Migne Reading Room

PG 43 · cols. 225–236 · Read from the page

Ancoratus (Ἀγκυρωτός)

Ancoratus (Ἀγκυρωτός)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 43:225Read from the page
ρισμός. Φαλὲκ γεννᾷ τὸν Ῥαγαῦ, Ῥαγαῦ τὸν Σεροὺχ, Σεροὺχ τὸν Ναχὼρ, Ναχὼρ τὸν Θάῤῥα, Θάῤῥα τὸν Ἀβραὰμ, Ἀβραάμ τὸν Ἰσαὰκ, Ἰσαὰκ τὸν Ἰακὼβ τὸν ἐπονομασθέντα Ἰσραὴλ, ἐξ οὗπερ Ἰσραηλῖται, Ἰακὼβ τὸν Ἰούδαν, Ἰούδας τὸν Φαρὲς, Φαρὲς τὸν Ἐσρὼμ, Ἐσρὼμ τὸν Ἀρὰμ, Ἀράμ τὸν Ἀμιναδὰβ, Ἀμιναδὰβ τὸν Ναασσὼν καὶ τὸν Σαλμὼν. Αὕτη ἡ γενεὰ τῶν ἀπὸ Σὴμ γεγεννημένων. Τούτους οὖν ἀδικηθέντας ὑπὸ τῶν υἱῶν Χὰμ, καὶ τὸν ἴδιον τόπον ἀφαιρεθέντας ἐκδικεῖ ὁ Θεὸς, ἐξολοθρεύσας τοὺς τοῦ Χαναὰν κατὰ τὸν ὅρκον αὐτῶν· καὶ τὸ σπέρμα τοῦ Σὴμ τὴν ἰδίαν ἀπολαμβάνει χώραν. Οὐκ ἠδίκησεν οὖν ὁ Θεὸς, τὰ δίκαια ἑκάστῳ μέρη ἀπονέμων· Οὐ γὰρ μυκτηρίζεται ὁ θεὸς, ὡς προεῖπον.
sion of earth and of tongues. Peleg begets Reu, Reu Serug, Serug Nahor, Nahor Terah, Terah Abraham, Abraham Isaac, Isaac Jacob who was surnamed Israel, from whom come the Israelites, Jacob Judah, Judah Perez, Perez Hezron, Hezron Ram, Ram Amminadab, Amminadab Nahshon and Salmon. This is the generation of those begotten from Shem. When these, therefore, had been wronged by the sons of Ham and deprived of their own place, God avenges them, utterly destroying those of Canaan according to their oath; and the seed of Shem recovers its own land. God, accordingly, did no wrong, apportioning unto each his just parts; for God is not mocked, as I said before.
ΡΙΕʹ. Ἐν τῇ οὖν ἐξόδῳ Συναγωγὴν ἑαυτῷ ὁ Θεὸς ἁρμόζων, φησὶ Μωϋσῇ· Ὑπόλυσαι τὰ ὑποδήματα ἐκ τῶν ποδῶν σου. Πᾶς γὰρ ὁ μέλλων καθαροῖς λουτροῖς προσιέναι, πρῶτον ὑπολύεται. Ἐπειδὴ τοίνυν χρόνος πολὺς διελήλυθε, καὶ πᾶς τις ἐν τῇ ὁδῷ αὐτοῦ ἐπλανήθημεν, καὶ αὕτη ἡ Συναγωγὴ ἐν τοῖς ἰδίοις κακοῖς ἔμεινεν, οὔπω τὸ λουτρὸν ὁ Θεὸς τῆς παλιγγενεσίας ἀπεκάλυπτεν· ἀλλ' ἔτεσι μὲν πολλοῖς ἀνεβάλλετο· ὕστερον δὲ τῇ ἁγίᾳ Ἐκκλησίᾳ τὸ πανάγιον λουτρὸν ἀπεκάλυψεν· ἐν μὲν Μωϋσῇ ὑποδήματα ὑπολύων· ἐν δὲ προφήταις τὸν ἔξωθεν χιτῶνα ἀποδύων, περίζωμα μόνον καταλείψας τῷ Ἱερεμίᾳ· ἐν δὲ Ἰωάννῃ ὅλα τὰ τοῦ κόσμου ἱμάτια ἀποβαλὼν, ἐκ τριχῶν καμήλου μετεσχημάτιζεν. Ἐν δὲ αὐτῷ τῷ Σωτῆρι καὶ τοῖς αὐτοῦ μαθηταῖς κόσμου τὸ σχῆμα ἐξέδυσεν· ἄνωθεν δὲ ἀπ' οὐρανῶν μετὰ τὴν τῶν ὑδάτων κάθαρσιν, πυρὸς καὶ Πνεύματος ἔνδυσιν ἐνεδίδυσκεν. Ἀλλ' ὁρῶντες οἱ Ἰσραηλῖται τὴν χάριν τούτου, οὐκ ἔγνωσαν ὅτι Θεός ἐστι. Διὸ καὶ ὁ προφήτης ἐγκληματικῶς τούτοις ἀπωδύρετο, διὰ τὴν εἰς τὸν Σωτῆρα ὑπ' αὐτῶν ἐσομένην ἀτιμίαν· Ταῦτα Κυρίῳ ἀνταποδίδοτε, λαὸς μωρὸς καὶ ἀκάρδιος ; Οὐκ ἔγνων γὰρ τοῦτον, ὅτι οὗτος ἦν ἐν ἀρχῇ, μεθ' οὗ Πατὴρ συνεβουλεύσατο, Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν, λέγων. Τὸ γὰρ, Ποιήσωμεν, οὐχ ἑνὸς ἀριθμοῦ ἐστι σημαντικόν· ἀλλὰ γοῦν συνεβουλεύσατο ὁ Πατὴρ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Τῷ γὰρ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. Οὐδ' ἂν συνήκασι τοῦ λέγοντος ἐν τῇ
Chapter CXV. In the exodus, therefore, as God betrothed the Synagogue unto Himself, He says to Moses: Loose the sandals from thy feet. For everyone who is about to approach pure baths first looses his sandals. Since, then, a long time had passed, and every one of us had gone astray in his own way, and this Synagogue remained in its own evils, God did not yet reveal the bath of regeneration, but put it off for many years; afterwards, however, unto the holy Church He revealed the all-holy bath—in Moses loosing sandals; in the prophets stripping off the outer tunic, leaving only a loin-girdle to Jeremiah; and in John casting off all the garments of the world, He changed the fashion into camel's hair. And in the Saviour Himself and His disciples He stripped off the fashion of the world, and from above out of the heavens, after the cleansing of the waters, clothed them with a garment of fire and the Spirit. Yet though the Israelites beheld His grace, they did not know that He is God. Wherefore the prophet also lamented over them accusingly, because of the dishonour that would be done by them against the Saviour: Is it thus ye requite the Lord, O foolish and senseless people? For they did not know Him, that He was in the beginning, with Whom the Father took counsel, saying: Let Us make man according to Our image and according to likeness. For this word, Let Us make, is not indicative of a singular number; rather, the Father took counsel with the Son and the Holy Spirit. For by the Word of the Lord the heavens were established, and by the Spirit of His mouth all their host. Nor again did they understand him who says in the
Notes, col. 225

