Migne Reading Room

PG 42 · cols. 260–269 · Read from the page

Panarium Adversus Octoginta Haereses: Liber II, Tomus II (Anacephalaeosis et Haereses LXV–LXIX)

Panarium Adversus Octoginta Haereses: Liber II, Tomus II (Anacephalaeosis et Haereses LXV–LXIX)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 42:260Read from the page
Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτὸς, Θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ κτισθέντα.
God from God, light from light, true God from true God, begotten, not created.
ΛΖʹ. Παρελεύσομαι δὲ καὶ τοῦτο τὸ ῥητόν· ἐφ' ἕτερα δὲ πάλιν ἑαυτοὺς ἐπιδῶμεν τῶν ὑπ' αὐτῶν ἐν κακαῖς ὑπονοίαις λεγομένων τε καὶ ᾀδομένων, ἄνω δέ μοι προτεταγμένων. Καὶ γὰρ πάλιν χυδαίως φασὶ τοῦτο τὸ ῥητὸν παρερμηνεύοντες, τὸ, Δέξασθε τὸν ἀρχιερέα ὑμῶν πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν. Καὶ πρῶτον μὲν τὴν Ἐπιστολὴν ταύτην, τὴν πρὸς Ἑβραίους φημὶ, ἀπωθοῦνται, φύσει αὐτὴν ἀναιροῦντες ἀπὸ τοῦ Ἀποστόλου, καὶ λέγοντες μὴ εἶναι τοῦ αὐτοῦ. Τὸ δὲ ῥητὸν διὰ τὴν ἰδίαν νόσον εἰς ἑαυτοὺς, ὡς προεῖπον, κακῶς ἐκδέχονται, δῆθεν ἀπὸ τοῦ εἰρημένου, ὅτι πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, τὸ κτίσμα παρεισφέροντες. Ἐρωτήσειε δ' ἄν τις αὐτοῖς σύνεσιν κεκτημένος, καὶ ἀπορήσουσι, μὴ ἔχοντες τί ἀποκριθήσονται ὅτι Τὸν ἀρχιερέα πότε προσελάβετο ὁ Κύριος ἡμῶν ὄνομα αὐτῷ καλεῖσθαι. Οὐδαμοῦ γὰρ πρὸ τῆς ἐνσάρκου αὐτοῦ παρουσίας ταῦτα ἔσχε τὰ ὀνόματα, τὸ λίθον καλεῖσθαι, τὸ πρόβατον εἰς σφαγὴν φέρεσθαι, τὸ ἄνθρωπον καὶ Υἱὸν ἀνθρώπου, τὸ ἀετὸς, καὶ ἀρνίον, καὶ τὰ ἄλλα πάντα, ὅσαπερ εἰς αὐτὸν κατὰ τὴν ἔνσαρκον παρουσίαν ἀναφέρεται, ὡς καὶ ἀρχιερέα αὐτὸν καλεῖσθαι δι' ἣν ὁ νόμος ἐκήρυττε περὶ αὐτοῦ ὑπόθεσιν, ὅτι Προφήτην ἐκ τῶν ἀδελφῶν ὑμῶν ἐγερεῖ Κύριος ὁ Θεὸς ὑμῖν. Ἄρα γοῦν τὸν προφήτην, καὶ ἀρχιερέα, καὶ τὸ ἐξ αὐτῶν, μετὰ τὴν ἐνταῦθα κατακωχὴν ἑρμηνεύει σαφῶς ὁ λόγος· ὡς καὶ ἀραρότως ἔστιν ἰδεῖν, πῶς πάλιν ἡ ἀνίκητος τοῦ θεοῦ δύναμις καὶ προγνωσία, εἰς τὸ φράξαι πᾶν στόμα ἐπεγειρόμενον κατὰ τῆς ἀληθείας, πάντα μετὰ θαυμαστῆς φωταγωγίας προεθέσπισε, καὶ ἠσφαλίσατο. Φάσκει γὰρ οὕτως ἐν τῇ αὐτῇ ἀκολουθίᾳ· ὅτι Πᾶς ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος ὑπὲρ ἀνθρώπων καθίσταται, εἰς τὸ προσφέρειν δῶρά τε καὶ θυσίας, δυνάμενος μετριοπαθεῖν. Ἀνάγκην γὰρ ἔχει καὶ περὶ τῶν ἰδίων ἁμαρτιῶν. Ὁ δὲ μὴ ἔχων ἁμαρτίαν ἑαυτὸν προσήνεγκε τῷ Πατρί. Καὶ τὸ μὲν ἐκ τῶν ἀνθρώπων διὰ τὴν ἐνδημίαν· τὸ δὲ οὐκ ἐξ ἀνθρώπων, τὸ μὴ ἔχων ἀνάγκην διὰ τὴν θεότητα· καὶ περὶ τῆς αὐτοῦ θεότητός φησι· καίπερ ὢν Υἱός. Περὶ δὲ τῆς ἐνσάρκου αὐτοῦ παρουσίας, Ἔμαθεν ἐξ ὧν ἔπαθε, φησί.
