Migne Reading Room

PG 42 · cols. 45–56 · Read from the page

Panarium Adversus Octoginta Haereses: Liber II, Tomus II (Anacephalaeosis et Haereses LXV–LXIX)

Panarium Adversus Octoginta Haereses: Liber II, Tomus II (Anacephalaeosis et Haereses LXV–LXIX)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 42:45Read from the page
μηδὲ βάσιν, ὡς καὶ ἡ σκιὰ τοῦ σκότους, καὶ τοῦ ὄφεως τὸ σφαλερὸν τῆς ἐπιβάσεως, καὶ ἀνέρειστον τῆς τῶν ποδῶν στερήσεως.
nor foundation, just like the shadow of darkness, and the slippery gait of the serpent, which lacks support owing to its deprivation of feet.
ΙΑʹ. Ἐντεῦθεν ὁ Μάνης ἀποδράσας, βουλομένων τῶν δήμων αὐτὸν λιθοβολῆσαι, εἰ μὴ ὅτι παρῆλθεν εἰς μέσον Μάρκελλος, καὶ τῷ αἰδεσίμῳ αὐτοῦ προσώπῳ κατεδυσώπησε τοὺς δήμους, ἐπεὶ ἂν ὁ τάλας νεκρὸς μένων πάλαι ἐτεθνήκει· ἀναχωρήσας δὲ ἔρχεται εἰς κώμην τινὰ τῆς Καρχάρων εἰς Διοδωρίδα καλουμένην, ἐν ᾗ Τρύφων τις ἐπιεικέστατος κατ' ἐκεῖνο καιροῦ ἐτύγχανε τῶν αὐτόθι πρεσβύτερος. Παρ' ᾧ ὁ Μάνης γενόμενος, πάλιν ἐκύκα καυχώμενος, καταλαβὼν τὸν ἄνδρα ἀγαθὸν μὲν τἄλλα, καὶ θαυμαστὸν τῇ θεοσεβείᾳ, πενιχρὸν δὲ τῷ λόγῳ. Ἀλλὰ καὶ ἐν τούτοις, ὡς ὑπείληφεν, οὐκ ἴσχυσεν ἐπιτωθάζειν τῷ τοῦ Χριστοῦ δούλῳ. Ὁ Θεὸς γὰρ ἀεὶ τοῖς ἐπ' αὐτὸν ἐλπίζουσιν ἑτοιμάζει τὰς ἐκ Πνεύματος ἁγίου δωρεὰς ἐπιχορηγούμενος, ὡς καὶ ἐπηγγείλατο ἀψευδὴς ὢν, ὅτι Μὴ μεριμνήσητε τί εἴπητε. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρός μου, τὸ λαλοῦν ἐν ὑμῖν. Ἐντεῦθεν πάλιν βουληθέντος διαλέξασθαι πρὸς Τρύφωνα τὸν πρεσβύτερον, καὶ αὐτοῦ ἐν πολλοῖς ἀντειπόντος, γράψαντός τε τῷ Ἀρχελάῳ περὶ τῆς ὑποθέσεως ταύτης, ὅτι Ἀνήρ τις ἦλθεν ἐνταῦθα, οἷα δὴ λύκος βαρὺς, καὶ διολέσαι τὴν μάνδραν ἐπιχειρεῖ. Ἀλλὰ, παρακαλῶ, ἀπόστειλόν μοι τί ἂν πρὸς τοῦτον ποιήσωμαι, ἢ ποίοις λόγοις ἀντείπω τῇ αὐτῶν κακοδιδασκαλίᾳ. Καὶ εἰ μὲν αὐτὸς καταξιοῖς παραγενέσθαι, ἀμέριμνον ποιήσειας τὴν τοῦ Χριστοῦ μάνδραν, καὶ τὰ θρέμματα αὐτοῦ. Ὁ δὲ ἀπέστειλεν αὐτῷ δύο λόγους ἐν προχείρῳ καταλαβέσθαι τῷ Μάνῃ· ἐκδέξασθαι δὲ τὴν αὐτοῦ παρουσίαν αὐτῷ ἐσήμανεν. Ὁ Μάνης δὲ ἐν τῇ μέσῃ κώμῃ προῆλθεν ὀρθριαίτερον, προσκαλούμενος ἐν τῷ συνάρξασθαι, προκαλεῖσθαι τὸν Τρύφωνα εἰς λόγους ἥκειν. Καὶ τοῦ Τρύφωνος ἰνδαλλομένου, ἀποκριθέντος δὲ αὐτοῦ πρὸς ἔπος ὧν ᾔτησε κατὰ τὴν ἐκ Θεοῦ δοθεῖσαν αὐτῷ σύνεσιν, καὶ στροβήσαντος τὸν ἀπατεῶνα ἠρέμα πῶς ἐν ᾧ ἑαυτῷ ἐνεδοίαζεν, ἀνακύπτει ὁ Ἀρχέλαος ὥσπερ ἰσχυρὸς οἰκοδεσπότης τῶν ἰδίων ἐπιμελούμενος, καὶ μετὰ παῤῥησίας ἐπελθὼν τῷ συλᾷν ἐπιχειροῦντι ἐνεβριμεῖτο. Εὐθὺς δὲ ὡς εἶδεν ὁ Μάνης τὸν Ἀρχέλαον, ὑποκριτικῶς καθ' ὑπόκρισιν ἔφη· Ἔα με πρὸς Τρύφωνα διαλέγεσθαι· ὑπερβαίνει γάρ με τὸ σὸν ἀξίωμα διὰ τὸν ἐπίσκοπον. Ὁ δὲ, καὶ μετὰ ἐλέγχους τοῦ λόγου μείζονα αὐτὸν ὑποκριτὴν ἀποδείξας, ἀπεφίμωσε. Τῶν δὲ ὑπ' ἐκείνου προτεθέντων λόγων τὰς ἐπιλύσεις ποιησάμενος, αὖθις εἰς αἰσχύνην αὐτὸν κατέστησε, μηκέτι δυνάμενον διαίρειν στόμα. Οἱ δὲ λαοὶ, ζῆλον πάλιν ἀνειληφότες, ἐπειρῶντο τὸν ἀλιτήριον διαχειρίσασθαι. Ὁ δὲ ἀποδρὰς τοὺς δήμους, καὶ εἰς τὸν προειρημένον κάστελλον Ἀραβίωνος πάλιν ἀφῖκται.