On the reading

Printed μέρη, for μέρει.

Printed ἂν, for αὖ.

PG 43:228Read from the page
αὐτῇ βίβλῳ ῥητοῦ, ὅτι Ἔβρεξε Κύριος πῦρ, ὁ πρὸς Ἀβραὰμ ἐληλυθὼς, παρὰ Κυρίου ἀπ' οὐρανοῦ, τοῦ αὐτὸν ἀποστείλαντος. Οὐδὲ ἔγνωσαν αὐτὸν ἀπ' Αἰγύπτου ἐκβάλλοντα, οὐδὲ συνῆκαν τοῦ προφήτου λέγοντος· Καὶ σὺ, Βηθλεέμ, οὐχὶ ἐλαχίστη. Πῶς γὰρ οἰόν τε ἐλαχίστην καλεῖν πόλιν χωρήσασαν ὃν οὐρανὸς καὶ πάντα χωρεῖν οὐ δεδύνηνται; Καὶ, ὅτι Ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος. Τί δὲ ἀπὸ Βηθλεὲμ ἐκπορεύεται; Καὶ ἄνθρωπός ἐστι, καὶ πῶς θεολογεῖται;
spoken in the same book, that the Lord, Who had come unto Abraham, rained down fire from the Lord out of heaven, Who had sent Him. Neither did they recognize Him bringing them out from Egypt, nor did they understand the prophet when he says: And thou, Bethlehem, art by no means the least. For how is it possible to call a city the least when it has contained Him Whom heaven and all things have not been able to contain? And again, that Out of thee shall come forth for Me a ruler. What then proceeds forth from Bethlehem? He is both man, and how is He spoken of as God?
ΡΙϚʹ. Ταράσσει αὐτοὺς τὸ εἶναι Θεὸν καὶ ἄνθρωπον. Ἐν ταυτῷ γὰρ, Αἱ διέξοδοι αὐτοῦ ἀπαρχῆς, ἀπὸ κτίσεως κόσμου· τοῦτο δὲ οὐκ ἔστιν οὐκέτι ἀνθρώπου, ἀλλὰ Θεοῦ. Οὐ μέμνηνται δὲ, ὅτι Ἰδοὺ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. Τὸ δὲ, καλέσουσι, σημαίνει τὸν τρόπον τῶν ἁγίων καὶ πιστῶν τῶν υἱῶν τῆς Ἐκκλησίας. Ἐξεταζόμενοι γὰρ ὑπὸ τῶν Κυριοκτόνων Ἰουδαίων περὶ τοῦ Σωτῆρος, ὅτι Πῶς εἰς τὸν σταυρωθέντα ὁμολογοῦσιν; ἀκούουσι παρὰ τῶν αὐτῶν πιστῶν, ὅτι Παρ' ὑμῖν ἐσταύρωται, μεθ' ἡμῶν δὲ Θεός ἐστι. Τοῦ δὲ Δαβὶδ οὐκ ἤκουσαν, καὶ οὐκ ἔγνωσαν αὐτοῦ τὸν φόβον, ὃν ὁρῶν ἐν ἁγίῳ Πνεύματι, ἔλεγε, φρίττων την αὐτοῦ τοῦ Κυρίου μέλλουσαν ἔσεσθαι οἰκονομίαν, λέγων· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, καὶ τὰ ἑξῆς. Σάββατα τοίνυν τὰ ἀρχαῖα παρελήλυθε, Σάββατον δὲ ἀληθινὸν παρ' ἡμῖν κηρύττεται. Ἤργησε δὲ ἡ πρώτη περιτομὴ ἓν μέλος σμικρότατον περιτέμνουσα, ἐνεργεῖ δὲ εὖ μάλα ἡ ἐπουράνιος περιτομὴ, ὅλον τὸ σῶμα περιτέμνουσα. Τὰ γὰρ ὕδατα καὶ ἡ ἁγία ἐπίκλησις οὐκ ἐν ἑνὶ μέλει τοῦ ἀνθρώπου γίνεται, ἀλλ' ὅλον τὸ σῶμα ἀνθρώπου καθαροποιεῖ, περιτέμνει, πάντων τῶν κακῶν ἀπαλλάττει. Ἡ γοῦν ἁγία Ἐκκλησία παρέλαβε ταῦτα τὰ μυστήρια· ἐπανέστησαν δὲ αὐτῇ καὶ δεινοὶ ἐχθροὶ οἰκειακοὶ λεγόμενοι, μὴ ὄντες δὲ ἐκ τῆς τῶν ἀποστόλων τοῦ Κυρίου ἀληθοῦς πίστεως· ει γὰρ ἦσαν ἐξ αὐτῶν, μεμενήκεσαν ἂν μετ' αὐτῶν. Ἀλλὰ νόθοι ὄντες καὶ σύμμικτοι, ἐπιθυμίαν κακὴν τῆς δι' ἰχθύων καὶ συκιῶν Αἰγυπτίων ὀδωδῆς πάλιν ἐπιθυμοῦσι, βλασφημοῦντες ἄνω καὶ κάτω τὸν Υἱὸν τοῦ Θεοῦ· Ἀρειομανῖται, οὓς ἤδη ἐν τοῖς πρὸ τούτου λόγοις ἐστηλιτεύσαμεν· ἄλλοι δὲ Σαβέλλιοι. Καὶ οἱ μὲν Σαβέλλιοι τέλεον ἀρνοῦνται τοῦ εἶναι τὸν Υἱὸν καὶ ἅγιον Πνεῦμα, λέγοντες ὅτι ὁ Υἱὸς αὐτός ἐστιν ὁ Πατὴρ, καὶ ὁ Πατὴρ αὐτός ἐστιν ὁ Υἱὸς, καὶ τὸ ἅγιον Πνεῦμα αὐτός ἐστιν ὁ Πατήρ· ὡς μὴ εἶναι Υἱὸν καὶ ἅγιον Πνεῦμα. Δεύτεροι Ἰουδαῖοι, καὶ Κυριοκτόνοι ἀπελεγχόμενοι. Ἀρειομανῖται δὲ οἱ πάντων ἀσεβέστατοι, οι τὸν Υἱὸν ἀπὸ τῆς πατρῴας οὐσίας διαιρεῖν καὶ ἀπαλλοτριοῦν τολμῶντες, οὐκ
