Migne Reading Room

PG 43 · cols. 216–224 · Read from the page

Ancoratus (Ἀγκυρωτός)

Ancoratus (Ἀγκυρωτός)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 43:216Read from the page
ΡΙʹ. Ἄν τε εἴπωσιν, ὅτι Καλὸς ὁ Θεὸς τοῦ νόμου, ὁ τοὺς μὲν Αἰγυπτίους πλεονεκτήσας, καὶ σκυλεῦσαι διδάξας τοὺς ἰδίους αὐτοῦ ἀνθρώπους ἐν τῷ ἐξέρχεσθαι αὐτοὺς ἐκ γῆς Αἰγύπτου· οὐκ οἴδασιν οἱ μάταιοι, ὅτι παρὰ Θεῷ οὐδὲν ἀπόλλυται, καὶ ὅτι δικαιοκρισία ἐστὶ, καὶ Θεὸς οὐ μυκτηρίζεται. Τί γὰρ ἐνόμιζον Αἰγύπτιοι, ὅτι ἐζήτουν ταῦτα ἀμισθὶ ἐργάζεσθαι τοὺς Ἰουδαίους, καὶ οὐ τὰ τυχόντα ἔτη, ἀλλὰ διακόσια δεκαπέντε, σὺν τοῖς διακοσίοις δεκαπέντε ἔτεσι τοῦτο Ἰωσήφ ; Τετρακοσίων γὰρ καὶ τριάκοντα ἐτῶν παροικίας ὁρισθείσης τῷ Ἀβραὰμ καὶ τῷ αὐτοῦ σπέρματι, ᾧ λέγει· Πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ ἀλλοτρίᾳ, τὸ ὁρισθὲν ἐτελειοῦτο. Τῇ οὖν ἑαυτοῦ εὐσπλαγχνίᾳ ὁ Θεὸς τὰ ἔτη τῆς αὐτοῦ παροικίας διεμέρισε. Καὶ εὐθὺς μὲν σʹ δεκαπέντε ἐτῶν ἔτι ὄντων ἐν τῇ Χανανίτιδι, ἀνελάβετο αὐτὸν, καὶ τὰ ἄλλα σʹ πεντεκαίδεκα διεῖλε τοῖς εἰς Αἴγυπτον κατοικοῦσιν. Ὁ γὰρ ἀριθμὸς τούτων τῶν ἐτῶν οὕτως ἀναλογεῖται· Ἦν τότε ἑβδομηκοστὸν πέμπτον ἔτος τοῦ Ἀβραάμ. Γίνονται τοίνυν ἀπὸ ἑβδομηκοστοῦ πέμπτου ἔτους Ἀβραὰμ ἕως γεννήσεως Ἰσαὰκ ἔτη κεʹ. Ἰσαὰκ γεννᾷ τὸν Ἰακὼβ κατάγων ἔτος ἑξηκοστὸν, καὶ γέγονεν ἔτη πεʹ. Ἰακὼβ δὲ γενόμενος ἐτῶν πθʹ, γεννᾷ τὸν Λευῗ, καὶ γίνονται ἔτη ροδʹ. Λευῗ ἐτῶν γενόμενος μʹ τεσσάρων, γεννᾷ τὸν Καάθ. Ἐν δὲ τῷ τεσσαρακοστῷ ἔτει καὶ ἑβδόμῳ Λευῗ κάτεισιν Ἰακὼβ εἰς Αἴγυπτον, καὶ γίνονται ἔτη διακόσια ἕνδεκα. Καὶ μετὰ τὴν εἴσοδον αὐτῶν τὴν εἰς Αἴγυπτον, ἕτερα τέσσαρα ἔτη. Καὶ πληροῦνται τὰ διακόσια δεκαπέντε. Ἐντεῦθέν μοι πάλιν ἀριθμεῖται τὰ λοιπὰ διακόσια πεντεκαίδεκα ἔτη τῆς τῶν Ἰσραηλιτῶν παροικίας. Καὰθ δὲ μετὰ τὴν εἰς Αἴγυπτον κάθοδον ἐν τῷ ἑξηκοστῷ πέμ-
Chapter CX. And if they say: A fine God of the law is He, Who defrauded the Egyptians and taught His own people to despoil them upon their going forth out of the land of Egypt—the fools do not know that with God nothing is lost, and that there is righteous judgement, and God is not mocked. For what did the Egyptians suppose, when they sought that the Jews should work at these things without wages, and