Chapter XI. Escaping from there, Manes—since the crowds wished to stone him, save that Marcellus stepped into their midst and by his venerable countenance shamed the crowds, else the wretch would long since have died and lain a corpse—withdrew and came to a certain village of Carchara called Diodoris, in which one Tryphon, a most gentle man, happened at that season to be presbyter of the people there. Coming to stay with him, Manes again began stirring up trouble with his boasting, finding the man good in other respects and admirable in godliness, yet poor in speech. Yet even in these circumstances, contrary to what he supposed, he did not prevail in jeering at the servant of Christ. For God ever prepares for those who hope in Him the gifts of the Holy Spirit, supplying them richly, even as He who cannot lie promised: Be not anxious what you shall say; for it is not you who speak, but the Spirit of My Father who speaks in you (Matt. 10:19-20). When thereafter he again wished to dispute with Tryphon the presbyter, and the latter contradicted him on many points and wrote to Archelaus concerning this matter, saying: A certain man has come here like a grievous wolf and attempts to destroy the fold; I beg you, therefore, send word to me what I should do against this man, or with what arguments I may refute their evil teaching; and if you yourself deign to come, you would free Christ's fold and His flock from anxiety—Archelaus dispatched to him two treatises so that he might readily grasp how to deal with Manes, and signified to him that he should await his own arrival. Meanwhile Manes came forth very early in the morning into the middle of the village, issuing a summons as he began, challenging Tryphon to come to a debate. And while Tryphon came forward, answering word for word what he asked according to the understanding granted him by God, and quietly unsettling the impostor in what he doubted within himself, Archelaus suddenly appeared like a strong householder caring for his own, and advancing boldly against him who was attempting to plunder, sternly rebuked him. Immediately when Manes saw Archelaus, he said hypocritically in feigned deference: Let me dispute with Tryphon; for your rank surpasses me on account of the episcopate. But Archelaus, even after the refutations of his discourse, exposed him as an even greater hypocrite and silenced him. And furnishing the solutions to the arguments propounded by that man, he put him once more to shame, so that he was no longer able to open his mouth. And the people, seized once again with zeal, attempted to lay hands upon the miscreant; but escaping the crowds, he arrived back again at the aforesaid fortress of Arabion.
PG 42:48Read from the page
ΙΒʹ. Ἐκεῖθεν δὲ ὁ τῶν Περσῶν βασιλεὺς, γνοὺς τὴν τοῦ Μάνη καταφυγὴν, ἀποστείλας, καὶ χειρωσάμενος αὐτὸν ἐν τῷ προειρημένῳ καστέλλῳ, εἰς τὴν Περσίδα ἀτίμως καθείλκυσε· καὶ τὸ δέρμα αὐτοῦ καλάμῳ κελεύσας ἐκδαρῆναι, οὕτω τὴν τιμωρίαν αὐτῷ ἀπέδωκεν. Ὅθεν καὶ ἐκδαρέντα καλάμῳ, καὶ τὸν ἀσκὸν αὐτοῦ ἐμπλησθέντα ἀχύρων ἔτι καὶ δεῦρο ἐν Περσίδι ἔχουσι. Καὶ οὕτω τὸν βίον κατέστρεψε. Διὸ αὐτοὶ οἱ Μανιχαῖοι ἐπὶ καλάμοις τὰς κοίτας αὐτῶν ποιοῦνται. Οὕτω δὲ αὐτοῦ ἀποθανόντος, καὶ καταλείψαντος τοὺς ἑαυτοῦ μαθητὰς, οὓς εἴπομεν, Ἀδδᾶν, καὶ Θωμᾶν, καὶ Ἑρμείαν, πρὶν ἢ αὐτὸν τὴν δίκην ἀπολαβεῖν κατὰ τὸν δεδηλωμένον τρόπον, ἦσαν ἀποσταλέντες ὑπ' αὐτοῦ, ὁ μὲν Ἑρμείας εἰς τὴν Αἴγυπτον, ᾧ καὶ συνέτυχον πολλοί· οὐκ ἔστι γὰρ ἀρχαΐζουσα ἡ αἵρεσις, καὶ οἱ συντετυχηκότες τῷ προειρημένῳ Ἑρμείᾳ, μαθητῇ ὄντι τοῦ Μάνη, ἡμῖν τὰ κατ' αὐτὸν διηγήσαντο· Ἀδδᾶς δὲ ἐπὶ τὰ ἀνωτερικὰ μέρη· Θωμᾶς δὲ ἐπὶ τὴν Ἰουδαίαν. Ἐξ ὧν ἐκρατύνθη τὸ δόγμα εἰσέτι δεῦρο. Ἔλεγε δὲ ἑαυτὸν ο Μάνης εἶναι τὸ Πνεῦμα τὸ παράκλητον· καὶ ποτὲ μὲν ἀπόστολον φάσκει ἑαυτὸν Χριστοῦ, ποτὲ δὲ Πνεῦμα παράκλητον. Καὶ πολλὴ τῆς τυφλώσεως τούτου κακόδοξος ἀλλοιοτροπία.
Chapter XII. From there the king of the Persians, learning of the flight of Manes, dispatched men, seized him in the aforesaid fortress, and dragged him off in disgrace to Persia; and ordering his skin to be flayed off with a reed, he thus meted out punishment upon him. Hence even to this day in Persia they keep him flayed with a reed, with his skin-bag stuffed full of chaff. And in such wise did he end his life; wherefore the Manichaeans themselves make their beds upon reeds. When he had thus died and left behind his disciples whom we mentioned—Addas, Thomas, and Hermeias—before he received his punishment in the manner described, they had been sent forth by him: Hermeias to Egypt, whom many also met (for the heresy is not of ancient date, and those who had met the aforesaid Hermeias, a disciple of Manes, related to us the matters concerning him); Addas to the upper regions; and Thomas to Judaea. From these men the sect gained strength right down to the present day. Moreover, Manes claimed that he himself was the Paraclete Spirit; and at one time he asserts himself to be an apostle of Christ, while at another time the Paraclete Spirit. And great is the heterodox mutability of this man's blindness.
