Migne Reading Room

PG 42 · cols. 236–245 · Read from the page

Panarium Adversus Octoginta Haereses: Liber II, Tomus II (Anacephalaeosis et Haereses LXV–LXIX)

Panarium Adversus Octoginta Haereses: Liber II, Tomus II (Anacephalaeosis et Haereses LXV–LXIX)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 42:236Read from the page
πάντα ὁ Θεὸς ἐν σοφίᾳ ἐπιτελεῖ. Μία δέ ἐστιν ἡ οὖσα σοφία τοῦ Πατρὸς, καὶ ἐνυπόστατος Θεὸς Λόγος. Αὐτὸ γὰρ τὸ ῥῆμα οὐ πάντως ἀναγκάζει με περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ λέγειν. Οὐ γὰρ ἐδήλωσεν, οὐδέ τις τῶν ἀποστόλων ἐμνημόνευσεν, ἀλλ' οὔτε τὸ Εὐαγγέλιον. Εἰ δὲ ἄρα περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦτο ἐλαμβάνετο, οὐκ ἔστι ταυτὸν τὸ ῥῆμα, οὔτε πρὸς εὐθεῖαν κρίσιν κείμενον. Ὅλη γὰρ ἡ βίβλος παροιμίαι εἰσί· πᾶν δὲ τὸ παροιμιαζόμενον οὐ ταυτόν ἐστι τῇ δυνάμει, ἀλλὰ ἄλλῃ μὲν ῥήσει διηγεῖται, ἄλλῃ δὲ δυνάμει ἀλληγορεῖται. Εἰ τοίνυν τοῦτο λέγει, καὶ τολμῶσί τινες ἐπὶ τὸν Υἱὸν τοῦ Θεοῦ τοῦτο φέρειν, μὴ γένοιτο! ἐπὶ τῇ θεότητι αὐτοῦ τοῦτο οὐ φέρεται τὸ ῥῆμα. Εἰ δὲ, δύναται ἐν τῇ ἐνσάρκῳ αὐτοῦ πληροῦσθαι παρουσίᾳ. Ἐπειδὴ γάρ· Αὐτὴ ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ τὸν οἶκον· καὶ εἰ ἄρα ἀπὸ προσώπου τῆς αὐτοῦ ἐνανθρωπήσεως εὐσεβῶς λεχθείη, ὡς ἡ ἔνσαρκος αὐτοῦ παρουσία περὶ τῆς αὐτοῦ θεότητος φάσκει, τὸ, Κύριος ἔκτισέ με, τουτέστιν, ᾠκοδόμησέ με ἐν γαστρὶ Μαρίας, ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Ἀρχὴν γὰρ ὁδῶν τῆς καθόδου Χριστοῦ εἰς τὸν κόσμον τὸ σῶμα ἐκ Μαρίας τὸ ληφθὲν ἐν τῷ ἔργῳ αὐτοῦ τῆς δικαιοσύνης καὶ σωτηρίας. Ἀλλὰ πάντως προπηδήσειεν ὁ τὴν καρδίαν βεβλαμμένος, καὶ τὴν δεινὴν ταύτην πληγὴν πεπληγμένος, περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ ἔχων τὴν ἔχθραν ἐν τῇ διανοίᾳ· ὅτι, φησὶν, εἶπεν· Ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ' ἡμέραν γινόμενα, μνημονεύσω τὰ ἐξ αἰῶνος [καὶ] ἀριθμῆσαι. Καὶ ὁρᾷς, ὅτι ἐξ αἰῶνος λέγει· ἡ δὲ ἔνσαρκος Θεοῦ παρουσία μετὰ ἑξήκοντα δύο γενεὰς κατὰ τὸν Ματθαῖον ἦλθε· πῶς οὖν δύναται τὰ ἐξ ἀρχῆς αἰῶνος τούτῳ λέγεσθαι;
all things God accomplishes in wisdom. Yet one is she Who is the real Wisdom of the Father, and the hypostatic God the Word. For the saying itself in no way compels me to speak of the Son of God. For he did not declare this, nor did any of the apostles make mention of it, nor yet did the Gospel. And if indeed this were taken of the Son of God, the saying is not identical, nor set down for straightforward judgement. For the whole book consists of proverbs; and everything uttered by way of proverb is not the same in force, but is set forth in one phrasing, yet allegorized in another sense. If, then, he says this, and certain men presume to refer this to the Son of God, far be it! this saying is not referred to His Godhead. If, however, so, it can be fulfilled in His incarnate coming. For since: Wisdom herself built herself the house; then perhaps it might piously be said from the person of His Incarnation, as His incarnate coming speaks concerning His Godhead, the saying, The Lord created me, that is, built me in the womb of Mary, as a beginning of His ways for His works. For as a beginning of the ways of Christ's descent into the world is the body from Mary that was taken in His work of righteousness and salvation. Yet some man harmed in heart, and struck with this dreadful wound, bearing enmity in his mind towards the Son of God, would surely leap forward: because, says he, she spoke: If I declare to you the things that happen day by day, I shall remember [and] reckon the things from of old. And you see that she says from of old; yet the incarnate coming of God came after sixty-two generations according to Matthew; how then can the things from the beginning of the age be spoken of this?