Chapter 116. It troubles them that He is both God and man. For in the same passage it says, His goings forth are from the beginning, from the creation of the world: now this no longer belongs to man, but to God. Nor do they remember that Behold, a virgin shall conceive in the womb, and shall bear a son, and they shall call His name Emmanuel. And the phrase, they shall call, signifies the custom of the holy and faithful sons of the Church. For when they are questioned by the Lord-slaying Jews concerning the Saviour, as to how they confess Him Who was crucified, they hear from those same believers that Among you He has been crucified, whereas with us He is God. Nor did they listen to David, nor recognize his fear, which, beholding in the Holy Spirit, he uttered as he shuddered at the dispensation of the Lord Himself that was about to come to pass, saying: The Lord said unto my Lord, Sit Thou at My right hand, and what follows. The ancient Sabbaths, therefore, have passed away, and the true Sabbath is proclaimed among us. Moreover, the first circumcision, which circumcised a single tiniest member, has ceased, whereas the heavenly circumcision works exceedingly well, circumcising the whole body. For the waters and the holy invocation do not take place in a single member of a man, but purify a man's whole body, circumcise it, and deliver it from all evils. The holy Church, accordingly, received these mysteries; yet terrible enemies, called members of the household, rose up against her, though they are not of the true faith of the Lord's apostles: for had they been of them, they would have remained with them. Being bastards, however, and a mixed rabble, they crave once more with an evil craving the stench of Egyptian fishes and fig-trees, blaspheming up and down against the Son of God: Ariomanites, whom we have already pilloried in the discourses prior to this; and others are Sabellians. Now the Sabellians utterly deny the existence of the Son and the Holy Spirit, saying that the Son is Himself the Father, and the Father is Himself the Son, and the Holy Spirit is Itself the Father: so that there is neither Son nor Holy Spirit. They are convicted as second Jews and slayers of the Lord. Yet the Ariomanites are the most impious of all, who dare to divide and alienate the Son from the paternal substance, and do not
Notes, col. 228

On the reading

Printed οἰόν, for οἷόν.

Printed την, for τὴν.

Printed ει, for εἰ.

Printed οι, for οἱ.

Printed συκιῶν, for σικύων.

