καὶ οὗτοι, ἐὰν θέλωσι περιποιήσασθαι, τὸ πρῶτον μὲν κολακείαις πολλαῖς, καὶ δαψιλείᾳ καὶ προσοχῇ, ὑποσχέσει τε ἅμα καὶ φοβερισμοῖς, ὅτι Τοῖς βασιλικοῖς προστάγμασι, καὶ τῷ τοῦ βασιλέως Οὐάλεντος θυμῷ ἐναντιοῦσθε, τοῖς μὴ βουλομένοις κατὰ τὴν αὐτῶν πίστιν φέρεσθαι. Καὶ τί φασι; τί γάρ ἐστιν ὃ λέγομεν; αὕτη ἐστὶν ἡ πίστις, μόνον δὲ ὅτι κενοδοξεῖτε. Ἴδωμεν οὖν, εἰ ἡ αὐτή ἐστι πίστις. Φασὶν οὖν· Ὁμολογοῦμεν τὸν γεγεννημένον Υἱὸν ἐκ Πατρὸς, καὶ οὐκ ἀρνούμεθα. Ἀλλὰ δεῖ ἡμᾶς, φασὶ, καὶ τὸ κτίσμα ὁμολογεῖν, καὶ τὸ ποίημα. Οὐδὲν δὲ ἠλιθιώτερον. Πᾶν γὰρ τὸ κτιζόμενον οὐχ ὅμοιον τυγχάνει τῷ γεγεννημένῳ, οὔτε τὸ γεννώμενον ὅμοιον τῷ κτιζομένῳ, μάλιστα πρὸς ἐκείνην τὴν μίαν ἀκραιφνῆ καὶ τελείαν οὐσίαν. Πάντα γὰρ ὑπὸ Θεοῦ ἔκτισται· μόνος δὲ ὁ Υἱὸς τοῦ Θεοῦ γεγέννηται, καὶ μόνον τὸ ἅγιον Πνεῦμα ἐκ Πατρὸς προῆλθε, καὶ ἐξ Υἱοῦ ἔλαβε. Τὰ δὲ ἄλλα πάντα κτιστὰ, καὶ οὔτε προελθόντα ἐκ Πατρὸς προῆλθεν, οὔτε τοῦ Υἱοῦ λαμβάνοντα, ἀλλὰ ἐκ τοῦ πληρώματος τοῦ Υἱοῦ, καθὼς γέγραπται· Τῷ γὰρ Λόγῳ τοῦ Θεοῦ τὰ πάντα ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. Ἀλλὰ, φασὶ, δεῖ ὁμολογεῖν καὶ τὸ κτίσμα· ἐπειδὴ εἶπεν ἡ Γραφή, τροπικώτερον λεγόμενον τὸ κτίσμα, καὶ τροπικῶς λεγόμενον τὸ γέννημα. Κἄν τε γὰρ εἴπωμεν γέννημα, οὐχ ὡς ἓν τῶν γεννημάτων ἐροῦμεν. Ἄρα οὖν ἐν ᾧ ἐροῦσι τὸ γέννημα, καὶ οὐχ ἀληθινὸν τὸ γέννημα, τοὺς ἀκεραιοτέρους ἀπατῶσι. Καὶ τὸ κτίσμα δὲ ὁμολογοῦμεν, φασίν. Ἐπειδὴ γὰρ καὶ θύρα κέκληται ὁ Χριστὸς, καὶ ὁδὸς, καὶ στύλος, καὶ νεφέλη, καὶ πέτρα, καὶ ἀρνίον, καὶ ἀμνὸς, καὶ χίμαρος, καὶ μόσχος, καὶ λέων, καὶ πηγὴ, καὶ σοφία, καὶ Λόγος, καὶ Υἱὸς, καὶ ἄγγελος, καὶ Χριστὸς, καὶ Σωτὴρ, καὶ Κύριος, καὶ ἄνθρωπος, καὶ Υἱὸς ἀνθρώπου, καὶ λίθος ἀκρογωνιαῖος, καὶ ἥλιος, καὶ προφήτης, καὶ ἄρτος, καὶ βασιλεὺς, καὶ οἰκοδόμος, καὶ γεωργὸς, καὶ ποιμήν, καὶ ἄμπελος, καὶ ὅσα τοιαῦτα. Οὕτω, φασὶ, καὶ τὸ κτίσμα λεγομεν, καταχρηστικῶς· δεῖ γὰρ ἡμᾶς ὁμολογεῖν.