ΚΒʹ. Καὶ οὐκ οἴδασιν οἱ τὴν πᾶσαν ὁδὸν τῆς ἀληθείας πεπλανημένοι, ὅτι ἀεὶ ἡ θεία Γραφὴ πάντα ὅσα βούλεται διδάσκειν ἄρχεται διηγεῖσθαι, οὐκ εὐθὺς εἰς τὸ ἀρχαΐζον, καὶ, ὡς εἰπεῖν, εἰς τὸ κεφάλαιον ἐπιβάλλεται, ἀλλ' ἀπὸ τῶν ἐγγυτάτων ἄρχεται, ἵνα τὸ προὸν ἔσχατον σημαίνῃ. Διὰ τοῦτο γὰρ καὶ εἶπεν· Ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ' ἡμέραν γινόμενα, ἀπὸ τούτων δὲ, Μνημονεύω καὶ τὰ ἐξ αἰῶνος· ὡς καὶ τῷ Μωϋσεῖ ἐσήμανεν ὁ Θεὸς πρῶτον τὸ πῦρ καιόμενον, καὶ ἐν πυρὶ βάτου γέγονεν ἡ ὀπτασία τὸ ἔναγχος. Ἄγγελος δὲ αὐτῷ λελάληκεν εὐθέως· μετέπειτα δὲ Κύριος ἀπὸ τῆς βάτου. Ὁ δὲ πρὸς αὐτὸν εὐθὺς οὐ τὰ ὁρώμενα ζητεῖ, ἀλλὰ τὰ ἀπαρχῆς ἐρωτᾷ. Δεῦρο γὰρ, φησὶν, ἀποστείλω σε πρὸς τοὺς υἱοὺς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς, ὅτι Ὁ Θεὸς τῶν πατέρων ἡμῶν ἀπέσταλκέ με, ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακὼβ, πρὸ γενεῶν τοῦ Μωϋσέως πέντε ἢ ἓξ ὀνομάσας τοὺς περὶ Ἀβραάμ. Καὶ ἐπειδὴ εἶπε Θεὸν τῶν πατέρων, τὸ ἀρχαῖον ἀπεφήνατο. Ὁ δὲ Μωϋσῆς, συνέσει ἐκ Θεοῦ κεχαριτωμένος, ἠρώτα οὐ ταῦτα, ἀλλὰ καὶ τὸ ἔτι
22. And those who have gone astray from the whole path of the truth do not know that holy Scripture ever begins to set forth all things that it wishes to teach, and does not at once throw itself into what is ancient, and, so to speak, into the chief point, but begins from what lies nearest, so as to signify last what existed before. On this account, indeed, she also said: If I declare to you the things that happen day by day, and after these, I remember also the things from of old; just as to Moses as well God signified first the fire burning, and in a fire of a bush the vision took place just then. And an angel spoke to him straightway; and afterwards the Lord from the bush. Yet he does not at once seek from Him the things seen, but inquires after the things from the beginning. For, Come, says He, let Me send you unto the sons of Israel, and you shall say unto them, The God of our fathers has sent me, the God of Abraham, and the God of Isaac, and the God of Jacob, naming Abraham and his house five or six generations before Moses. And since He spoke of the God of the fathers, He declared what was ancient. Yet Moses, graced with understanding from God, asked not these things, but also what was still
PG 42:237Read from the page
ἀνώτατον, ὅτι Ἐὰν ἀπέλθω πρὸς αὐτοὺς, καὶ εἴπωσι πρὸς μέ· Τί αὐτῷ ὄνομα; τί ἐρῶ πρὸς αὐτούς; Ὁ δὲ λοιπὸν ἀποκαλύπτει· Ἐγώ εἰμι ὁ ὤν. Καὶ τὰ μὲν πρῶτα ἀπὸ τῶν ἐγγυτάτων ἤρξατο, εἰς ἔσχατον δὲ τὸ ἀνώτατον ἐδήλου. Ἀλλὰ καὶ ὁ Λουκᾶς ἄρχεται ἀπὸ τῶν κάτω καὶ ἐγγυτάτω, ὅτι Ἦν αὐτὸς ὁ Ἰησοῦς ἀρχόμενος ὡς ἐτῶν τριάκοντα, ὢν υἱὸς, ὡς ἐνομίζετο, τοῦ Ἰωσὴφ, τοῦ Ἠλὶ, τοῦ Ματθᾶν, τοῦ Νάθαν, τοῦ Δαβὶδ, τοῦ Ἰούδα, τοῦ Ἰακὼβ, τοῦ Ἀβραὰμ, τοῦ Ναχὼρ, τοῦ Νῶε, τοῦ Λάμεχ, τοῦ Ἐνὼχ, τοῦ Σὴθ, τοῦ Ἀδὰμ, τοῦ Θεοῦ. Καὶ ὁρᾷς, πῶς τὴν ἔνσαρκον παρουσίαν πρῶτον ἔδειξεν, ἔπειτα τὸ ἔσχατον. Διὸ καὶ Ματθαῖος κατὰ τὴν ἔνσαρκον γενεαλογίαν, βουλόμενος καταγαγεῖν τὴν Χριστοῦ παρουσίαν εἰς τὴν τῶν ἀνθρώπων διάνοιαν, οὐκ εὐθὺς εἶπεν, ὅτι Γένεσις Ἰησοῦ Χριστοῦ υἱοῦ Ἀβραὰμ, ἀλλὰ υἱοῦ Δαβὶδ πρῶτον, εἶτα υἱοῦ Ἀβραὰμ, ἵνα τὸ πρόσφατον ὁρώμενον, καὶ τὸ ἔγγιστα συγκροτούμενον, καὶ τὸ ἔτι ἀνώτερον ὑποδεικνύον, τὸ ἔτι ὑπὲρ πᾶσαν κτίσιν σημάνῃ ἀναφαίρετον.
highest, namely: If I go forth unto them, and they say unto me: What name has He? what shall I say unto them? And so He then unveils: I am He Who is. And at first He began from what lay nearest, yet at the end He declared what was highest. And Luke as well begins from the things below and nearest, namely: Jesus Himself, on beginning, was about thirty years old, being son, as was supposed, of Joseph, of Eli, of Matthan, of Nathan, of David, of Judah, of Jacob, of Abraham, of Nahor, of Noah, of Lamech, of Enoch, of Seth, of Adam, of God. And you see how he showed first the incarnate coming, then what was last. Wherefore Matthew also, in accordance with the incarnate genealogy, wishing to bring down Christ's coming into the thought of men, did not at once say, Book of generation of Jesus Christ, son of Abraham, but son of David first, then son of Abraham, so that what is recently seen, and what is put together nearest at hand, and what points to the still higher, might signify as inalienable what is still above all creation.