PG 43:229Read from the page
ἀξιοῦσι τὸν Υἱὸν ὁμότιμον εἶναι τῷ Πατρὶ, οὐδὲ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς αὐτὸν γεγεννῆσθαι. Ἄλλοι δὲ τούτων ἔκγονοι, οἱ πρὸ τούτου μετὰ τῶν ἄλλων τῶν προταχθέντων, εἴθε κατὰ Ἰουδαίους αὐτοὺς ἀπηρίθμουν, τοὺς βλασφημοῦντας τὸ ἅγιον Πνεῦμα· δεύτεροι Σαδδουκαῖοι καὶ Σαμαρεῖται, καὶ ἀγνώστοι νεκροὶ καὶ ἄπιστοι.
deem the Son worthy to be of equal honour with the Father, nor that He has been begotten out of the substance of the Father. And there are others, offspring of these, who arose before this along with the others set forth earlier—would that I could reckon them on a level with the Jews!—who blaspheme against the Holy Spirit: second Sadducees and Samaritans, and unknown dead and unbelieving men.
ΡΙΖʹ. Ἵνα δὲ μὴ διὰ μέλανος καὶ χάρτου τὰς κατὰ τούτων μαρτυρίας διὰ πολλοῦ ποιησώμεθα, εἰς τὸ μὴ περικακεῖν τοὺς ἀναγινώσκοντας, ἀρκέσουσιν αὐτοῖς, Σαβελλιανοῖς μὲν μετὰ τῶν ἄλλων μαρτυριῶν ἡ μαρτυρία τοῦ Ἰορδάνου, ὡς ἤδη εἶπον. Υἱὸς γὰρ ἐν Ἰορδάνῃ ἀληθῶς παραγίνεται, Θεὸς ἄνθρωπος γεγονὼς, οὐ τροπὴν ὑποστὰς, ἀλλὰ σάρκα λαβὼν, οὐ διὰ σπέρματος ἀνδρὸς, ἀλλ' ἀπὸ τῆς ἁγίας Παρθένου σῶμα ἀνειληφὼς, δι' ἁγίου Πνεύματος συλληφθὲν σῶμα τέλειον, τουτέστιν ἄνθρωπον τέλειον ψυχῇ καὶ σώματι. Γέγονεν οὖν ὁ Θεὸς καὶ ἄνθρωπος πρὸς Ἰωάννην ἐν τῷ Ἰορδάνῃ, εἷς ὢν ὁ αὐτὸς Υἱὸς καὶ Χριστὸς καὶ Κύριος. Πατὴρ δὲ ἄνωθεν βοᾷ, μαρτυρῶν τῷ Υἱῷ τῷ ἐν τῷ Ἰορδάνῃ γεγονότι· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός. Τὸ δὲ ἅγιον Πνεῦμα ἐν εἴδει περιστερᾶς κατέβαινεν ἐπ' αὐτὸν εἰς τὰ ὕδατα κατεληλυθότα, ἵνα καθαρὰ αὐτὰ ἀποδείξῃ, ἕνεκεν τῶν μελλόντων εἰς ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος βαπτίζεσθαι· τοῖς δὲ Ἀρειανοῖς μετὰ τῶν προλεχθεισῶν ἀρκέσει τῷ εἰπεῖν τὸν Υἱόν· Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· ἰσότητα γὰρ ἐνταῦθα πρὸς Πατέρα ἀπέδειξε καὶ γνησιότητα. Τοῖς ἐκγόνοις τῶν Ἀρειανῶν τοῖς τὸ ἅγιον Πνεῦμα βλασφημοῦσι, ἀρκέσουσι δύο μαρτυρίαι αἱ ἤδη προτεταμέναι μετὰ τὰς ἄλλας μαρτυρίας· μία μὲν ἀπὸ τοῦ Δανιὴλ οὕτως ἔχουσα· Ἐν τῇ καμίνῳ τοῦ πυρὸς Σεδρὰχ, Μισὰχ, Ἀβδεναγὼ αἰνοῦντες τὸν Θεὸν, συμπεριλαμβάνουσι μεθ' ἑαυτῶν τὴν πᾶσαν τοῦ Θεοῦ κτίσιν, καὶ λέγουσιν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον· καὶ ἠρίθμησαν οὐρανοὺς καὶ ἀγγέλους, καὶ σελήνην, καὶ ἥλιον, καὶ δυνάμεις, γῆν τε καὶ θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς, καὶ οὐδαμοῦ Υἱὸν, καὶ ἅγιον Πνεῦμα συνηρίθμησαν ταῖς κτίσεσι. Τὰ σεραφὶμ ἁγιάζει Τριάδα ἴσως οὐχ ἅπαξ, οὐ δὶς, οὐ τέταρτον, ἀλλὰ τρὶς τὸ Ἅγιος λέγοντα.
