Migne Reading Room

PG 43 · cols. 453–464 · Read from the page

Homiliae Septem (Ὁμιλίαι ζʹ)

Homiliae Septem (Ὁμιλίαι ζʹ)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 43:453Read from the page
τυπος ὑπὸ Ἀβραὰμ γενόμενος ἄνω. Ἐκεῖ Ἰακὼβ ἐν ᾅδῃ κατώδυνος κάτω πρὶν διὰ Ἰωσὴφ κατώδυνος ἄνω. Ἐκεῖ Ἰωσὴφ ὁ δέσμιος, ὁ ἐν Αἰγύπτῳ γεγονὼς ἐν τῷ δεσμωτηρίῳ εις Χριστοῦ τύπον δεσμώτης καὶ δεσπότης. Ἐκεῖ Μωϋσῆς ἐν σκοτεινοῖς κάτω, ὁ ποτὲ ἐν τῇ θήκῃ ἐν σκοτεινοῖς ἄνω. Ἐκεῖ Δανιὴλ ἐν ᾅδῃ τῷ λάκκῳ, ὁ ἐν τῷ λάκκῳ ποτὲ τῶν λεόντων ἄνω. Ἐκεῖ Ἱερεμίας ὡς ἐν λάκκῳ βορβόρου, ἐν τῷ λάκκῳ τοῦ ᾅδου καὶ τῆς φθορᾶς τοῦ θανάτου. Ἐκεῖ ἐν τῷ κοσμοδόχῳ κήτει τοῦ ᾅδου κεῖται εἰς τύπον Ἰωνᾶς Χριστοῦ τοῦ αἰωνίου καὶ προαιωνίου Ἰωνᾶ τοῦ ζῶντος εις αἰῶνα, καὶ εις τοὺς αἰῶνας τῶν αἰώνων [καὶ ἐπ' αἰῶνα]. Καὶ ἔτι ἐκεῖ Δαβὶδ ὁ Θεοπάτωρ, ἐξ οὗ τὸ κατὰ σάρκα Χριστός. Καὶ τί λέγω Δαβὶδ καὶ Ἰωνᾶν καὶ Σολομῶντα; Ἐκεῖ καὶ αὐτὸς ὁ πολὺς Ἰωάννης, ὁ μείζων πάντων τῶν προφητῶν, ὡς ἐν τῇ σκοτεινῇ μήτρᾳ Χριστὸν προκηρύττων τοῖς ἐν ᾅδῃ ἅπασιν· ὁ διττὸς πρόδρομος, καὶ κῆρυξ ζώντων καὶ νεκρῶν· ὁ ἐκ φυλακῆς Ἡρώδου τῇ πανδήμῳ φυλακῇ παραπεμφθεὶς τοῦ ᾅδου [ὅθεν] τῶν ἀπ' αἰῶνος δικαίων τε καὶ ἀδίκων κεκοιμημένων. Οἱ δὲ προφῆταί τε καὶ δίκαιοι ἅπαντες λιτὰς ἀλήκτους κρυφιομύστως Θεῷ ἐκεῖθεν προσέφερον, λύτρωσιν ἐξαιτοῦντες τῆς πανωδύνου ἐκείνης καὶ κατηφοῦς ἐχθροκράτου ζοφερᾶς, καὶ πανεσπέρου παννυξίας. Καὶ ὁ μὲν πρὸς Θεὸν ἔλεγε· Ἐκ κοιλίας ᾅδου κραυγῆς μου ἄκουσον, φωνῆς μου· ὁ δ' ἄλλος· Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε· Κύριε, εισάκουσον τῆς φωνῆς μου· καὶ ἄλλος· Ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα· καὶ ἕτερος· Ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ, ἐμφάνηθι· καὶ ἄλλος· Ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εις τὸ σῶσαι ἡμᾶς· καὶ ἕτερος· Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οι οικτιρμοί σου, Κύριε· καὶ ἄλλος· Ῥῦσαι τὴν ψυχήν μου ἐξ ᾅδου κατωτάτου· καὶ ἕτερος· Κύριε, ανάγαγε ἐξ ᾅδου τὴν ψυχήν μου· καὶ ἄλλος· Μὴ ἐγκατάλιπε τὴν ψυχήν μου εις ᾅδην· καὶ ἕτερος· Ἀναβήτω ἐκ φθορᾶς ἡ ζωή μου πρὸς σὲ, Κύριε ὁ Θεός μου.
figure through Abraham above. There is Jacob in Hades, sorrow-stricken below, who before because of Joseph was sorrow-stricken above. There is Joseph the prisoner, who in Egypt became in the prison both prisoner and master as a type of Christ. There is Moses in dark places below, who once was in the ark in darkness above. There is Daniel in Hades the pit, who once was in the pit of lions above. There is Jeremiah as in a pit of mire, in the pit of Hades and of the corruption of death. There in the world-receiving sea-monster of Hades Jonah lies as a type of Christ, the eternal and pre-eternal Jonah Who lives for ever, and unto the ages of ages [and for evermore]. And there too is David the forefather of God, from whom is Christ according to the flesh. And why do I speak of David and Jonah and Solomon? There is also great John himself, greater than all the prophets, proclaiming Christ beforehand as in the dark womb to all those in Hades: the twofold forerunner, and herald of the living and the dead, sent on from Herod's prison to the universal prison of Hades [whence] of the righteous and unrighteous asleep from of old. And all the prophets and righteous men offered unceasing supplications from there in secret mystery to God, begging for ransom from that all-painful, downcast, enemy-ruled, murky, and all-evening vigil of night. And one said to God: Out of the belly of Hades hear Thou the cry of my voice (Jonah 2:3); and another: Out of the depths I have cried unto Thee, O Lord; O Lord, hearken unto my voice (Ps. 129:1); and another: Make Thy face to shine, and we shall be saved (Ps. 30:17); and another: Thou Who sittest upon the cherubim, shine forth (Ps. 79:2); and another: Stir up Thy might, and come to save us (Ps. 79:3); and another: Let Thy compassions speedily go before us, O Lord (Ps. 78:8); and another: Deliver Thou my soul out of lowest Hades (Ps. 85:13); and another: O Lord, bring up my soul out of Hades (Ps. 29:4); and another: Leave not my soul unto Hades (Ps. 15:10); and another: Let my life ascend out of corruption unto Thee, O Lord my God (Jonah 2:7; cf. Job 33:18).
Ὧν δὴ ἁπάντων ὑπακούσας ὁ πανοικτίρμων Θεὸς ὁ Χριστὸς οὐ δίκαιον κέκρικε τοῖς ἐπ' αὐτοῦ καὶ μετ' αὐτὸν τῆς οικείας μεταδοῦναι μόνοις φιλανθρωπίας· ἀλλὰ καὶ τοῖς πρὸ τῆς αὐτοῦ ἐπιδημίας ἐν ᾅδῃ κατεχομένοις, καὶ καθημένοις ἐν σκότει, σκιᾷ θανάτου. Διὸ ἀνθρώπους μὲν ἐν σαρκὶ ὄντας διὰ σαρκὸς ἐμψύχου ὁ Θεὸς Λόγος ἐπεσκέψατο· ψυχαῖς δὲ σωμάτων ἀπηλλαγμέναις διὰ τῆς ἐνθέου καὶ ἀχράντου αὐτοῦ ψυχῆς ἐν ᾅδῃ ἐπέφανε, σώματος ἀλλ' οὐ θεότητος ἀπηλλαγμένης. Οὐκοῦν σπεύσωμεν τῷ νῷ, καὶ ἐπὶ τὸν ᾅδην βαδίσωμεν, ὅπως ἴδωμεν πῶς ἐκεῖ ποτε τὸν τῷ κράτει κραταιὸν κατὰ κράτος κρατεῖ τοῦ κράτους κρατοτύραννον, καὶ λαῷ πανστρατὶ τῇ αὐτοῦ ἀστραπῇ τὰς ἀθανάτους ἐκείνας τῶν φαλάγγων ἀχειρὶ
Having hearkened to all these, the all-compassionate God, Christ, judged it not right to impart His own loving-kindness only to those in His time and after Him, but also to those held fast in Hades before His sojourn, and sitting in darkness, the shadow of death. Wherefore God the Word visited men who were in the flesh through ensouled flesh; and to souls parted from bodies He shone forth in Hades through His divine and immaculate soul, parted from body yet not from divinity. Let us therefore hasten in mind, and walk to Hades, that we may see how there at last with might He mightily masters the tyrant-ruler of might who was mighty in his might, and with His whole host by His lightning-flash without hands
Notes, col. 453