ΚΓʹ. Διὸ καὶ ὁ Ἰωάννης ἐλθὼν ὁ μακάριος, καὶ εὑρὼν τοὺς ἀνθρώπους ἠσχολημένους περὶ τὴν κάτω Χριστοῦ παρουσίαν, καὶ τῶν μὲν Ἐβιωναίων πλανηθέντων διὰ τὴν ἔνσαρκον Χριστοῦ γενεαλογίαν ἀπὸ Ἀβραὰμ καταγομένην, καὶ Λουκᾶ ἀναγομένην ἄχρι τοῦ Ἀδὰμ, εὑρὼν δὲ τοὺς Κηρινθιανοὺς καὶ Μηρινθιανοὺς ἐκ παρατριβῆς αὐτὸν λέγοντας εἶναι ψιλὸν ἄνθρωπον, καὶ τοὺς Ναζωραίους, καὶ ἄλλας πολλὰς αἱρέσεις, ὡς κατόπιν ἐλθὼν (τέταρτος γὰρ οὗτος εὐαγγελίζεται), ἄρχεται ἀνακαλεῖσθαι, ὡς εἰπεῖν, τοὺς πλανηθέντας, καὶ ἠσχολημένους περὶ τὴν κάτω Χριστοῦ παρουσίαν, καὶ λέγειν αὐτοῖς, ὡς κατόπιν βαίνων, καὶ ὁρῶν τινας εἰς τραχείας ὁδοὺς κεκλικότας, καὶ ἀφέντας τὴν εὐθεῖαν καὶ ἀληθινὴν, ὡς εἰπεῖν· Ποῖ φέρεσθε; ποῖ βαδίζετε; Οἱ τὴν τραχεῖαν ὁδὸν καὶ σκανδαλώδη, καὶ εἰς χάσμα φέρουσαν βαδίζοντες, ἀνακάμψατε. Οὐκ ἔστιν οὕτως· οὐκ ἔστιν ἀπὸ Μαρίας μόνον ὁ Θεὸς Λόγος, ὁ ἐκ Πατρὸς ἄνωθεν γεγεννημένος· οὐκ ἔστιν ἀπὸ τῶν χρόνων Ἰωσὴφ τοῦ ταύτης ὁρμαστοῦ· οὐκ ἔστιν ἀπὸ τῶν χρόνων Σαλαθιὴλ, καὶ Ζοροβάβελ, καὶ Δαβὶδ, καὶ Ἀβραὰμ, καὶ Ἰακὼβ, καὶ Νῶε, καὶ Ἀδάμ· ἀλλὰ Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Τὸ δὲ ἦν, καὶ ἦν, καὶ ἦν, οὐχ ὑποδέχεται τοῦ μὴ εἶναί ποτε.
23. Wherefore the blessed John also, on coming and finding men busied about the lower coming of Christ, with the Ebionites on the one hand led astray by reason of the incarnate genealogy of Christ traced down from Abraham, and by Luke's traced up as far as Adam, and finding on the other hand the Cerinthians and Merinthians saying Him to be a mere man born from intercourse, and the Nazoraeans, and many other heresies, coming as it were afterwards (for fourth does this one proclaim the Gospel), begins to call back, so to speak, those who had gone astray and busied themselves about the lower coming of Christ, and to speak to them as one walking behind and seeing certain men who had turned aside into rough roads and left the straight and true one, so to speak: Whither are you rushing? whither are you walking? You who walk the rough and tripping road that leads into a chasm, turn back. It is not so; God the Word, Who is begotten from above out of the Father, is not from Mary alone; He is not from the times of Joseph her betrothed; He is not from the times of Shealtiel, and Zerubbabel, and David, and Abraham, and Jacob, and Noah, and Adam; but In the beginning was the Word, and the Word was with God, and the Word was God. And the phrase was, and was, and was, does not admit of His ever not being.
Καὶ ὁρᾷς πῶς εὐθὺς τὰ ἐγγυτάτω πρῶτον σημαίνει· ὡς Ματθαῖος μὲν τὴν ὁδὸν ἔδειξε διὰ τῆς γενεαλογίας, καὶ οὐδὲ αὐτὸς ἠκρίβωσεν, ἀλλ' ἐπειδὴ ἄνωθεν ἔφερε καίτοιγε τὴν γενεαλογίαν· πῶς τε ὁ
And you see how straightway he signifies first what lies nearest: how Matthew on the one hand showed the path through the genealogy, and not even he wrought it with strict exactness, save inasmuch as he nonetheless brought the genealogy down from above; and how
PG 42:240Read from the page
Μάρκος περὶ τῶν ἐν τῷ κόσμῳ πεπραγματευμένων, καὶ φωνῆς βοώσης ἐν τῇ ἐρήμῳ, περὶ τοῦ Κυρίου τοῦ διὰ προφητῶν προπεφητευμένου, καὶ νόμου· πῶς τε ὁ Λουκᾶς ἀπὸ τῶν κάτω ἐπὶ τὰ ἄνω ἀνῆγεν, ἐσύστερον ἐλθών. Τέταρτος ὁ Ἰωάννης τὴν κορωνίδα καὶ τὸ ἀκραιφνὲς τῆς ἄνω τάξεως, καὶ ἀεὶ οὔσης θεότητος, τὸ ὕστερον ἐδήλωσεν· ὡς καὶ ὁ Σολομὼν παροιμιωδῶς λέγων τὴν ἀρχὴν τῶν ὁδῶν, εἴγε κἂν εὐσεβῶς θελήσαιέν τινες λέγειν περὶ τῆς ἐνσάρκου οἰκονομίας, ὡς αὐτῆς φασκούσης περὶ τῆς τοῦ Χριστοῦ θεότητος, ὅτι Αὐτὴ ἡ θεότης ἔκτισε τὸν οἶκον· ὅτι αὐτὴ ἡ θεότης τὴν σάρκα καὶ τὴν ἐνανθρώπησιν εἰργάσατο ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, τῆς τῶν ἀνθρώπων σωτηρίας καὶ ἀγαθότητος. Εἶτα εὐθὺς μετέπειτα, ἔτι προκοπτόντων τῶν πραγμάτων, λέγει· Ἐθεμελίωσέ με ἐν ἀρχῇ. Ἆρα γοῦν ὁ Υἱὸς τοῦ Θεοῦ κατὰ τὴν θεότητα κτισθεὶς ὕστερον ἐθεμελιώθη; Λεγέτωσαν ἡμῖν οἱ μηχανικοὶ, οἱ τῶν ἄνω κατοπτευταὶ, ποίᾳ τέχνῃ ἐκτίσθη ἡ σοφία, ποίῳ ἐργαλείῳ ἐθεμελιώθη. Ἀλλὰ εἰ ὅλως διανοεῖσθαι χρὴ, φεύγει μὲν ἀπὸ τοσούτου βυθοῦ τῆς βλασφημίας, καὶ μὴ προσψαύειν τῇ θεότητι τοῦ Μονογενοῦς, τῇ ἀεὶ σὺν Πατρὶ ὑπαρχούσῃ καὶ γεγεννημένῃ ἐξ αὐτοῦ. Ἀεὶ γὰρ ἦν ὁ Λόγος σὺν Πατρὶ, ἀεὶ ἡ σοφία, ἀεὶ Θεὸς ἐκ Θεοῦ Κύριος, ἀεὶ φῶς ἀληθινὸν, καὶ οὐ νόθον, ἀεὶ τὸ ὂν ἐξ αὐτοῦ ἔχων, καὶ ἀλήθεια ὢν, καὶ ζωὴ ὑπάρχων.
