Migne Reading Room

PG 43 · cols. 204–213 · Read from the page

Ancoratus (Ἀγκυρωτός)

Ancoratus (Ἀγκυρωτός)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 43:204Read from the page
ματαίως γινομένων συνιέντων! Κακῷ γοῦν μόρῳ πεπληγμένοι εἰσὶ, μηδὲ τοῖς ἰδίοις φιλοσόφοις ἐγκαταυγαζόμενοι, μηδὲ τοῖς τῆς ἀληθείας ἐγκυκληταῖς συνθεαταὶ γινόμενοι. Οὐκ ἀκούουσι γὰρ Διαγόρου τοῦ τὸν ἴδιον Ἡρακλέα ξύλινον ὄντα δι' ἀπορίαν ξύλων ὑποκαύσαντος, καὶ ἐπισκωμματικῶς αὐτῷ λέγοντος· ‹ Ἄγε δὴ, Ἥρακλες, τὸν τρισκαιδέκατον ἆθλον ἐκτελῶν, πάρελθε τὸ ὄψον ἡμῖν ἑψήσων. › Ὃν δὴ λαβὼν καὶ σχιδακίσας, καταγελῶν τοῦ ἰδίου θεοῦ ὡς οὐκ ὄντος, τῷ παρατιθέντι αὐτῷ ἀρίστῳ γελοιάζων, ἐτρέφετο.
that are done in vain! Stricken, then, with an evil doom are they, neither illumined by their own philosophers, nor becoming fellow-spectators with the expounders of the truth. For they do not listen to Diagoras, who burned underneath his pot his own Heracles, which was made of wood, for lack of firewood, and jestingly said to him: Come now, Heracles, accomplishing your thirteenth labour, come forward to boil our victuals for us. Taking him, then, and splitting him into splinters, deriding his own god as non-existent, he fed himself while making merry over the meal set before him.
ΡΔʹ. Ἄλλος δὲ, Ἡράκλειτος Αἰγύπτιός φησιν· Εἰ
Chapter 104. And another, Heraclitus an Egyptian, says: If
PG 43:205Read from the page
θεοί εἰσι, διὰ τί θρηνεῖτε αὐτούς; Τυφῶνα γὰρ καὶ Ὄσιριν, καὶ ἄλλους καταχθονίους λιγυρῶς θρηνῳδοῦντες, ὡς κεκηδευμένους πενθοῦσι. Φησὶ γοῦν οὕτως· Εἰ θεοί εἰσι, διὰ τί θρηνεῖτε αὐτούς; εἰ δὲ τεθνήκασι, μάτην θρηνεῖτε αὐτούς. Ἄλλος δὲ κωμικὸς, Εὐδαίμων τοὔνομα, φησίν· Εἴπερ εἰσὶ θεοὶ, οὐ δυνάμεθα περὶ αὐτῶν λέγειν, ὁποῖοί τινές εἰσι δειλιῶν δηλῶσαι· πολλὰ γάρ εἰσι τὰ κωλύοντά με. Καὶ Ὅμηρος δή φησιν·
they are gods, why do you bewail them? For chanting shrill dirges over Typhon and Osiris and other underworld deities, they mourn them as men laid out for burial. Accordingly he speaks thus: If they are gods, why do you bewail them? And if they have died, in vain do you bewail them. And another comic poet, Eudaemon by name, says: If indeed gods exist, we cannot speak concerning them, shrinking in fear from declaring of what sort they are; for many are the things that hinder me. And Homer indeed says:
Οὐκ ἀγαθὸν πολυκοιρανίη.
The rule of many is not a good thing.
Ὁ δ' ἐφ' ἡμῶν ἕτερος κωμικός φησιν,
And the other comic poet of our side says,
Οἱ ἕνα Θεὸν
Those who one God
Σέβοντες, ἐλπίδας ἔχουσι καλὰς εἰς
Worship, cherish good hopes unto
Σωτηρίαν.
Salvation.