ΙΓʹ. Ἐντεῦθεν λοιπὸν, ἀγαπητοὶ, χρεία ἡμῖν γίνεται εἰς τὴν αἵρεσιν εἰπεῖν, καὶ εἰς τὴν αὐτῆς ματαιοφροσύνην· τὰ γὰρ παρελθόντα πάντα κατὰ ἱστορίαν ὑφηγησάμην· ὅθεν δὴ ἄρχεται διδάσκειν τε καὶ γράφειν καὶ λέγειν ὁ χαλεπώτατος Μάνης ἐν τῷ Περὶ πίστεως αὐτοῦ λόγῳ. Βίβλους γὰρ οὗτος διαφόρους ἐξέθετο· μίαν μὲν ἰσάριθμον εἰκοσιδύο στοιχείων τῶν κατὰ τὴν τῶν Σύρων στοιχείωσιν δι' ἀλφαβήτων συγκειμένην· χρῶνται γὰρ οἱ πλεῖστοι τῶν Περσῶν μετὰ Περσικὰ στοιχεῖα καὶ τῷ Σύρῳ γράμματι, ὥσπερ παρ' ἡμῖν πολλὰ ἔθνη τοῖς Ἑλληνικοῖς κέχρηνται, καίτοι γε ὄντων σχεδὸν κατὰ ἔθνος ἰδίων γραμμάτων. Ἄλλοι δὲ δῆθεν τὴν βαθυτάτην τῶν Σύρων διάλεκτον σεμνύνονται, τήν τε [τὴν] κατὰ τὴν Παλμύραν διάλεκτον, αὐτήν τε καὶ τὰ αὐτῶν στοιχεῖα· εἰκοσιδύο δὲ ταῦτα ὑπάρχει. Διόπερ καὶ ἡ αὐτὴ βίβλος εἰκοσιδύο τμήματα λόγων τέτμηται· ταύτῃ δὲ ἐπιτίθησιν ὄνομα Μανιχαίου μυστήρια· ἑτέρᾳ δὲ Θησαυρός. Καὶ ἄλλας δὴ βίβλους καττύσας φαντάζεται, τὸν Μικρὸν δὴ θησαυρὸν οὕτω καλούμενον, ἄλλην δὲ τὴν Περὶ ἀστρολογίας. Οὐ γὰρ ἀποδέουσι τῆς τοιαύτης περιεργίας· ἀλλὰ μᾶλλον αὐτοῖς ἐν προχείρῳ καυχήματος πρόκειται ἀστρονομία· καὶ φυλακτήρια, φημὶ δὲ τὰ περίαπτα, καὶ ἄλλαι τινὲς ἐπῳδαὶ καὶ μαγγανεῖαι. Ἄρχεται γοῦν ἐν τῇ αὐτοῦ βίβλῳ λέγειν ὁ αὐτὸς Μάνης·
Chapter XIII. From this point onward, beloved, it becomes necessary for us to speak against the heresy and against its empty folly; for I have set forth by way of history all that has preceded, showing whence the most pestilent Manes begins to teach, write, and speak in his discourse On Faith. For this man published sundry books: one composed acrostically out of alphabets equal in number to the twenty-two letters of the Syriac alphabet—for most of the Persians, besides Persian characters, also use the Syriac script, just as among us many nations use the Greek letters, even though nearly every nation has letters of its own. Others, forsooth, pride themselves upon the most recondite dialect of the Syrians, namely the dialect of Palmyra, both the dialect itself and their letters; and these are twenty-two in number. Wherefore that same book is divided into twenty-two sections of discourses; and upon this one he bestows the title Mysteries of Manichaeus, and upon another, Treasure. And stitching together still other books, he makes a show with the one called Little Treasure, and another On Astrology. For they do not shrink from such meddlesome curiosity; rather, astronomy lies ready at hand for them as a matter for boasting, along with phylacteries—I mean amulets worn round the neck—and sundry other incantations and sorceries. At all events, in his book the same Manes begins to speak thus:
ΙΔʹ. Ἦν Θεὸς καὶ ὕλη, φῶς καὶ σκότος, ἀγαθὸν καὶ κακὸν, τοῖς πᾶσιν ἄκρως ἐναντία, ὡς κατὰ μηδὲν
Chapter XIV. There were God and matter, light and darkness, good and evil, utterly contrary in every respect, so that in nothing
PG 42:49Read from the page
ἐπικοινωνεῖν θάτερον θατέρῳ. Καὶ οὗτος μέν ἐστιν ὁ πρόλογος τοῦ ἀγύρτου. Ἐντεῦθεν ἄρχεται τῆς αὐτοῦ κακομηχανίας. Καὶ ἡ μὲν βίβλος ἐν πλάτει κεῖται, τοιαῦτά τινα φαῦλα ἄττα περιέχουσα, ὧν τὴν δυσκολίαν, καὶ τὴν ἐναντιότητα τῶν λόγων καὶ ἀπ' αὐτῆς τῆς ἀρχῆς τοῦ σκοποῦ ἔτι περιληπτέον. Εἰ γὰρ καὶ πολλὴ ἡ λοιπὴ φλυαρία, καὶ μυθώδης ὑπόθεσις, ἐκ τῆς εἰσαγωγῆς τὸ πᾶν δειχθήσεται τῆς αὐτοῦ πονηρίας. Τὸ γὰρ, Ἦν Θεὸς καὶ ὕλη, οὐδὲν ἀποδέον τῆς τῶν Ἑλλήνων ματαίας ὑπονοίας ὑφηγήσατο. Εὐάλωτον δὲ, καὶ ῥᾴδιον, καὶ εὐκατάλυτον τῆς συκοφαντίας τοῦτο τὸ κενοφρόνημα. Δύο γὰρ ἐπιτοαυτὸ [εἶναι] σύγχρονά τε καὶ ἀΐδια ἐξ εὐλόγων λογισμῶν καὶ συνετῆς εὐνοίας ἀδύνατον εἶναι παρὰ τῷ κρίνειν εὐλόγως γινώσκοντι. Καὶ γνωστέον τοῦτο ἔσται παντὶ τῷ σύνεσιν κεκτημένῳ. Εἰ γὰρ τὰ δύο σύγχρονα, οὐδὲ κἂν τῷ ὀνόματι διήλλακται. Πᾶν γὰρ τὸ σύγχρονον καὶ συναΐδιον. Τὸ δὲ συναΐδιον καὶ ἀεὶ ὑπάρχον, τοῦτο Θεὸς, μάλιστα ἀπό τινος αἰτίου ἀρχὴν μὴ εἰληφός. Οὐδὲν γὰρ ἀΐδιον ἢ μόνον Θεός. Διαφόροις γὰρ ὀνόμασι ταύτας τὰς ἀρχὰς ἐξέθου, ὦ βάρβαρε τὴν φρένα, καὶ πολέμιε τῆς ἀνθρωπείας φύσεως. Τὸ μὲν ἐξέθου φῶς, τὸ δὲ σκότος, τὸ δ' αὖ ἀγαθὸν, καὶ τὸ ἕτερον κακόν. Φάσκεις δὲ, ὅτι τοῖς πᾶσιν ἄκρως ἐστὶ ταῦτα ἐναντία, ὡς κατὰ μηδὲν ἐπικοινωνεῖν θάτερον θατέρῳ. Οὐκοῦν χωρίζεις ταῦτα ἀπ' ἀλλήλων. Δῆλον γὰρ, ὅτι ἐναντία, ὡς ἔφης. Εἰ δὲ συνόντα πέφυκε, φίλα καὶ σύμφωνα, καὶ ἀλλήλοις συνόντα εὑρεθήσεται, συνδιατρίβοντά τε καὶ συγκοινωνοῦντα, καὶ μηδ' ὅλως ἀπ' ἀλλήλων ἀπαλλαττόμενα δι' ὑπερβολὴν φιλίας. Εἰ δὲ χωρὶς ἀλλήλων ἐστὶ, πάντως ἕκαστον τούτων πεπέρασται. Πᾶν δὲ τὸ πεπερασμένον, οὐ τέλειον. Ὁρίζεται γὰρ δι' αὐτοῦ πεπεράσθαι. Ἄλλως δὲ καὶ ζητηθήσεται ὅριον εἰς διαπερασμὸν ἀμφοτέρων, ἵνα μὴ κατὰ τὰ τέρματα ἀλλήλοις ἐφαπτόμενα ἀμφότερα τὰ ἴδια διὰ τῶν τερμάτων ἀλλήλοις συνάπτηται, καὶ ἐπικοινωνήσειε θάτερον θατέρῳ, καὶ τὸν τῆς ἐναντιότητος ἀφανίσῃ ὅρον.