Mark spoke concerning the things wrought in the world, and a voice crying in the wilderness, concerning the Lord foretold beforehand through prophets and law; and how Luke led up from the things below to the things above, coming afterwards. Fourth, John later declared the crowning stroke and the unalloyed purity of the higher order, and of the ever-existent Godhead; just as Solomon also spoke by way of proverb of the beginning of the ways, if indeed certain men should wish piously to speak concerning the incarnate dispensation, as though it affirmed concerning the Godhead of Christ, that the Godhead itself created the house; that the Godhead itself wrought the flesh and the Incarnation as a beginning of His ways for His works, of the salvation and goodness towards men. Then straightway afterwards, as matters still advance, she says: He founded me in the beginning. Was then the Son of God, after being created as to His Godhead, founded later? Let the engineers, the inspectors of things above, tell us by what craft wisdom was created, by what tool she was founded. Yet if one must reflect at all, he flees from so great an abyss of blasphemy, and from touching the Godhead of the Only-begotten, Which ever exists with the Father and has been begotten from Him. For ever was the Word with the Father, ever Wisdom, ever God from God the Lord, ever true Light and not spurious, ever having being from Him, and being truth, and existing as life.
ΚΔʹ. Καὶ τί μοι τὰ πολλὰ λέγειν περὶ τούτου; Εἶτά φησιν· Ἐθεμελίωσέ με ἐν ἀρχῇ. Ἄρα ἔστιν ἰδεῖν εὐσεβὲς, ὅτι τὴν ψυχὴν τὴν ἀνθρωπείαν ἐνταῦθα σημαίνει. Τὸ μὲν γὰρ, Κύριος ἔκτισέ με, ἡ ἐνανθρώπησις λέγει ἡ ἔνσαρκος, ἐάν γε καὶ οὕτω νοοῖτο· τὸ δὲ, ἐθεμελίωσεν, ὡς ἐν τῇ ψυχῇ ἐθεμελιώθη· τὸ δὲ, Πρὸ πάντων βουνῶν γεννᾷ με, ἵνα δείξῃ τὴν γέννησιν ἄνωθεν. Καὶ ταῦτα εἴπομεν, οὐχ οὕτως πάντως ὁριζόμενοι, εὐσεβῶς δὲ μᾶλλον εἰς τὴν ἔνσαρκον παρουσίαν διανοηθέντες. Εἰ καὶ χρὴ οὕτω λέγειν, ὅμως οὐδεὶς ἡμᾶς ἀναγκάσειε πάντως περὶ τοῦ Χριστοῦ λέγειν τὸ ῥῆμα τοῦτο. Εἰ δὲ περὶ τοῦ Χριστοῦ ῥηθήσεται, ἔχει καὶ τὴν αὐτοῦ δύναμιν, οὐ κατὰ μαντείαν λεγομένην, ἀλλὰ κατὰ τὸ εὐσεβὲς τοῦ λογισμοῦ, τοῦ μὴ λογίζεσθαι εἰς Θεὸν τὶ ἐλαττώματος, ὑποβεβηκυῖαν νομίζειν αὐτὸν θεότητα παρὰ τὴν τοῦ Πατρὸς ἔχειν οὐσίαν. Καὶ γάρ τινες τῶν Πατέρων ἡμῶν καὶ ὀρθοδόξων ἀπέδωκαν τοῦτο εἰς τὴν ἔνσαρκον παρουσίαν διανοηθέντες· εἰ καὶ χρὴ οὕτω λέγειν τὸ περὶ τοῦ, Κύριος ἔκτισέ με, καὶ ἐθεμελίωσέ με. Καὶ οὗτός ἐστιν ὁ σεβὴς λογισμὸς, μεγάλοι Πατέρες τοῦτο ὑφηγήσαντο. Καὶ εἰ μή τις βουληθείη τῶν ὀρθοδόξων καταδέξασθαι, οὐ καταναγκασθήσεται. Πρὸς δὲ τοὺς ξένους τῆς πίστεως καὶ ἀλλοτρίους εἰς οὐδέν ἐστιν ἡ βλάβη. Οὔτε γὰρ τοῦτο ἡμῖν ἐνσκήψει εἰς τὶ ἐλαττώματος, τῆς θεότητος ἐλευθέρας οὔσης, καὶ ἀεὶ οὔσης σὺν τῷ Πατρί. Καὶ ὅ τι μὲν πέπονθεν ὁ Χριστὸς, πέπονθεν, ἀλλ' οὐκ
24. And what need have I to speak at length concerning this? Then she says: He founded me in the beginning. Therefore it is pious to see that she signifies the human soul in this place. For the saying, The Lord created me, the Incarnation in the flesh speaks, if at least it should be so understood; and the phrase, He founded, inasmuch as in the soul He was founded; and the saying, Before all hills He begets me, so as to show the begetting from above. And these things we have spoken, not by any means laying down a fixed rule in this way, but rather directing our thought piously to the incarnate coming. Even if one must speak so, nevertheless no one could by any means compel us to speak this saying concerning Christ. Yet if it shall be spoken concerning Christ, it also holds its own force, uttered not by way of divination, but in accordance with the piety of reasoning, so as not to impute any defect unto God, or suppose Him to have a subordinate Godhead beside the essence of the Father. For certain also of our Fathers and orthodox men rendered this by directing their thought to the incarnate coming, even if one must speak thus of the saying, The Lord created me, and founded me. And this is the pious reasoning; great Fathers led the way in this. And if any of the orthodox should not wish to accept it, he will not be compelled. Yet against strangers and aliens to the faith the harm amounts to nothing. For neither will this light upon us to any defect, since the Godhead is free, and ever exists with the Father. And whatever Christ has suffered, He has suffered, but not