Chapter 117. Yet lest we draw out at great length through ink and paper the testimonies against these men, so as not to weary our readers, there shall suffice against them—for the Sabellians, along with the other testimonies—the testimony of the Jordan, as I have already said. For the Son truly comes to the Jordan, God having become man, not having undergone change, but having taken flesh, having assumed a body not from the seed of a man, but from the holy Virgin, a perfect body conceived through the Holy Spirit, that is, a man perfect in soul and body. He Who is both God and man came, therefore, unto John in the Jordan, being one and the same Son and Christ and Lord. And the Father cries aloud from above, bearing witness to the Son Who was in the Jordan: This is My beloved Son. And the Holy Spirit in the form of a dove descended upon Him Who had gone down into the waters, that He might show them to be pure, for the sake of those who were about to be baptized in the name of the Father and of the Son and of the Holy Spirit; whereas for the Arians, along with the testimonies aforesaid, it shall suffice that the Son said: I am in the Father, and the Father is in Me; for here He demonstrated equality and genuineness towards the Father. For the offspring of the Arians who blaspheme against the Holy Spirit, two testimonies already set forth after the other testimonies shall suffice: one from Daniel running thus: In the furnace of fire Shadrach, Meshach, and Abednego, praising God, embrace along with themselves the whole creation of God, and say: Bless the Lord, all ye works of the Lord; and they enumerated heavens and angels, and moon, and sun, and powers, both earth and sea, and all things that are in them, and nowhere did they number the Son and the Holy Spirit among the creatures. The seraphim hallow the Trinity equally, uttering Holy not once, not twice, not a fourth time, but thrice.
ΡΙΗʹ. Ἐλεγξάτω δὲ πάλιν τούτους Πέτρος ἐπιτιμῶν τοῖς περὶ Ἀνανίαν, καὶ λέγων· Ἐπειράσατε τὸ ἅγιον Πνεῦμα. Καί φησι· Οὐκ ἐψεύσασθε ἀνθρώπῳ, ἀλλὰ τῷ Θεῷ. Ὁ δὲ Ἀπόστολος οἶδεν, ὡς καὶ πολλάκις εἴπομεν, τὸ Πνεῦμα μὴ ἀλλότριον εἶναι τοῦ Θεοῦ, λέγων· Ἐρευνᾷ καὶ τὰ βάθη τοῦ Θεοῦ· τὸ δὲ μὴ ὂν ἐκ τῆς οὐσίας τοῦ Θεοῦ, ἀδύνατόν ἐστι
Chapter 118. And let Peter refute them once more, rebuking Ananias and his household and saying: Ye have tempted the Holy Spirit. And he says: Ye have not lied unto man, but unto God. Moreover, the Apostle knows, as we have also often said, that the Spirit is not alien from God, saying: He searcheth even the deep things of God; whereas that which is not of the substance of God cannot
Notes, col. 229