Ἄπις γὰρ εὐθὺς ὁ ἀχυροφάγος μόσχος, ὑποκάμπιος τοῦ τῶν Ἀσσυρίων βασιλέως ξίφει τὸν μηρὸν πλήττεται, ἵν' εἰ ῥεύσει αἷμα, ἐλεγχθῇ μὴ ὢν θεός. Κρονικοὶ δὲ οὐκ ἀρνοῦνται τὸν ἴδιον αὐτῶν θεὸν ἐγκαθεῖρχθαι ἁλύσεσι σιδηραῖς, οὕτως ἡγούμενοι. Εἰ δέ τις ἐν καθείρξει ὑπάρχει, οὐχ ἁπλῶς ὅτι ἑνὶ μείζονι ὑπόκειται, ἀλλὰ καὶ ὡς κακοῦργος ὁ τοιοῦτος ἐν καθείρξει ἐστίν. Εἰ δὲ καὶ περὶ Ἴσιδός μοι ἔσται λόγος τῆς ἤδη καὶ Ἀτμίδος καὶ Ἰοῦς λεγομένης, θυγατρὸς δὲ Ἄπιδος τοῦ Καππαδόκου, τοῦ καὶ Ἰνάχου καλουμένου, αἰσχύνομαι μὲν ἴσως τὰς ἐκείνης πράξεις ἀνακηρύξαι. Πάλιν δὲ οὐκ αἰσχυνθήσομαι λέγειν ἃ αὐτοὶ προσκυνεῖν οὐκ αἰσχύνονται. Αἰσχυνέσθωσαν δὲ οἱ ταύτης προσκυνηταὶ (καὶ ἀφρογενεῖς), τὰς ἑαυτῶν θυγατέρας τε κσὶ γυναῖκας καὶ ἀδελφὰς, τῶν θεῶν αὐτῶν πράξεις μιμεῖσθαι παραινοῦντες, καὶ εὐθὺς μὲν ὡς ἱερέως ἐρῶσαι τοῦ ἰδίου αὐτῶν ἀδελφοῦ Τύφωνος, τοὺς ἄλλους κατὰ τῶν ἰδίων ἀδελφῶν στρατεύουσι. Πολλὴ δὲ αἰσχύνη θεᾶς τῆς μήτε αἰσχύνην ἰδίου ἀδελφοῦ αἰθομένης, ἀλλ' ἐρώσης μὲν, καὶ μὴ ἀρκουμένης τοῖς ἔξωθεν ἀνδράσιν, ἀλλὰ καὶ ἕως
For straightway Apis, the chaff-eating calf, is struck in the thigh with a sword beneath the bend by the king of the Assyrians, so that if blood flows he may be convicted of not being a god. And the votaries of Cronus do not deny that their own god has been shut up in iron chains, holding such a belief. Yet if anyone is in prison, not merely is he subject to one greater, rather such a one is also in prison as a malefactor. And if my discourse shall also treat concerning Isis, who is already called both Atmis and Io, the daughter of Apis the Cappadocian, who is also called Inachus, perchance I am ashamed to proclaim her deeds. Yet again I shall not be ashamed to speak of the things that they themselves are not ashamed to worship. Let her worshippers (who are senseless too) be ashamed when they exhort their own daughters and wives and sisters to imitate the deeds of their gods, and straightway, as of a priest, having fallen in love with their own brother Typhon, they marshal the rest to campaign against their own brothers. Great indeed is the shame of a goddess who neither perceives the shame concerning her own brother, rather is enamoured of him, and is not content with men from outside, rather even unto
Notes, col. 205

On the reading

Printed κσὶ, for καὶ.

PG 43:208Read from the page
τοῦ ἰδίου ἀδελφοῦ θανούσης· οὐ μόνον δὲ, ἀλλὰ καὶ ἀδελφοκτονίαν διὰ τὴν ἰδίαν τῆς ἐπιθυμίας ἀκορεστίαν τοῖς φιλτάτοις ὑποδείκνυσι. Καὶ Ὥρος μὲν ἕνα γεννᾷ παῖδα, ᾧ οὐκ ἠδυνήθη παραστῆσαί τις, εἰ γνήσιος ἀληθῶς ἐστιν αὐτοῦ πατήρ· ἢ ἂν μὲν Τύφωνα τιμήσῃ, διστάζει, μὴ οὐκ ἔστιν αὐτοῦ γονεὺς εἰ δὲ τὸν Ὄσιριν, τίς οὕτω τὴν ἀκρίβειαν παραστήσειε; Καλὸν δὲ θεὸν ἡ τοιαύτη μήτηρ ἐδίδασκε παραλαβοῦσα αὐτὸν, καὶ ἐν Τύρῳ πορνεύσασα ἔτη δέκα! Σέραπίν τε τὸν Ἄπιν βασιλέα Σινωπέων θεοποιοῦντες, τυραννίδι ἐδούλευσαν ἤπερ ἀληθείᾳ.
dying for her own brother; and not only so, rather through the insatiable greed of her own lust she even sets an example of fratricide before those dearest to her. And Horus, again, she bears as one child, to whom no one was able to prove whether he is truly his lawful father: if on the one hand he honours Typhon, he doubts lest he be not his parent, and if Osiris, who could establish the exact truth thus? What a fine god such a mother taught when she took him in charge, after playing the harlot in Tyre for ten years! And in deifying Serapis, that is Apis, king of the Sinopeans, they served tyranny rather than truth.
