀποστρέφεις τὸ πρόσωπόν σου ἀφ' ἡμῶν; Ἀνάστηθι, καὶ μὴ ἀπώσῃ εἰς τέλος· μὴ παρίδῃς εἰς πλήρης· Μνήσθητι τοῦ σταυροῦ σου, μνήσθητι τοῦ λαοῦ σου, μνήσθητι τῶν οἰκτιρμῶν σου. Ὁ τεσσαράκοντα ἡμέρας ἑκουσίως δι' ἡμᾶς πειρασθείς, Δέσποτα, μνήσθητι τῶν ἐν ἐρήμοις πειραζομένων λαῶν σου, τῶν ἐν ἀβάτοις καὶ ἀνύδροις· ἐκείνων μνήσθητι μεθ' ἡμῶν, καὶ πρὸ ἡμῶν, ἀγαθὲ φιλάνθρωπε. Ἐκείνους συμβοήθησον, ἐκείνους πρόφθασον· ἐκείνους λοιπὸν ἐπίσκεψαι· ἐκείνους τοὺς ὑπὲρ πάντας ἐλεεινούς, τοὺς παρὰ πάντας ὄντας ἐπὶ τῆς γῆς ταπεινούς· ἐκείνους τοὺς ἐν ἐρήμοις παρὰ ἀνθρώπων ἀπεγνωσμένους· οἵτινες μακρὰν ἐκ τῆς χειρός σου ἐδιώχθησαν· οἵτινες μεγάλως τῷ θυμῷ σου ἐπαιδεύθησαν· οἵτινες μεγάλως τῇ ὀργῇ σου ἠλέγχθησαν· οἵτινες πρὸ θανάτου ὡς νεκροὶ ἀπὸ ἀνθρώπων ἐπλήσθησαν· οἵτινες μετὰ θηρίων ἀγρίων οἰκεῖν κατεκρίθησαν· ὧν τὴν βίαν οὐδεὶς καθορᾷ, εἰ μὴ μόνος ὁ σὸς ἀκοίμητος ὀφθαλμός· ὧν τὴν ἀνάγκην σὺ, Δέσποτα, γινώσκεις, καὶ ἄλλος οὐδεὶς * * * εἰς αἰῶνα· λοιπὸν δι' ὧν χωρισθέντες, τῆς οἰκουμένης τέλος μακρυνθέντες, τῶν ἐκκλησιῶν λοιπὸν ἐπιλησθέντες, τῶν ἑορτῶν τὴν ἡμέραν ἀγνοοῦντες.
of Thy faithful robber and of Thy people; Thou Who pouredst forth Thy spotless blood on our behalf, stay the outpouring of our blood. Save Thy people, O Master; spare Thine inheritance. Awake; why sleepest Thou, O Lord? Why art Thou long-suffering towards Thine enemies? Why turnest Thou Thy face away from us? Arise, and cast us not off to the end (Ps. 43:23-24); overlook us not utterly. Remember Thy cross, remember Thy people, remember Thy compassions. Thou Who for forty days willingly sufferedst temptation for our sake, O Master, remember Thy peoples who are tempted in the deserts, those in trackless and waterless places; remember them with us, and before us, O good Lover of mankind. Aid them together, forestall them; visit them hereafter; them who are pitiable above all, who are lowly beyond all upon the earth; them who in the deserts are despaired of by men; who have been driven far from Thy hand; who have been greatly chastised by Thy wrath; who have been greatly rebuked by Thine anger; who before death, as dead men, have been filled apart from men; who have been condemned to dwell with wild beasts; whose violence none beholdeth, save Thine unsleeping eye alone; whose distress Thou, O Master, knowest, and none other ... for ever; wherefore having been parted henceforth, removed far to the end of the inhabited earth, having henceforth forgotten the churches, knowing not the day of the feasts.