PG 42:241Read from the page
ἐτράπη τὴν φύσιν, ἔμεινε δὲ ἐν τῇ αὐτοῦ ἀπαθείᾳ ἡ αὐτοῦ θεότης. Διὸ, θελήσας παθεῖν ἰδίᾳ εὐδοκίᾳ ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων, ἐπειδὴ οὐκ ἐδύνατο ἡ θεότης παθεῖν, καθ' ἑαυτὴν ἀπαθὴς οὖσα, ἔλαβε τὸ ἡμέτερον παθητὸν σῶμα, σοφία ὢν, ἵνα ἐν αὐτῷ συνευδοκήσῃ τοῦ παθεῖν, καὶ ἀναδέξηται τὰ ἡμέτερα πάθη, ἐν σαρκὶ συνούσης τῆς θεότητος. Καὶ γὰρ ἡ θεότης οὐ πάσχει. Πῶς γὰρ ὁ λέγων, Ἐγώ εἰμι ἡ ζωὴ, ἀποθανεῖν δυνήσεται; Ἀλλὰ ἀπαθὴς διαμένει ὁ Θεός. Συμπάσχει δὲ τῇ σαρκὶ, ἵνα τὸ πάθος εἰς τὴν θεότητα λογισθῇ, πασχούσης τῆς θεότητος, εἰς τὸ εἶναι ἡμῖν ἐν Θεῷ τὴν σωτηρίαν· ἐν σαρκὶ δὲ τὸ πάθος, ἵνα μὴ παθητὸν Θεὸν ἔχωμεν, ἀλλὰ ἀπαθῆ, ἐλλογοῦντα εἰς ἑαυτὸν τὸ πάθος, κατὰ προαίρεσιν, καὶ οὐ κατὰ ἀνάγκην.
was His nature turned, yet His Godhead abode in His impassibility. Wherefore, having willed to suffer by His own good pleasure on behalf of the race of men, since the Godhead could not suffer, being impassible in itself, He took our passible body, being Wisdom, so that in it He might consent to suffer, and take upon Himself our passions, with the Godhead being present in flesh. For indeed the Godhead does not suffer. For how shall He Who says, I am the life, be able to die? Yet God remains impassible. He suffers together with the flesh, however, so that the passion may be reckoned unto the Godhead, with the Godhead suffering to the end that salvation may be ours in God; while the passion is in flesh, so that we may not have a passible God, but an impassible One, reckoning the passion unto Himself by free choice, and not by necessity.
ΚΕʹ. Ὅμως δὲ καὶ οὗτοι, τὰς λέξεις τὰς Ἑβραϊκὰς οὔτε ψηλαφήσαντες, οὔτε γνόντες, οὔτε πῶς ἔχει ἡ τούτων δύναμις, προαλῶς καὶ προπετῶς ἀνέκυψαν δεινοὶ ἐχθροὶ, ζητοῦντες πρόφασιν, πόθεν τὴν πίστιν λωβήσουσι, μᾶλλον δὲ ἑαυτούς· οὐ γὰρ τὴν ἀλήθειαν· καὶ ἐπειδὴ εὗρον, ὅτι Ὁ Κύριος ἔκτισέ με, διψοκινδύνως ὥσπερ φανταζόμενοι ὀνειροπολοῦσι, τὰ μηδὲν χρήσιμα ἐπεισενέγκαντες τῷ βίῳ, καὶ ταράξαντες τὴν οἰκουμένην. Τὸ δὲ Ἑβραϊκὸν οὐχ οὕτως ἔχει· ὅθεν Ἀκύλας λέγει· Κύριος ἐκτήσατό με. Ἀεὶ δὲ οἱ γεννῶντες παῖδας λέγουσιν· Ἐκτησάμην υἱόν. Ἀλλ' οὔτε Ἀκύλας τὴν δύναμιν ἡρμήνευσε. Καὶ γὰρ τὸ, Ἐκτησάμην υἱὸν, ὡς πρόσφατόν ἐστιν· ἐν Θεῷ δὲ οὐδὲν ἔνι πρόσφατον. Κἄν τε ὁμολογῇ τις ὃ γεγέννηται ὁ Υἱὸς ἐκ τοῦ Πατρὸς, καὶ οὐκ ἔκτισται. Γεγέννηται δὲ ἀχρόνως καὶ ἀνάρχως. Οὔτε γὰρ ἔνι χρόνος ἀναμέσον Υἱοῦ καὶ Πατρὸς, ἵνα μὴ χρόνος τις ὑπὲρ πλείω γένηται τοῦ Υἱοῦ. Εἰ γὰρ δι' αὐτοῦ τὰ πάντα, ἄρα καὶ οἱ χρόνοι. Χρόνου δὲ ὑπάρχοντος τοῦ πρὸ πάντων ὄντος, πῶς ἔσται τοῦτο; Ἀλλὰ εἰ ἄρα ζητηθήσεται ἄλλος Υἱὸς, δι' οὗ πρὸ τοῦ Υἱοῦ γέγονε χρόνος. Καὶ πολλά ἐστιν, ἃ εἰς ἄπειρον ἀπορίαν ἄγει τὰ τῶν περιεργαζομένων, καὶ μηδὲν ἀγαθὸν ἐργαζομένων ἀνθρώπων φρονήματα. Ἐν δὲ τῷ Ἑβραϊκῷ λέγει, Ἀδωναῒ, ὃ λέγεται Κύριος· κανανὶ, δύναται λέγεσθαι, καὶ ἐνόσσευσέ με, καὶ ἐκτήσατό με. Τὸ δὲ ἀκριβέστατον λέγεται, ἐνόσσευσέ με. Ποῖος
25. Nevertheless these men as well, having neither handled the Hebrew words, nor known them, nor how their force stands, rashly and headlong sprang up as dire enemies, seeking a pretext whence they may mar the faith, or rather themselves; for they do not mar the truth; and since they found, The Lord created me, recklessly they dream as though conjuring phantasms, having brought into life things profitable for nothing, and having thrown the inhabited world into tumult. Yet the Hebrew does not stand thus; whence Aquila says: The Lord acquired me. And ever those who beget children say: I have acquired a