τόν · καὶ ἄλλος · Ἰδοὺ ἄνθρωπος ὁμοῦ καὶ Θεός. Ἀνατολὴ ὄνομα αὐτῷ · καὶ Δαβὶδ πρὸς τὸν ἐξ αὐτοῦ κατὰ σάρκα Χριστὸν ἀτενίζων λέγῃ · Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν · καὶ πάλιν ἄλλος τὸ γόνυ κλίνων βοάτω Χριστῷ · Πᾶσα ἡ γῆ προσκυνησάτω σοι · καὶ ἕτερος τοῖς λαοῖς ἐπιτρέπῃ, λέγων · Συστήσασθε ἑορτὴν ἐν τοῖς πυκάζουσιν ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου.
Him; and another: Behold a man and at the same time God: Dayspring is His name; and let David, gazing intently upon Christ sprung from him according to the flesh, say: God is the Lord, and He has shone upon us; and again let another, bending the knee, cry aloud unto Christ: Let all the earth worship Thee; and let another enjoin the peoples, saying: Appoint a festival with thick boughs even unto the horns of the altar.
Οὕτω γὰρ ἐπετελεῖτο καὶ πάλαι ἡ ἐν Σιὼν τοῦ Δεσπότου μετὰ τοῦ πώλου ἐπιδημία · πάνδημος συμφωνία, οἱ χοροὶ τῶν πατέρων, οἱ δῆμοι τῶν δικαίων, τὰ πνεύματα τῶν προφητῶν, οἱ παῖδες τῶν Ἑβραίων, τὰ νήπια τῶν μητέρων, τὰ πλήθη τῶν ἀγγέλων. Οἱ μὲν πτέρυγας ἐφήπλουν, οἱ δὲ βαΐα κατεῖχον, οἱ δὲ ὄπισθεν ἤρχοντο, ἄλλοι τοὺς κλάδους ἔκοπτον, ἄλλοι δὲ τοὺς θάλλους ἔπλεκον, οἱ μὲν τὸν πῶλον ἔλυον, οἱ δὲ χιτῶνας ἐστρώννυον, οἱ μὲν τὰς πύλας ἤνοιγον, οἱ δὲ ὁδοὺς ἐκάθαιραν, ἄλλοι πῶλον εὐτρέπιζον, ἄλλοι νίκην ἐκήρυττον, ἄλλοι τοὺς κλάδους ἔσειον, ἄλλοι νηπίοις ἔλεγον, Αἰνεῖτε, παῖδες, Κύριον · οἱ παῖδες ἀπεκρίναντο, Ὡσαννὰ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων καὶ θαυμάτων τῆς ἑορτῆς! παῖδες Χριστὸν ὡς Θεὸν θεολογοῦσι, καὶ οἱ ἱερεῖς αὐτὸν βλασφημοῦσι · θηλάζοντες προσκυνοῦσι, καὶ οἱ διδάσκοντες ἀσεβοῦσιν · οἱ παῖδες, Ὡσαννὰ, λέγουσι, καὶ οἱ Ἑβραῖοι, Σταυρωθήτω, κράζουσιν · οἱ μὲν μετὰ βαΐων πρὸς Χριστὸν ἔρχονται · οἱ δὲ μετὰ μαχαιρῶν πρὸς αὐτὸν ἔρχονται · οὗτοι κλάδους κόπτουσιν, ἐκεῖνοι ξύλον σταυροῦ εὐτρεπίζουσι · νήπια Χριστοῦ χιτῶνας ὑποστρωννύουσι, καὶ οἱ ἱερεῖς χιτῶνας Χριστῷ διαμερίζουσι · νήπια ἐπὶ πώλου Χριστὸν ὑψοῦσι, καὶ γέροντες ἐπὶ σταυροῦ Χριστὸν κρεμνοῦσιν · οἱ παῖδες τοὺς πόδας Χριστοῦ προσεκύνησαν, ἐκεῖνοι δὲ τοὺς πόδας Χριστοῦ τοῖς ἥλοις προσήλωσαν · παῖδες αἶνον προσάγουσιν, οὗτοι ὄξος προσφέρουσι · παῖδες Χριστῷ τὴν τιμὴν, οὗτοι δὲ τὴν χολήν · παῖδες βαΐα σείουσιν, οὗτοι δὲ ῥομφαίᾳ νύττουσι · παῖδες ἐπὶ πῶλον Χριστὸν ὑμνοῦσιν, οὗτοι τὸν ἐπὶ πώλου πωλοῦσιν.