On the reading

Printed εις, for εἰς.

Printed εισάκουσον, for εἰσάκουσον.

Printed οι οικτιρμοί, for οἱ οἰκτιρμοί.

Printed ανάγαγε, for ἀνάγαγε.

Printed οικείας, for οἰκείας.

PG 43:456Read from the page
χειροῦται τάξεις· θύρας ἀθύρους ἄρας ἐκ μέσου, καὶ πύλας ἀξύλους τῷ ξύλῳ τοῦ σταυροῦ Χριστὸς ἡ θύρα κατακλάσας, ἥλοις τε τοῖς ἐνθέοις μοχλοὺς αιωνίους συντρίψας καὶ συνθλάσας· καὶ δεσμοῖς χειρενθέοις τὰς ἀλύτους ἁλύσεις ὡς κηρὸν διαλύσας· καὶ λόγχῃ τῇ θεοπλεύρῳ καρδίαν τοῦ τυράννου τὴν ἄσαρκον διατρήσας. Ἐκεῖ συνέτριψε τὰ κράτη τῶν τόξων, ὅτε τῷ σταυρῷ τοξότας χειροθέους νευρὰς διέτεινε. Διὸ ἐὰν μεθ' ἡσυχίας ἀκολουθήσῃς Χριστῷ, νῦν ὄψῃ ποῦ μὲν τὸν τύραννον ἔδησε· ποῦ δὲ τὴν τούτου κεφαλὴν ἀνήρτησε· πῶς δὲ τὸ δεσμωτήριον ἀνέσκαψε, ποῦ δὲ τοὺς δεσμώτας ἐξήγαγε, πῶς δὲ τὸν ὄφιν ἐπάτησε, καὶ ποῦ τὴν κάραν ἐκρέμασε· πῶς δὲ τὸν Ἀδὰμ ἠλευθέρωσε, καὶ πῶς τὴν Εὔαν ἀνέστησε, καὶ πῶς τὸ μεσότοιχον ἔλυσε, καὶ πῶς τὸν πικρὸν κατεδίκασε δράκοντα, καὶ πῶς τὰ ἀήττητα ἔστησε τρόπαια· ποῦ δὲ τὸν θάνατον ἐθανάτωσε, καὶ πῶς τὴν φθορὰν κατέφθειρε, καὶ ποῦ τὸν ἄνθρωπον εἰς τὸ ἀρχαῖον κατέστησεν ἀξίωμα.
subdues those immortal ranks of the phalanxes: having taken away doorless doors from the midst, and Christ the Door having shattered woodless gates with the wood of the cross, and with the divine nails having crushed and smashed eternal bars; and with the bonds of His divine hands having melted like wax the indissoluble chains; and with the spear of His divine side having pierced through the fleshless heart of the tyrant. There He crushed the mighty powers of the bows (Ps. 75:4), when upon the cross as Archer He stretched the bowstrings of His divine hands. Therefore, if in quietness you follow Christ, you will now see where He bound the tyrant, and where He hung up his head; how He dug up the prison, and where He led out the prisoners; how He trampled the serpent, and where He suspended its head; how He set Adam free, and how He raised up Eve; how He broke down the dividing wall, how He condemned the bitter dragon, and how He set up invincible trophies; where He put death to death, how He destroyed corruption, and where He restored man to his ancient dignity.
Ὁ χθὲς τοίνυν οἰκονομικῶς τὰς λεγεῶνας τῶν ἀγγέλων παραιτούμενος, καὶ λέγων τῷ Πέτρῳ· Οὐ δύναμαι ἄρτι παραστῆσαι πλείους ἢ δώδεκα λεγεῶνας ἀγγέλων; σήμερον θεοπρεπῶς ὁμοῦ τε καὶ πολεμικῶς, καὶ δεσποτικῶς κάτεισι κάτω τοῦ ᾅδου καὶ θανάτου· καὶ τύραννον διὰ θανάτου τὰς ἀθανάτους τῶν ἀσωμάτων στρατευμάτων καὶ ταγμάτων ἀοράτων οὐ δώδεκά τινας λεγεῶνας, ἀλλὰ μυρίας μυριάδας καὶ χιλίας χιλιάδας ἔχων ἀγγέλων, ἐξουσιῶν, θρόνων ἀθρόνων, ἑξαπτερύγων, ἀπτερύγων, πολυομμάτων, ἀομμάτων, οὐρανίων ταγμάτων· ἅτε δὴ ἅτε ὡς οἰκεῖον Δεσπότην, καὶ βασιλέα προπεμπούσας, καὶ δορυφορούσας, καὶ τιμώσας Χριστόν· οὐ συμμάχους· ἄπαγε! Ποίας γὰρ καὶ συμμαχίας ὁ παντοδύναμος ἐπιδέεται Χριστός; Ἀλλ' ὀφειλούσας ὁμοῦ καὶ φιλούσας τῷ ἑαυτῶν ἀεὶ παρίστασθαι Δεσπότῃ τῷ Θεῷ φερέγγειοί τινες δορυφόροι, ὁπλῖται καὶ σκηπτοῦχοι λαμπροὶ τῆς θείας ὀξεῖς δεσποτικῆς σκηπτουχίας, νεύματι μόνῳ σπουδῇ τῷ θείῳ τάχει ἀλλήλας προφθανούσας, ὁμοῦ εἰς ἔργον ἀγούσας τῇ κελεύσει τὴν πρᾶξιν, καὶ τῇ νίκῃ κατεστεμμένας πρὸς ἐχθρῶν καὶ παρανόμων παρατάξεις. Διὸ δὴ καὶ κατιούσας τότε δρόμοις ὁμοῦ τε καὶ σύνδρομοι τῷ Θεῷ καὶ Δεσπότῃ ἐπὶ τὰ ἐν ᾅδου καὶ ὑπόγεια, καὶ γῆς ἁπάσης βαθύτερα, τῶν ἀπ' αἰῶνος κεκοιμημένων ὑποχθόνια οικητήρια, ἐξάγων ἐν ἀνδρείᾳ τοὺς ἀπ' αιῶνος πεπεδημένους. Ὡς γοῦν τὰ παντόθυρα, καὶ ἀνήλια, καὶ πανέσπερα τοῦ ᾅδου δεσμωτήρια καὶ οἰκητήρια, καταδύσεις καὶ σπήλαια ἡ θεόδημος τοῦ Δεσπότου κατέλαβεν αἰγληφόρος παρουσία, προφθάνει πάντας Γαβριὴλ ἀρχιστράτηγος· ἅτε δὴ ἅτε ἐξ ἔθους ὢν χαρᾶς εὐαγγέλια ἀνθρώποις φέρειν καὶ ῥῆσίν τινα ἰσχυρὰν ἀρχαγγελικωτάτων καὶ στρατηγικωτά-
He Who yesterday, therefore, by dispensation declined the legions of angels, saying to Peter: Cannot I now present more than twelve legions of angels (Matt. 26:53)? today in a manner befitting God, at once warlike and sovereign, descends below Hades and death, and against the tyrant through death, having not some twelve legions of the immortal bodiless armies and invisible orders, but ten thousand times ten thousand and thousand thousands of angels, authorities, thrones and throneless ones, six-winged and wingless ones, many-eyed and eyeless ones, heavenly orders: escorting, attending as bodyguards, and honouring Christ as their own Master and King—not as allies, away with the thought! For what alliance does the almighty Christ stand in need of? Rather, both owing and loving ever to stand beside their Master and God as trusty spear-bearers, hoplites, and radiant sceptre-bearers, swift ministers of the divine sovereign sceptre-rule, at a nod alone eagerly outstripping one another with divine speed, bringing the deed to effect simultaneously with the command, and crowned with victory against the battle lines of hostile and lawless foes. Wherefore also descending then at a run and running together with their God and Master unto the regions in Hades and under the earth, deeper than all the earth, the subterranean dwellings of those asleep from of old, as He leads out in might those bound in fetters from of old. When, therefore, the radiant, host-attended presence of the Master overtook the all-gated, sunless, and all-evening prisons and dwellings, dens and caverns of Hades, Gabriel the chief commander outstrips all, accustomed as he is by habit to bring good tidings of joy to men and a mighty proclamation of most archangelic and most commander-
Notes, col. 456

On the reading

Printed αιωνίους, for αἰωνίους.

Printed οικητήρια, for οἰκητήρια.

Printed αιῶνος, for αἰῶνος.

