ἀγχινεφῆ ναίοντες ἀλήμονος ἄστεα Κάδμου. Κεῖθι γὰρ ἀντιπόρων ἀνέμων πεφορημένος αὔραις, εἰς χρόνον ᾤκεε Κάδμος, ἔχων Σιθωνίδα νύμφην σύμπλοον, Ἁρμονίην, ἔτι παρθένον, ἧς διὰ μορφὴν γείτονας ἀντιβίους πολεμητόκος ὤπλισε φήμη, ἣν Χάριν ἣν ὀνόμηνε Λίβυς στρατός· ἁβροτέρη γὰρ Βιστονὶς ἐβλάστησεν ἐπιχθονίη Χάρις ἄλλη, τῆς ἄπο καὶ Λιβύης Χαρίτων λόφος· ἧς ἐπὶ μορφῇ ἅρπαγος ὑσμίνης δεδονημένος ἄφρονι κέντρῳ, φρικτὸς ἐρωμανέων ἐκορύσσετο βάρβαρος Ἄρης, λαὸς ἐρημονόμος Μαυρούσιος· Ἀλλὰ τινάσσων χερσὶ γυναιμανέεσσι Λιβυστίδος ἔγχος Ἀθήνης, Ἁρμονίης πολέμιζε, προασπίζων παρακοίτης, ἑσπερίων δ' ἐφόβησεν ὅλον γένος Αἰθιοπήων σὺν Διῒ θωρηχθέντι, σὺν Ἄρεϊ, καὶ Κυθερείῃ. Κεῖθι καὶ, ὡς ἐνέπουσι, παρὰ Τριτωνίδι λίμνῃ Ἁρμονίῃ παρέλεκτο ῥοδώπιδι Κάδμος ἀλήτης· Νύμφαι δ' Ἑσπερίδες μέλος ἔπλεκον, ὧν ἀπὸ κήπων Κύπρις ὁμοῦ καὶ Ἔρωτες ἐκόσμεον εὔγαμον εὐνὴν, χρυσείην θαλάμοισιν ἐπικρεμάσαντες ὀπώρην, νύμφης ἕδνον ἔρωτος ἐπάξιον, ἧς ἀπὸ φύλλων Ἁρμονίη καὶ Κάδμος ἐχεκτεάνῳ παρὰ παστῷ βόστρυχον ἀφνειοῖσιν ἐμιτρώσαντο κορύμβοις ἀντὶ ῥόδου γαμίοιο· καὶ ἁβροτέρη πέλε νύμφη, χρύσεα δῶρα φέρουσα, γέρας χρυσέης Ἀφροδίτης. Καὶ μέλος ἀστραίης κιθάρης ἐπίκωμον ἐγείρας, μητροπάτωρ σφαιρηδὸν ἑῷ βητάρμονι ταρσῷ οὐρανὸν ἀμφελέλιζε Λίβυς κυρτούμενος Ἄτλας, καὶ μέλος ἁρμονίης ἐμελίζετο γείτονι φωνῇ. Καὶ ζυγίης φιλότητος ἑῆς μνημήϊα νύμφης, δῶκε ποδῶν ἐπίβαθρα Λιβυστίδι Κάδμος ἀρούρῃ, δωμήσας πολίων ἑκατοντάδα· δῶκε δ' ἑκάστῃ δύσβατα λαϊνέοις ὑψούμενα τείχεα πύργοις. Κείνου μνῆστιν ἔχοντες ἐπεστρατόωντο μαχηταὶ, μαρναμένου Βρομίοιο προασπιστῆρες Ἐνυοῦς, τηκομένης ναίοντες ἐδέθλια γείτονα Μήνης, καὶ Διὸς Ἀσβύσταο μεσημβρίζοντας ἐναύλους,
inhabiting the cloud-nigh cities of wandering Cadmus. For there, borne along by the blasts of contrary winds, Cadmus dwelt for a time, having as fellow-voyager the Sithonian nymph Harmonia, still a maiden, on account of whose beauty war-begetting rumour armed hostile neighbours—she whom the Libyan host named its own Grace; for a daintier Bistonian Grace had sprung up, another earthly Grace, from whom also comes the Hill of the Graces in Libya; at whose beauty maddened with love, shaken by the senseless goad of ravishing battle, dread barbarous Ares armed himself, the desert-roaming Maurusian folk. Yet brandishing against woman-mad hands the spear of Libyan Athena, he fought in defence of his consort Harmonia, and routed the whole race of western Ethiopians together with Zeus in armour, with Ares, and with Cytherea. There too, as men tell, beside the Tritonian lake wandering Cadmus lay beside rosy-cheeked Harmonia; and the Hesperid Nymphs wove a song, from whose gardens Cypris together with the Loves adorned the happy marriage-bed, hanging golden fruit in the chambers, a bridal gift worthy of love for the bride, from whose leaves beside the richly endowed bridal canopy Harmonia and Cadmus wreathed their locks with opulent clusters in place of the wedding rose; and the bride became daintier still, wearing golden gifts, the guerdon of golden Aphrodite. And waking a revelling strain of the starry lyre, her maternal grandsire, stooping Libyan Atlas, whirled the heaven like a ball with his dancing foot, and sang a strain of harmony with neighbouring voice. And as memorials of the wedded love of his bride, Cadmus gave stepping-stones of his feet to the Libyan land, having built a hundred cities; and to each he gave hard-scaled walls rising high with towers of stone. Holding remembrance of him the warriors took the field, defenders of Enyo for fighting Bromius, inhabiting the seats neighbouring waning Mene, and the noontide haunts of Zeus Asbystes,