ΚΒʹ. Τὰ δὲ ἄλλα εἰπεῖν τίς οὐκ ἐκγελάσειεν, ὡς τάχα τὰ τοῦ Φιλιστίωνος εἶναι ἀναγκαιότερα ἢ τὰ τῆς τούτου μιμολογίας; Ὠμοφόρον γὰρ μυθοποιῶν διδάσκει βαστάζοντα τὴν γῆν πᾶσαν, καὶ διὰ ἐτῶν, φησὶ, τριάκοντα κάμνοντος τοῦ ὤμου, μεταφέρειν εἰς τὸν ἕτερον ὦμον, τοὺς σεισμοὺς γίνεσθαι. Εἰ δὲ ἦν τοῦτο, κατὰ φύσιν ἦν τὸ πρᾶγμα, καὶ οὐκέτι ἦν θεσπέσιον. Ἐλέγχουσι δὲ τὸν γόητα οἱ τοῦ Σωτῆρος λόγοι, ὡς ἔφη· Γίνεσθε ἀγαθοὶ, ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος· ὅτι ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ δικαίους καὶ ἀδίκους, καὶ βρέχει αὐτοῦ τὸν ὑετὸν ἐπὶ πονηροὺς καὶ ἀγαθούς· καὶ τὸ, Ἔσονται σεισμοὶ κατὰ τόπον, καὶ λιμοὶ, καὶ λοιμοί. Εἰ δὲ ἐκ φύσεως, ἢ κατὰ συνήθειαν οἱ σεισμοὶ ἐγίγνοντο, πολλάκις οὖν, ὅτε σεισμοὶ κατὰ χώραν γίγνονται, συνέβη (δὲ) καὶ ἐπ' ἐνιαυτὸν ὁλοτελῆ καθ' ἑκάστην νύκτα πολλάκις σαλεύεσθαι τὴν γῆν. Ἆρά γ' οὖν τραυματωθέντων τῶν τοῦ ὠμοφόρου ὤμων, ἀφερεπόνως ἄγεται ἐνδελεχῆ ποιούμενος τὸν σάλον; Καὶ τίς ἀνέξεται τῆς τοιαύτης μωρολογίας; Τί δὲ ἄλλο πιθανὸν οὐκ ἐτόλμησεν εἰπεῖν; Φάσκει γὰρ ὁ τοιοῦτος, ὅτι, φησὶ, τὰς ἐν γνώσει τῆς αὐτοῦ πλάνης ψυχὰς γενημένας ἀναλαμβάνεσθαι εἰς τὴν σελήνην, φωτεινῆς οὐσίας τῆς ψυχῆς ὑπαρχούσης. Διὸ, φησὶ, πλήθει ἡ σελήνη, καὶ φθίνει πληρουμένη ἀπὸ τῶν ψυχῶν τῶν τελευτωσῶν ἐν γνώσει τῆς ἀπιστίας αὐτῆς. Εἶτα, φησὶ, ἀπογομοῦσθαι ἀπὸ τῆς σελήνης τοῦ μικροτέρου φησὶ σκάφους, εἰς τὸν ἥλιον δὲ παραλαμβάνειν, καὶ ἀποτίθεσθαι εἰς τὸν τῶν μακάρων αἰῶνα, φησίν. Ἀεὶ δὲ τυφλὴ τυγχάνουσα ἡ κακία, τὴν ἑαυτῆς αἰσχύνην ἀγνοεῖ, ὡς ἀπὸ τῶν λόγων αὐτῆς ἐλέγχεται, μὴ δυναμένη τελειῶσαι τῶν ψευσμάτων τὴν τελείωσιν.