PG 43:457Read from the page
λαμπρὰν καὶ λεοντιαίαν φωνὴν πρὸς τὰς ἐναντίας δυνάμεις, καὶ λέγει· Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν· μεθ' ὃν βοᾷ καὶ Μιχαήλ· Καὶ ἐπάρθητε, πύλαι αιώνιοι. Εἶτα καὶ αἱ δυνάμεις φασίν· Ἀπόστητε, πυλωροὶ οἱ παράνομοι· εἶτα καὶ ἐξουσίαι μετ' ἐξουσίας· Συντρίβητε, αἱ ἁλύσεις αἱ ἄλυτοι· καὶ ἄλλος· Αισχύνθητε, ἐναντίοι πολέμιοι· καὶ ἕτερος· Φοβήθητε, τύραννοι οἱ παράνομοι.
bright and lion-like voice unto the opposing powers, and says: Lift up the gates, you who are rulers among you (Ps. 23:7, 9); after whom Michael also cries aloud: And be lifted up, you everlasting gates (Ps. 23:7, 9). Then the powers also say: Depart, you lawless gatekeepers; then the authorities also with authority: Be shattered, you indissoluble chains; and another: Be put to shame, you opposing foes; and another: Be afraid, you lawless tyrants.
Καὶ καθάπερ ἐπί τινος φοβερᾶς καὶ ἀηττήτου παντοδυνάμου βασιλικῆς τροπαιούχου στρατοῦ παρατάξεως φρίκη τις καὶ τάραχος καὶ φόβος κατώδυνος τοῖς τοῦ ἀκαταγωνίστου Δεσπότου ἐπιπίπτει ἐχθροῖς· οὕτω δὴ καὶ ἐπὶ τοῖς ἐν ᾅδου ἐκείνοις καὶ παραδόξου Χριστοῦ ἐν τοῖς καταχθονίοις παρουσίας ἐξαίφνης ἐγένετο· ἄνωθεν ἀστραπῆς ἡ ἀμαύρωσις τῶν ἐναντίων τοῦ ᾅδου δυνάμεων τὰς ὄψεις σκοτίζουσα καὶ βροντοφώνων βοῶν ἀκουόντων καὶ στρατῶν κελευόντων λέγοντας· Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν. Οὐ γὰρ ἀνοίξατε, ἀλλ' ἐξ αὐτῶν θεμελίων ταύτας ἄρατε, ἐκριζώσατε, μεταστήσατε εἰς τὸ μηκέτι κλείεσθαι· Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν. Οὐχ ὡς ἀδυνατοῦντος τοῦ παρόντος Δεσπότου καὶ θυρῶν κεκλεισμένων ὅτε κελεύει εἰσέρχεσθαι, ἀλλὰ δραπετοδούλως ὑμῖν ἐπιτρέποντος τὴν τῶν πυλῶν τῶν αἰωνίων ἔπαρσιν καὶ μετάστασιν καὶ κατάκλασιν. Διὸ οὐδὲ τοῖς δήμοις ὑμῶν, ἀλλ' αὐτοῖς τοῖς δοκοῦσι παρ' ὑμῶν εἶναι ἄρχουσιν αὐτοῖς ἐπιτρέπει λέγων· Ἄρατε πύλας, οι ἄρχοντες ὑμῶν. Ὑμῶν, ἀλλ' οὐκ ἄλλων τινῶν. Λοιπὸν ἄρχοντες. Εἰ γὰρ καὶ μέχρι τοῦ νῦν τῶν ἀπ' αἰῶνος κεκοιμημένων κακῶς ἤρξατε· ἀλλ' οὐκέτι λοιπὸν αὐτῶν, ἀλλ' οὐδ' ἄλλων, ἀλλ' ὑμῶν, ἀλλ' οὐδ' αὐτῶν ὑμῶν ἔσεσθε ἄρχοντες. Πάρεστι γὰρ Χριστὸς ἡ οὐράνιος θύρα· Ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ τῶν τοῦ ᾅδου δυσμῶν. Κύριος ὄνομα αὐτοῦ, καὶ τοῦ Κυρίου Κυρίου αἱ διέξοδοι τῶν τοῦ θανάτου πυλῶν. Ὑμεῖς ἐποιήσατε τὰς εἰσόδους· τὰς διεξόδους αὐτὸς ποιῆσαι παραγέγονεν. Διὸ μὴ μέλλετε· Ἄρατε πύλας καὶ ταχύνατε· ἄρατε, καὶ μὴ ἀναβάλλετε. Εἰ δὲ ἀναμένειν νομίζετε, αὐταῖς ταῖς πύλαις ἀχειρὶ καὶ αὐτοματὶ αἴρεσθαι ἐπιτρέπομεν. Και ἐπάρθητε, πύλαι αιώνιοι. Ἅμα αἱ δυνάμεις ἐβόησαν, ἅμα αἱ πύλαι ἐπήρθησαν, ἅμα αἱ ἁλύσεις ἐλύθησαν, ἅμα οἱ μοχλοὶ κατεκλάσθησαν, ἅμα τὰ κλεῖθρα ἐξέπεσαν, ἅμα τὰ θεμέλια τοῦ δεσμωτηρίου ἐδονήθησαν, ἅμα αἱ ἐναντίαι δυνάμεις εἰς φυγὴν ετράπησαν, ἕτερος ἕτερον συνωθούμενος, καὶ ἄλλος πρὸς ἄλλον συμποδιζόμενος, καὶ ἕτερος τῷ ἑτέρῳ φεύγειν φθεγγόμενος· ἔφριξαν, ἐσαλεύθησαν, κατεπλάγησαν, ἐταράχθησαν, ἠλλοκώθησαν, ἐθροήθησαν, ἔστησαν ὁμοῦ καὶ ἐξέστησαν, ἠπόρησαν ὁμοῦ
And just as at some dread and invincible battle array of an almighty royal triumphant army a shuddering and confusion and pain-stricken fear falls upon the foes of the unconquerable Master, so indeed also among those in Hades at the paradoxical presence of Christ in the subterranean regions there suddenly came from above the blinding flash of lightning darkening the sight of the opposing powers of Hades, as they heard thunder-voiced cries and armies commanding and saying: Lift up the gates, you who are rulers among you. For do not open them, but lift them up from their very foundations, uproot them, remove them so that they may never be shut again: Lift up the gates, you who are rulers among you. Not as though the Master here present were unable to enter even with doors shut when He commands, but charging you like runaway slaves with the lifting up, removal, and shattering of the everlasting gates. Wherefore not even to your multitudes, but to the very ones who seem among you to be rulers, to them He gives the charge, saying: Lift up the gates, you who are rulers among you. Among you, and not among any others. Rulers hitherto! For even if until now you wickedly ruled over those asleep from of old, yet henceforth no longer over them, nor over others, nay, over yourselves—nay, not even over your own selves shall you be rulers. For Christ the heavenly Door is at hand: Make a highway for Him Who mounts upon the westward settings of Hades; the Lord is His name, and to the Lord, the Lord, belong the ways out from the gates of death (Ps. 67:5, 21). You made the entrances; He Himself has arrived to make the ways out. Wherefore do not delay: Lift up the gates and make haste; lift them up, and do not put it off. And if you think to wait, we bid the gates themselves be lifted up without hands and of their own accord: And be lifted up, you everlasting gates. No sooner had the powers cried aloud than the gates were lifted up, at once the chains were loosed, at once the bars were shattered, at once the bolts fell away, at once the foundations of the prison were shaken, at once the opposing powers were turned to flight, one shoving another, another entangled foot with foot against another, and one calling out to the next to flee; they shuddered, were shaken, were struck with panic, were thrown into confusion, were altered, were terrified, stood still at once and stood beside themselves, were at once at a loss
Notes, col. 457

On the reading

Printed αιώνιοι, for αἰώνιοι.