not for a few casual years, but for two hundred and fifteen, together with the two hundred and fifteen years—this Joseph? For since a sojourn of four hundred and thirty years had been appointed for Abraham and for his seed, unto whom He says: Thy seed shall be a sojourner in a foreign land, what had been appointed was being fulfilled. In His own compassion, therefore, God divided the years of his sojourn: and straightway, whilst two hundred and fifteen years were still spent in the land of Canaan, He helped him, and the other two hundred and fifteen He apportioned to those dwelling in Egypt. For the number of these years is reckoned proportionately thus: It was then the seventy-fifth year of Abraham. There are, accordingly, from the seventy-fifth year of Abraham until the birth of Isaac twenty-five years. Isaac begets Jacob as he completes his sixtieth year, and it has come to eighty-five years. Jacob, having reached eighty-nine years of age, begets Levi, and there come to be one hundred and seventy-four years. Levi, having reached forty-four years of age, begets Kohath. And in the forty-seventh year of Levi, Jacob goes down into Egypt, and there come to be two hundred and eleven years; and after their entrance into Egypt, four more years, and the two hundred and fifteen are completed. From this point there are counted again for me the remaining two hundred and fifteen years of the sojourn of the Israelites. And Kohath, after the descent into Egypt, in his sixty-fif-
PG 43:217Read from the page
άτῳ αὐτοῦ ἔτει, γεννᾷ τὸν πατέρα Μωϋσέως Ἀβρααμ. Γίνονται τοίνυν ἀπὸ τοῦ πρώτου Ἀβρπὰμ τοῦ ἑβδομηκοστοῦ αὐτοῦ πέμπτου ἔτους, ἕως τῆς γεννήσεως τοῦ ἐσχάτου Ἀβραὰμ ἔτη σπʹ. Ἀπὸ δὲ τῆς εἰς Αἴγυπτον καταγωγῆς ἔτη ξεʹ. Ἀβραὰμ δὲ ἐτῶν ἑβδομήκοντα ὢν γεννᾷ τὸν Μωϋσέα. Καὶ γίνονται ἀπὸ μὲν τοῦ πρώτου Ἀβραὰμ ἔτη τνʹ· ἀπὸ δὲ τῆς εἰς Αἴγυπτον καταγωγῆς ἔτη ρλεʹ. Ὁ δὲ Μωϋσῆς ἐν τῷ λʹ αὐτοῦ ἔτει πατεῖ τὴν Ἐρυθρὰν θάλασσαν ἅμα Ἰσραηλίταις ἐξ Αἰγύπτου ἐξιών. Καὶ γίνονται ἀπὸ μὲν τοῦ μεγάλου Ἀβραὰμ ἔτη τπʹ, ἀπὸ δὲ τῆς εἰς Αἴγυπτον καθόδου ἔτη φξεʹ. Τὰ δὲ λοιπὰ πεντήκοντα ἔτη κατηνάλωσαν μετὰ τὴν διαπεραίωσιν τῆς Ἐρυθρᾶς θαλάσσης, μέχρι τῆς εἰς Παλαιστίνην