Migne Reading Room

PG 43 · cols. 1236–1245 · Read from the page

Dionysiacorum Argumenta et Fragmenta Selecta, cum Versione Gallica et Notis Comitis a Marcello (Διονυσιακά)

Dionysiacorum Argumenta et Fragmenta Selecta, cum Versione Gallica et Notis Comitis a Marcello (Διονυσιακά)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 43:1236Read from the page
καὶ παλάμῃ δότε θύρσον ἀειδόμενον Διονύσου· ἀλλὰ χοροῦ ψαύοντα, Φάρῳ παρὰ γείτονι νησῳ, στήσατέ μοι Πρωτῆα πολύτροπον, ὄφρα φανείη, ποικίλον εἶδος ἔχων, ὅτι ποικίλον ὕμνον ἀράσσω. Εἰ γὰρ ἐφερπύσσειε δράκων, κυκλούμενος ὁλκῷ, μέλψω θεῖον ἄεθλον, ὅπη κισσώδεϊ θύρσῳ φρικτὰ δρακοντοκόμων ἐδαΐζετο φῦλα Γιγάντων· εἰ δὲ λέων φρίξειεν, ἐπαυχενίην τρίχα σείων, Βάκχον ἀνευάζω, βλοσυρῆς ἐπὶ πήχεϊ Ῥείης μαζὸν ὑποκλέπτοντα λεοντοβότοιο θεαίνης· εἰ δὲ θυελλήεντι μετάρσιος ἅλματι ταρσῶν πόρδαλις ἀΐξῃ, πολυδαίδαλον εἶδος ἀμείβων, ὑμνήσω Διὸς υἷα, πόθεν γένος ἔκτανεν Ἰνδῶν, πορδαλίων ὀχέεσσι καθιππεύσας ἐλεφάντων· ει δέμας ἰσάζοιτο τύπῳ συὸς, υἷα Θυώνης ἀείσω, ποθέοντα συοκτόνον εὔγαμον Αὔρην, ὀψιγόνου τριτάτοιο Κυβηλίδα μητέρα Βάκχου· εἰ δὲ πέλοι μιμηλὸν ὕδωρ, Διόνυσον ἀείσω, κόλπον ἁλὸς δύνοντα, κορυσσομένοιο Λυκούργου· ει φυτὸν αἰθύσσοιτο, νόθον ψιθύρισμα τιταίνων, μνήσομαι Ἰκαρίοιο, πόθεν παρὰ θυιάδι ληνῷ βότρυς ἀμιλλητῆρι ποδῶν ἐθλίβετο ταρσῷ.
and place in my palm the celebrated thyrsus of Dionysus; but set before me Proteus of many turns touching the dance beside the neighbouring island of Pharos, that he may appear wearing his varied form, since I strike up a varied hymn. For if as a serpent he should creep along, coiling in his trail, I shall sing the divine contest, where with ivy-wreathed thyrsus the dread tribes of serpent-haired Giants were cloven down; and if as a lion he should bristle, shaking the mane upon his neck, I cry Euoi to Bacchus upon the arm of grim-visaged Rhea, stealthily drawing the breast of the lion-rearing goddess; and if with stormy leap of his paws the leopard springs aloft, exchanging his manifold-wrought shape, I shall hymn the son of Zeus, how he slew the race of Indians, riding down elephants with his teams of leopards; if his frame should match the shape of a boar, the son of Thyone I shall sing, desiring boar-slaying, fair-wedded Aura, the Cybelid mother of the late-born third Bacchus; and if he should become imitative water, I shall sing Dionysus diving into the bosom of the brine when Lycurgus armed himself; if as a tree he should quiver, stretching forth a counterfeit whisper, I shall call to mind Icarius, how beside the frantic wine-vat the grape-cluster was crushed by the rival sole of feet.
Ἄξατέ μοι νάρθηκα, Μιμαλλόνες· ὠμαδίην δὲ νεβρίδα ποικιλόνωτον ἐθήμονος ἀντὶ χιτῶνος σφίγξατέ μοι στέρνοισι, Μαρωνίδος ἔμπλεον ὀδμῆς, νεκταρέης· βυθίῃ δὲ παρ' Εἰδοθέῃ καὶ Ὁμήρῳ φωκάων βαρὺ δέρμα φυλασσέσθω Μενελάῳ. Εὔϊά μοι δότε ῥόπτρα καὶ αἰγίδας· ἡδυμελῆ δὲ ἄλλῳ δίθροον αὐλὸν ὀπάσσατε, μή κεν ὀρίνω Φοῖβον ἐμόν· δονάκων γὰρ ἀναίνεται ἔμπνοον ἠχὼ,
Bring me the giant fennel, O Mimallones; and upon my shoulders bind tight to my breast a dapple-backed fawnskin in place of my accustomed tunic, full of the Maronian fragrance of nectar; and beside Eidothea of the deep and Homer let the rank hide of seals be kept for Menelaus. Give me the Euian tambourines and goatskins; and to another bestow the sweet-melodied double-toned pipe, lest I provoke my Phoebus; for he refuses the breath-filled echo of reeds,
Notes, col. 1236