so these men also, if they wish to win anyone over, address those who do not wish to be borne along in accordance with their faith first with many flatteries, and lavishness and attention, and at the same time with promise and threats, saying: You oppose the imperial edicts and the wrath of the Emperor Valens. And what do they say? For what is it that we say? This is the faith, save only that you are vainglorious. Let us see, therefore, whether it is the same faith. They say, therefore: We confess the Son begotten from the Father, and we do not deny Him. Yet we must, say they, confess also 'creature' and 'work'. Yet nothing is more foolish. For everything that is created happens to be unlike that which has been begotten, nor is that which is begotten like that which is created, especially with regard to that one pure and perfect essence. For all things have been created by God; whereas only the Son of God has been begotten, and only the Holy Spirit came forth from the Father and received from the Son. And all other things are created, and neither came forth as proceeding from the Father, nor receive from the Son, but from the fullness of the Son, even as it is written: For by the Word of God all things were established, and by the spirit of His mouth all their power. Yet, say they, we must confess 'creature' also; since Scripture spoke of 'creature' as said more tropologically, and 'offspring' as said tropologically. For even if we say 'offspring', we shall not say it as one of the offsprings. Accordingly, then, wherein they say 'offspring' and not 'true offspring', they deceive the more guileless. And we confess 'creature' also, say they. For since Christ has also been called door, and way, and pillar, and cloud, and rock, and lambkin, and lamb, and young goat, and calf, and lion, and spring, and wisdom, and Word, and Son, and angel, and Christ, and Saviour, and Lord, and man, and Son of man, and corner-stone, and sun, and prophet, and bread, and king, and builder, and husbandman, and shepherd, and vine, and all such things: so, say they, we also say 'creature' by catachresis; for we must confess it.
ΛΕʹ. Φεῦγε τῆς τοιαύτης κακῆς ὑπονοίας καὶ πανουργίας. Μὴ δώῃ Κύριός τινι τῶν τῆς ἀληθείας υἱῶν ὑπαχθῆναι τῇ τοιαύτῃ εἰρωνείᾳ, ἵνα διὰ τῶν τοιούτων ὑποθέσεων καὶ τὸ τοῦ κτίσματος ὄνομα εἰς τὸν Υἱὸν τοῦ Θεοῦ εἰσδεξάμενον πεισθῆναι, καὶ οὕτως ὁμολογεῖν· δότωσαν γὰρ ἡμῖν τούτου τὴν χρῆσιν, καὶ τὴν τῶν λογισμῶν ἀπόδοσιν. Πάντα γὰρ ἐκεῖνα καταχρηστικῶς εἴρηται, οὐδὲν εἰς τὴν θεότητα τοῦ Υἱοῦ ἐνσκήπτοντα, οὔτε ἐλλιπῆ ποιούμενα πρὸς τὸν Πατέρα τῆς αὐτοῦ οὐσιότητος. Κἄν τε θύρα λεχθείη, ἐπειδὴ δι' αὐτοῦ εἰσερχόμεθα· κἄν τε ὁδὸς, ἐπειδὴ δι' αὐτοῦ βαδίζομεν, κἄν τε στύλος, ἐπειδὴ αὐτός ἐστιν ἑδραίωμα τῆς ἀληθείας· κἄν τε νεφέλη, ἐπειδὴ ἐσκέπασε τοὺς υἱοὺς Ἰσραήλ· κἄν τε στύλος διὰ τὸ φωτεινὸν τοῦ πυρὸς, ὃ ἐφώτισεν ἐν τῇ ἐρήμῳ· κἄν τε μάννα, ἐπειδὴ ἠρνήσαντο αὐτὸν ἄρτον ἐπουράνιον· κἄν τε ἄρτος, ἐπειδὴ δι' αὐτοῦ ἰσχυροποιούμεθα· κἄν
Chapter XXXV. Flee from such evil suspicion and craftiness. May the Lord not grant to any of the sons of truth to be led away by such dissimulation, so that through such suppositions he should be persuaded, after admitting also the name of 'creature' with regard to the Son of God, and confess thus; for let them give us the usage of this term, and the rendering of their reasonings. For all those things have been spoken by catachresis, in no way assailing the Godhead of the Son, nor rendering Him deficient in His essentiality in relation to the Father. Whether He be called door, since through Him we enter; or way, since through Him we walk; or pillar, since He Himself is the bulwark of truth; or cloud, since He sheltered the sons of Israel; or pillar on account of the brightness of the fire that shone in the wilderness; or manna, since they denied Him Who is heavenly bread; or bread, since through Him we are strengthened; or