ἀπάντησιν, οὐ διὰ τὸ μῆκος τῆς ὁδοῦ, ἀλλὰ διὰ τὸ μάχεσθαι καὶ ἐμποδίζεσθαι παρὰ τῶν καθ' ὁδὸν αὐτῶν εὑρισκομένων ἐθνῶν. Γίνεται οὖν ἀπὸ μὲν τοῦ ἑβδομηκοστοῦ πέμπτου ἔτους τοῦ μεγάλου Ἀβραὰμ, ἀφ' οὗ ἡ πρόῤῥησις αὕτη ἐδόθη αὐτῷ παρὰ τοῦ Θεοῦ, μέχρι Μωϋσέως καὶ τῆς εἰς Παλαιστίνην ἀφίξεως τῶν υἱῶν Ἰσραὴλ, ἔτη υλʹ. Ἀπὸ δὲ ⟨…⟩ λαιστίνης αὐτῶν ἀφίξεως ἔτη σιεʹ.
th year, begets Abraham, the father of Moses. There come to be, accordingly, from his seventy-fifth year of the first Abraham until the birth of the last Abraham two hundred and eighty years; and from the descent into Egypt sixty-five years. And Abraham, being seventy years of age, begets Moses; and there come to be from the first Abraham three hundred and fifty years, and from the descent into Egypt one hundred and thirty-five years. And Moses in his thirtieth year treads the Red Sea together with the Israelites as he goes forth out of Egypt; and there come to be from the great Abraham three hundred and eighty years, and from the descent into Egypt five hundred and sixty-five years. And the remaining fifty years they spent after the crossing of the Red Sea until the arrival at Palestine—not on account of the length of the way, but on account of fighting and being hindered by the nations found along their way. There come to be, therefore, from the seventy-fifth year of the great Abraham, from which time this prediction was given unto him by God, until Moses and the arrival of the sons of Israel at Palestine, four hundred and thirty years. And from [...] their arrival at Palestine, two hundred and fifteen years.
ΡΙΑʹ. Τοσούτοις οὖν ἔτεσιν ἐργασαμένοις τοῖς Ἰουδαίοις ἀμισθὶ, οὐκ ἦν δίκαιον καὶ παρὰ Θεῷ καὶ ἀνθρώποις δοθῆναι αὐτοῖς τὸν μισθὸν αὐτῶν, κἂν ἐπὶ τέλει ; Οὐκ ἄδικος τοίνυν ὁ Θεὸς μετὰ σκύλων ἐκεῖθεν ἐκβάλλων τοὺς οἰκείους. Εἰ δέ τις ἀμφιβάλλοι μὴ
Chapter CXI. When the Jews, therefore, had laboured without wages for so many years, was it not righteous before both God and men that their wages should be given to them, even if at the end? Not unjust, accordingly, is God in bringing His own people forth from thence with spoils. And if anyone should doubt that
Notes, col. 217