On the reading

Printed ἀγνώστοι, for ἄγνωστοι.

PG 43:232Read from the page
τὰ βάθη τοῦ Θεοῦ ἐρευνᾷν. Ἡμεῖς δὲ οἴδαμεν Πατέρα Πατέρα, Υἱὸν Υἱὸν, ἅγιον Πνεῦμα ἅγιον Πνεῦμα, Τριάδα ἐν ἑνότητι. Μία γὰρ ἑνότης ἐστι Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, μία οὐσία, μία κυριότης, ἓν θέλημα· μία Ἐκκλησία, ἓν βάπτισμα, μία πίστις. Καὶ παυσάσθωσαν οἱ κατὰ τῆς ἁγίας παρθένου τοῦ Χριστοῦ, καὶ νύμφης ἁγνῆς, τουτέστι τῆς μητρὸς ἡμῶν τῆς ἁγίας Ἐκκλησίας. Παρέλαβον γὰρ οἱ ταύτης παῖδες παρὰ ἁγίων Πατέρων, τουτέστι τῶν ἁγίων ἀποστόλων, πίστιν φυλάττειν· ἅμα δὲ καὶ τοῖς ἑαυτῶν τέκνοις παραδιδόναι τε καὶ ἀπαγγέλλειν. Ἐξ ὧν καὶ αὐτοὶ υἱοὶ ὑπάρχετε, τιμιώτατοι ἀδελφοὶ, καὶ τοῖς ἑαυτῶν τέκνοις ταύτην τὴν διδασκαλίαν παραδιδόατε. Ταῦτα οὕτως λέγοντες, καὶ τὰ τούτοις ὅμοια ἀπὸ τῶν θείων Γραφῶν βεβαιῶσαι αὐτούς τε καὶ τοὺς ἀκούοντας ὑμῶν διδάσκοντες, ὁδοποιοῦντες, κατηχοῦντες, μὴ διαλείπητε, οἱ πιστοὶ καὶ ὀρθόδοξοι, ταύτην τὴν ἁγίαν πίστιν τῆς καθολικῆς Ἐκκλησίας, ὡς παρέλαβεν ἡ ἁγία καὶ μόνη παρθένος τοῦ Θεοῦ ἀπὸ τῶν ἁγίων ἀποστόλων τοῦ Κυρίου φυλάττειν· καὶ οὕτως ἕκαστον τῶν κατηχουμένων τῶν μελλόντων τῷ ἁγίῳ λουτρῷ προσιέναι οὐ μόνον ἀπαγγέλλειν ὀφείλετε τὸ πιστεύειν τοῖς ἑαυτῶν υἱοῖς ἐν Κυρίῳ, ἀλλὰ καὶ διδάσκειν ῥητῶς ὡς πάντων ἡ αὐτὴ μήτηρ ὑμῶν τε καὶ ἡμῶν, τὸ λέγειν·
search the deep things of God. We, however, know the Father as Father, the Son as Son, the Holy Spirit as Holy Spirit, a Trinity in unity. For there is one unity of Father and of Son and of Holy Spirit, one substance, one lordship, one will: one Church, one baptism, one faith. Let those cease, therefore, who oppose the holy virgin of Christ and pure bride, that is, our mother the holy Church. For her children received from the holy Fathers, that is, from the holy apostles, the charge to guard the faith, and at the same time both to hand it down and to proclaim it to their own children. Coming from them, you yourselves are sons as well, most honoured brethren, and hand down this teaching to your own children. Speaking these things in this manner, and teaching, guiding, and catechizing from the divine Scriptures so as to confirm both yourselves and your hearers in things similar to these, do not cease, you faithful and orthodox men, to guard this holy faith of the catholic Church, just as the holy and sole virgin of God received it from the holy apostles of the Lord; and thus, with respect to each of the catechumens who are about to approach the holy laver, you ought not only to enjoin your own sons in the Lord to believe, but also to teach them expressly, as does the very mother of all, both yours and ours, to recite:
ΡΙΘʹ. Πιστεύομεν εἰς ἕνα Θεὸν, Πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ τε καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, φῶς ἐκ φωτὸς, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί· δι' οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐν τῇ γῇ· τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν, καὶ σαρκωθέντα ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς Παρθένου, καὶ ἐνανθρωπήσαντα, σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ παθόντα, καὶ ταφέντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, κατὰ τὰς Γραφὰς, καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς, καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρὸς, καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς· οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, Κυριον καὶ ζωοποιὸν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν. Εἰς μίαν ἁγίαν καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογοῦμεν ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν, προσδοκῶμεν ἀνάστασιν νεκρῶν, καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν. Τοὺς δὲ λέγοντας· Ἡν ποτε ὅτε οὐκ ἦν, καὶ, Πρὶν γεννηθῆναι οὐκ ἦν, ἢ ὅτι Ἐξ οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας, φάσκοντας εἶναι ῥευστὸν ἢ ἀλλοιωτὸν τὸν τοῦ
Chapter 119. We believe in one God, the Father almighty, maker both of heaven and of earth, of all things both visible and invisible. And in one Lord Jesus Christ, the only-begotten Son of God, Who was begotten from the Father before all ages—that is, out of the substance of the Father—light from light, true God from true God, begotten, not made, consubstantial with the Father; through Whom all things came into being, both those in the heavens and those on the earth; Who for the sake of us human beings and for the sake of our salvation came down out of the heavens, and was incarnate of the Holy Spirit and Mary the Virgin, and became man, and was crucified on our behalf under Pontius Pilate, and suffered, and was buried, and rose again on the third day in accordance with the Scriptures, and ascended into the heavens, and sits at the right hand of the Father, and is coming again with glory to judge the living and the dead: of Whose kingdom there shall be no end. And in the Holy Spirit, the Lord and giver of life, Who proceeds from the Father, Who together with Father and Son is jointly worshipped and jointly glorified, Who spoke through the prophets. In one holy catholic and apostolic Church. We confess one baptism unto the remission of sins, we await the resurrection of the dead, and the life of the coming age. Amen. As for those who say: There was once when He was not, and, Before He was begotten He was not, or that He came into being out of things that were not, or out of another hypostasis or substance, alleging to be mutable or alterable the
Notes, col. 232

On the reading

Printed ἐρευνᾷν, for ἐρευνᾶν.

Printed ἐστι, for ἐστὶ.

Printed Κυριον, for Κύριον.

Printed Ἡν, for Ἦν.