ΡΕʹ. Ταῦτά ἐστι τῶν παρ' Αἰγυπτίοις τιμωμένων θεῶν τὰ ἐπίχειρα· ὧν τὸ μετὰ μέρος εἰπεῖν, πολὺς χρόνος ἀναλωθήσεται· Ἕλληνες δὲ οἱ δοκοῦντές τι εἶναι ἐν ἑαυτοῖς, λόγοις μόνον καὶ ὀξύτητι γλώσσης φιλοσοφοῦντες, καὶ οὐκ ἔργοις, πλέον πάντων ἐξώκειλαν. Οἵτινες κατάγουσι Κρόνον ἀπ' Οὐρανοῦ, λέγοντες αὐτὸν ἀπὸ τοῦ Οὐρανοῦ γεγενῆσθαι, καὶ τὰ μόρια τοῦ ἰδίου πατρὸς τετμηκέναι. Ὤ κακῆς πράξεως, αἰσχρᾶς τε ὑπονοίας! Ὡς εἰ μὴ ἐτμήθη, πολλοὶ Κρονίωνες ἦσαν. Οὗτος δὲ ὁ γεννάδας ὁ ἕως πατρὸς πεφθακὼς, οὐκ ἠρκέσθη ἐπὶ τῇ πρώτῃ ἀσεβείᾳ· ἀλλὰ νέος μὲν ὢν ἀδικεῖ τὸν πατέρα, πρεσβύτης δὲ γεγονὼς τὰ ἴδια αὐτοῦ τέκνα, Ποσειδῶνα μὲν καταπίνων καὶ Πλούτωνα, Δία δὲ ἀναζητῶν, καὶ ἐμπαιζόμενος ὑπὸ τῆς Ῥέας, καὶ πέτραν μεγάλην ἐσπαργανωμένην ἀντὶ βρέφους καταπίνων, ὡσεὶ θεὸς, τάχα· εὐγενῶν δὲ γονέων ὑπάρχων (ἵνα οὕτως) ὁ τούτου παῖς, Ζεὺς τούτῳ ὄνομα, ἐκινδύνευε πασῶν τῶν γυναικῶν ἀνὴρ γίνεσθαι, καὶ ὁ τούτου υἱὸς Ἑρμῆς. Καὶ εἴθε κατὰ τοὺς νόμους ὑποπροίκιός τις ἐγίνετο, καὶ μὴ κλεψίγαμος πάντοτε καὶ κακεργάτης. Πηνελόπην μὲν γὰρ φθείρει, δι' ἣν ἦν τράγος γενάμενος· τράγος μὲν οἶμαι ἐγίνετο, διὰ τὸ ἀκμαῖον τῆς τοῦ γενείου παραπλοκῆς. Πρὸς Δανάην δὲ χρυσὸς ἐγίνετο, ἵνα παρθένον σώφρονα θαλαμευομένην φθείρῃ. Χρυσὸς δὲ ἐκεῖνος οὐκ ἠδύνατο γενέσθαι ποτέ· ἀλλὰ γόης ὢν, διὰ χρυσοῦ δωροδοκῶν τὴν παρθένον ἠπάτησε. Καὶ παρὰ μὲν Αήδᾳ κύκνος αὖθις γίνεται, τὴν ἀναπτέρωσιν τῆς πυρώσεως τῆς αὐτοῦ ἡδονῆς ἀνασημαίνων. Ἀετὸς δὲ μηδὲ πώποτε ἀναπετασθεὶς, παιδοφθόρων διδάσκαλος προκαθέζεται, μηδέποτε ἀετὸς γενόμενος, ἀλλ' ἐν πλοίῳ παρασήμῳ ἀετῷ ὀνομαζομένῳ διὰ τὸ τάχος, Τροίαν παραπλεύσας, καὶ τὸν υἱὸν τοῦ βασιλέως Τρώων Γανυμήδην ἁρπάσας, τὴν φθορὰν ἀπειργάσατο. Καὶ πρὸς Πασιφάην δὲ ταῦρος ἐγένετο, ὡσαύτως καὶ πρὸς Εὐρώπην.
Chapter 105. Such are the wages of the gods honoured among the Egyptians; to recount whose particulars in detail would consume much time. Yet the Greeks, who think themselves to be something in themselves, philosophizing in words alone and in sharpness of tongue, and not in deeds, ran aground further than all others. They trace Cronus down from Uranus, saying that he was begotten of Uranus and cut off the privy parts of his own father. O wicked deed, and shameful supposition! As though, had he not been castrated, there would have been many sons of Cronus. Moreover this noble fellow, who had gone even so far as his father, was not satisfied with his first impiety; rather while young he wrongs his father, and when grown old he wrongs his own children, swallowing down Poseidon and Pluto, and seeking after Zeus, and being mocked by Rhea, and swallowing down a great stone wrapped in swaddling-bands instead of an infant, as though he were a god, forsooth; while his child, sprung from noble parents (so to speak), Zeus by name, came near becoming the husband of all women, as did his son Hermes too. And would that he had become someone wedded with a dowry according to the laws, and not forever a stealer of marriages and a worker of mischief! For he corrupts Penelope, on whose account he had become a he-goat; a he-goat, I suppose, he became by reason of the vigorous intertwining of his beard. Towards Danae, again, he became gold, in order that he might corrupt a chaste maiden shut within her bridal chamber. Yet gold that fellow could never become; rather being a sorcerer, bribing with gold, he deceived the maiden. And beside Leda, in turn, he becomes a swan, betokening the fluttering excitement of the burning of his pleasure. And though never once having spread wing as an eagle, he presides as a teacher of corrupters of boys, never having become an eagle, rather sailing past Troy in a vessel bearing an eagle as its figurehead—so named by reason of its swiftness—and seizing Ganymede, the son of the king of the Trojans, he wrought his corruption. And towards Pasiphae, too, he became a bull, and likewise towards Europa.