On the reading

Printed άτῳ, for πτῷ.

Printed Ἀβρααμ, for Ἀβραάμ.

Printed Ἀβρπὰμ, for Ἀβραὰμ.

PG 43:218Read from the page
Ἀπὸ δὲ τῆς καθόδου τῆς Αἰγύπτου καὶ μέχρι Πα-
And from the descent into Egypt even until Pa-
PG 43:220Read from the page
οὕτως ἐξαριθμεῖσθαι τὰ ἔτη, ἀκουέτω Μωϋσέως λέγοντος· Ἡ δὲ κατοίκησις τῶν υἱῶν Ἰσραὴλ ἐν τῇ Χαναὰν καὶ ἐν τῇ Αἰγύπτῳ, ἔτη υλʹ· τοῦ οὖν δικαιοτάτου μισθοῦ τοῦ Κυρίου ἐπιμελομένου, ποία τις ἔτι ὑπολείπεται μάταιος ἀντιλογία τοῖς βουλομένοις κατὰ τοῦ ἁγίου Θεοῦ καταφέρειν ψόγον; Θεὸν δὲ ἀληθινὸν οὐκ ἄν ποτέ τις ψέξειεν. Ἀλλ' οἱ ψέγοντες ἑαυτοὺς ψέγουσιν. Ἑτέρα δέ τις παρ' αὐτῶν μάταιος καταγγέλλεται ἀντιλογία ὁμοία τῇ πρώτῃ, ὅτι Καλὸς ὁ Θεὸς τοῦ νόμου, ὃς ἐπλεονέκτησε τοὺς Χαναναίους, ἵνα δῷ τοῖς Ἰσραηλίταις τὸν αὐτῶν τόπον, οἰκίας ἃς ᾠκοδόμησαν, καὶ ἐλαιῶνας καὶ συκῶνας, καὶ ἀμπελῶνας, οὓς οὐκ ἐφύτευσαν. Πρὸς οὓς ἐρῶ· Ὦ μάταιοι! εἰ μὲν ἦν Θεὸς ἄνθρωπος, τὰ σήμερον λεγόμενα ἢ πραττόμενα παρήρχετο, καὶ οὐδὲν ἦν αὐτῷ ἐν ἐνθυμήσει· ἐπειδὴ ὁ Θεὸς Θεός ἐστι καὶ οὐκ ἄνθρωπος, τὰ εἰς αὐτὸν ἀναφερόμενα εἰς πολλὰς γενεὰς ἐκδικῶν οὐκ ἐπιλανθάνεται. Εἰ γὰρ ἀγνοοῦσι τὸ πρᾶγμα τοῦτο, μαθέτωσαν.
the years are counted out in this way, let him hear Moses saying: Now the sojourning of the sons of Israel in Canaan and in Egypt was four hundred and thirty years. Since the Lord, therefore, took care for a most righteous wage, what vain gainsaying still remains to those who wish to bring blame against the holy God? Yet the true God no one could ever blame; rather, those who blame Him blame themselves. Another vain gainsaying is proclaimed among them like unto the first: A fine God of the law is He, Who defrauded the Canaanites in order to give their place to the Israelites—houses which they built, and oliveyards and fig-yards, and vineyards which they did not plant. Unto whom I shall say: O fools! If God were a man, the things said or done today would pass by, and nothing would remain in His mind; since God is God and not a man, in avenging unto many generations the things referred unto Him He does not forget. For if they are ignorant of this matter, let them learn.