hold communion with one another. Such, then, is the prologue of the mountebank; from this point he embarks upon his evil contrivance. And the book lies spread out at length, containing sundry base notions of this sort, the perplexity of which, as well as the self-contradiction of its arguments, must be grasped right from the very outset of its aim. For although the remaining nonsense and mythical hypothesis are extensive, from the introduction the whole of his wickedness will be exposed. For his statement, There were God and matter, sets forth nothing short of the vain supposition of the Greeks. Yet this empty conceit of his sophistry is easily caught, simple to grasp, and readily demolished. For that two principles should exist together as coeval and eternal is, by sound reasoning and intelligent good sense, impossible in the judgement of anyone who knows how to judge soundly. And this will be evident to everyone possessed of understanding: for if the two are coeval, they do not differ even in name. For whatever is coeval is also coeternal; and what is coeternal and ever-existent—that is God, above all since it has not received a beginning from any cause; for nothing is eternal save God alone. Yet under diverse names have you set forth these principles, O man barbarous in mind and enemy of human nature: the one you set forth as light, and the other as darkness; the one again as good, and the other as evil. And you assert that in every respect these are utterly contrary, so that the one has communion with the other in nothing. Therefore you separate these from one another—for plainly they are contrary, as you said. Now if by nature they exist together, they will be found friendly and harmonious and dwelling together with one another, consorting and sharing in fellowship, and not at all parted from one another owing to an excess of friendship. If, on the other hand, they exist apart from one another, then assuredly each of them is bounded. Now everything that is bounded is imperfect; for it is defined by the fact of having been bounded. Otherwise, too, a boundary will be required for the demarcation of both, lest touching one another at their extremities both should join their own properties to one another across their borders, and the one should hold communion with the other, and efface the boundary of their contrariety.
Καὶ εἰ δῴης τι διεῖργον ἀναμέσον τῶν ἀμφοτέρων, οὐκέτι τὸ διεῖργον ὅμοιον ἔσται τούτοις, ἀλλ' οὔθ' ἕτερον ἔσται τοῖς ἀμφοτέροις. Εἰ γὰρ ἀπὸ ἑνὸς μέρους ἀφομοιωθήσεται τὸ διεῖργον ἑνὶ τῶν δύο τῶν πρότερον εἰρημένων ἀϊδίων, ἀπὸ τοῦ ἀφομοιουμένου οὐκέτι ὀλλότριον εἴη τὸ διεῖργον, ἀλλὰ συναπτόμενον τῷ ἀφομοιουμένῳ, καὶ διὰ τοῦ ἐξισουμένου μέρους ἔσται ἡ συνάφεια, καὶ οὐκέτι τερματισθήσεται ἐν τῇ τῶν δύο φύσεων ἀπ' ἀλλήλων διαστάσει. Εἰ δὲ καὶ ἔστιν οὔτε ὅμοιον τῶν δύο, οὔτε μέτοχον ἀπὸ μέρους θατέρου, οὐκέτι δύο ἐστὶ τὰ ἀΐδια, καὶ ἀεὶ ὄντα· ἀλλὰ λοιπὸν ἔστι τρία, καὶ οὐκέτι δύο ἀρχαὶ, καὶ δύο ἀλλήλοις ἐναντία τὰ πρῶτα, ἀλλὰ τρίτον ἄλλο, καὶ ἐναντίον τῶν ἀμφοτέρων, καὶ ἀνόμοιον τοῖς ἀμφοτέροις, καὶ διεῖργον ἀναμέσον τοῖν δυοῖν, καὶ μὴ θατέρῳ ἐπικοινωνοῦν διὰ τὸ ἀλλόκοτον, καὶ οὔτε ἀμφοτέρων λαμβάνον τὴν ὁμοίωσιν. Καὶ λοιπὸν ἔσται οὐκέτι δύο,
And should you posit something dividing between the two, that which divides will no longer be like these, nor yet will it belong as one or the other to both. For if on one side that which divides be assimilated to one of the two previously mentioned eternal principles, that which divides would no longer be alien from that to which it is assimilated, but conjoined with that to which it is assimilated; and through the equalized side there will arise a conjunction, and it will no longer be bounded in the separation of the two natures from one another. Whereas if it is neither like the two nor a partaker of a portion of either, the eternal and ever-existent entities are no longer two, but henceforth they are three: no longer two principles and two primaries contrary to one another, but a third distinct thing, contrary to both and unlike both, dividing between the pair, neither holding communion with either because of its strangeness nor taking on the likeness of both. And henceforth there will no longer be two,
PG 42:52Read from the page
ἀλλὰ τρία ταῦτα. Ἄλλως δὲ καὶ ζητηθήσεται ἄλλος ὁ μεσιτεύσας, καὶ τὸν ὅρον τοῦτον ἐμβαλὼν τέταρτος. Οὐ γὰρ ἠδύναντο οἱ δύο ἐκθέσθαι τὸν ὅρον ἢ τὸ τεῖχος, εἰ μὴ ἕτερος εἴη ὁ ὁροθέτης, ὁ τὸ διεῖργον ἀναμέσον τῶν ἀμφοτέρων ἐμβαλών. Ἀλλὰ καὶ εἰδήμων τὴν ἐπιστήμην, καὶ συνετὸς τὸν τρόπον,, καὶ ἐπιεικὴς, καὶ ἐνδοξότερος· ὥστε δύνασθαι πεῖσαι ἀμφοτέρους εἰς συμβιβασμὸν εἰρήνης. Ἔσται οὖν εἷς ὁ ὁροθετῶν, καὶ ἓν τὸ διεῖργον, καὶ δύο τὰ τερματιζόμενα, καὶ οὐκέτι δύο ἀρχαὶ μόνον, ἀλλὰ καὶ τρεῖς, καὶ τέσσαρες. Καὶ κατὰ τοῦτον τὸν τρόπον ἐπὶ πολλὰς ἀρχὰς τὴν διάνοιαν τρέπειν ἔνεστι, καὶ ἐᾷν τὰ ὄντα, καὶ φαντάζεσθαι τὰ μὴ ὄντα.