Notes, col. 208

On the reading

Printed Αήδᾳ, for Λήδᾳ.

PG 43:209Read from the page
ΡϚ. Καὶ τί μοι τὰ πλήθη λέγειν τοῦ γενναίου τούτου φθορέως, καὶ φθορείων διδασκάλου ; Οὗ τὸ μνῆμα οὐκ ὀλίγοις ἐστὶ δῆλον· ἐν Κρήτῃ γὰρ τῇ νήσῳ ἐν τῷ ὄρει τῷ λεγομένῳ Λασίῳ, ἕως δεῦρο δακτυλοδεικτεῖται. Ζῆνες δὲ οὐχ εἷς ἢ δύο, ἀλλὰ καὶ τρεῖς καὶ τέσσαρες γεγόνασι τὸν ἀριθμόν. Ὁ μὲν γὰρ εἷς αὐτῶν Κρονίδης ὁ προειρημένος, ὁ ταρταρώσας τὸν ἴδιον αὐτοῦ πατέρα ἐν τῷ Καυκασίῳ ὄρει· ὁ δ' ἄλλος Λατριάριος γενόμενος, ἐξ οὗπερ οἱ μονομάχοι γεγόνασιν· ἄλλος δὲ ὁ τραγῳδὸς, ὁ καὶ τὴν χεῖρα αὐτοῦ καύσας· τάχα δὲ θεὸς ὢν ἐπελάθετο ὅτι δάκνει τὸ πῦρ, καὶ οὐκ εἶχε τὴν πρόγνωσιν τοῦ λέγοντος τράγῳ τῷ Σατύρῳ εὑρόντι πρότερον τὸ πῦρ, καὶ προσελθόντι φιλῆσαι· «Μὴ ἅψῃ, τράγε· ἁψάμενος γάρ μου ἐμπρήσεις τὰ γένεια.» Ἀθηναῖ δὲ γεγόνασιν οὐ μία, ἀλλὰ πολλαί· μία μὲν ῥεμβομένη, καὶ περὶ τὴν Τριτωνίδα λίμνην ἀλωμένη· ἄλλη δὲ ἡ Ὠκεανοῦ, ἑτέρα δὲ ἡ Κρόνου, καὶ πολλαὶ ἄλλαι. Ἀρτέμιδες πολλαὶ, μία μὲν ἡ Ἐφεσία, ἄλλη δὲ ἡ τοῦ Διὸς, καὶ ἄλλαι ὡσαύτως οὐκ ὀλίγαι. Καὶ Διόνυσος ὁ Θηβαῖος, ἄλλος δὲ ὁ Σεμέλης, ὁ ἐπὶ τῶν Κορυβάντων, καὶ ὁ ὑπὸ τῶν Τιτάνων διασπώμενος καὶ Κουρήτων ὁ τὴν κληρονομίαν μείων. Ἡρακλῆς δὲ ὁ λεγόμενος παρ' αὐτοῖς Ἀλεξίκακος, οὗ τὰς πράξεις πάσας ἀποσιωπήσω· μίαν δὲ ἀπὸ πασῶν τῶν παρ' αὐτοῖς τάχα ἐπαινουμένην ὑποδείξω. Ἀρκέσει τούτῳ τὸν κάματον τοῦτον ὑποστῆναι, ἵνα τῷ βίῳ σωτηρία γένηται. Εἰ μὴ γὰρ ἔφθειρεν ἐν μιᾷ νυκτὶ πεντήκοντα παρθένους, πῶς ὁ κόσμος ἐσώζετο ; Μᾶλλον δὲ ὀλώλει. Καὶ ἁπλῶς, ὁμολογῶ σοι, περικακῶ τὰς κακὰς αὐτῶν πράξεις καταλογάδην ἀναγράψαι. Ἔτι δὲ βασιλεῖς καὶ τύραννοι ἀπηνέστατοι ἐπιποθήτους τινὰς ἐσχηκότες, καὶ τούτους ἐν γῇ κατορύξαντες, πλέον τι μὴ ἔχοντες τούτοις χαρίσασθαι, οἷα δὴ καὶ αὐτοὶ φθαρτοὶ κατ' αὐτοὺς ὄντες, εἰς τὴν ἐκείνων εὔνοιαν τοὺς τάφους αὐτῶν ἐπὶ πλάνῃ τοῦ βίου τοῖς ἰδίοις ὑπηκόοις ἐπὶ κακῇ προφάσει κακῶς θρησκεύεσθαι παραδεδώκασιν. Ὡς ὁ Ἀντίνοος ὁ ἐν Ἀντινόου κεκηδευμένος, καὶ σὺν λουσορίῳ πλοίῳ κείμενος ὑπὸ Ἀδριανοῦ οὕτως κατετάγη. Τιμαγένης δὲ ἐν Ἀσίᾳ· Κάνωβός τε ὁ Μενελάου κυβερνήτης, καὶ ἡ τούτου γυνὴ Εὐμενουθὶς ἐν Ἀλεξανδρείᾳ τεθαμμένοι τιμῶνται πρὸς τῇ ὄχθη τῆς θαλάσσης, ἀπὸ δεκαδύο σημείων διεστῶτες. Καὶ Μαρνᾶς δοῦλος Ἀστερίου τοῦ Κρητὸς παρὰ Γαζαίοις· Κάσιος δὲ ὁ ναύκληρος παρὰ Πηλουσιώταις.