ΡΙΒʹ. Ἴσασι πάντες τὸν δίκαιον Νῶε λείψανον τοῦ κόσμου γεγονότα μετὰ τὸν κατακλυσμόν. Ὡς οὖν παρελείφθη αὐτός τε καὶ οἱ τρεῖς αὐτοῦ υἱοὶ, οἷα δίκαιος ὢν, καὶ τοὺς ἑαυτοῦ παῖδας εὐλαβεῖς καθιστᾷν πειρώμενος, ἵνα μὴ τοῖς αὐτοῖς ὑποπέσωσι κακοῖς, ὡς καὶ οἱ ἐν τῷ κατακλυσμῷ· οὐ μόνον διὰ λόγων τούτοις τὴν εὐλάβειαν παρετίθει, ἀλλὰ καὶ δι' ὅρκου ἀφ' ἑνὸς ἑκάστου αὐτῶν, τὴν πρὸς τὸν ἀδελφὸν εὔνοιαν ἀπήτησε. Καὶ διαμερίζει μὲν ὡς κληρονόμος τοῦ κόσμου καταστὰς ὑπὸ τοῦ Θεοῦ, τοῖς τρισὶν υἱοῖς αὐτοῦ τὸν πάντα κόσμον ὑπὸ κλήρους διελὼν, καὶ ἑκάστην μερίδα κατὰ κλῆρον ἑκάστῳ ἀπονέμων, καὶ τῷ μὲν Σὴμ τῷ πρωτοτόκῳ ὑπέπεσεν ὁ κλῆρος ἀπὸ Περσίδος καὶ Βάκτρων ἕως Ἰνδικῆς, ἕως τῆς χώρας Ῥινοκουρούρων. Κεῖται δὲ αὕτη ἡ Ῥινοκουρούρων ἀνὰ μέσον Αἰγύπτου καὶ Παλαιστίνης ἀντικρὺ τῆς Ἐρυθρᾶς θαλάσσης. Χὰμ δὲ τῷ δευτέρῳ, ἀπὸ τῆς αὐτῆς Ῥινοκουρούρων, ἕως Γαδείρων τὰ πρὸς νῶτον. Ἰάφεθ τῷ τρίτῳ ἀπὸ Μηδίας ἕως Γαδείρων καὶ Ῥινοκουρούρων τὰ πρὸς βοῤῥᾶν.
Chapter CXII. All men know that righteous Noah became a remnant of the world after the flood. When, therefore, both he himself and his three sons were left behind, inasmuch as he was righteous, and endeavoured to render his own children devout lest they should fall into the same evils as those in the flood, not only by words did he set godliness before them, but also by an oath he demanded from each one of them goodwill towards his brother. And having been appointed by God as heir of the world, he divides the whole world by lots among his three sons, apportioning each share by lot unto each: and unto Shem the firstborn fell the lot from Persia and Bactra up to India, up to the country of Rhinocorura. Now this Rhinocorura lies midway between Egypt and Palestine, over against the Red Sea. And unto Ham the second, from the same Rhinocorura up to Gades, the parts towards the south. Unto Japheth the third, from Media up to Gades and Rhinocorura, the parts towards the north.
ΡΙΓʹ. Τοῦ οὖν Σὴμ γίνονται παῖδες καὶ παίδων παῖδες, καὶ ἕως ὅτε διεμερίσθησαν αἱ γλῶσσαι. Καὶ
Chapter CXIII. Of Shem, therefore, there arise children and children's children, even until the time when the tongues were divided. And
Notes, col. 220