Chapter XXII. As for stating the rest, who would not burst out laughing, since perhaps the farces of Philistion are more worthwhile than the buffoonery of this man? For in his myth-making he teaches of a Shoulder-bearer carrying the whole earth, and when after thirty years, says he, his shoulder grows weary, he shifts it onto the other shoulder, and earthquakes take place. Yet if this were so, the matter would be according to nature, and would no longer be divine. Moreover, the words of the Saviour refute the charlatan, as He said: Become good, as your heavenly Father; for He makes His sun rise upon the righteous and the unrighteous, and rains His rain upon the wicked and the good; and the saying: There shall be earthquakes from place to place, and famines, and pestilences. Now if earthquakes occurred by nature or according to custom—often indeed, when earthquakes occur across a region, it has (moreover) happened even for a whole year that every single night the earth is shaken many times—is he then driven on, incapable of bearing toil because the Shoulder-bearer's shoulders have been wounded, making the tossing continuous? And who will endure such foolish talk? And what other plausible thing did he not dare to say? For such a fellow asserts that, says he, the souls that have come to be in the knowledge of his error are taken up into the moon, since the substance of the soul is luminous. Wherefore, says he, the moon waxes and wanes as it is filled from the souls of those dying in the knowledge of its unbelief. Next, says he, they are unloaded from the moon, the smaller vessel, says he, and received into the sun, and laid away into the aeon of the blessed, says he. Yet wickedness, being ever blind, is ignorant of its own shame, seeing that it is refuted by its own words, unable to bring the completion of its falsehoods to completion.
ΚΓʹ. Πρῶτον μὲν γὰρ ὅτι εἷς ἄνθρωπος πέπλασται ὁ Ἀδὰμ, ἐξ οὗπερ γεγέννηνται υἱοί τε καὶ θυγατέρες· ἐν τῇ ἀρχῇ δὲ τῆς κοσμοποιίας περὶ τὸ ἕκαστον ἔτος τοῦ Ἀδὰμ, πλείω ἐλάσσω, ἀποκτείνεται Ἅβελ, ὡς ἐτῶν ὑπάρξας λʹ, πλείω ἐλάσσω. Μετὰ τοῦτον τὸν πρῶτον ἀποκτανθέντα τελευτᾷ ἐπὶ τῆς γῆς ὁ Ἀδὰμ ὁ πρωτόπλαστος δι' ἐτῶν ϡλʹ, τοῦ ἡλίου καὶ τῆς σελήνης καὶ τῶν ἄστρων ἀπὸ τετάρτης ἡμέρας ἐν οὐρανῷ πηχθέντων καὶ κτισθέντων. Τί οὖν εἴπωμεν, ὦ οὗτος; Ὁμολογήσομεν τὸν τῆς ἀνοίας σου ἔλεγχον; Πῶς γὰρ ἠδύνατο ἐννακόσια τριάκοντα ἔτη γενέσθαι ἄνευ τοῦ φθίνειν σελήνην καὶ πλήθειν; Ποίων τοίνυν ψυχῶν τελευτησασῶν ἐνεπίμπλατο ἡ σελήνη καὶ ἐπληροῦτο; λέγε. Ἀλλ' ἠγνόει Μανιχαῖος, ὅτι εἰσὶ συνετοὶ, οὐ λόγοις ψευδέσι πειθόμενοι, ἀλλὰ ἀληθεστάταις ἀποδείξεσιν. Εἶτα δὲ δῶμεν, ὅτι οὕτως
Chapter XXIII. First, indeed, because one man was formed, Adam, from whom sons and daughters were begotten; and in the beginning of the creation of the world, around each [hundredth] year of Adam, more or less, Abel is slain, being about 30 years old, more or less. After this first man who was slain, Adam the first-formed dies upon the earth after 930 years, the sun and the moon and the stars having been fixed and created in heaven from the fourth day. What then shall we say, O fellow? Shall we acknowledge the refutation of your folly? For how could nine hundred and thirty years pass without the moon waning and waxing? From what departed souls, then, was the moon filled up and made full? Tell me! Yet Manichaeus failed to know that there are intelligent men, persuaded not by false words, but by the truest demonstrations. Next, let us grant that thus