Chapter CVI. And why should I recount the multitudes of deeds of this noble corrupter, and teacher of brothels? Whose tomb is manifest to not a few; for in the island of Crete, on the mountain called Lasium, up to this day it is pointed out with the finger. Moreover, Zeuses have been not one or two, but even three and four in number. For one of them is the aforesaid Cronides, who cast his own father into Tartarus on the Caucasian mountain; the other became Latriarius, from whom the gladiators arose; and another the tragedian, who also burned his own hand—perhaps, though being a god, he forgot that fire bites, and did not possess the foreknowledge of the one who said to the goat, the Satyr who had first discovered fire and approached to kiss it: "Do not touch, goat; for if you touch me, you will burn your beard." And Athenas have been not one, but many: one wandering, and roaming about Lake Tritonis; another that of Oceanus, and another that of Cronus, and many others. Artemises are many: one the Ephesian, another that of Zeus, and likewise not a few others. And Dionysus the Theban, and another the son of Semele, the one set over the Corybantes, and the one torn asunder by the Titans and Curetes, lessening the inheritance. And as for Heracles, who among them is called Alexicacus, all his deeds I shall pass over in silence, and point out one alone out of all those perhaps praised among them. It will suffice for this man to have undergone this labour in order that salvation might come to human life; for had he not corrupted fifty virgins in a single night, how could the world have been saved? Rather, it would have perished! And in short, I confess to you, I am distressed to set down their wicked deeds in detail. Furthermore, most ruthless kings and tyrants, having had certain favourites and buried them in the earth, and having nothing more to bestow upon them—inasmuch as they too were mortal like them—for the sake of goodwill towards them delivered over their tombs, to the delusion of life, to their own subjects upon an evil pretext to be wickedly worshipped: just as Antinous, buried in Antinoopolis and lying together with a pleasure-boat, was thus enrolled by Hadrian; and Timagenes in Asia; and Canobus, the helmsman of Menelaus, and his wife Eumenuthis, buried at Alexandria, are honoured beside the shore of the sea, twelve miles distant; and Marnas, the slave of Asterius the Cretan, among the Gazaeans; and Casius the shipmaster among the Pelusiots.
ΡΖʹ. Ταῦτα οὖν πάντα ὅταν μέσῃ τῇ ἐκκλησίᾳ ἀκριβοῦται, κακὸν ὑπόδειγμα θανασίμης ὁδοῦ τοὺς οὕτω προαχθέντας ὑπολύεται. Ἄλλους δὲ ἀπὸ μοιχείας εἰς σωφροσύνην φέρετε, καὶ μὴ μόνον τοῦ κλε-
Chapter CVII. When all these things, therefore, are accurately set forth in the midst of the church, the evil example of a deadly path is loosed from those who have been thus led on. Others bring back from adultery to chastity, and not only from clan-
Notes, col. 209

On the reading

Printed ὄχθη, for ὄχθῃ.