On the reading

Printed νῶτον, for νότον.

PG 43:221Read from the page
εἰσὶ διεσπαρμένοι ἐν γλώσσαις καὶ φυλαῖς καὶ βασιλείαις. Τὰ δὲ ὀνόματα αὐτῶν ἐστι τάδε· Ἐλυμαῖοι, Παίονες, Λαζοὶ, Κοσσεσοῦοι, Γασφηνοὶ, Παλαιστινοὶ, Ἰνδοὶ, Σύροι, Ἄραβες οἱ Καιϊανοὶ, Ἀριανοὶ, Μασυρήλιοι, Ὑρκανοὶ, Μαγουσαῖοι, Τρωγλοδύται, Ἀσσύριοι, Γερμανοὶ, Λυδοὶ, Μεσοποταμῖται, Ἑβραῖοι, Κοιληνοὶ, Βακτριανοὶ, Ἀδιαβηνοὶ, Καμήλιοι, Σαρακηνοὶ, Σκύθαι, Χίονες, Γυμνοσοφισταὶ, Χαλδαῖοι, Πάρθοι, Ἐνόται, Κορδυληνοὶ, Μασσηνοὶ, Φοίνικες, Μαδιηναῖοι, Κομαγηνοὶ, Δαρδάνιοι, Ἐλαμασηνοὶ, Κεδρούσιοι, Ἐλαμῖται, Ἀρμένιοι, Κίλικες, Αἰγύπτιοι, Καππάδοκες, Φοίνικες, Ποντικοὶ, Μαρμαρίδαι, Βίονες, Κᾶρες, Χάλυβες, Ψυλλῖται, Λαζοὶ, Μοσσυνοικοὶ, Ἴβηρες, Φρύγες. Χὰμ δὲ τῷ δευτέρῳ παῖδες καὶ παίδων παῖδες τριακονταδύο, ἕως τοῦ αὐτοῦ διαμερισμοῦ τῶν γλωσσῶν· Αἰθίοπες, Τρωγλοδύται, Ἀγγαῖοι, Γαγγηνοὶ, Σαβηνοὶ, Ἰχθυοφάγοι, Ἑλλανικοὶ, Αἰγύπτιοι, Φοίνικες, Μαρμαρίδαι, Κᾶρες, Ψυλλῖται, Μοσσύνοικοι, Φρύγες, Μακεδόνες, Κράκονες, Συρτῖται, Λεπτῖται, Μαγνῆται, Βιθυνοὶ, Νομάδες, Λύκιοι, Μαριανδηνοὶ, Πάμφυλοι, Μοσχεσίδιοι, Πισιδηνοὶ, Αὐγαλαῖοι, Κίλικες, Μαυρούσιοι, Κρῆτες, Μαγάρδαι, Νουμηδοὶ, Ἀφροι καὶ Βιζακηνοὶ, Νασαμῶνες, Φασγίνοι, Μάζικες, Γάραμοι, Γετοῦλοι, Βλέμμυες, Αὐξομῖται· οὗτοι κατέχουσιν ἀπὸ Αἰγύπτου ἕως Ὠκεανοῦ. Καὶ νῆσοι αὐτοῖς Κουρκουδαλοπάδουσα, Γαῦλος, Ῥιδῆ, Μελίτη, Κέρκυρα, Μήνη, Σαρδανὴ, Γόρτυνα, Κρήτη, Γλαῦκος (Ῥίδη), Θήρα, Ἀριανὸς, Ἀστυπαλαία, Χίος, Λέσβος, Τένεδος, Ἴμβρος, Ἴασος, Σάμος, Κῶος, Κνίδη, Νίσουρος, Μεγίστη, καὶ Κύπρος. Ἰάφεθ δὲ τῷ τρίτῳ παῖδες καὶ παίδων παῖδες δεκα-
they are scattered abroad in tongues and tribes and kingdoms. And their names are these: Elymaeans, Paeonians, Lazians, Cossesuans, Gasphenians, Palestinians, Indians, Syrians, Arabs who are the Caeanians, Arianians, Masyrelians, Hyrcanians, Magusaeans, Troglodytes, Assyrians, Germanians, Lydians, Mesopotamites, Hebrews, Coelenians, Bactrians, Adiabenians, Camelians, Saracens, Scythians, Chiones, Gymnosophists, Chaldaeans, Parthians, Enotae, Cordylenians, Massenians, Phoenicians, Midianites, Commagenians, Dardanians, Elamasenians, Gedrosians, Elamites, Armenians, Cilicians, Egyptians, Cappadocians, Phoenicians, Pontians, Marmaridae, Biones, Carians, Chalybes, Psyllitae, Lazians, Mossynoeci, Iberians, Phrygians. And unto Ham the second are born children and children's children, thirty-two, up to the same division of the tongues: Ethiopians, Troglodytes, Aggaeans, Gangenians, Sabenians, Ichthyophagi, Hellanicians, Egyptians, Phoenicians, Marmaridae, Carians, Psyllitae, Mossynoeci, Phrygians, Macedonians, Cracones, Syrtitae, Leptitae, Magnetae, Bithynians, Nomads, Lycians, Mariandenians, Pamphylians, Moschesidians, Pisidenians, Augalaeans, Cilicians, Maurusians, Cretans, Magardae, Numidians, Africans and Byzacenians, Nasamones, Phasginians, Mazices, Garami, Gaetulians, Blemmyes, Auxomitae; these hold sway from Egypt up to the Ocean. And islands belonging to them: Curcudalopadusa, Gaulos, Rhide, Melita, Corcyra, Mene, Sardane, Gortyna, Crete, Glaucus (Rhide), Thera, Arianus, Astypalaea, Chios, Lesbos, Tenedos, Imbros, Iasos, Samos, Cos, Cnide, Nisuros, Megiste, and Cyprus. And unto Japheth the third are born children and children's children, fif-
Notes, col. 221

On the reading

Printed Ἀφροι, for Ἄφροι.