On the reading

Printed νησῳ, for νήσῳ.

Printed ει δέμας, for εἰ δέμας.

Printed ει φυτὸν, for εἰ φυτὸν.

PG 43:1237Read from the page
ἐξ ὅτε Μαρσύαο θεημάχον αὐλὸν ἐλέγξας, δέρμα παρηώρησε φυτῷ, κολπούμενον αὔραις, γυμνώσας ὅλα γυῖα λιποῤῥίνοιο νομῆος. Ἀλλὰ, θεὰ, μαστῆρος ἀλήμονος ἄρχεο Κάδμου.
ever since, having confuted the god-fighting pipe of Marsyas, he hung up his hide upon a tree, billowing in the breezes, having stripped bare all the limbs of the skin-reft herdsman. But, O goddess, begin with the wandering searcher Cadmus.
ΔΙΟΝΥΣΙΑΚΩΝ ΙΓʹ.
Dionysiaca, Book XIII.
Ἐν τρισκαιδεκάτῳ στρατιὴν νήριθμον ἐνίψω, καὶ προμάχους ἥρωας, ἀγειρομένους Διονύσῳ.
In the thirteenth I shall tell of the countless host, and the champion heroes, gathering unto Dionysus.
Ζεὺς δὲ πατηρ προέηκεν ἐς αὔλια θέσκελα Ῥείης Ἶριν, ἀπαγγέλλουσαν ἐγερσιμόθῳ Διονύσῳ, ζφρα δίκης ἀδίδακτον ὑπερφιάλων γένος Ἰνδῶν Ἀσίδος ἐξελάσειεν ἑῷ ποινήτορι θύρσῳ, ναύμαχον ἀμήσας ποταμήϊον υἷα κεράστην, Δηριάδην, βασιλῆα· καὶ ἔθνεα πάντα διδάξῃ ὄργια νυκτιχόρευτα, καὶ οἴνοπα καρπὸν ὀπώρης.
Now Father Zeus sent forth unto the wondrous courts of Rhea Iris, bearing word to battle-rousing Dionysus, that the overweening race of Indians, untaught of justice, he should drive out of Asia with his avenging thyrsus, reaping down in naval battle the horned river-born son, King Deriades; and should teach all nations the night-danced mysteries and the wine-dark fruit of harvest.
Ἡ μὲν ἐρεσσομένων πτερύγων ἀνεμώδεϊ ῥιπῇ δυσσαμένη κελάδοντα λεοντοκόμου μυχὸν ἄντρου, ἄψοφον ἴχνος ἔπηξεν· ἀφωνήτῳ δὲ σιωπῇ σφιγξαμένη στόμα δοῦλον, ὀρειάδος ἐγγὺς ἀνάσσης, ἵστατο κυρτωθεῖσα· καθελκομένου δὲ καρήνου χείλεσιν ἱκεσίοισι πόδας προσπτύξατο Ῥείης. Καὶ τὴν μὲν Κορύβαντες, ἀμειδέϊ νεύματι Ῥείης, θεσπεσίης αἴροντο παρὰ κρητῆρι τραπέζης. Θαμβαλέη δὲ πιοῦσα νεηγενέος χύσιν οἴνου, τέρπετο βακχευθεῖσα. Καρηβαρέουσα δὲ δαίμων παιδὶ Διὸς παρεόντι Διὸς μυθήσατο βουλήν·
She, with the windy rush of her rowing wings plunging into the echoing recess of the lion-tending cave, planted a noiseless step; and in voiceless silence binding fast her servile mouth, near the mountain queen, she stood bowed over; and drawing down her head with suppliant lips she clasped the feet of Rhea. And the Corybantes, at the unsmiling nod of Rhea, raised her up beside the mixing-bowl of the divine table. Marvelling as she drank the draught of newly made wine, she delighted in Bacchic rapture. Heavy-headed, the goddess spoke the counsel of Zeus to the son of Zeus who stood by:
Ἀλκήεις Διόνυσε, τεὸς γενέτης σε κελεύει, εὐσεβίης ἀδίδακτον ἀϊστῶσαι γένος Ἰνδῶν. Ἀλλὰ τεαῖς παλάμησι μαχήμονα θύρσον ἀείρων, αἰθέρος ἄξια ῥέξον· ἐπεὶ Διὸς ἄμβροτος αὐλὴ οὔ σε πόνων ἀπάνευθε δεδέξεται, οὐδέ σοι Ὧραι μήπω ἀεθλεύσαντι πύλας πετάσωσιν Ὀλύμπου. Ἑρμείας μόγις ἦλθεν ἐς οὐρανὸν, ὁππότε ῥάβδῳ ὄμμασιν ἀστράπτοντα ποδῶν ἄπο μέχρι κομάων βουκόλον Ἄργον ἔπεφνε, καὶ Ἄρεα λύσατο δεσμῶν.
Mighty Dionysus, thy sire commands thee to blot out the race of Indians untaught of piety. Therefore lifting in thy palms the warlike thyrsus, accomplish deeds worthy of the ether; since the immortal court of Zeus will not receive thee apart from labours, nor for thee will the Seasons throw wide the gates of Olympus ere thou hast contended. Hermes scarce came into heaven when with his wand he slew the neat-herd Argus, flashing with eyes from feet unto hair, and loosed Ares from his bonds.
Notes, col. 1237

