τοὺς πόδας νεκροπρεπῶς καταδεσμεῖς τοῦ τὸ βαδίζειν δόντος τοῖς ἀκινήτοις ποσίν; ἆρα καὶ ἐπὶ κλίνης αἴρεις τὸν τῷ παραλύτῳ κελεύσαντα· Ἆρον σοῦ τὸν κράβατον, καὶ περιπάτει; ἆρα δὲ καὶ μύρα κενοῖς τῷ οὐρανίῳ μύρῳ τὰ ἑαυτοῦ κενώσαντι, καὶ κόσμον ἁγιάσαντι; ἆρα καὶ τὴν θεόσωμον ἔτι αἱμοῤῥοοῦσαν ἐκείνην Ἰησοῦ ἐκμάξαι τολμᾷς πλευρὰν, τοῦ τὴν αἱμοῤῥοοῦσαν ιασαμένου Θεοῦ; ἆρα δὲ καὶ ὕδατι καταπλύνεις σῶμα Θεοῦ, τοῦ πάντας ἐκπλύναντος, καὶ τὴν κάθαρσιν δόντος; Ποίας δὲ ἄρα καὶ λαμπάδας ὑπανάψεις τῷ φωτὶ τῷ ἀληθινῷ, τῷ φωτίσαντι πάντα ἄνθρωπον; ποίας δὲ καὶ ᾄσεις ἐπιταφίους ᾠδὰς τῷ ἀσιγήτως αἰνουμένῳ ὑπὸ πάσης οὐρανίου στρατιᾶς; ἆρα δὲ καὶ δακρυῤῥοεῖς ὡς νεκρὸν τὸν δακρύσαντα, καὶ νεκρὸν τετραήμερον τὸν Λάζαρον ἀναστήσαντα; ἆρα δὲ καὶ θρήνους ποιεῖς τῷ τὴν χαρὰν πᾶσι διδόντι, καὶ τὴν λύπην τῆς Εὔας διαλύσαντι;
the feet do you bind fast, as befits the dead, of Him Who gave walking to immovable feet? And do you lift upon a bier Him Who commanded the paralytic: Take up your pallet, and walk (John 5:8)? And do you pour out ointments upon the heavenly Ointment Who emptied out His own things and sanctified the world? And do you dare to wipe clean that divine-bodied side of Jesus still flowing with blood, of the God Who healed the woman with an issue of blood? And do you wash with water the body of God, Who washed all men clean and granted purification? And what torches then will you kindle for the true Light, Who enlightened every man? And what funeral dirges will you sing to Him Who is praised without ceasing by all the heavenly host? And do you shed tears as over a corpse for Him Who wept and raised Lazarus when four days dead? And do you make lamentations for Him Who gives joy to all, and dissolved the sorrow of Eve?
Ὅμως μακαρίζω σου τὰς χεῖρας, ὦ Ἰωσὴφ, ὑπουργησάσας, καὶ ψηλαφησάσας ἔτι αἱμοῤῥοούσας τὰς θεοσώμους Ἰησοῦ χεῖρας καὶ πόδας· μακαρίζω σου τὰς χεῖρας προσεγγισάσας τῇ τοῦ Θεοῦ αἱμοῤῥοούσῃ πλευρᾷ, πρὸ Θωμᾶ τοῦ πιστοῦ ἀπίστου καὶ ἐπαινουμένου περιέργου· μακαρίζω σου τὸ στόμα ἐμπλησθὲν ἀπλήστως καὶ ἑνωθὲν πρὸς Ἰησοῦ τὸ στόμα, καὶ Πνεύματος ἁγίου ἐκεῖθεν πληρωθέν· μακαρίζω σου τοὺς ὀφθαλμοὺς προστεθέντας τοῖς τοῦ Ἰησοῦ ὀφθαλμοῖς, καὶ τὸ φῶς τὸ ἀληθινὸν ἐκεῖθεν μεταλαχόντας· μακαρίζω σου τὸ πρόσωπον προσπελάσαν πρὸς τὸ τοῦ Θεοῦ πρόσωπον· μακαρίζω σου τοὺς ὤμους βαστάσαντας τὸν πάντας βαστάζοντα· μακαρίζω σου τὴν κεφαλὴν [ἐν] ᾗ προσήγγισεν Ἰησοῦς πάντων κεφαλή· μακαρίζω σου τὰς χεῖρας, ἐν αἷς ἐβάστασας τὸν βαστάζοντα πάντα· μακαρίζω Ἰωσὴφ καὶ Νικόδημον. Γεγόνασι γὰρ πρὸ τῶν χερουβὶμ Θεὸν ἐν ἑαυτοῖς ὑψώσαντες καὶ φέροντες· γεγόνασι πρὸ τῶν ἑξαπτερύγων Θεοῦ ὑπουργοὶ, οὐ πτέρυξιν, ἀλλὰ σινδόσι τὸν Κύριον καλύψαντες, καὶ τιμήσαντες. Ὃν τὰ χερουβὶμ τρέμουσι, τοῦτον ἐπὶ τῶν ὤμων Ἰωσὴφ καὶ Νικόδημος φέρουσι, καὶ πᾶσαι αἱ τῶν ἀσωμάτων τάξεις ἐξίστανται. Ἦλθε γὰρ Ἰωσὴφ καὶ Νικόδημος· οὐκοῦν συνέδραμε πᾶς καὶ ὁ τῶν ἀγγέλων θεόδημος· καὶ προφθάνει χερουβὶμ, καὶ συντρέχει σεραφὶμ, καὶ συμβαστάζουσι θρόνοι, καὶ καλύπτουσι τὰ ἑξαπτέρυγα, καὶ φρίττουσι τὰ πολυόμματα, ὁρῶντα ἐν σαρκὶ Ἰησοῦν ἀόμματον, καὶ συγκαλύπτουσι δυνάμεις, καὶ ᾄδουσιν αι ἀρχαὶ, καὶ φρίττουσιν αἱ τάξεις, καὶ ἐξίστανται πᾶσαι αἱ στρατιαὶ τῶν μεταρσίων ταγμάτων, καὶ θαμβούμεναι πρὸς ἑαυτὰς διαποροῦσι, καὶ λέγουσι· Τίς οὗτρς ὁ φοβερὸς λόγος, καὶ φόβος, καὶ τρόμος, καὶ τρόπος; τί τοῦτο τὸ μέγα, καὶ παράδοξον, καὶ ἀκατάληπτον θέαμα; Ὁ ἄνω ἡμῖν τοῖς ἀσωμάτοις ὡς Θεὸς γυμνὸς, ἀθεώρητος, κάτω βροτοῖς γυμνὸς εὐθεώρητος.
Nevertheless I call your hands blessed, O Joseph, which ministered and handled the divine-bodied hands and feet of Jesus still flowing with blood; I call your hands blessed, which drew near to the blood-flowing side of God before Thomas, that faithful unbeliever and praiseworthy inquirer; I call your mouth blessed, filled insatiably and united to the mouth of Jesus, and filled thence with the Holy Spirit; I call your eyes blessed, laid upon the eyes of Jesus, and partaking thence of the true Light; I call your face blessed, which drew near to the face of God; I call your shoulders blessed, which carried Him Who carries all men; I call your head blessed, [unto] which Jesus, the Head of all, drew near; I call your hands blessed, in which you carried Him Who carries all things; I call Joseph and Nicodemus blessed. For before the cherubim they came to exalt and bear God within themselves; before the six-winged ones they became ministers of God, covering and honouring the Lord not with wings, but with linen cloths. Him at Whom the cherubim tremble, Joseph and Nicodemus bear upon their shoulders, and all the ranks of the bodiless powers stand amazed. For Joseph and Nicodemus came; therefore all the divine host of the angels ran together as well; and the cherubim hasten ahead, and the seraphim run beside, and the thrones bear Him up together, and the six-winged ones veil themselves, and the many-eyed ones shudder, seeing Jesus in flesh sightless, and the powers cover Him together, and the principalities sing, and the ranks shudder, and all the armies of the exalted orders stand amazed, and in astonishment are perplexed among themselves, and say: What is this dread word, and fear, and trembling, and manner? What is this great, paradoxical, and incomprehensible spectacle? He Who above is invisible as bare God to us bodiless ones, is below readily visible naked to mortals.