PG 43:224Read from the page
πέντε, ἕως τοῦ αὐτοῦ διαμερισμοῦ τῶν γλωσσῶν, Μῆδοι, Γαργανοὶ, Ἀρμένιοι, Ἄῤῥεοι, Ἀμαζόνες, Κόλλοι, Κορζηνοὶ, Βενεαγηνοὶ, Γαλάται, Καππάδοκες, Γαλάται, Παφλαγόνες, Μαριανδηνοὶ, Τιβαρηνοὶ, Χάλυβες, Μοσσυνοικοὶ, Κόλχοι, Μελασχηνοὶ, Σαυρομάται, Μαιῶται, Σκύθαι, Ταῦροι, Θρᾷκες, Βάστερνοι, Ἰλλυριοὶ, Μακεδόνες, Λίβυες, Φρύγες, Παννόνιοι, Οὐέστεροι, Οὐέννοι, Δαυνεῖς, Ἰάπυγες, Καλαβροὶ, Ἰππικοὶ, Λατῖνοι οἱ καὶ Ῥωμαῖοι, Τυῤῥηνοὶ, Γαλλοὶ, Κεκέλτιοι, Λιβυστηνοὶ, Καμπανοὶ, Κελτίβηρες, Γάλλοι, Ἀκουϊτανοὶ, Ἰλλυριανοὶ, Βάσαντες, Σάμιοι, Καρτανοὶ, Λυσιτανοὶ, Οὐακαῖοι, Βρεττανικοὶ, Σκόρτοι, Σπάνοι. Νῆσοι δὲ αὐτῶν Βρεττανία, Σικελία, Εὔβοια, Ῥόδος, Χίος, Λέσβος, Κύθηρα, Ζάκυνθος, Κεφαληνία, Ἰθάκη, Κέρκυρα, Κύπρος. Εἴ που δὲ ὄνομα ἔθνους ἢ νήσου ἐντέταται δισσῶς, ἐν κλήρῳ ἄλλου καὶ πάλιν ἄλλου, κατὰ κοινὰ ὅρια, ἢ κατὰ τὰς γενομένας κατὰ καιρὸν ἀποικίας, ἢ κατὰ πρόσληψιν τοῦ Χὰμ, ὃς ἐπλεονέκτησε καὶ ἔλαβε τοῦ Σὴμ μέρους, μηδεὶς θαυμαζέτω ἢ ἀμφιβαλλέτω.
teen, up to the same division of the tongues: Medes, Garganians, Armenians, Arrheians, Amazons, Collians, Corzenians, Beneagenians, Galatians, Cappadocians, Galatians, Paphlagonians, Mariandenians, Tibarenians, Chalybes, Mossynoeci, Colchians, Melaschenians, Sauromatians, Maeotians, Scythians, Taurians, Thracians, Basternians, Illyrians, Macedonians, Libyans, Phrygians, Pannonians, Uesterians, Uennians, Daunians, Iapygians, Calabrians, Hippicians, Latins who are also Romans, Tyrrhenians, Gauls, Ceceltians, Libystenians, Campanians, Celtiberians, Gauls, Aquitanians, Illyrianians, Basantes, Samians, Cartanians, Lusitanians, Vaccaeans, British, Scortians, Spaniards. And their islands: Britain, Sicily, Euboea, Rhodes, Chios, Lesbos, Cythera, Zacynthus, Cephallenia, Ithaca, Corcyra, Cyprus. And if anywhere the name of a nation or of an island has been entered twice—in the lot of one and again of another, by reason of common borders, or by reason of colonies established from time to time, or by reason of the seizure of Ham, who defrauded and took part of Shem's share—let no one marvel or doubt.
ΡΙΔʹ. Τούτων τοίνυν τῶν ἐθνῶν οὕτως ἐκ τῶν τριῶν υἱῶν τοῦ Νῶε γεγονότων, καὶ τριχῇ τοῦ κόσμου τοῖς τρισὶν υἱοῖς διαμερισθέντος, ὡς προεῖπον, ὅρκος ἀπῃτήθη παρ' αὐτῶν ὑπὸ τοῦ πατρὸς, μηδένα ἐπεμβαίνειν τῷ τοῦ ἀδελφοῦ κλήρῳ, τὸν δὲ ὑπερβαίνοντα τὴν τοῦ ὅρκου διαταγὴν, ἐξολοθρεύεσθαι ἐν τῷ ὅρκῳ καὶ πᾶν τὸ σπέρμα αὐτοῦ. Ἐπεὶ οὖν ἐν τῷ κλήρῳ Σὴμ ἡ Παλαιστίνη ὑπέπεσε, καὶ πάντα