On the reading

Printed πατηρ, for πατὴρ.

Printed ζφρα, for ὄφρα.

PG 43:1240Read from the page
Δελφίνην δ' ἐδάμασσε, καὶ αἰθέρα ναῖεν Ἀπόλλων. Οὐδὲ τεὸς γενέτης, μακάρων πρόμος, ὑψιμέδων Ζεὺς νόσφι πόνων ἀνέβαινεν ἐς οὐρανὸν, ὄρχαμος ἄστρων, εἰ μὴ πρῶτον ἔδησεν ἀπειλητῆρας Ὀλύμπου, Ταρταρίῳ Τιτῆνας ὑποκρύψας κενεῶνι. Καὶ σὺ μετ' Ἀπόλλωνα, μεθ' Ἑρμάωνα, μογήσας, μισθὸν ἔχεις καμάτων, πατρώϊον αἰθέρα ναίων. Ὣς φαμένη, πρὸς Ὄλυμπον ἔβη θεός. Αἶψα δὲ Ῥείη παμμήτωρ προέηκεν ἀγέστρατον ἀγγελιώτην, Πύῤῥιχον, ὀρχηστῆρα φιλοσμαράγοιο βοείης, φύλοπιν ἀγγέλλοντα κορυσσομένοιο Λυαίου.
Apollo subdued Delphyne, and dwelt in the ether. Nor did thy sire, chief of the blessed ones, high-ruling Zeus, ascend without labours unto heaven as leader of the stars, until he had first bound the threateners of Olympus, hiding the Titans beneath the Tartarean chasm. And thou, after Apollo, after Hermaon, having toiled, hast the reward of thy labours, dwelling in thy father's ether. So speaking, the goddess departed to Olympus. Straightway Rhea the all-mother sent forth the host-gathering messenger Pyrrhichus, dancer of the rattle-loving oxhide, proclaiming the battle-din of arming Lyaeus.
Καὶ στρατιὴν πολύμορφον ἀολλίζων Διονύσῳ, Πύῤῥιχος ἀενάοιο διέδραμεν ἕδρανα κόσμου. Εὐρώπης δὲ γένεθλα καὶ Ἀσίδος ἔθνεα γαίης, πάντας ἄγων, νόστησεν ἐς ἁβροβίων χθόνα Λυδῶν.
And mustering a multiform army for Dionysus, Pyrrhichus traversed the foundations of the everlasting world; and bringing all the races of Europe and the nations of the Asian land, he returned to the country of the delicately living Lydians.
Ἀλλὰ πολυσπερέων προμάχων ἡρωΐδα φύτλην, καὶ λασίων Σατύρων, Κενταυρίδος αἷμα γενέθλης, Σειληνῶν τε φάλαγγα δασυκνήμοιο γενέθλης, καὶ στίχα Βασσαρίδων, Κορυβαντίδες εἴπατε Μοῦσαι. Οὐ γὰρ ἐγὼ τόσα φῦλα δέκα γλώσσησιν ἀείσω, οὐδὲ δέκα στομάτεσσι, χέων χαλκόθροον ἠχὼ, ὁππόσα Βάκχος ἄγειρε δορυσσόος· ἀλλὰ λιγαίνων ἡγεμόνας, καὶ Ὅμηρον ἀοσσητῆρα καλέσσω, εὐεπίης ὅλον ὅρμον· ἐπεὶ πλωτῆρες ἀλῆται πλαγκτοσύνης καλέουσιν ἀρηγόνα Κυανοχαίτην.
Yet the heroic stock of far-scattered champions, and the blood of shaggy Satyrs, of the Centaur race, and the phalanx of the hairy-shinned race of Sileni, and the ranks of Bassarids, declare ye, O Corybantid Muses! For I could not with ten tongues sing so many tribes, nor with ten mouths, pouring forth a brazen-voiced echo, as spear-rousing Bacchus gathered; but celebrating clearly their leaders, I too shall call upon Homer as helper, the whole harbour of fair speech; since wandering mariners call upon the Dark-Haired One as helper of their roaming.