Printed Αισχύνθητε, for Αἰσχύνθητε.

Printed οι ἄρχοντες, for οἱ ἄρχοντες.

Printed Και ἐπάρθητε, for Καὶ ἐπάρθητε.

Printed ετράπησαν, for ἐτράπησαν.

Printed ἠλλοκώθησαν, for ἠλλοιώθησαν.

PG 43:460Read from the page
καὶ ἐτρόμαξαν. Καὶ ὁ μὲν κεχηνὼς ἵστατο, ὁ δὲ τοῖς γόνασι τὸ πρόσωπον συνεκάλυπτε· καὶ ἄλλος πρηνὴς ἀνεπήγνυτο, καὶ ἕτερος ὡσεὶ νεκρὸς ἀπεστηλοῦτο, καὶ ἄλλος τῷ θάμβει κατείχετο, καὶ ἕτερος [οὐρανίων] ἠλλοιωμένος κατέκειτο, καὶ ἄλλος ἐνδότερον ἔφευγεν.
and trembled. And one stood gaping, while another covered his face with his knees; and another was frozen prostrate, and another stood stiff like a corpse, and another was gripped by amazement, and another [of the heavenly ones] lay transformed, and another fled further inside.
Ἐκεῖ γὰρ τότε διέκοψε Χριστὸς ἐν ἐκστάσει κεφαλὰς δυναστῶν· ἐκεῖ ἐσείσθησαν ἐν αὐτῷ, ἐκεῖ διήνοιξαν χαλινοὺς αὐτῶν λέγοντες· Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; τίς ἐστιν οὗτος ὁ τοσοῦτος, ὁ μετὰ τοσούτων τοιαῦτα ἐνταῦθα ἐπιτελῶν θαύματα; Τίς οὗτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης, ὁ ἐν ᾅδῃ ποιῶν νῦν τὰ οὐδέποτε ἐν ᾅδῃ γενόμενα; τίς οὗτος ὁ ἐξάγων ἔνθεν τοὺς ἀπ' αἰῶνος κεκοιμημένους; τίς ἐστιν οὗτος ὁ λύσας καὶ καταλύσας ἡμῶν τῶν ἀηττήτων τὸ θράσος καὶ τὸ κράτος, καὶ ἐξάγων ἐκ τῆς τοῦ ᾅδου φυλακῆς τοὺς ἀπ' αἰῶνος πεπεδημένους; Πρὸς οὓς ἀνέκραζον αἱ τοῦ Δεσπότου δυνάμεις λέγουσαι· Μαθεῖν βούλεσθε, ὦ παράνομοι τύραννοι, τίς ἐστιν οὗτος βασιλεὺς τῆς δόξης; Κύριος κραταιὸς καὶ δυνατός· Κύριος δυνατὸς καὶ ἰσχυρὸς καὶ ἀήττητος ἐν πολέμοις. Οὗτος ἐκεῖνός ἐστιν ὁ ἐκ τῶν οὐρανίων ἁψίδων ἐξορίσας καὶ ἀποῤῥίψας ὑμᾶς, ὦ δείλαιοι καὶ παράνομοι τύραννοι! Ἐκεῖνος οὗτός ἐστιν ὁ ἐν ὕδασι Ἰορδάνου συντρίψας τὰς κεφαλὰς τῶν δρακόντων ὑμῶν. Οὗτος ἐκεῖνός ἐστιν ὁ διὰ σταυροῦ στηλιτεύσας, καὶ θριαμβεύσας, καὶ νεκρώσας ὑμᾶς. Ἐκεῖνος οὗτός ἐστιν ὁ δήσας, καὶ ζοφώσας, καὶ τῇ ἀβύσσῳ παραπέμψας ὑμᾶς. Οὗτος ἐκεῖνός ἐστιν ὁ πυρὶ αἰωνίῳ καὶ γεέννῃ παραπέμπων καὶ ἀπολλῶν ὑμᾶς. Λοιπὸν μὴ μέλλετε, μηδὲ ἀναμένετε, ἀλλὰ σπεύσατε, καὶ τοὺς δεσμίους ἐξάξατε, οὓς μέχρι καὶ νῦν κακῶς κατεπίετε. Τὸ γὰρ ὑμέτερον κράτος λοιπὸν καταλέλυται· ἡ ὑμῶν τυραννὶς λοιπὸν πέπαυται· τὸ ὑμέτερον φρύαγμα δεινῶς κατήργηται· ἡ ὑμῶν μεγαλαυχία εἰς τέλος ἐκλέλοιπεν· ἡ ὑμῶν ἰσχὺς πεπάτηται καὶ ἀπόλωλε. Ταυτα αἱ δεσποτικαὶ τοῦ Δεσπότου δυνάμεις ταῖς ἐναντίαις δυνάμεσιν ἔλεγον, ὁμοῦ τε καὶ κατέσπευδον. Καὶ οἱ μὲν τὸ δεσμωτήριον ἐξ αὐτῶν τῶν θεμελίων κατέσκαπτον· οἱ δὲ τὰς ἐναντίας ἐξουσίας κατεδίωκον ἐκ τῶν ἐξωτέρων ταμείων φευγούσας ἐνδότερον. Καὶ ἄλλοι τὰς καταδύσεις, καὶ τὰ φρούρια, καὶ τὰ σπήλαια διερεύνων, καὶ ἔτρεχον. Καὶ ἕτεροι ἄλλος ἄλλον ἄλλοθεν δέσμιον τῷ Δεσπότῃ προσέφερον, καὶ ἄλλοι τὸν τύραννον δεσμοῖς ἀλύτοις ἔδεον, καὶ ἕτεροι τοὺς ἀπ' αἰῶνος δεσμίους ἀπέλυον· καὶ ἄλλοι ἐπέταττον, καὶ ἕτεροι ὑπούργουν ὡς τάχιστα· καὶ οἱ μὲν εἰσερχομένου τοῦ Δεσπότου ἐνδότερον προέτρεχον, οἱ δὲ ὡς βασιλεῖ καὶ Θεῷ νικηφόρῳ παρείποντο.