τὰ πλησίον αὐτῆς, πλεονέκτης δὲ ὢν ὁ Χαναὰν υἱὸς Χὰμ ἐπῆλθεν τῇ Παλαιστίνων ὕστερον γῇ, τουτέστι τῇ Ἰουδαίᾳ, καὶ ἀφαρπάζει αὐτήν· ἐμακροθύμει δὲ ὁ Θεὸς, διδοὺς χρόνους μετανοίας, ἵνα μετανοήσειαν οἱ ἐκ τοῦ Χὰμ, καὶ ἀποδῶσι τοῖς τοῦ Σὴμ τὴν ἰδίαν κληρουχίαν· ἐκεῖνοι δὲ οὐ μετενόουν, ἀλλ' ἤθελον τὸ μέτρον αὐτῶν πληρῶσαι. Τότε ὁ Θεὸς μετὰ πολλὰς ὕστερον γενεὰς δίκαιος ὢν ἐκδικεῖ τὴν παράβασιν τοῦ ὅρκου. Οὕτω γὰρ ἔδει πληρωθῆναι τὸ Ἀμοῤῥαίων μέτρον· Σὴμ γὰρ γεννᾷ τὸν Ἀρφαξάδ· Χὰμ δὲ γεννᾷ τὸν Χαναάν· Χαναὰν δὲ γεννᾷ μετὰ τὴν πλεονεξίαν τὸν Ἀμοῤῥαῖον, καὶ τὸν Γεργεσαῖον, καὶ Φερεζαῖον, καὶ Εὐαῖον, καὶ Ἀρουκαῖον, καὶ Ἀράδιον, καὶ Σιδόνιον. Ἀριθμοῦνται τοίνυν οὕτως αἱ γενεαὶ ἕως τῆς τοῦ Σὴμ ἐκδικίας· Σὴμ ὁ πλεονεκτηθεὶς γεννᾷ τὸν Ἀρφαξὰδ, ὡς εἴπομεν· Ἀρφαξὰδ γεννᾷ τὸν Κινᾶ· Κινᾶ τὸν Σάλα· Σάλα τὸν Ἔβερ· καὶ γίνεται ἡ πυργοποιία. Ἔβερ γεννᾷ τὸν Φαλὲκ, καὶ γίνεται γῆς καὶ γλωσσῶν διαμε-
Chapter CXIV. When these nations, accordingly, had thus arisen from the three sons of Noah, and the world had been divided in three parts among his three sons, as I said before, an oath was demanded from them by their father that no one should encroach upon his brother's lot, and that whoever transgressed the ordinance of the oath should be utterly destroyed under the oath together with all his seed. Since, therefore, Palestine and all the parts near it fell within the lot of Shem, yet Canaan the son of Ham, being grasping, invaded the land that afterwards belonged to the Palestinians—that is, Judaea—and seized it for himself, God bore patiently, granting seasons for repentance so that those of Ham might repent and restore unto those of Shem their own allotment; yet they did not repent, but wished to fill up their measure. Then God, after many generations afterwards, being righteous, avenges the transgression of the oath. For thus the measure of the Amorites had to be filled up: for Shem begets Arphaxad; and Ham begets Canaan; and Canaan after his grasping seizure begets the Amorite, and the Girgashite, and the Perizzite, and the Hivite, and the Arkite, and the Arvadite, and the Sidonian. The generations are reckoned thus up to the avenging of Shem: Shem, who was defrauded, begets Arphaxad, as we said; Arphaxad begets Cainan; Cainan, Sala; Sala, Eber; and the building of the tower takes place. Eber begets Peleg, and there takes place a divi-
Notes, col. 224

On the reading

Printed Ἰππικοὶ, for Ἱππικοὶ.

Printed ἐντέταται, for ἐντέτακται.