Πρῶτα μὲν, εὐθύρσοιο καλεσσαμένου Διονύσου, Ἀκταίων ταχὺς ἦλθεν, ὁμόγνιον αἷμα γεραίρων, πατρίδος Ἀονίης ἑπτάστομον οὖδας ἐάσας· Βοιωτῶν δὲ φάλαγγες ἐπέῤῥεον, οἳ χθόνα Θήβης ᾤκεον εὐπύργοιο, καὶ ἔνδιον Ἐννοσιγαίου Ὄγχηστον, Πετεῶνα, καὶ Ὠκαλέην, καὶ Ἐρυθρὰς,
First, when Dionysus of the fair thyrsus summoned them, swift came Actaeon, honouring his kindred blood, leaving the seven-gated soil of his Aonian fatherland; and the phalanxes of Boeotians streamed in, who inhabited the land of well-towered Thebes, and Poseidon's haunt Onchestus, Peteon, and Ocalea, and Erythrae,
PG 43:1241Read from the page
Ἄρνην βοτρυόεσσαν, ἀγαλλομένην Διονύσῳ· οἵ τε Μίδειαν ἔναιον, ἀειδομένας τε πολίχνας Εἰλέσιον, καὶ Σκῶλον, ἁλικρήπιδά τε Θίσβην, ὅρμον ἐϋτρήρωνα θαλασσαίης Ἀφροδίτης, καὶ δάπεδον Σχοίνοιο, καὶ εὐχαίτην Ἐλεῶνα, Κώπας τ', ἀγλαὸν οὖδας, ὅπη περίπυστον ἀκούω ἐγχελύων θρέπτειραν, ἐπώνυμον εἰσέτι λίμνην· καὶ λάσιον Μεδεῶνα, καὶ οἳ λάχον εὔβοτον Ὕλην, σκυτοτόμου Τυχίοιο τανυκνήμιδα τιθήνην· καὶ πέδον εὐρύαλον χθονίῃ πεφυλαγμένον ὀμφῇ, ἅρματος ὀψιγόνοιο φερώνυμον Ἀμφιαράου·
grape-clustered Arne, exulting in Dionysus; and those who dwelt in Midea, and the celebrated townlets Eilesium, and Scolus, and sea-based Thisbe, dove-haunted harbour of Aphrodite of the sea, and the plain of Schoenus, and fair-wooded Eleon, and Copae, glorious soil, where I hear of the renowned lake that nurses eels, still bearing its name; and bushy Medeon, and those who held rich-pastured Hyle, broad-greaved nurse of leather-cutting Tychius; and the wide-threshing plain reserved for an earthly oracle, named after the late-born chariot of Amphiaraus;
PG 43:1244Read from the page
Θεσπιέων τε πόληα, βαθυκνήμους τε Πλαταιὰς, ὑδρηλήν θ' Ἁλίαρτον, ὀρεσσιχύτου ποταμοῖο χεύμασι μεσσατίοισι μεριζομένην Ἑλικῶνος· οἵ τ' εἶχον πυμάτην Ἀνθηδόνα, γείτονα πόντου, βαιὴν ιχθυβολῆος ἀειζώοιο πολίχνην, ὑγροβίου Γλαύκοιο· καὶ οἳ δυσπέμφελον Ἄσκρην, πάτρην αὐδήεσσαν ἀσιγήτοιο νομῆος, Γραίης θ' ιερὸν ἄστυ, καὶ εὐρυχόρου Μυκαλησσοῦ, Εὐρυάλης μίμημα φερώνυμον ἀνθερεῶνος, καὶ χθόνα Νισαίην, καὶ ἐπώνυμον ἄστυ Κορώνου.
and the city of the Thespians, and deep-wooded Plataeae, and well-watered Haliartus, parted by the midmost streams of the mountain-pouring river of Helicon; and those who held furthest Anthedon, neighbour of the sea, the little townlet of the ever-living fisherman, water-dwelling Glaucus; and those who held stormy Ascra, the voiceful fatherland of the unceasing herdsman, and the sacred city of Graea, and of wide-lawned Mycalessus, imitating and bearing the name of Euryale's throat, and the Nisaean land, and the city named after Coronus.
Notes, col. 1244