but these three. Otherwise, too, there will be sought still another who mediated and set this boundary in place as a fourth. For the two could not have set up the boundary or the wall unless there were a distinct boundary-setter who placed the dividing barrier between the two—and one skilled in knowledge, prudent in character, equitable, and more glorious, so as to be able to persuade both to come to terms of peace. There will thus be one who sets the boundary, one thing that divides, and two things that are bounded; and no longer two principles alone, but three, and four. And in this fashion one may turn one's mind towards many principles, forsaking the things that are and imagining the things that are not.
ΙΕʹ. Ἐν δὲ τῷ ζητεῖν τὸν ἀλιτήριον κακίαν δῆθεν μὴ προσμίξαι Θεῷ· καὶ γὰρ καὶ ἄτοπόν ἐστι Θεῷ προσάψαι. Ὡμολόγηται γὰρ ἐν τῷ χαρακτῆρι τῆς ἐκκλησιαστικῆς διδασκαλίας ἀλλότριον παντάπασι τὸ θεῖον καὶ ἀμιγὲς κακίας ὑπάρχειν. Θεὸς γὰρ οὐδὲν κακὸν ἐποίησεν, ἀλλὰ πάντα καλὰ λίαν, ἀγαθὸς ὢν τὴν φύσιν, ἀκατάληπτος τὴν οὐσίαν, πάντα περιέχων, αὐτὸς δὲ ὑπ' οὐδενὸς περιεχόμενος. Οὔτε τοίνυν τὸ κακὸν ἦν ἀεὶ, οὔτε ἐκ Θεοῦ τὸ κακὸν γεγένηται. Μήτε οὖν ὄντος τοῦ κακοῦ, μήτε ὄντος ἀεὶ, μήτε ἐκ θεοῦ γεγενημένου, λοιπὸν ζητεῖν ἔστι ποῖον τρόπον τὸ μὴ ὂν ἀεὶ, ἀρχὴν δὲ ἐσχηκὸς τοῦ εἶναι, λῆγον δὲ καὶ ἀπολλύμενον, καὶ εἰς τέλος μὴ παραμένον, πόθεν ἔσχε τὴν ἀρχήν. Καὶ ὅταν τοῦτο ζητήσωμεν, πρῶτον διανοητέον ἐστὶν, ὁποῖόν ἐστι τὸ κακὸν, καὶ ἐν ποίῳ γίνεται τὸ κακὸν, καὶ εἰ ἔστι ἐμπερίγραπτόν τι, ἢ σῶμα, ὡς εἰπεῖν, ἢ ὑπόστασιν ἔχει, ἢ καὶ ῥίζαν δύναται κεκτῆσθαι. Καὶ ὅταν ταῦτα ἐν ἑαυτοῖς διασκοπήσωμεν, ἀνυπόστατον εὑρεθήσεται τὸ κακὸν, καὶ μηδεμίαν ῥίζαν ἔχον, ἀλλὰ ἕως ἔργων μόνον ἐστὶ πρακτικῆς ἀνθρωπίνης ἐνεργείας ἀποτελεστικόν. Ἐν τῷ γὰρ ποιεῖν ἡμᾶς τὸ κακόν ἐστιν· ἐν δὲ τῷ μὴ ποιεῖν οὐχ ὑπάρχει, τῆς ἐννοίας ἐφευρισκούσης τὸ τί ποτέ ἐστι τὸ πονηρὸν ἐργάσασθαι οὐκ ἀρέσκον Θεῷ, καὶ οὔτε δυνάμενον ἀντιλέγειν Θεῷ, οὐδὲ ἀντιμάχεσθαι πρὸς τὸ Θεῖον. Πᾶν γὰρ τὸ ὑπὸ ἀνθρώπων δυνάμενον ἐκκόπτεσθαι καὶ ἀναιρεῖσθαι, πολλῷ μᾶλλον πρὸς Θεὸν ἀντέχειν ἀδύνατον.
Chapter XV. Now when the miscreant seeks, forsooth, not to mingle evil with God—for indeed it is absurd to attach it to God, since in the stamp of the Church's teaching it is confessed that the divine is altogether alien to and unmixed with evil; for God made nothing evil, but all things very good (Gen. 1:31), being good by nature, incomprehensible in essence, encompassing all things while Himself encompassed by none—neither, therefore, did evil always exist, nor has evil come into being from God. Since, then, evil neither has real being, nor always existed, nor has come into being from God, it remains to inquire in what manner that which did not always exist, but had a beginning of existence, and ceases and perishes and does not abide to the end, whence it got its beginning. And when we inquire into this, we must first reflect what sort of thing evil is, and wherein evil comes about, and whether it is something circumscribed, or a body, so to speak, or possesses substance, or is even capable of possessing a root. And when we examine these matters within ourselves, evil will be found to be unsubstantial and possessing no root whatever, extending no further than deeds as an effect brought about by practical human activity. For evil consists in our doing it, whereas in our not doing it, it does not exist—our thought devising what it means to work wickedness displeasing to God, which is able neither to gainsay God nor to fight against the Divine. For whatever can be cut off and abolished by human beings is far more incapable of holding out against God.