For thus of old also was celebrated in Sion the sojourn of the Master with the colt: a universal harmony, the choirs of the fathers, the peoples of the righteous, the spirits of the prophets, the children of the Hebrews, the infants of mothers, the multitudes of the angels. Some unfolded their wings, others held palm branches, others came behind, others cut branches, others plaited shoots, some untied the colt, others spread tunics, some opened the gates, others cleansed the roads, others made ready the colt, others proclaimed victory, others waved the branches, others said to the infants, Praise the Lord, O children; the children answered, Hosanna, blessed is He Who comes in the name of the Lord. O new and paradoxical deeds and wonders of the festival! Children confess Christ as God, and the priests blaspheme Him; nursing infants worship, and the teachers act impiously; the children say, Hosanna, and the Hebrews cry out, Let Him be crucified; the former come to Christ with palms, whereas the latter come to Him with swords; these cut branches, those make ready the wood of the cross; infants spread tunics beneath Christ, and the priests divide Christ's tunics; infants exalt Christ upon a colt, and old men hang Christ upon a cross; the children worshipped the feet of Christ, whereas those men nailed the feet of Christ with nails; children bring praise, these men offer vinegar; children offer honour to Christ, whereas these men offer gall; children wave palms, whereas these men pierce with a spear; children hymn Christ upon a colt, these men sell Him Who rides upon a colt.
Ἔγνω βοῦς τὸν κτησάμενον αὐτὸν ἐπὶ φάτνης γεννηθέντα, καὶ ὁ νέος λαὸς τῶν ἐθνῶν ὑπετάγη τῷ Κυρίῳ αὐτῶν, μόνον δὲ Ἰσραὴλ οὐκ ἔγνω Χριστὸν τὸν Θεὸν αὐτοῦ. Τὰ ποτὲ φῦλα θεόφιλα γέγονε, καὶ οἱ ἄνομοι γεγόνασιν ἔννομοι, καὶ οἱ ἔννομοι παράνομοι. Ἔστω, τοὺς προφήτας οὐκ ἠδέσθης, ἱερεῖς ἀπέκτεινας, τὰς Γραφὰς διέστρεψας, τὸν νόμον κατέλυσας, δικαίους κατέπρισας, Μωσῆν ἠθέτησας, τοὺς υἱοὺς κατέσφαξας, τὸν ναὸν ἐμίανας, τοῦ Θεοῦ παρήκουσας, Χριστῷ οὐκ ἐπίστευσας, τὰς θεοσημαίας ἐνύβρισας, περὶ Λαζάρου ἠπίστησας, τοῖς τυφλοῖς οὐκ ἐπίστευσας ἀναβλέψασιν · εἶτα τί περὶ τῶν παίδων τούτων λέγεις; τί περὶ ὕμνου τῶν θηλαζόντων νομοθετεῖς; τίς, εἰπέ μοι, τούτους ἐφώτισε; τίς ἐδί-
The ox knew its owner born in a manger, and the new people of the nations submitted to their Lord, yet Israel alone did not know Christ its God. Those who once were gentile tribes have become dear to God, and the lawless have become lawful, and the lawful transgressors of the law. Be it so: you did not reverence the prophets, you slew priests, you perverted the Scriptures, you dissolved the Law, you sawed the righteous asunder, you rejected Moses, you slaughtered your sons, you defiled the temple, you disobeyed God, you did not believe in Christ, you insulted the divine signs, concerning Lazarus you disbelieved, you did not believe the blind who recovered their sight; well then, what do you say concerning these children? What law do you lay down concerning the hymn of the nursing infants? Who, tell me, enlightened these? Who tau-