son. Yet neither did Aquila render the full force. For the saying, I have acquired a son, is as of something recent; yet in God there is nothing recent. And even if anyone grants this, whereby the Son has been begotten out of the Father, and has not been created. Yet He has been begotten outside time and without beginning. For neither is there time between Son and Father, lest some time prove to be prior and above the Son. For if through Him are all things, then the times also. Yet if time existed for Him Who is before all things, how shall this be? Save perhaps another Son will be sought, through whom time came to be before the Son. And many are the things which lead into endless perplexity the thoughts of meddlesome men who work nothing good. And in the Hebrew it says, Adonai, which means Lord; kanani, which can mean both He nestled me, and He acquired me. Yet most exactly it means, He nestled me. What sort of
Notes, col. 241

On the reading

Printed διψοκινδύνως, for ῥιψοκινδύνως.

PG 42:244Read from the page
δὲ νοσσὸς οὐκ ἀπὸ φύσεως τοῦ γεγεννηκότος γεννᾶται;
nestling, moreover, is not begotten from the nature of him who begat it?
Καὶ ὧδε μὲν ἐν τοῖς σωματικοῖς πλαστίοις διὰ συνδυασμῶν ἄῤῥενός τε καὶ θηλείας τὰ νοσσευόμενα γίνεται ἀπὸ ἀνθρώπου ἕως κτήνους, καὶ πετεινῶν, καὶ τῶν ἄλλων. Διόπερ ὁ Μονογενὴς, τὰ πάντα σοφία ὢν τοῦ Πατρὸς, καὶ βουλόμενος ἐπὶ διορθώσει τὰ πάντα ἐργάσασθαι, ἵνα μή τις εἰς αὐτὸν λογίσηται ἃ μὴ ἔστι, καὶ ἐκπέσῃ τῆς ἀληθείας, ἐνδημήσας τῷ τῶν ἀνθρώπων γένει, καὶ φύσει ἀπὸ γυναικὸς γεννηθεὶς, καὶ ἐν μήτρᾳ Παρθένου ἀνακλιθεὶς τὸν τῶν κυοφορίων χρόνον, οὐκ ἀπὸ σπέρματος ἀνδρὸς συνελήφθη, ἵνα μὴ συνδυασμὸς καὶ παραπλοκὴ, [καὶ] ἐν τῇ ἐνσάρκῳ γεννήσει γένηται, ἀλλ' ἐκ μητρὸς μονοειδῶς ἔλαβε τὴν σάρκα, καὶ εἰς ἑαυτὸν ἐπλήρωσε τελείαν τὴν ἑαυτοῦ ἐνανθρώπησιν, οὐκ ἐλλιπῆ οὖσαν, ἀλλὰ ἀληθινήν. Καὶ ὅτι οὐκ ἀπὸ σπέρματος ἀνδρὸς οὐκ ἦν, εἶχέ τι ἐλλιπές. Πάντα γὰρ τελείως ἔσχε τὰ πάντα ἔχων, σάρκα, καὶ νεῦρα, καὶ φλέβας, καὶ τὰ ἄλλα πάντα ὅσα ἐστί· ψυχὴν δὲ ἀληθινῶς, καὶ οὐ δοκήσει, νοῦν δὲ καὶ τὰ πάντα ὅσα ἐστὶν ἐν τῇ ἀνθρωπήσει χωρὶς ἁμαρτίας, ὡς γέγραπται· Πεπειραμένος κατὰ πάντα ὡς ἄνθρωπος χωρὶς ἁμαρτίας· ἵνα, ἐν τῷ μονοειδῶς ἐνταῦθα ἀπὸ μητρὸς κατὰ σάρκα γεγεννῆσθαι, τελείως, καὶ οὐκ ἐλλιπῶς, δείξῃ τοῖς βουλομένοις ὁρᾶν τὴν ἀλήθειαν, καὶ μὴ τυφλώττειν τὸν ἴδιον νοῦν· ὅτι καὶ ἄνω ἐκ Πατρὸς τελείως γεγέννηται, ἀχρόνως καὶ ἀνάρχως, καὶ κάτω ἐκ μητρὸς μόνης γεγέννηται ἀχράντως καὶ ἀμολύντως.
And here indeed, among bodily creatures, broods come into being through copulations of male and female, from man down to beast, and birds, and the rest. Wherefore the Only-begotten, being in all things the Wisdom of the Father, and willing to accomplish all things for rectification, so that no one might reckon unto Him things that are not, and fall away from the truth, sojourned among the race of men, and by nature born of a woman, and reclining in a Virgin's womb for the time of gestation, was not conceived from a man's seed, so that copulation and intertwining might not occur [also] in His incarnate birth, but from a mother in a single mode He took flesh, and fulfilled in Himself His complete incarnation, being not deficient, but true. And not because He was not from a man's seed did He have anything lacking. For He possessed all things completely, having everything—flesh, and sinews, and veins, and all other things that exist; and a soul truly, and not in seeming, and a mind and all things whatsoever are in human nature apart from sin, as it is written: Tried in all respects as a man apart from sin; so that, by having been born here according to the flesh from a mother in a single mode, completely, and not deficiently, He might show to those who wish to behold the truth, and not to blind their own mind, that both above He has been begotten completely from the Father, timelessly and without beginning, and below He has been born from a mother alone undefiledly and unspottedly.