PG 43:212Read from the page
ψιγαμεῖν αὐτοὺς ἀπαλλάττετε, ἀλλὰ καὶ ἰδίας τῆς κατὰ φύσιν καταφρονεῖν, ὡς ἔτι ὁ καιρὸς συνεσταλμένος ἐστὶν, ὥς φησιν ὁ ἱερὸς Ἀπόστολος· πόρνους δὲ κατηχεῖτε, ἵνα μὴ τὴν ἀθέμιτον πρᾶξιν παρὰ Θεῷ τε καὶ ἀνθρώποις ἐργασάμενοι τιμωρηθῶσιν. Καὶ ὅτε πάντα ταῦτα διὰ στόματος καὶ δι' ἔργων κάμνοντες παραδῶτε, πείθετε αὐτὰ τὰ πάντα ἐγκαταδέξασθαι ὑμῶν, ἔργῳ πάντα πρῶτον πράξαντες, καὶ ἐν αὐτοῖς ἀνατυπωσάμενοι, τοὺς λόγους πιστοποιοῦντες· οἷς διὰ τῶν πράξεων ἑαυτοὺς πρῶτον ἐδιδάξατε, ἵνα καὶ ἑτέρους μαθητεύοιτε. Ἐπέχετε γὰρ καὶ σιωπῶντες τρόπον ἡλίου, τοῦ καὶ σιωπῇ πάντας πανταχοῦ διδάσκοντος· εὐθὺς γὰρ ἀνατέλλων, καὶ σιωπῶν, τὰς τέχνας πάντων ἀναδιδάσκει. Καὶ ὅταν μὲν τούτων ἁπάντων τὴν ὠφέλειαν τοῖς ἑαυτῶν τέκνοις, εἴτουν ἀδελφοῖς πιστοτάτοις παραδῶτε, προβιβάζετε μὲν αὐτοὺς ἐπὶ γῆς μὲν βαδίζειν, ἐν οὐρανῷ δὲ ἔχειν τὸ πολίτευμα. Μοναχῶν δὲ ζῆλον τοῖς πλείστοις ἐγγεννᾶτε διὰ τῆς ἐν ὑμῖν στερρότητος καὶ ἀνυποκρίτου πίστεως· αἱρεσιώτας στυγοῦντες, Μανιχαίους φιμοῦντες, Μαρκιωνιστὰς καὶ λοιποὺς ὁμοίους αὐτῶν τῆς τοῦ Θεοῦ μάνδρας ἀπελαύνετε, πάσας αὐτῶν τὰς προφάσεις παραλύοντες καὶ ἐπιστομίζοντες. Ὅσα γὰρ κατὰ τοῦ Θεοῦ καὶ κατὰ τῶν ἁγίων αὐτοῦ προφητῶν τολμηρῶς καταφθέγγονται, κοῦφοι ὄντες καὶ κενοὶ ἀπὸ ἁγίου Πνεύματος, εἰς δὲ τὸν τῶν ὅλων δημιουργὸν βλασφημοῦσι, καὶ ὅσα καλὰ διὰ τῶν ἁγίων αὐτοῦ προφητῶν τοῖς πᾶσιν ἀνθρώποις κατὰ προφητείαν ὁ Θεὸς ἐχαρίσατο, οὗτοι μισοῦσι, τά τε βαθύτατα τοῦ νόμου καὶ τῶν προφητῶν, οἷα δὴ γεώδεις ὄντες καὶ σωματικοὶ, ἀνακρινόμενοι οὐ νοοῦσι, μάτην βλασφημοῦσιν εὐθὺς τὴν αὐτῶν πλάνην, μὴ ὀκνεῖτε ἀπὸ τῶν ἀκουόντων, ἀποσείεσθε αὐτοὺς ἀπὸ τῶν ἀληθινῶν ἀποδείξεων· διὰ γὰρ τῶν τοιούτων ῥημάτων οἱ ματαιόφρονες, ὥσπερ φρύγανα ἐν ῥεύματι πλουσίου ποταμοῦ καταφέρονται.
destine marriage deliver them, but also persuade them to disregard even their own natural marriage, since the time is still shortened, as the holy Apostle says; and instruct fornicators, lest, having wrought an unlawful deed before both God and men, they be punished. And when, labouring by word of mouth and through deeds, you hand down all these things, persuade them to receive all these very things from you, having first practised all things in deed and modelled them in yourselves, confirming your words—whereby through your actions you first taught yourselves, in order that you might also make disciples of others. For even when silent you hold forth after the manner of the sun, which even in silence teaches all men everywhere; for straightway upon rising, even though silent, it instructs the arts of all. And when you hand down the benefit of all these things to your own children, that is, most faithful brethren, lead them on indeed to walk upon earth, yet to have their citizenship in heaven. And engender in very many a zeal for monks through the steadfastness and unfeigned faith that is in you; abhorring sectaries and muzzling Manichaeans, drive Marcionites and the rest who are like them away from the fold of God, undoing all their pretexts and stopping their mouths. For whatsoever things they rashly utter against God and against His holy prophets, being light-minded and empty of the Holy Spirit, whilst they blaspheme against the Creator of the universe, and whatsoever good things God by prophecy has graciously bestowed upon all men through His holy prophets these men hate, and the deepest things of the law and the prophets—inasmuch as they are earthly and carnal—when examined they do not comprehend, and in vain blaspheme: straightway do not hesitate to shake off their error from your hearers, and them through true demonstrations; for by means of such words the vain-minded, like brushwood in the stream of a rich river, are swept down.