Ἐκείνοις μικρὸν ἔλεος ποίησον, Δέσποτα· οὐ γὰρ αἰτοῦμαι πολύ. Φθάσον ἐκείνους, ὁ Θεὸς, ὁ παιδεύσας ἐκείνους· φθάσον τά ποτε τέκνα σου, ὅτι καὶ αὐτοί ποτε τέκνα σου, ὅτι καὶ αὐτοί ποτε Χριστιανοὶ ὑπῆρχον, καὶ αὐτοί ποτε ποίμνη σου, καὶ αὐτοί ποτε μέλη σου, καὶ αὐτοί ποτε τοῦ ἀχράντου σου μετελάμβανον σώματος, καὶ νῦν σωμάτων ἀλόγων μεταλαμβάνουσι. Διὸ δὴ, Δέσποτα, ἐπίβλεψον ἐπ' αὐτοὺς ἐν ἐλέοις καὶ οἰκτιρμοῖς σου. Ἴδε ἐκείνων τῶν ἐλεεινῶν τὴν βίαν, καὶ δὸς φιλανθρωπίαν· ἴδε τὴν γύμνωσιν, καὶ δὸς τὴν ἀνάῤῥυσιν· ἴδε τὴν βαθεῖαν ἐρημίαν, καὶ ποίησον τὴν σὴν εὐσπλαγχνίαν. Ει γὰρ καὶ δικαίως ἐπαίδευσας, ἀλλ' ὅμως ἴασαι· εἰ καὶ ἀξίως παρέδωκας, ὅμως συνάγαγε. Ἐμάστιξας, παρακάλεσον· παρέδωκας, λύτρωσαι. Ει καὶ πολλάκις ἡμάρτομεν, ἀλλ' ὅμως πάλιν ἡμῶν μνήσθητι, καὶ πάλιν ἡμῶν τῇ δεήσει πείσθητι, καὶ μάλιστα τοῖς ἐν ἐρημίαις, καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ὁ παῖς τῆς γῆς ἀβάτοις τόποις ἡμῶν ἀδελφοῖς (σου) Χριστιανοῖς, σοῦ δὲ λαοῖς. Ει γὰρ καὶ ἡμεῖς ἐν ἐκκλησίαις μετὰ τῶν πιστῶν, ἀλλ' ἐκεῖνοι ἐν ἐρημίαις μετὰ τῶν ἐχθρῶν· εἰ καὶ ἡμεῖς φαιδροὶ ἐν ταῖς ἑορταῖς, ἀλλ' ἐκεῖνοι ἐν μεγάλῃ σκοτίᾳ. Μεγάλη ἡ ἐκείνων δυστυχία· μέγα τὸ ἐκείνων ὕποπτον· δεινὸν τὸ ἐκείνων τραῦμα, πικρὰ ἡ ἐκείνων συμφορά· ἀδιήγητος ἡ αὐτῶν καταφθορὰ, μέγα τὸ ἐκείνων κέντρον, πολλὴ ἡ ἐκείνων τραγῳδία, Δέσποτα. Μὴ ἀφήσῃς ἕως ἔξω, ἀλλὰ μετὰ
Unto them grant a small mercy, O Master; for I ask not much. Forestall them, O God, Who hast chastised them; forestall those who once were Thy children, for they too were once Thy children, for they too were once Christians, and they too were once Thy flock, and they too were once Thy members, and they too once partook of Thy spotless body, and now they partake of irrational bodies. Wherefore, O Master, look upon them in Thy mercies and compassions. Behold the violence suffered by those pitiable ones, and grant loving-kindness; behold their nakedness, and grant deliverance; behold their deep desolation, and work Thy tender mercy. For even though Thou hast justly chastised, yet heal nevertheless; even though Thou hast worthily delivered them up, gather them together nevertheless. Thou hast scourged, comfort; Thou hast delivered up, ransom. Even though we have sinned oftentimes, yet remember us again, and be persuaded again by our supplication, and especially for our Christian brethren (Thine own), and Thy peoples, in deserts, and mountains, and caves, and [all] the trackless places of the earth. For even if we are in churches with the faithful, yet they are in deserts with the enemies; even if we are bright in the feasts, yet they are in great darkness. Great is their misfortune; great is their peril; terrible is their wound, bitter is their calamity; unspeakable is their ruin, great is their sting, manifold is their tragedy, O Master. Leave them not utterly outside, but with
Notes, col. 476

On the reading

Printed Ει, for Εἰ (printed without breathing thrice: Ει γὰρ, Ει καὶ, Ει γὰρ).