For there at that time Christ in amazement cut through the heads of potentates; there they quaked in Him, there they opened their bridles, saying: Who is this King of glory? Who is this One so great, Who with so many accomplishes such wonders here? Who is this King of glory, Who now does in Hades things never done in Hades? Who is this One leading out hence those asleep from of old? Who is this One Who has loosed and overthrown the boldness and might of us the unconquered, and leads out from the prison of Hades those fettered from of old? Against whom the powers of the Master cried aloud, saying: Do you wish to learn, O lawless tyrants, Who this King of glory is? The Lord strong and mighty; the Lord mighty and strong and unconquered in battles. This is He Who banished and cast you out from the heavenly vaults, O wretched and lawless tyrants! That One is this Who crushed the heads of your dragons in the waters of Jordan. This is He Who through the cross pilloried you, and triumphed over you, and put you to death. That One is this Who bound you, and plunged you in darkness, and consigned you to the abyss. This is He Who consigns you to everlasting fire and Gehenna and destroys you. Henceforth do not delay, nor tarry, but make haste, and bring forth the prisoners whom even until now you wickedly swallowed down. For your might has now been overthrown; your tyranny has now ceased; your arrogance has been terribly abolished; your boasting has utterly failed; your strength has been trampled under foot and has perished. These things the sovereign powers of the Master spoke to the opposing powers, and at the same time hastened on. And some dug up the prison from its very foundations; while others pursued the opposing authorities fleeing from the outer chambers further inside. And others searched out the hiding-places, and the strongholds, and the caves, and ran about. And others brought prisoners to the Master, one bringing another from another quarter, and others bound the tyrant with indissoluble bonds, and others released those imprisoned from of old; and others gave orders, and others ministered as swiftly as possible; and some ran ahead inside as the Master entered, while others followed behind Him as victorious King and God.
Τούτων δὴ λοιπὸν οὕτως, ἀλλὰ καὶ ὑπὲρ τούτων ἐν τῷ ᾅδῃ γινομένων τε καὶ βοωμένων, θρυλλουμένων ἁπάντων καὶ σειομένων, ὡς ἡ παρουσία τοῦ Δεσπότου αὐτὰ τὰ κατώτατα τῶν κατωτάτων καταλαμβάνειν ἔμελλεν, ὁ Ἀδὰμ ἐκεῖνος, ὁ πάντων ἀν-
Now while these things, and even beyond these things, were thus taking place and being shouted in Hades, as all were in tumult and shaken, when the coming of the Master was about to overtake the very lowest of the lowest depths, that Adam, the first-created of all men-
Notes, col. 460