ΡΗʹ. Εἶπασι δὲ, ὅτι Καλὸς ὁ Θεὸς τοῦ νόμου, ὃς τὸν Ἀδὰμ ἀγνοῶν ποῦ ἐστιν ἠρώτα, λέγων· Ἀδὰμ, ποῦ εἶ; καὶ τῷ Κάϊν λέγει· Ποῦ Ἄβελ ὁ ἀδελφός σου; καὶ πρὸς τὸν Ἀβραάμ· Ποῦ Σάρῥα ἡ γυνή σου; καὶ ἄλλα πολλὰ τοιαῦτα αὐτοὶ οἱ τοιαῦτα λέγοντες πιστεύουσι τῷ Σωτῆρι Θεῷ στόματι, καὶ οὐκ ἀληθείᾳ, Θεῷ ὄντι καὶ πρόγνωσιν ἔχοντι, τὰ δὲ αὐτὰ τῇ Παλαιᾷ ὁμοίως ἐπερωτῶντι· Ποῦ τεθείκατε τὸν Λάζαρον; καὶ, Τίς μου ἥψατο; καὶ, ὅτι Ἔχετε ἄρτους μεθ' ἑαυτῶν; καὶ, Τίνα θέλετε; ἦ, Τίνα ζητεῖτε; Εὐχερὴς λοιπὸν καὶ ῥάδιος ὁ πρὸς τούτους ἔλεγχος. Ὡς γὰρ ἐπερωτᾷ ὁ Υἱὸς πρόγνωσιν ἔχων, οὕτως καὶ ὁ Πατὴρ εἰ αὐτὸς καὶ ἐν τῷ νόμῳ ἐπερωτᾷ, ὁ αὐτὸς ὢν ἀεὶ, καὶ μὴ μεταλλασσόμενος. Ἐὰν γὰρ εἴπῃ· Ποῦ τεθείκατε τὸν Λάζαρον; οὔτε τὸ Εὐαγγέλιον ἀγνοεῖ, οὔτε τὴν Παλαιὰν Διαθήκην. Ποῦ τεθείκατε αὐτόν; λέγει, ἐξελέγξαι θέλων τὰς
Chapter CVIII. Yet they have said: A fine God of the law is He, Who, not knowing where Adam was, inquired, saying: Adam, where art thou? and to Cain says: Where is Abel thy brother? and to Abraham: Where is Sarah thy wife? and many other such things—whilst the very men who say such things believe in God the Saviour with the mouth, and not in truth, though He is God and possesses foreknowledge, yet in like manner asks the very same questions as in the Old Testament: Where have you laid Lazarus? and, Who touched Me? and, Have you any loaves with you? and, Whom do you want? or, Whom do you seek? Easy, then, and ready is the refutation against these men. For just as the Son inquires whilst possessing foreknowledge, so too the Father—even if He Himself also inquires in the law—is always the same, and does not change. For if one says, Where have you laid Lazarus?, He is ignorant neither of the Gospel nor of the Old Testament. Where have you laid him? He says, wishing to convict those women
PG 43:213Read from the page
μηδὲ τὴν ἴσην πίστιν ἐξενηνοχυίας πρὸς τὴν Σουμανῖτιν. Καίτοι γε ἐκείνης πρὸς ἄνθρωπον ἐχούσης, τουτέστιν Ἐλισσαῖον τὸν ἅγιον προφήτην, τὰς δὲ περὶ Μάρθαν ἐχούσας πρὸς τὸν Θεόν. Καὶ ἐὰν εἴπῃ, Τίς μου ἥψατο; οὐκ ἀγνοῶν λέγει, ἀλλ' ἵνα πείσῃ τὴν γυναῖκα ἀφ' ἑαυτῆς ὁμολογῆσαι, ἵνα μὴ περὶ ἑαυτοῦ μαρτυρῇ ὁ Υἱὸς τοῦ Θεοῦ, ἀλλ' ὑπὸ ἄλλων δοξάζηται. Καὶ ὅταν εἴπῃ, Ἔχετε ἄρτους μεθ' ἑαυτῶν; ἐπὶ τούτῳ λέγει, ἵνα τὸ βραχὺ τῶν ἄρτων πᾶσι σημανθῇ, καὶ τὸ μέγεθος τῆς αὐτοῦ θαυματουργίας θαυμασθῇ, διὰ τοσούτων ἄρτων τοσούτου τραφέντος ὄχλου. Καὶ ὅταν εἴπῃ, Τίνα ζητεῖτε; τοὺς ζητοῦντας δείκνυσιν ἠπατημένους ὄντας, καὶ Ἰησοῦν ζητοῦντας τὸν Ἰατρὸν ἑρμηνευόμενον καὶ Σωτῆρα· ἵν' ὅταν ἀποκτείνωσιν αὐτὸν, τῆς τούτου σωτηρίας λήξωσιν.
who had not even brought forth faith equal to that towards the Shunammite woman—albeit she had faith towards a man, that is, Elisha the holy prophet, whereas those around Martha had to do with God. And if He says, Who touched Me?, He speaks not out of ignorance, but in order to persuade the woman to confess of her own accord, lest the Son of God bear witness concerning Himself, rather than be glorified by others. And when He says, Have you any loaves with you?, He speaks for this purpose: that the smallness of the loaves might be made plain to all, and the greatness of His miracle marvelled at, so great a crowd having been fed by means of so few loaves. And when He says, Whom do you seek?, He shows that those seeking Him are deceived, seeking Jesus—Whose name is interpreted Physician and Saviour—so that when they slay Him, they may forfeit His salvation.