ΙϚʹ. Ἅμα δὲ καὶ περὶ διαβόλου οὕτως διαληπτέον, οὐκ ἀπὸ κτίσεως φυσικῶς κακοῦ ἐκτισμένου, ἀλλὰ ἑαυτῷ μετὰ χρόνον ποιεῖν κακὸν ἐφευραμένου, οὐκ ἀγνοουμένου δὲ ὁποῖος ἔμελλεν ἔσεσθαι, ἀλλὰ κτισθέντος μὲν ἅμα πᾶσι καλῶς διὰ τὴν ὑπερβολὴν τῆς δικαιοσύνης χρησιμώτατα, τῷ τὸν Θεὸν δι' ὑπερβολὴν ἀγαθότητος πάντας καὶ πάντα θελήσαντα εἶναι, καὶ τὰ αὐτοῦ ἀγαθὰ πᾶσι προθεμένου, κατὰ συγχώρησιν δὲ αὐτεξουσιότητος συγχωρεῖν τοῖς ἅπασιν ἰδίᾳ βουλήσει χρῆσθαι, ᾧ θελήσειαν ἐπιχειρήματι ἕκαστος· ἵνα αὐτὸς μὲν ἀναίτιος τῶν φαύλων εἴη, διάκρισις δὲ ἔσται τῶν εἰς ἀρετὴν προκοπτόντων, καὶ πά-
Chapter XVI. At the same time, concerning the devil also we must understand the matter thus: not that from creation he was created evil by nature, but that after a time he devised for himself the doing of evil—not that it was unknown what sort of being he was going to be, yet he was created nobly along with all things in a most serviceable way by reason of the superabundance of righteousness, inasmuch as God, out of His superabundance of goodness, willed that all beings and all things should exist, and having set forth His good things before all, by the permission of free will allowed everyone to use his own counsel in whatever enterprise each might wish, so that He Himself might be blameless of base deeds, while there will be a distinction for those advancing towards virtue and a-
PG 42:53Read from the page
λιν τῆς αὐτοῦ φιλανθρωπίας καὶ ἀγαθότητος τὰ βραβεῖα εἰσκομιζομένων. Ὁ δὲ μανιώδης οὗτος Μάνης, βουλόμενος κακίας ὑπεξαίρειν τὸν Θεὸν, μᾶλλον αὐτῷ κακίαν πρὸς ἴσον ἀντικατέστησεν. Ὁμοῦ δὲ κακίζων τὴν πᾶσαν κτίσιν οὐκ αἰσχύνεται, ἐκ τῶν ἐν ἡμῖν σφαλμάτων γιγνομένων τὰς προφάσεις ἀπεμπολήσας, καὶ εἰς τὴν πᾶσαν δημιουργίαν (τῶν) ἰσοῤῥόπων συνυφήνας, ὑπέρμαχος μᾶλλον γεγένηται καὶ ὑπερασπιστὴς, ἧς φάσκει ἀπαγορεύειν κακίας, καὶ ἀντὶ τοῦ πρὸς αὐτὴν μίσους φιλίαν τινὰ καὶ κοινωνίαν πρὸς αὐτὴν ἀσπαζόμενος, ὁπότε σύστασιν αὐτῇ δίδωσι, καὶ ἀϊδιάζουσαν αὐτὴν καταγγέλλει, σὺν Θεῷ δὲ ἀεὶ οὖσαν, καὶ μηδέποτε λήγουσαν τοῦ εἶναι. Ὀνόμασι δέ τισιν αὐτὴν ἀποκαλῶν διὰ πασῶν τῶν ὑποθέσεων, ἐκπεσὼν τῆς ἀληθείας φωραθήσεται, τῆς πάσης κτίσεως ἐκ Θεοῦ καλῶς ἐκτισμένης, ἐξ ὧν αὐτὸς παρατίθεται μαρτυριῶν.
gain carrying off the prizes of His loving-kindness and goodness. Yet this frenzied Manes, wishing to exempt God from evil, has rather set up evil over against Him on an equal footing. And at the same time he is not ashamed to traduce the whole creation: trafficking in pretexts drawn from the faults that occur among us and weaving them on equal terms into the entire workmanship of creation, he has rather become the champion and defender of the very evil that he claims to renounce, embracing a kind of friendship and fellowship towards it in place of hatred towards it, inasmuch as he grants it substance and proclaims it eternal, ever existing alongside God and never ceasing to be. Calling it by sundry names throughout all his hypotheses, he will be caught having fallen away from the truth, since the whole creation was nobly created by God, as proved by the very testimonies that he himself adduces.
