Ἀονίης ὑὸς οὖδας ἐπώνυμον, ἣ περὶ μορφῆς αὐχένα γαῦρον ἄειρε, καὶ ἤρισε Τριτογενείῃ. Οἵ τε λάχον Πυθῶνα, καὶ ἀμφίκρημνον ἀλωὴν, Κρίσσαν ἀειδομένην, καὶ Δαυλίδα, καὶ Πανοπῆα γείτονα Βάκχον ἔχοντες· ἐπεὶ δαφναῖος Ἀπόλλων κλῆρον ἑὸν ξύνωσε κασιγνήτῳ Διονύσω, Παρνησσὸν δικάρηνον. Ἀγειρομένοισι δὲ λαοῖς Πυθιὰς ὀμφήεσσα θεηγόρος ἔκλαγε πέτρη, καὶ τρίπος αὐτοβόητος· ἀσιγήτοιο δὲ πηγῆς Κασταλίης λάλον οἶδμα σοφῷ πάφλαζε ῥεέθρῳ.
to be the soil named after the Aonian sow, which for beauty lifted a haughty neck and strove with Tritogeneia. And those who held Pytho, and the cliff-girt orchard, celebrated Crissa, and Daulis, and Panopeus, having Bacchus as neighbour; since laurelled Apollo shared his own lot in common with his brother Dionysus, twin-peaked Parnassus. And unto the gathering peoples the prophetic god-speaking Pythian rock rang out, and the self-sounding tripod; while from the unceasing spring Castalia's babbling swell bubbled with wise stream.
Εὐβοέων δὲ φάλαγγας ἐκόσμεον ἀσπιδιῶται παιδοκόμοι Κορύβαντες ἀεξομένου Διονύσου, οἳ Φρύγα κόλπον ἔχοντες ὀρεσσιπόλῳ παρὰ Ῥείῃ, νήπιον εἰσέτι Βάκχον ἐκυκλώσαντο βοείαις, τόν ποτε, πορφυρέῳ κεκαλυμμένον οἴνοπι πέπλῳ, εὗρον ἐνὶ σκοπέλοις, κερόεν βρέφος, ἔνθα μιν Ἰνὼ Μύστιδι παιδοκόμῳ παρεκάτθετο, μητρὶ κορύμβου. Οἳ τότε πάντες ἵκανον ἀειδομένης ἀπὸ νήσου, Πρυμνεὺς, εἰλιπόδης τε Μίμας, καὶ ὀρίδρομος Ἄκμων, Δαμνεύς τ', Ὠκυθόος τε σακεσπάλος, οἷς ἅμα βαίνων, σύνδρομος Ἰδαίῳ, κορυθαίολος ἦλθε Μελισσεὺς, οὕς ποτε δυσσεβίης κεκορυθμένος ἄφρονι κέντρῳ, Σῶκος ἁλιζώνοιο πατὴρ νοσφίσσατο πάτρης Κόμβης ἑπτατόκου μετὰ μητέρος· οἱ δὲ φυγόντες Κνώσσιον οὖδας ἵκοντο· καὶ ἔμπαλιν ἦσαν ἀλῆται ἐς Φρυγίην Κρήτηθεν, ἀπὸ Φρυγίης ἐς Ἀθήνας, ἀλλοδαποὶ ναετῆρες ὁμέστιοι, εισόκε Κέκροψ Σῶκον ἀπηλοίησε Δίκης ποινήτορι χαλκῷ. Καὶ χθόνα καλλείψαντες ἁλικλύστου Μαραθῶνος, νόστιμον ἴχνος ἔκαμψαν ἐς ιερὸν οὖδας Ἀβάντων, Κουρήτων προτέρων χθόνιον γένος, οἷς μέλος αὐλῶν, οἷς βίος εὐκελάδων ξιφέων κτύπος, οἷς τινι ῥυθμῷ κύκλα ποδῶν μεμέλητο καὶ ἀσπιδόεσσα χυρείη.
The phalanxes of the Euboeans were marshalled by the shield-bearing boy-tending Corybantes of growing Dionysus, who, holding the Phrygian glen beside mountain-roaming Rhea, encircled still-infant Bacchus with oxhide shields, whom once, wrapped in a purple wine-dark robe, they found among the crags, a horned babe, where Ino entrusted him to child-rearing Mystis, mother of the ivy-cluster. All these then came from the celebrated island, Prymneus, and rolling-gaited Mimas, and mountain-coursing Acmon, and Damneus, and shield-wielding Ocythoos, walking with whom, running beside Idaeus, came glancing-helmed Melisseus — whom once, armed with the senseless goad of impiety, their father Socus sundered from their sea-girt fatherland along with their seven-childed mother Combe; and fleeing they reached the Cnossian soil; and again they were wanderers into Phrygia from Crete, from Phrygia unto Athens, stranger-inhabitants sharing the hearth, until Cecrops smote Socus down with the avenging bronze of Justice. And leaving behind the land of sea-washed Marathon, they bent their homeward step to the sacred soil of the Abantes, earth-born race of the elder Curetes, whose melody is of pipes, whose life is the clash of loud-ringing swords, whose care in measured rhythm is the wheeling of feet and the shielded choral dance.