PG 43:233Read from the page
Θεοῦ Υἱὸν, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία. Καὶ αὕτη μὲν ἡ πίστις παρεδόθη ἀπὸ τῶν ἁγίων ἀποστόλων, καὶ ἐν Ἐκκλησίᾳ τῇ ἁγίᾳ πόλει, ἀπὸ πάντων ὁμοῦ τῶν ἁγίων ἐπισκόπων ὑπὲρ τριακοσίων δέκα τὸν ἀριθμόν.
Son of God, these the catholic and apostolic Church anathematizes. Now this faith was handed down from the holy apostles, and in the Church in the holy city, by all the holy bishops together, above three hundred and ten in number.
ΡΚʹ. Ἐπειδὴ δὲ ἐν τῇ ἡμετέρᾳ γενεᾷ ἐνέκυψαν ἄλλαι τινὲς αἱρέσεις ἀλλεπάλληλοι, τουτέστιν ἀπὸ χρόνου Βαλεντινιανοῦ καὶ Οὐάλεντος τῶν βασιλέων, κατὰ τὸ δέκατον αὐτῶν τῆς βασιλείας ἔτος, καὶ πάλιν κατὰ τὸ ἕκτον ἔτος Γρατιανοῦ, τουτέστιν ἐν τῷ ἐνενηκοστῷ ἔτει Διοκλητιανοῦ τοῦ τυράννου, τούτου χάριν ὑμεῖς τε καὶ ἡμεῖς, καὶ πάντες οἱ ὀρθόδοξοι ἐπίσκοποι, καὶ συλλήβδην πᾶσα ἡ ἁγία καθολικὴ Ἐκκλησία πρὸς τὰς ἀνακυψάσας αἱρέσεις, ἀκολούθως τῇ τῶν ἁγίων ἐκείνων πατέρων προτεταγμένῃ πίστει, οὕτως λέγομεν μάλιστα τοῖς τῷ ἁγίῳ λουτρῷ προσιοῦσιν, ἵνα ἀπαγγέλλωσι καὶ λέγωσιν οὕτως·
Chapter 120. Since, however, in our generation certain other heresies have sprung up one after another—that is, from the time of the emperors Valentinian and Valens, in the tenth year of their reign, and again in the sixth year of Gratian, that is, in the ninetieth year of the tyrant Diocletian—for this reason both you and we, and all the orthodox bishops, and collectively the whole holy catholic Church, in opposition to the heresies that have emerged and in conformity with the previously set forth faith of those holy fathers, speak thus, above all to those approaching the holy laver, so that they may proclaim and recite as follows:
Πιστεύομεν εἰς ἕνα Θεὸν, Πατέρα παντοκράτορα, πάντων ἀοράτων τε καὶ ὁρατῶν ποιητὴν, καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ, γεννηθέντα ἐκ Θεοῦ Πατρὸς, μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτὸς, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρὶ, δι' οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐν τῇ γῇ, ὁρατά τε καὶ ἀόρατα· τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα, καὶ σαρκωθέντα, τουτέστι γεννηθέντα τελείως ἐκ τῆς ἁγίας Μαρίας τῆς ἀειπαρθένου διὰ Πνεύματος ἁγίου, ἐνανθρωπήσαντα, τουτέστι τέλειον ἄνθρωπον, λαβόντα ψυχὴν καὶ σῶμα καὶ νοῦν καὶ πάντα, εἴ τί ἐστιν ἄνθρωπος, χωρὶς ἁμαρτίας, οὐκ ἀπὸ σπέρματος ἀνδρὸς, οὐδὲ ἐν ἀνθρώπῳ, ἀλλ' εἰς ἑαυτὸν σάρκα ἀναπλάσαντα εἰς μίαν ἁγίαν ἑνότητα· οὐ καθάπερ ἐν προφήταις ἐνέπνευσέ τε καὶ ἐλάλησε καὶ
We believe in one God, the Father almighty, maker of all things both invisible and visible, and in one Lord Jesus Christ, the Son of God, begotten from God the Father, only-begotten—that is, out of the substance of the Father—God from God, light from light, true God from true God, begotten, not made, consubstantial with the Father, through Whom all things came into being, both those in the heavens and those on the earth, both visible and invisible; Who for the sake of us human beings and for the sake of our salvation came down, and was incarnate—that is, was begotten perfectly of the holy Mary the ever-virgin through the Holy Spirit—and became man, that is, took a perfect man, soul and body and mind and everything whatsoever a human being is, apart from sin, not from the seed of a man, nor inside a mere human being, but fashioned flesh anew unto Himself into a single holy unity; not just as in the prophets He breathed and spoke and
PG 43:236Read from the page
ἐνήργησεν, ἀλλὰ τελείως ἐνανθρωπήσαντα· Ὁ γὰρ Λόγος σὰρξ ἐγένετο, οὐ τροπὴν ὑποστὰς, οὐδὲ μεταβαλὼν την ἑαυτοῦ θεότητα εἰς ἀνθρωπότητα. εἰς μίαν συνενώσαντα ἑαυτοῦ ἁγίαν τελειότητά τε καὶ θεότητα· εἷς γάρ ἐστιν Κύριος Ἰησοῦς Χριστὸς καὶ οὐ δύο, ὁ αὐτὸς Θεὸς, ὁ αὐτὸς Κύριος, ὁ αὐτὸς βασιλεύς. Παθόντα δὲ τὸν αὐτὸν ἐν σαρκὶ, καὶ ἀναστάντα, καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς ἐν αὐτῷ τῷ σώματι, ἐνδόξως καθίσαντα ἐν δεξιᾷ τοῦ Πατρὸς, ἐρχόμενον ἐν αὐτῷ τῷ σώματι ἐν δόξῃ κρῖναι ζῶντας καὶ νεκρούς· οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ ἅγιον Πνεῦμα πιστεύομεν, τὸ λαλῆσαν ἐν Νόμῳ, καὶ κηρύξαν ἐν τοῖς προφήταις, καὶ καταβὰν ἐπὶ τὸν Ἰορδάνην, λαλοῦν ἐν ἀποστόλοις, οἰκοῦν ἐν ἁγίοις. Οὕτως δὲ πιστεύομεν ἐν αὐτῷ, ὅτι ἐστὶ Πνεῦμα ἅγιον, Πνεῦμα Θεοῦ, Πνεῦμα τέλειον, Πνεῦμα Παράκλητον, ἄκτιστον, ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, καὶ ἐκ τοῦ Υἱοῦ λαμβανόμενον, καὶ πιστευόμενον· εἰς μίαν καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν· καὶ εἰς ἓν βάπτισμα μετανοίας, καὶ εἰς ἀνάστασιν νεκρῶν, καὶ κρίσιν δικαίαν ψυχῶν καὶ σωμάτων, καὶ εἰς βασιλείαν οὐρανῶν, καὶ εἰς ζωὴν αἰώνιον. Τοὺς δὲ λέγοντας ὅτι ἦν ποτε ὅτε οὐκ ἦν ὁ Υἱὸς ἢ τὸ Πνεῦμα τὸ ἅγιον, ἢ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας, φάσκοντας εἶναι τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν Υἱὸν τοῦ Θεοῦ ἢ τὸ ἅγιον Πνεῦμα· τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία, ἡ μήτηρ ὑμῶν τε καὶ ἡμῶν. Καὶ πάλιν ἀναθεματίζομεν τοὺς μὴ ὁμολογοῦντας ἀνάστασιν νεκρῶν, καὶ πάσας τὰς αἱρέσεις τὰς μὴ ἐκ ταύτης τῆς ὀρθῆς πίστεως οὔσας.