ΙΖʹ. Καὶ πρῶτον μὲν, ὅτι ὕλην ταύτην κέκληκε, κατὰ δὲ τὸν αὐτὸν νοῦν λογίζεται ταύτην εἶναι φθοράν. Καὶ πρῶτον μὲν, εἰ ἔστι φθορὰ, τίνος ἄρα εἴη φθορά. Καὶ εἰ μὲν ἄλλων φθορὰ ὑπάρχει, αὕτη δὲ ἐμπαράμονός ἐστιν, ἄρα ἔκπαλαι ἔφθειρε τὰ ὄντα, καὶ μόνη αὕτη συνέστηκεν ἐν χρόνῳ τοσούτῳ τὸ τῆς αὐτῆς δυνάμεως ἐνεργητικὸν ἐργαζομένη, καὶ μὴ ἐκκοπτομένη. Εἰ δὲ ἑαυτῆς ἐστι φθορὰ, φθείρουσά τε καὶ δαμάζουσα, καὶ ἀναλίσκουσα, καὶ ἀπόλλουσα, ἀπολλυμένη ἐστὶ, καὶ οὐ σταθήσεται, ἑαυτῆς ἀναλωτική τις οὖσα καὶ φθαρτική. Πῶς οὖν ἔστηκε τοσοῦτον χρόνον ὑπάρχουσα κατὰ τὸν ἀγύρτου λόγον; Ἅμα δὲ οὐ συγκοινωνήσει ὅλως τῇ ζωῇ, οὐδὲ ἅμα ζωῆς εὑρεθήσεται, οὔτε ἀγαθότητος. Ὁπότε δὲ ἐν ἑκάστῳ τῶν ὑπ' αὐτοῦ κακιζομένων κτισμάτων καὶ ἀγαθότης ἔνεστι, διέπεσε πανταχόθεν ὁ περὶ κακίας αὐτοῦ λόγος, διὰ τὸ ἐπικοινωνεῖν θάτερον τῶν ὑπ' αὐτοῦ λεγομένων θατέρῳ, ὡς εἰπεῖν περὶ ὄφεων καὶ τῶν ἄλλων ἑρπετῶν ἰοβόλων. Ὅσα γάρ ἐστιν ἐπὶ τὸ χρήσιμον κατεσκευασμένα, παρ' αὐτῷ δὲ τῷ ὀνόματι κακιζόμενα, ἐν αὐτοῖς καὶ τὸ ἀντίθετον τῆς κακίας εὑρίσκεται, ὡς εἰπεῖν περὶ ὄφεως καὶ τῶν ἄλλων. Ἐξ ὧν γὰρ ἰὸς εἰς θάνατον ἐν ἑαυτοῖς, καὶ ἀντίδοτος πρὸς ἀντίδοτον θανάτου, καὶ κακώσεως κακιζομένων, καὶ ἡμέραν μὲν εἰς ἐργασίαν ἀνθρώποις, ὡς καὶ εἰς τὸ φωτίζεσθαί τε καὶ ὁρᾷν. Ἀλλὰ καὶ ἡ νὺξ ἡ παρ' αὐτῷ ὀνόματι κακιζομένη, ἀνάπαυσίς τις εὑρίσκεται ἐκ Θεοῦ ἀνθρώποις γεγονυῖα. Καὶ οὕτως τὸ καθ' ἓν ἀγαθὸν ὑπάρχον εὑρίσκεται, καὶ μὴ δυνάμενον ἀπὸ τῶν ἐν ἡμῖν ἁμαρτημάτων τὸ ὄνομα ἔχειν, ἢ τὸ ἴσον τοῦ κακοῦ τὴν ὁμωνυμίαν εὑρίσκον.
Chapter XVII. And first, because he has called this principle matter, and according to the same notion reckons it to be corruption: first of all, if it is corruption, of what, pray, would it be the corruption? If it is the corruption of other things while itself abiding permanently, then long ago it destroyed the things that are, and it alone has subsisted over so great a span of time, working the active efficacy of its own power without being cut off. If, on the other hand, it is the corruption of itself—corrupting, subduing, consuming, and destroying—then it is perishing and will not stand firm, being destructive and corruptive of itself. How then has it stood subsisting for so long a time according to the mountebank's account? Moreover, it will have no fellowship whatever with life, nor will it be found alongside life or goodness. Yet seeing that in each of the creatures traduced by him goodness also resides, his account concerning evil has collapsed on every side, because one of the principles spoken of by him holds communion with the other—as, for instance, in the case of serpents and the other venomous reptiles. For in all things fashioned for usefulness, though traduced by him in name, the opposite of evil is also found in them, as for instance in the serpent and the rest: for from the very creatures in which there is venom unto death, and among things traduced for injury, there comes also an antidote to counter death; and he gave day unto human beings for labour, as well as for receiving light and seeing, while night too, which by him is traduced in name, is found to have come into being from God as a rest for human beings. And thus each several thing is found to be good, unable either to take its name from the sins within us or to take on an equal footing the same designation as evil.
ΙΗʹ. Πάντα γὰρ καλὰ καὶ ἡδέα, καὶ οὐδὲν ἀπόβλητον, τῷ, Καὶ ἰδοὺ, φησὶ, πάντα καλὰ λίαν· καὶ οὐδαμοῦ κακίας ἐστὶ ῥίζα. Τούτου γὰρ χάριν καὶ ὁ Θεὸς, ἐξ ὑπαρχῆς κτίζων τὸν πάντα κόσμον τῇ αὐτοῦ
Chapter XVIII. For all things are good and pleasant, and nothing is to be rejected, by reason of the word: And behold, it says, all things were very good (Gen. 1:31); and nowhere is there a root of evil. For this cause God also, creating the whole world from the beginning by His
PG 42:56Read from the page
ἀγαθότητι, καθ' ἕκαστον τῶν κτισμάτων τὸ καλὸν ἐπέφερε, λέγων· Καὶ εἶδεν ὁ Θεὸς, ὅτι καλόν· ὅπως τῷ καλῷ μαρτυρήσῃ, καὶ ἀνέλοι τὴν τῶν ἐπιβούλων τῆς ἀνθρωπείας φύσεως δεινότητα, τῶν διὰ μύθων πονηρῶν ἐπινοησάντων ἀφανίσαι ἐκ τῶν ἀνθρώπων τὴν ἀλήθειαν. Ἐποίησε γὰρ τὸν οὐρανὸν, καὶ τὴν γῆν, καὶ τὸ φῶς, καὶ τὰ ἐν τῇ γῇ ἐν τῇ πρώτῃ ἡμέρᾳ. Καὶ εἶδε, καὶ ἰδοὺ καλὸν, φησὶν ἡ Γραφή. Ἄρα γὰρ οὐκ ᾔδει, ὅτι καλὸν ἤμελλεν ἐργάζεσθαι, ὅτι μετὰ τὸ γενέσθαι λέγει, Ἰδοὺ καλόν; Καὶ οὕτω καθεξῆς ἐπὶ τοῖς ὕδασιν, ἐπὶ τῆς θαλάσσης, ἐπὶ τῶν βλαστημάτων, ἐπὶ τῶν ξύλων, ἐπὶ τῶν φωστήρων ἐν οὐρανῷ, ἐπὶ τῶν κτηνῶν, ἐπὶ τῶν πτηνῶν, καὶ ἑρπετῶν, καὶ ἰχθύων. Καθ' ἕκαστον γὰρ ἔλεγε· Καὶ εἶδεν ὁ Θεὸς, καὶ ἰδοὺ καλόν. Οὐ τὸ πρότερον ἀγνοῶν, οὐδὲ μετὰ τὸ γενέσθαι, ὡς διαπείρας ἐσχηκὼς τοῦ εἰδέναι, ὅτι καλὸν, ἀλλὰ ἀπὸ τοῦ εἶναι πάντα καλὰ, καὶ οὐδαμοῦ εἶναι κακὸν προεθέσπιζε, διὰ τὴν τῶν κακοβούλων δόξαν, τῶν πάντων ἀγαθῶν ὄντων καὶ καλῶν μαρτυρουμένων, κατὰ τὴν τοῦ καλοῦ ἀληθεστάτην μαρτυρίαν τὸ καλὸν ἔλεγε, στέρησις ὂν παντὸς ἀγαθοῦ καὶ πάσης κακίας· καὶ ἵνα ἀπὸ τοῦ καλὸν εἶναι τὸ πᾶν, ἀναιρῆται ὁ περὶ κακίας ἀνθρώποις ἐπινενοημένος λόγας, ἵνα τὴν πᾶσαν ὑπόληψιν τὴν κακότροπον τῶν τὴν διδασκαλίαν παρεισφερόντων παντάπασιν ἀνέλοι