On the reading

Printed Ταυτα, for Ταῦτα.

PG 43:461Read from the page
θρώπων πρωτόκτιστος, καὶ πρωτόπλαστος, καὶ πρωτόθνητος ἐνδότερος πάντων, μετὰ πολλῆς τῆς ἀσφαλείας δέσμιος κατεχόμενος, ἤκουε τῶν τοῦ Δεσπότου ποδῶν πρὸς τοὺς δεσμίους εἰσερχομένων, καὶ ἐγνώρισε τὴν φωνὴν αὐτοῦ ἐν τῷ δεσμωτηρίῳ περιπατοῦντος, καὶ στραφεὶς πρὸς ἅπαντας τοὺς σὺν αὐτῷ ἀπ' αἰῶνος δεσμίους φησί· Φωνὴν ποδῶν τινος ἀκούω πρὸς ἡμᾶς εἰσερχομένου· καὶ ἐὰν ὅλως ἐνταῦθα ἐκεῖνος παραγενέσθαι κατηξίωσεν, ἡμεῖς τῶν δεσμῶν ἠλευθερώθημεν· ἐὰν ὅλως ἐκεῖνον μεθ' ἡμῶν ὀψόμεθα, ἡμεῖς τοῦ ᾅδου λυτρούμεθα. Ταῦτα καὶ τὰ τοιαῦτα τοῦ Ἀδὰμ πρὸς πάντας τοὺς συγκαταδίκους αὐτοῦ λέγοντος, εἰσῆλθεν ὁ Δεσπότης πρὸς αὐτούς, τὸ νικητικὸν ὅπλον τοῦ σταυροῦ κατέχων. Ὃν ἰδὼν ὁ Ἀδὰμ ὁ πρωτόπλαστος, καὶ τῇ ἐκπλήξει τὸ στῆθος τύψας, ἐβόησε πρὸς πάντας, καὶ εἶπεν· Ὁ Κύριός μου μετὰ πάντων. Καὶ ἀποκριθεὶς ὁ Χριστὸς, λέγει τῷ Ἀδάμ· Καὶ μετὰ τοῦ πνεύματός σου· καὶ κρατήσας αὐτοῦ τῆς χειρὸς ἀνίστησι, λέγων· Ἔγειρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. Ἐγὼ ὁ Θεός σου, ὁ διὰ σὲ γενόμενος υἱός σου, ὁ διὰ σὲ καὶ τοὺς ἀπὸ σοῦ, νῦν λέγων καὶ κατ' ἐξουσίαν ἐπιτρέπων τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν σκότει· Φωτίσθητε, καὶ τοῖς κεκοιμημένοις· Ἀνάστητε· σοὶ διακελεύομαι· Ἔγειρε, ὁ καθεύδων· οὐ γὰρ διὰ τοῦτό σε πεποίηκα, ἵνα ἐν ᾅδῃ κατέχῃ δέσμιος. Ἀνάστα ἐκ τῶν νεκρῶν· ἐγώ εἰμι ἡ ζωὴ τῶν νεκρῶν. Ἀνάστα, πλάσμα τὸ ἐμόν, ἀνάστα, μορφὴ ἡ ἐμὴ, καὶ κατ' εἰκόνα ἐμὴν γεγενημένη. Ἔγειρε, ἄγωμεν ἐντεῦθεν· σὺ γὰρ ἐν ἐμοὶ, κἀγὼ ἐν σοὶ, ἓν καὶ ἀδιαίρετον ὑπάρχομεν πρόσωπον· διὰ σὲ ὁ Θεός σου γέγονα υἱός σου· διὰ σὲ ὁ Δεσπότης, ἔλαβον τὴν σὴν μορφὴν τοῦ δούλου· διὰ σὲ ὁ ὑπεράνω τῶν οὐρανῶν ἦλθον ἐπὶ γῆς καὶ ὑποκάτω γῆς· διὰ σὲ τὸν ἄνθρωπον γέγονα ὡσεὶ ἄνθρωπος ἀβοήθητος, ἐν νεκροῖς ἐλεύθερος· διὰ σὲ τὸν ἀπὸ κήπου ἐξελθόντα ἀπὸ κήπου Ἰουδαίοις παρεδόθην, καὶ ἐν κήπῳ ἐσταυρώθην. Ἴδε τοῦ προσώπου μου τὰ ἐμπτύσματα, ἅπερ διὰ σὲ κατεδεξάμην, ἵνα σε ἀποκαταστήσω εἰς τὸ ἀρχαῖον ἐμφύσημα. Ἴδε μου τῶν σιαγόνων τὰ ῥαπίσματα, ἃ κατεδεξάμην, ἵνα σου τὴν διαστραφεῖσαν μορφὴν ἐπανορθώσω εἰς τὸ κατ' εἰκόνα μου. Ἴδε μου τοῦ νώτου τὴν φραγγέλλωσιν, ἣν κατεδεξάμην, ἵνα σκορπίσω τῶν ἁμαρτιῶν σου τὸ φορτίον τὸ ἐπὶ τοῦ νώτου κείμενον. Ἴδε μου τὰς προσηλωθείσας χεῖρας ἐν τῷ ξύλῳ καλῶς, διὰ σὲ τὸν ἐκτείναντα τὴν χεῖρα ἐν τῷ ξύλῳ κακῶς. Ἴδε μου τοὺς προσηλωθέντας, καὶ ὀρυχθέντας τῷ ξύλῳ πόδας, διὰ τοὺς σοὺς πόδας τοὺς κακῶς δραμόντας ἐπὶ τὸ ξύλον τῆς παρακοῆς τῇ ἕκτῃ ἡμέρᾳ, ᾗ ἡ ἀπόφασις γέγονεν, καὶ τὴν σὴν ἀνάπλασιν, καὶ παραδείσου ἄνοιξιν πεπόνημαι.
-of men, and first-fashioned, and first to die, held prisoner innermost of all with great security, heard the feet of the Master entering towards the prisoners, and recognized the voice of Him walking in the prison, and turning to all those imprisoned with him from of old he says: I hear the sound of the feet of Someone entering towards us; and if indeed that One has deigned to arrive here, we have been freed from our bonds; if indeed we shall behold Him with us, we are ransomed from Hades. While Adam was saying these things and such as these to all his fellow-convicts, the Master entered unto them, holding the victorious weapon of the cross. Seeing Whom Adam the first-fashioned, and striking his breast in amazement, cried out to all, and said: My Lord be with all. And answering, Christ says to Adam: And with your spirit; and grasping him by the hand He raises him up, saying: Awake, sleeper, and arise from the dead, and Christ shall shine upon you. I am your God, Who for your sake became your son, Who for your sake and for those descended from you