ΡΘʹ. Ὥσπερ οὖν τὰ περὶ τῆς τοῦ Κυρίου ἡμῶν οἰκονομίας ἐδείξαμεν, λεγόμενα μὲν ἀνθρωπίνως, οὐκ ἄμοιρα δὲ προγνώσεως (οὐδὲ γάρ τις τῶν εὐφρονούντων εἴπῃ ἀγνοεῖν αὐτὸν ποῦ τεθείκασι Λάζαρον, ἐγγὺς ὄντα τοῦ τόπου, εἰ καὶ δι' ὃν εἴπομεν τρόπον ἠρώτα, πόρῥω Γαλιλαίας πρώην ὄντα, καὶ δείξαντα ἀφ' ἑαυτοῦ, ὅτι τέθνηκε Λάζαρος), οὕτω καὶ περὶ τῆς Παλαιᾶς Διαθήκης ταῦτα εὐφρόνως ἀναλύομεν τὸ εἰπεῖν τὸν Θεόν· Ἀδὰμ, ποῦ εἶ; οὐκ ἀγνοοῦντας ἦν, ἀλλὰ δεικνύοντος ἀπὸ οἵου ὕψους πρὸς ποῖον βάθος αἴσχους ὁ Ἀδὰμ ἐκπεπτώκει. Καὶ, Ποῦ Ἄβελ ὁ ἀδελφός σου; ὅτι ὃν σε ἔδει φέρειν ἀεὶ ἐν ἀγκάλαις, καὶ ἀεὶ συνεῖναι αὐτῷ, οὗτος ἐπὶ γῆν παρὰ σοῦ ἔρῥιπται· δείκνυσι γὰρ ἐκ τοῦ ἐπαγομένου, ὅτι οὐκ ἀγνοίας χάριν ἠρώτα, ἀλλὰ διελέγχων ἐν τῷ εἰπεῖν, ὅτι Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου, καὶ ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς, ἥτις ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου· ἰδοὺ γὰρ, φησὶν, ἡ φωνὴ αὐτοῦ πρὸς μέ. Καὶ, Ποῦ Σάρῥα ἡ γυνή σου; οὐκ ἀγνοῶν εἶπεν· ἐπεὶ πῶς ἠγνόει ὁ γελῶσαν ἔνδον τῆς οἰκίας εἰδὼς αὐτήν ; Οὐκ ἀγνοῶν τοίνυν ἠρώτα, ἀλλ' ἵνα παραστήσῃ ταῖς θυγατράσιν αὐτῆς, ταῖς ἐπαγγελλομέναις θεοσέβειαν, μαθεῖν τὴν ἐκείνης ἀγωγὴν, ὅταν ἁγίοις ἐκ τῶν ἰδίων καμάτων ὑπηρετεῖν πειρῶνται· ἐκείνη γὰρ ἐν τοσαύτῃ ὑπηρεσίᾳ ὑπάρχουσα, αὐτὴ τοὺς ἀζύμους καὶ τοὺς ἐγκρυφίους ἐργαζομένη, καὶ τὴν τοσαύτην ὑπηρεσίαν ἐξαρτύσασα ἅμα τοῖς ἰδίοις αὐτῆς οἰκέταις, πρόσωπον τῶν ὑπηρετουμένων οὐχ ἑώρα, σωφροσύνης ἐπιεικοῦς ὑπογραμμὸν ταῖς ἡμετέραις γενεαῖς ὑπολιμπάνουσα. Καὶ ταῦτα μὲν ἀρκέσει εἰς παράστασιν ταῖς τῶν ματαίων ἀντιλογίαις.
Chapter CIX. Just as, therefore, we have shown that the things concerning the dispensation of our Lord, whilst spoken after a human manner, are not devoid of foreknowledge (for no person of sound mind would say that He was ignorant where they had laid Lazarus, seeing that He was near the place—even though He inquired in the manner of which we spoke—when a short time earlier, being far from Galilee, He had shown of Himself that Lazarus was dead), so too regarding the Old Testament we prudently explain these things: that God's saying, Adam, where art thou?, was not the word of One who was ignorant, but of One showing from what a height into what a depth of shame Adam had fallen. And, Where is Abel thy brother?—namely, that he whom you ought always to have borne in your arms, and always to have kept company with him, has been cast down upon the earth by you; for He shows from what follows that He inquired not out of ignorance, but convicting him in saying: Cursed is the earth in thy works, and cursed art thou from the earth, which hath opened its mouth to receive thy brother's blood from thy hand; for behold, He says, his voice is unto Me. And, Where is Sarah thy wife?, He spoke not in ignorance; for how was He ignorant Who knew her laughing inside the house? Not in ignorance, then, did He inquire, but in order to present it to her daughters who profess godliness to learn her conduct, whenever they endeavour to minister to saints out of their own labours; for she, whilst engaged in so great a ministry, making with her own hands the unleavened cakes and the hearth-loaves, and having prepared so great a service together with her own household servants, did not look upon the face of those being ministered to, leaving behind for our generations a pattern of modest chastity. And these things will suffice for a demonstration against the gainsayings of vain men.
Notes, col. 213

On the reading

Printed ἀγνοοῦντας, for ἀγνοοῦντος.