goodness, pronounced each several creature good, saying: And God saw that it was good (Gen. 1:10)—so that He might bear witness to the good, and abolish the cleverness of those who plot against human nature, who through wicked myths contrived to blot out the truth from among mankind. For He made the heaven, and the earth, and the light, and the things on the earth on the first day; And He saw, and behold, it was good, says Scripture. Did He, pray, not know that He was going to make a good work, seeing that after it came into being He says, Behold, it is good? And so in sequence over the waters, over the sea, over the shoots, over the trees, over the luminaries in heaven, over the cattle, over the birds, and reptiles, and fishes: over each one He said, And God saw, and behold, it was good (Gen. 1:12, 18, 21, 25). Not that He was previously ignorant, nor that after it came into being He acquired knowledge by experience that it was good; rather, because all things were good and evil existed nowhere, He foretold this on account of the opinion of ill-minded men: while all things were good and attested as noble, according to the truest testimony of the Good He pronounced the good—there being an exclusion of every evil from all good—and in order that, from the fact that the whole is good, the account devised by men concerning evil might be abolished, so that He might altogether destroy the whole perverse supposition of those who stealthily bring in that teaching
Εἶτα ἐλθὼν ἐπὶ τὸν ἄνθρωπον, οὐκ εἶπεν, ὅτι καλὸν, οὐχ ὅτι κακὸν ὁ ἄνθρωπος, τὸ ἐξοχώτατον παρὰ πάντα τὰ ἐπὶ τῆς γῆς ἐκτισμένα, τὸν ἐπὶ τῷ ἄρχειν ἐκ Θεοῦ ἐκτισμένον σοφίᾳ ἀῤῥήτῳ, ᾧ ἔμελλε παραδιδόναι Θεὸς εἰς δεσποτείαν τῶν ὑπ' αὐτοῦ πάντων ἐκτισμένων, ὥς φησι· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν· καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν ἑρπετῶν τῆς γῆς, καὶ κτηνῶν, καὶ θηρίων, καὶ πάντων τῶν ὄντων ἐπὶ τῆς γῆς. Ἀλλ' ἐπειδὴ κατ' εἰκόνα Θεοῦ ἐκτίσθη, ἠρκέσθη τὸ θεῖον γράμμα τῷ τοσούτῳ ἀξιώματι μὴ χρείαν ἔχειν προσθήκης ἔτι. Εἰ γὰρ αὐτῆς τῆς ἀγαθότητος εἶχε κεκτημένος τὴν εἰκόνα, φημὶ δὲ τοῦ Κυρίου Θεοῦ πάσης κτίσεως δημιουργοῦ καὶ ἀγαθοῦ, ἐξ οὗ πᾶσα πηγὴ ἀγαθοσύνης, ἐξ οὗ τὸ ἀγαθὸν ἐν πᾶσιν ὑπάρχει· πῶς ἔτι χρείαν εἶχε μαρτυρίας ἀκοῦσαι, ὅτι Ἰδοὺ καλὸν, ὁπότε τὴν εἰκόνα αὐτοῦ τοῦ καλοῦ εἶχε κεκτημένος; Ἐφ' ὕστερον δὲ ἐπὶ τέλει τῶν ὅλων, μετὰ τὸ ποιῆσαι πᾶσαν δημιουργίαν, ἐπισφραγισάμενος ὁ θεῖος λόγος, τοῖς πᾶσι τὴν αὐτὴν μαρτυρίαν προὔθετο φάσκων· Καὶ εἶδεν ὁ Θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν· μετὰ προσθήκης τοῦ λίαν εἰπὼν (αὕτη δὲ ἐτύγχανεν ἕκτη ἡμέρα καὶ ἑβδόμη καταπαύσεως)· ἵνα τὴν ῥίζαν τὴν περὶ τοῦ κακοῦ ἀνελὼν, μηκέτι εὕροι πρόφασίν τις τοῦτο τολμῆσαι, ἀϊδιάζουσαν τὴν κακίαν διανοεῖσθαι. Ἀνήρηται γὰρ ὁ αὐτὸς περὶ ταύτης λόγος. Οὐδαμοῦ γὰρ ἦν τὸ κακὸν, πάντων καλῶν ὄντων
Then, coming to man, He did not say that he was good—not because man is evil, he who is the most pre-eminent beyond all things created upon the earth, created by God with ineffable wisdom in order to rule, unto whom God was going to commit dominion over all things created by Him, as He says: Let Us make man according to Our image and according to Our likeness; and let them have dominion over the fishes of the sea, and the birds of the heaven, and the reptiles of the earth, and cattle, and wild beasts, and all things that are upon the earth (Gen. 1:26). Rather, since he was created according to the image of God, the divine Scripture was content with so great a dignity, having no need of any further addition. For if he possessed the image of Goodness itself—I mean of the Lord God, the good Creator of all creation, from Whom is every fountain of goodness, and from Whom the good exists in all things—how did he any longer need a testimony to hear, Behold, it is good, seeing that he already possessed the image of the Good Himself? Afterwards, however, at the completion of the whole, after making the entire creation, the divine word set its seal thereon and put forth the same testimony over all things, declaring: And God saw all things that He had made, and behold, they were very good (Gen. 1:31)—speaking with the addition of very (and this was the sixth day, before the seventh day of rest), so that by pulling up the root of the notion concerning evil, no one might any longer find a pretext to dare think of evil as eternal. For that same argument concerning it has been demolished; for evil existed nowhere, seeing that all things were good