now speak and with authority command those in bonds: Come forth; and those in darkness: Be enlightened; and those fallen asleep: Arise! You I command: Awake, sleeper; for I did not make you for this, that you should be held prisoner in Hades. Arise from the dead; I am the life of the dead. Arise, My handiwork; arise, My form, brought into being according to My image. Awake, let us go hence; for you in Me, and I in you, exist as one indivisible person. For your sake I, your God, have become your son; for your sake I, the Master, took your form of a servant; for your sake I, Who am above the heavens, came upon earth and beneath the earth; for your sake, the man, I became like a man without help, free among the dead; for your sake, who went forth from a garden, from a garden I was betrayed to the Jews, and in a garden I was crucified. Behold the spittings upon My face, which I endured for your sake, that I might restore you to the ancient inbreathing. Behold the blows upon My cheeks, which I endured, that I might set right your distorted form according to My image. Behold the scourging of My back, which I endured, that I might scatter the burden of your sins lying upon your back. Behold My hands nobly nailed to the tree, for your sake who wickedly stretched out your hand to the tree. Behold My feet nailed and pierced upon the tree, on account of your feet which wickedly ran to the tree of disobedience on the sixth day, on which the sentence was passed, and I have laboured out your refashioning and the opening of paradise.
Ἐγευσάμην διὰ σὲ χολὴν, ἵνα ἰάσωμαί σοι τὴν διὰ βρώσεως ἐκείνης τῆς γλυκείας πικρὰν ἡδονήν. Ἐγευσάμην ὄξους, ἵνα καταργήσω τοῦ σοῦ θανάτου τὸ δριμὺ, καὶ παρὰ φύσιν ποτήριον. Ἐδεξάμην
I tasted gall for your sake, that I might heal for you the bitter pleasure caused by that sweet eating. I tasted vinegar, that I might abolish the pungent and unnatural cup of your death. I received
PG 43:464Read from the page
σπόγγον, ἵνα ἐξαλείψω τὸ χειρόγραφόν σου τῆς ἁμαρτίας. Ἐδεξάμην κάλαμον, ἵνα ὑπογράψω ἐλευθερίαν τῷ γένει τῶν ἀνθρώπων. Ὕπνωσα ἐν τῷ σταυρῷ, καὶ ῥομφαίᾳ ἐνύχθην τὴν πλευρὰν, διὰ σὲ τὸν ἐν παραδείσῳ ὑπνώσαντα, καὶ τὴν Εὔαν ἐκ πλευρᾶς ἐξενέγκαντα. Ἡ ἐμὴ πλευρὰ ἰάσατο τὸ ἄλγος τῆς πλευρᾶς· ὁ ἐμὸς ὕπνος ἐξάξει σε ἐκ τοῦ ἐν ᾅδῃ ὕπνου· ἡ ἐμὴ ῥομφαία ἔστησε τὴν κατὰ σοῦ στρεφομένην ῥομφαίαν. Λοιπὸν ἔγειρε, ἄγωμεν ἐντεῦθεν. Ἐξήγαγέ σε ὁ ἐχθρὸς ἀπὸ γῆς παραδείσου· ἀποκαθιστῶ σε οὐκέτι ἐν παραδείσῳ, ἀλλ' ἐν οὐρανίῳ θρόνῳ. Ἐκώλυσά σε τοῦ ξύλου τοῦ τυπικοῦ τῆς ζωῆς, ἀλλ' ἰδοὺ αὐτὸς ἐγὼ ἡνώθην σοι ἡ ζωή. Ἔταξα τὰ χερουβὶμ δουλοπρεπῶς φυλάττειν σε· ποιῶ τὰ χερουβὶμ θεοπρεπῶς προσκυνῆσαί σε. Ἐκρύβης ἀπὸ Θεοῦ ὡς γυμνός· ἀλλ' ἰδοὺ ἔκρυψας ἐν ἑαυτῷ Θεὸν γυμνόν. Ἐνεδύθης τὸν τῆς αἰσχύνης δερμάτινον χιτῶνα· ἀλλ' ἐνεδύθην Θεὸς ὢν τὸν τῆς σῆς σαρκὸς αἱμάτινον χιτῶνα. Διὸ ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν, ἀπὸ τοῦ θανάτου εἰς τὴν ζωὴν, ἀπὸ τῆς φθορᾶς εἰς ἀφθαρσίαν, ἀπὸ τοῦ σκότους εἰς τὸ αἰώνιον φῶς. Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν, ἀπὸ τῆς ὀδύνης εἰς εὐφροσύνην, ἀπὸ δουλείας εἰς ἐλευθερίαν, ἀπὸ φυλακῆς εἰς τὴν ἄνω Ἱερουσαλὴμ, ἀπὸ τῶν δεσμῶν ἐπὶ τὴν ἄνεσιν, ἀπὸ τῆς κατοχῆς ἐπὶ τὴν τοῦ παραδείσου τρυφὴν, ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανόν. Ἐπὶ τοῦτο γὰρ ἀπέθανον, καὶ ἀνέστην, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσω. Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν· ὁ γὰρ Πατήρ μου ὁ οὐράνιος τὸ ἀπολωλὸς ἐκδέχεται πρόβατον. Τὰ ἐννενήκοντα ἐννέα τῶν ἀγγέλων πρόβατα τὸν σύνδουλον ἀναμένουσιν Ἀδὰμ, πότε ἀναστῇ, καὶ πότε ἀνέλθῃ καὶ πρὸς Θεὸν ἐπανέλθῃ. Χερουβικὸς θρόνος ηὐτρέπισται· οἱ ἀναφέροντες ὀξεῖς τε καὶ ἕτοιμοι· ὁ νυμφὼν παρεσκεύασται· ἐδέσματα ἕτοιμα· αἱ αἰώνιοι σκηναὶ καὶ μοναὶ ἕτοιμοι· οἱ θησαυροὶ τῶν ἀγαθῶν ἀνεῴχθησαν, ἡ τῶν οὐρανῶν βασιλεία πρὸ αἰώνων ἡτοίμασται· ἃ ὀφθαλμὸς οὐκ οἶδεν, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἀγαθὰ τὸν ἄνθρωπον περιμένουσι.
