στρατὸν, ὡς εἰπεῖν, οὓς δὴ μαθητὰς ἐκάλει, τὸν ἀριθμὸν ἤδη περὶ δύο καὶ εἴκοσιν. Ἐξ ὧν τινας τρεῖς ἐκλεξάμενος, Θωμᾶν τινα οὕτω καλούμενον, καὶ Ἑρμείαν, καὶ Ἄδδαν, διενοήθη ἀκηκοὼς περὶ τῶν κατὰ τὴν Ἰουδαίαν καὶ ἐν ὅλῳ τῷ κόσμῳ ἱερῶν βιβλίων, φημὶ δὲ Χριστιανικῶν, νόμου τε καὶ προφητῶν, Εὐαγγελίων, καὶ ἀποστόλων. Δοὺς τοίνυν χρυσίον τοῖς προειρημένοις, ἐπὶ τὰ μέρη τῶν Ἱεροσολύμων ἀπέστειλε. Τοῦτο δὲ ἐποίησε πρινὴ καθειρχθῆναι ἐν τῇ φυλακῇ, ὅτε διαλεγόμενος πολλοῖς τὸ ἴδιον δόγμα οὐκ ἴσχυσε συστῆσαι. Ἀκηκοὼς δὲ περὶ ὀνόματος Χριστοῦ καὶ τῶν αὐτοῦ δούλων, Χριστιανῶν τέ φημι, διεγνώκει διὰ τοῦ ὀνόματος τῆς ὑποθέσεως Χριστοῦ ἀπατῆσαι τοὺς πεπλανημένους. Οἱ δὲ ἀπελθόντες ὠνήσαντο· οὐ γὰρ ἀνεβάλλοντο. Παλινδρομήσαντες δὲ, ὡς οὐ καταλαμβάνουσιν αὐτὸν οὐκέτι ἐν ἐλευθέρῳ ἀέρι, ἀλλὰ ἐν τῷ δεσμωτηρίῳ, κἀκεῖσε εἰσελθόντες, ἐπεδείκνυον αὐτῷ τὰς βίβλους. Ὁ δὲ, λαβὼν καὶ ἀνερευνήσας, ἐῤῥᾳδιούργησε, προσπλέξας τῇ ἀληθείᾳ τὸ ἴδιον ψεῦδος, ἔνθα που εὗρε πρόσωπον λόγου ἢ κλῆσιν δυναμένην ἀποτελεῖν ὁμοίωμα τοῦ αὐτοῦ φρονήματος. Καὶ ἐντεῦθεν λοιπὸν ἐκράτυνε τὸ ἐπίπλαστον τοῦ αὐτοῦ κοσμήματος. Ἀλλὰ καὶ μεταξὺ ἄργυρον, προσλιπαρήσας τὸν ἐπὶ τοῦ δεσμωτηρίου, δίδωσι πολὺν, καὶ φυγὰς ἀπαλλάττεται, καταλείψας τὴν τῶν Περσῶν χώραν, καὶ τῇ Ῥωμανίᾳ προσέβαλε. Μέσον δὲ ἤδη τυγχάνων τῆς Μέσης τῶν ποταμῶν καὶ τῆς Περσίδος, περὶ τὰς ἐρημίας ἔτι ὑπάρχων, ἤκουσε περὶ μεγάλου τινὸς ἀνδρὸς ἐν θεοσεβείᾳ ἀκροτάτῃ διαπρέποντος, Μαρκέλλου τοὔνομα, κατοικοῦντος ἐν Κασχάρῃ πόλει τῆς Μεσοποταμίας, ὃς ἦν ἀνὴρ κατὰ πάντα Χριστιανὸς, καὶ ἔργοις δικαιοσύνης θαυμασιώτατος, χήραις μὲν ἐπαρκῶν καὶ πένησιν, ὀρφανοῖς δὲ καὶ τοῖς ἐνδεομένοις· διανοεῖται προσπλέξαι πρὸς τὸν ἄνδρα, ἵν', ὑποχείριον τοῦτον κτησάμενος, δυνηθείη δι' αὐτοῦ κατάρξαι οὐ μόνον τῆς Μεσοποταμίας, ἀλλὰ καὶ τοῦ κλίματος παντὸς τοῦ πρὸς τὴν Συρίαν τε καὶ Ῥωμανίαν. Γράφει δὲ αὐτῷ ἐπιστολὴν οὕτω διὰ Τύρβωνός τινος τῶν αὐτοῦ μαθητῶν ἀπὸ τοῦ πέρατος τοῦ Στράγγα ποταμοῦ, ἀπὸ καστέλλου Ἀραβίωνος οὕτω καλουμένου· ἥτις ἡ ἐπιστολὴ περιεῖχε τάδε. Καί μοι λαβὼν ἀνάγνωθι τὸ ἐπιτήδευμα τῆς τοῦ ἀπατεῶνος μοχθηρίας.
an army, so to speak, whom indeed he called disciples, already about two-and-twenty in number. Having chosen out of them a certain three—one called Thomas, and Hermeias, and Addas—having heard concerning the sacred books in Judaea and throughout the whole world, I mean the Christian books, both of the Law and the Prophets, the Gospels, and the Apostles, he formed a plan. Giving gold, therefore, to the aforesaid men, he sent them into the parts of Jerusalem. Now he did this before being shut up in the prison, when in disputing with many he was unable to establish his own dogma. Having heard concerning the name of Christ and His servants—I mean Christians—he had resolved to deceive the deluded through the name of the system of Christ. So they departed and bought them; for they made no delay. Returning, when they no longer found him in the free air, but in the prison, they entered in there too and showed him the books. And he, taking and searching through them, tampered with them unscrupulously, weaving his own falsehood onto the truth wherever he found a turn of phrase or an appellation capable of producing a semblance of his own mindset. And thenceforth from these he bolstered the fabrication of his own trappings. Meanwhile, having also importuned the keeper of the prison, he gave him much silver, and got away as a fugitive, leaving behind the land of the Persians, and made for the Roman Empire. Being now midway between Mesopotamia and Persia, while still in the desert regions, he heard of a certain great man pre-eminent in the highest godliness, Marcellus by name, dwelling in Caschara, a city of Mesopotamia, who was a man Christian in every respect and most admirable in works of righteousness, relieving widows and the poor, as well as orphans and the needy; so he planned to attach himself to the man, in order that, once he had got him under his hand, he might be able through him to gain sway not only over Mesopotamia, but also over all the region towards Syria and the Roman Empire. And he wrote to him a letter thus by the hand of a certain Turbo, one of his disciples, from the further bank of the river Strangas, from the fortress called Arabion; and this letter contained the following. Take and read for me the contrivance of the impostor's wickedness.
Ϛʹ. Μανιχαῖος ἀπόστολος Ἰησοῦ Χριστοῦ, καὶ οἱ σὺν ἐμοὶ πάντες ἅγιοι καὶ παρθένοι, Μαρκέλλῳ τέκνῳ ἀγαπητῷ χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ ἡ δεξιὰ τοῦ Φωτὸς διατηρήσοι σε ἀπὸ τοῦ ἐνεστῶτος αἰῶνος πονηροῦ, καὶ τῶν συμπτωμάτων αὐτοῦ, καὶ παγίδων τοῦ πονηροῦ. Ἀμήν.
VI. Manichaeus, apostle of Jesus Christ, and all the saints and virgins who are with me, to Marcellus, beloved child: grace, mercy, peace from God the Father and our Lord Jesus Christ; and may the right hand of the Light preserve you from the present evil age, and from its calamities, and from the snares of the evil one. Amen.