ΚϚʹ. Ἵνα δὲ καὶ ἑρμηνεύσωμεν τὴν τοῦ Ἀδωναῗ κανανὶ λέξιν, ὅπερ ἐστὶ, Κύριος ἐνόσσευσέ με· πᾶν γὰρ τὸ γεννῶν ὅμοιόν τι γεννήσει. Ἄνθρωπος ἄνθρωπον γεννᾷ, καὶ Θεὸς Θεόν. Καὶ ὁ μὲν ἄνθρωπος γεινᾷ κατὰ σάρκα, Θεὸς δὲ κατὰ πνεῦμα. Καὶ οἷος ὁ γεννῶν ἄνθρωπος, τοιοῦτος καὶ ὁ ὑπ' αὐτοῦ γεννώμενος. Εἴσω παθῶν περιεχόμενος ὁ γεννήσας ἄνθρωπος τὸν ἴδιον υἱόν· καὶ ὁ ἀπαθὴς Θεὸς τὸν ὑπ' αὐτοῦ γεγεννημένον Υἱὸν ἀπαθῶς ἐγέννησεν ἀληθινῶς, καὶ οὐ δοκήσει ἀπὸ ἑαυτοῦ, καὶ οὐκ ἔξωθεν ἑαυτοῦ, Πνεῦμα ὢν ἀπαθὲς, καὶ γεννῶν Πνεῦμα ἀπαθῶς, Θεὸς ὢν ἀπαθὴς, Θεὸν ἀληθινὸν γεννήσας ἀπαθῶς. Εἰ γὰρ αὐτὸς ἔκτισε τὰ πάντα, καὶ ὁμολογεῖς, ὦ Ἄρειε, ὅτι κέκτικεν ὁ Θεὸς τὰ πάντα, αὐτὸς καὶ τὸν Υἱὸν ἐγέννησεν. Εἰ δὲ λέγεις, Ἐὰν ἐγέννησεν, ἔπαθε γεννέσας· καὶ ἡμεῖς πρὸς σὲ ἐροῦμεν, ὅτι, εἰ γεννῶν ἔπαθε, κέκμηκε κτίσας, ἀλλὰ ἅμα πάντα ἃ βούλεται, πάντα ἔχει ἐν ἑαυτῷ ἐν τελειότητι· καὶ οὔτε ἐν τῷ κτίζειν εἰς τὸν Υἱὸν πάθος ἐνσκήψει, οὔτε πάθει συνέχεσθαι τὸ Θεῖον διὰ τὴν ἄχραντον τοῦ Υἱοῦ γέννησιν νοηθήσεται. Ἄτρεπτος γὰρ ὁ Πατὴρ, ἄτρεπτος ὁ Υἱὸς, ἄτρεπτον τὸ Πνεῦμα τὸ ἅγιον, μία οὐσία, μία θεότης.
Chapter XXVI. And so that we may also interpret the expression Adonai kanani, which is, The Lord hatched me as a nestling: for everything that begets will beget something like itself. Man begets man, and God begets God. And man begets according to the flesh, whereas God begets according to spirit. And such as is the man who begets, such also is he who is begotten by him. Encompassed within passions, the man who begat his own son begat him; and the impassible God impassibly begat the Son begotten by Him truly, and not in seeming from Himself, and not from outside Himself, being impassible Spirit, and begetting Spirit impassibly, being impassible God, having begotten true God impassibly. For if He Himself created all things, and you confess, O Arius, that God has created all things, He Himself also begat the Son. And if you say, If He begat, He suffered in begetting; we also shall say to you that, if He suffered while begetting, He grew weary in creating; but all at once whatever He wills, He possesses all things in Himself in perfection; and neither in creating will passion alight upon the Son, nor will the Divine be conceived to be held by passion on account of the undefiled begetting of the Son. For immutable is the Father, immutable the Son, immutable the Holy Spirit: one essence, one Godhead.
Notes, col. 244

On the reading

Printed γεινᾷ, for γεννᾷ.

Printed γεννέσας, for γεννήσας.

PG 42:245Read from the page
Ἀλλὰ πάντως ἐρεῖς μοι· Θέλων ἐγέννησεν, ἢ μὴ θέλων. Καὶ οὐκ εἰμὶ κατὰ σὲ, ὦ φιλόνεικε, ἵνα ἕν τι τοιοῦτον εἰς Θεὸν διανοηθῶ. Εἰ μὲν γὰρ μὴ βουλόμενος ἐγέννησεν, ἄκων ἐγέννησε· καὶ εἰ βουλόμενος ἐγέννησεν, ἄρα ἦν τὸ βούλημα πρὸ τοῦ Υἱοῦ· καὶ ἔσται κἂν ῥοπὴ χρόνου μεταξὺ Υἱοῦ διὰ τοῦ βουλήματος. Ἐν Θεῷ δὲ οὐ χρόνος εἰς βουλὴν, οὐ βούλησις εἰς διανόησιν. Οὔτε οὖν θέλων ἐγέννησεν, οὔτε μὴ θέλων, ἀλλὰ ἐν τῇ ὑπὲρ βουλὴν φύσει. Φύσις γὰρ αὐτῷ ἐστι θεότητος, οὔτε βουλῆς ἐπιδεομένη, οὔτε ἄνευ βουλῆς τι πράττουσα, ἀλλ' ἅμα ἐξ αὐτῆς τὰ πάντα ἔχουσα, καὶ οὐδὲν λείπουσα τῶν ὄντων.