a sponge, that I might wipe away the handwriting of your sin. I received a reed, that I might undersign freedom for the race of mankind. I slept upon the cross, and was pierced in the side with a lance, for your sake who slept in paradise and brought forth Eve from your side. My side healed the pain of the side; My sleep shall lead you out from the sleep in Hades; My lance stayed the lance that was turned against you. Henceforth awake, let us go hence. The enemy led you out from the land of paradise; I restore you no longer in paradise, but on a heavenly throne. I barred you from the typical tree of life, yet behold, I Myself, Who am the life, have been united to you. I appointed the cherubim to guard you after the manner of servants; I cause the cherubim to worship you in a manner befitting God. You hid yourself from God as naked; yet behold, you have hidden within yourself God naked. You were clothed in the tunic of skin of shame; yet I, being God, clothed Myself in the blood-stained tunic of your flesh. Wherefore awake, let us go hence, from death into life, from corruption into incorruption, from darkness into everlasting light. Awake, let us go hence, from sorrow into gladness, from slavery into freedom, from prison into the Jerusalem above, from bonds unto relief, from confinement unto the delight of paradise, from earth into heaven. For unto this end I died, and rose again, that I might be Lord both of the dead and of the living. Awake, let us go hence; for My heavenly Father awaits the lost sheep. The ninety-nine sheep of the angels await their fellow-servant Adam, when he shall arise, and when he shall ascend and return to God. A cherubic throne has been made ready; the bearers are swift and prepared; the bridal chamber has been made ready; viands are ready; the everlasting tabernacles and mansions are ready; the treasuries of good things have been opened, the kingdom of the heavens has been prepared before the ages; things which eye has not seen, and ear has not heard, and which have not ascended into the heart of man, the good things that await man.
Ταῦτα καὶ τὰ τοιαῦτα τοῦ Δεσπότου λέγοντος, ἀνίστανται σὺν αὐτῷ ὁ ἐν αὐτῷ ἡνωμένος Ἀδὰμ, καὶ συνανίσταται καὶ ἡ Εὔα· καὶ ἄλλα πολλὰ σώματα πίστει ἀπ' αἰῶνος κεκοιμημένα ἀνέστησαν κηρύττοντα τοῦ Δεσπότου τριήμερον ἀνάστασιν, ἣν φαιδρῶς, οἱ πιστοὶ, ὑποδεξώμεθα, καὶ ὀψώμεθα, καὶ περιπτυξώμεθα μετὰ ἀγγέλων χορεύοντες, μετὰ τῶν ἀσωμάτων ἑορτάζοντες, ὁμοῦ καὶ συνδοξάζοντες τὸν ὑμᾶς ἐκ τῆς φθορᾶς Χριστὸν ἀναστήσαντα, καὶ ζωοποιήσαντα· ᾧ ἡ δόξα, καὶ τὸ κράτος σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
While the Master was speaking these things and such as these, Adam, united in Him, arises with Him, and Eve also arises together with him; and many other bodies fallen asleep in faith from of old arose proclaiming the Master's three-day resurrection, which let us, O faithful, brightly welcome, and behold, and embrace, dancing in chorus with angels, keeping festival with the bodiless powers, and together glorifying Christ Who raised you up from corruption and made you alive; to Whom be glory and might, together with His Father Who is without beginning, and His all-holy and good and life-giving Spirit, now and ever and unto the ages of ages. Amen.