On the reading

Printed ιχθυβολῆος, for ἰχθυβολῆος.

Printed ιερὸν, for ἱερὸν.

PG 43:1245Read from the page
Τοῖσι μὲν ἐρχομένοισιν Ἑώϊον εἰς κλίμα γαίης Ἀκταίων πρόμος ἦεν· ἐπ' ἠϊθέοιο δὲ νίκῃ πατροπάτωρ δαφναῖος ἐπέπταρε μάντις Ἀπόλλων.
Of these marching unto the eastern clime of earth Actaeon was leader; and upon the victory of the youth his paternal grandsire, laurelled prophet Apollo, sneezed in omen.
Βοιωτῶν δ' ἑτέροιο προηγεμόνευεν ὁμίλου εὐχαίτης Ὑμέναιος, ἔχων ἀχάρακτον ὑπήνην ἀρτιθαλὴς, Βρομίῳ πεφιλημένος· ἐρχομένῳ δὲ κούρῳ παιδοκόμος πολιὸς πρόμος, οὔνομα Φοίνιξ, εἵπετο, Λαοκόωντι πανείκελος, ὃς πάρος Ἀργοῦς, νηὸς Ἰησονίης, ἐπιβήμενος, εις χθόνα Κόλχων σύμπλοος ὡμάρτησε κορυσσομένῳ Μελεάγρῳ. Τοῖος ἐὼν, ἔτι κοῦρος, ἔχων παιδήϊον ἥβην, ἁβροκόμης Ὑμέναιος ἐδύσατο φύλοπιν Ἰνδῶν, δινεύων ἑκάτερθε παρηΐδος ἥλικα χαίτην. Καί οἱ ἐφωμάρτησαν ὁμήλυδες ἀσπιδιῶται, οἵ τ' Ἀσπληδόνος ἄστυ, καὶ ὃν Χάρις οὔ ποτε λείπει, Ὀρχομενὸν Μινυάο, χοροίτυπον ἄλσος Ἐρώτων, οἵ θ' Ὑρίην ἐνέμοντο, θεηδόκον οὖδας ἀρούρης, ξεινοδόκου μεθέπουσαν ἐπωνυμίην Ὑριῆος, ᾗχι Γίγας ἀπέλεθρος, ἀπειρογάμων ἀπὸ λέκτρων,
Of the other throng of Boeotians went in command fair-haired Hymenaeus, newly blooming with unshaven chin, beloved of Bromius; and behind the marching youth followed a grey-haired chieftain who tended his boyhood, Phoenix by name, all like unto Laocoon, who of old, embarking upon Argo, Jason's ship, sailed together to the land of the Colchians attending upon arming Meleager. Being such a one, still a lad possessing boyish youth, delicate-haired Hymenaeus entered the battle-din of the Indians, whirling on either side of his cheek his comrade locks. And with him followed companion shield-warriors, both those who inhabited the city of Aspledon, and Minyas's Orchomenus, which Grace never forsakes, dance-beaten grove of the Loves, and those who dwelt in Hyria, god-receiving soil of ploughland, bearing the surname of hospitable Hyrieus, where the boundless Giant, from couches untried of marriage,
Notes, col. 1245

On the reading

Printed εις χθόνα, for εἰς χθόνα.