But you will certainly say to me: Did He beget willingly, or unwillingly? And I am not like you, O contentious man, that I should conceive any such thing regarding God. For if He begat without wishing, He begat involuntarily; and if He begat wishing, then the counsel existed before the Son; and there will be even a moment's turn of time between Him and the Son on account of the counsel. Yet in God there is no time for counsel, no wishing for deliberation. Neither willingly, therefore, did He beget, nor unwillingly, but in His nature that is above counsel. For He has the nature of Godhead, neither standing in need of counsel nor doing anything without counsel, but all at once possessing all things from itself, and lacking none of the things that exist.
ΚΖʹ. Ἔτι δὲ πάλιν ὁ αὐτὸς Ἄρειος θηρᾶται λέξεις, περινοστῶν ἀεὶ τὰ πάντα, καὶ περιεργαζόμενος ἑαυτῷ τὰ μοχθηρὰ, οὐχ ὡς ἔχει τὸ θεῖον γράμμα, ἀλλ' ὡς αὐτὸς νοσῶν περὶ τὰς ζητήσεις καὶ λογομαχίας εἰς οὐδὲν χρήσιμον, ἀλλ' ἐπὶ καταστροφῇ ἑαυτοῦ καὶ τῶν ὑπ' αὐτοῦ πεπλανημένων, ἐπιλαμβάνεται τοῦ ῥητοῦ, οὗ ὁ Κύριος εὐλογῶν τοὺς μαθητὰς ἔφη· Πάτερ, δὸς αὐτοῖς ζωὴν ἔχειν ἐν ἑαυτοῖς. Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. Ἀλλ' ἤδη μοι πεπραγμάτευται περὶ τούτων πάντων ἐν τῷ μεγάλῳ περὶ πίστεως λόγῳ, ᾧ πάλιν κατὰ τὴν ἡμῶν μετριότητα καὶ ἀσθένειαν, ἀναγκασθέντες ὑπὸ τῆς τῶν ἀδελφῶν προτρεπτικῆς παρακλήσεως, γεγράφαμεν περὶ πίστεως· ᾧ λόγῳ ἐπεθέμεθα ὄνομα Ἀγκυρωτόν. Καὶ γὰρ καθάπερ ὁ ἡμέτερος ἐξίσχυσε πτωχὸς νοῦς διὰ τῆς τοῦ Θεοῦ βοηθείας, ἐκ πάσης Γραφῆς συνάγοντες τὰ ἀληθινὰ τῆς τοῦ Θεοῦ διδασκαλίας, ἄγκυραν ὥσπερ τοῖς βουλομένοις τὴν ἁγίαν πατέρων πίστιν, ἀποστολικήν τε καὶ προφητικὴν, καὶ ἀπ' ἀρχῆς ἄχρι τοῦ δεῦρο ἐν τῇ ἁγίᾳ τοῦ Θεοῦ Ἐκκλησίᾳ κεκηρυγμένην, σαφῶς παρεθέμεθα, εἰς τὸ κατέχεσθαι τὴν διάνοιαν, καὶ ἀσφαλίζεσθαι, μὴ ταῖς ἐπινοίαις τοῦ διαβόλου ῥιπίζεσθαι, μηδὲ κλυδωνισμῷ παραβλάπτεσθαι τῷ ἀπὸ τῶν αἱρέσεων ἐν κόσμῳ πολυβλύστως κεκινημένῳ. Οὕτω γὰρ καὶ ὁ Κύριος ἐδίδαξε τοὺς ἑαυτοῦ μαθητὰς λέγων, ὅτι Ἐὰν ὅπερ ἀπαρχῆς ἠκούσατε, μένῃ ἐν ὑμῖν, [καὶ ἐὰν ἐν ὑμῖν μένῃ ὃ ἠκούσατε ἀπαρχῆς,] ὑμεῖς ἐν ἐμοὶ μενεῖτε, καὶ ἐγὼ ἐν ὑμῖν, κἀγὼ ἐν τῷ Πατρὶ, καὶ ὑμεῖς ἐν ἐμοί. Ὥστε οὖν τὰ ἀπαρχῆς ἀκουσθέντα ὑπὸ τοῦ Κυρίου ἀληθινὰ τῆς πίστεως μένει ἐν τῇ ἁγίᾳ τοῦ Θεοῦ Ἐκκλησίᾳ· καὶ διά τοῦτο μένει ἡ ἁγία τοῦ Θεοῦ Ἐκκλησία, καὶ ὀρθόδοξος πίστις ἐν Κυρίῳ, καὶ ὁ Κύριος ὁ μονογενὴς ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν
Chapter XXVII. Yet again this same Arius hunts after expressions, always roving about all things, and busying himself to his own harm with wicked notions—not as the divine Scripture stands, but as he himself is diseased regarding inquiries and disputes over words to no useful end, but for the overthrow of himself and of those led astray by him—he seizes upon the saying which the Lord spoke when blessing the disciples: Father, grant them to possess life in themselves. And this is eternal life, that they may know Thee, the only true God, and Jesus Christ Whom Thou didst send. Yet I have already treated of all these matters in the great discourse concerning faith, in which again, according to our modest measure and weakness, compelled by the exhortatory entreaty of the brethren, we wrote concerning faith; upon which discourse we bestowed the title Ancoratus. For just as our poor mind had strength through God's aid, gathering from all Scripture the true doctrines of God's teaching, we set forth plainly, like an anchor for those who wish it, the holy faith of the fathers, both apostolic and prophetic, and proclaimed from the beginning unto this present time in the holy Church of God, for the holding fast of the understanding and its securing, so as not to be tossed about by the devices of the devil, nor to be harmed by the surge stirred up in many gushing streams in the world from the heresies. For thus also the Lord taught His own disciples, saying: If that which you heard from the beginning abide in you, [and if that which you heard from the beginning abide in you,] you will abide in Me, and I in you, and I in the Father, and you in Me. So then, the true doctrines of the faith heard from the beginning from the Lord abide in the holy Church of God; and therefore the holy Church of God abides, and the orthodox faith in the Lord, and the only-begotten Lord in the Father, and the Father in
Notes, col. 245

On the reading

Printed διά τοῦτο, for διὰ τοῦτο.