worked, but having perfectly become man: For the Word became flesh, neither having undergone change, nor having converted His own godhead into humanity, having united them into one holy perfection and godhead of His own; for there is one Lord Jesus Christ and not two, the same God, the same Lord, the same King; Who suffered as the same One in the flesh, and rose again, and ascended into the heavens in the selfsame body, and gloriously sat down at the right hand of the Father, and is coming in the selfsame body in glory to judge the living and the dead: of Whose kingdom there shall be no end. And we believe in the Holy Spirit, Who spoke in the Law, and proclaimed in the prophets, and came down at the Jordan, Who speaks in the apostles and dwells in the saints. And thus we believe in Him: that He is Holy Spirit, Spirit of God, perfect Spirit, Spirit Paraclete, uncreated, proceeding from the Father, and received from the Son, and believed in; in one catholic and apostolic Church; and in one baptism of repentance, and in the resurrection of the dead, and a righteous judgement of souls and bodies, and in the kingdom of the heavens, and in life eternal. As for those who say that there was once when the Son or the Holy Spirit was not, or that He came into being out of things that were not, or out of another hypostasis or substance, alleging that the Son of God or the Holy Spirit is mutable or alterable: these the catholic and apostolic Church, your mother and ours, anathematizes. And again we anathematize those who do not confess the resurrection of the dead, and all the heresies that are not of this right faith.
Ὑμῶν δὲ καὶ τῶν ἡμῶν τέκνων, μακαριώτατοι, οὕτω πιστευόντων, καὶ τὰς ἐκ ταύτης τῆς πίστεως ἐντολὰς ἐπιτελούντων, ἐλπίζομεν ὑπερεύχεσθαι ἡμῶν πάντοτε, ἔχειν μερίδα καὶ κλῆρον ἐν τῇ αὐτῇ πίστει, καὶ ἐν τῷ κλήρῳ τῶν αὐτῆς ἐντολῶν. Καὶ εὔχεσθε ὑπὲρ ἡμῶν ὑμεῖς τε καὶ πᾶς ὁ οὕτως πιστεύων, καὶ τὰς ἐντολὰς τοῦ Κυρίου φυλάττων, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν.
And since you and our children, most blessed ones, believe thus and fulfil the commandments springing from this faith, we hope that you will always pray on our behalf, that we may have a portion and lot in the selfsame faith and in the lot of its commandments. Pray also on our behalf, both you and everyone who believes thus and keeps the commandments of the Lord, in Christ Jesus our Lord: through Whom and with Whom be glory to the Father together with the Holy Spirit unto the ages. Amen.
Ἐγὼ δὲ, ἀγαπητοὶ ἀδελφοὶ, ἡ βραχύτης ἡμῶν καὶ ἀσθενὴς τῆς διανοίας δύναμις ἠναγκάσθη φθάσαι, τῆς ὑμῶν καλοκαγαθίας προτρεψαμένης ἡμᾶς, εἰ καὶ ἀνικάνους ὑπὲρ τὸ ἑαυτῶν μέτρον παρίστησιν, ὥστε δέεσθαι βοηθείας ἐπεκτεινομένης. Ἀλλὰ πάντα οἶδεν ὁ ἐν οὐρανῷ πιστός. Πλὴν εἰρήνη παντὶ τῷ στοιχοῦντι τῷ κανόνι τούτῳ τῆς ἀληθινῆς καὶ ὀρθοδόξου ταύτης πίστεως, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ. Ἀσπάσασθε πάντας τοὺς ἁγίους ἐν Κυρίῳ. Ἀσπάζονται ὑμᾶς οἱ τοῦ Κυρίου δοῦλοι, μάλιστα δὲ ἐγὼ ὁ Ἀνατόλιος, ὁ γράψας τοῦτο τὸ βιβλίον τοῦ Ἀγκυρωτοῦ ἐπωνομασθέντος λόγου, καὶ ἐῤῥῶσθαι ὑμᾶς ἐν Κυρίῳ εὔχομαι.
As for me, beloved brethren, our lowliness and the feeble power of our mind was compelled to come thus far because your goodness urged us on, even though it sets us, inadequate as we are, beyond our own measure, so that we stand in need of help stretched forth to us. Yet He Who is faithful in heaven knows all things. Nevertheless, peace be upon everyone who walks by this rule of this true and orthodox faith, and upon the Israel of God. Greet all the saints in the Lord. The servants of the Lord greet you, and above all I, Anatolius, who wrote out this book of the discourse entitled Ancoratus, and I pray that you may fare well in the Lord.
Notes, col. 236

On the reading

Printed την, for τὴν.