37. I shall pass over this saying also; and let us again apply ourselves to other texts spoken and chanted by them with evil suspicions, which were set forth by me above. For again, coarsely misconstruing it, they allege this passage: Receive your high priest, who is trustworthy towards Him who appointed him. And first of all, this Epistle—that to the Hebrews, I mean—they thrust aside, by nature severing it from the Apostle and saying that it is not his. Yet because of their own malady they wrongly take the saying to themselves, as I said before, smuggling in the notion of a creature from the statement, trustworthy being he to Him who made him. But anyone possessing understanding might question them—and they will be at a loss, having nothing to answer—as to when our Lord took to Himself the title of high priest so as to be called thereby. For nowhere prior to His incarnate advent did He have these names: to be called a stone, to be led as a sheep to slaughter, to be man and Son of man, eagle, and lamb, and all the rest that are referred to Him in accordance with His incarnate advent; just as He is also called high priest on account of the theme that the Law proclaimed concerning Him: A Prophet from among your brethren shall the Lord your God raise up for you. Accordingly, the word clearly expounds the prophet, and high priest, and the phrase from among them, as applying after His sojourn here; so that one may firmly perceive how once again God's invincible power and foreknowledge, to stop every mouth rising up against the truth, foreordained and secured all things with wondrous illumination. For in the same sequence it states thus: Every high priest taken from among men is appointed on behalf of men, that he may offer both gifts and sacrifices, being able to deal gently. For he is bound also to make offering concerning his own sins. But He who has no sin offered Himself to the Father. And the expression from among men is on account of His sojourn; while not from among men, and having no need, is on account of His Godhead; and of His Godhead it says: although He was a Son. And concerning His incarnate advent, He learnt from the things which He suffered, it says.
ΛΗʹ. Καὶ ὁρᾷς, ὅτι πάντα τοῦ Χριστοῦ λεῖα, καὶ οὐδὲν ἐν αὐτοῖς στραγγαλιῶδες. Τὸ γὰρ, ἀρχιερέα πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, οὐδὲ τὴν αὐτὴν πλάσιν ἐνταῦθα διηγεῖται τοῦ σώματος, οὐδὲ τῆς αὐτοῦ ἐνανθρωπήσεως, οὐ περὶ κτίσεως ὅλως φάσκει, ἀλλὰ μετὰ τὴν ἐνδημίαν τοῦ ἀξιώματος τὸ χάρισμα· ὡς καὶ τὸ εἰρημένον· Ἔδωκεν αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα. Καὶ οὐ πρώην τοῦτο ἐπληροῦτο ἐν τῇ θεότητι, ἀλλὰ τῇ νῦν παρουσίᾳ· ἐπειδήπερ ἡ αὐτοῦ ἐνανθρώπησις ἡ ἐκ Μαρίας ἔλαβεν ὄνομα τὸ
38. And you see that all the things of Christ are smooth, and there is nothing knotty in them. For the expression, being a high priest trustworthy towards Him who made him, neither recounts here the very fashioning of the body, nor of His incarnation, nor does it speak at all concerning creation, but the gracious gift of the dignity after His sojourn; just as also that which has been stated: He bestowed upon Him the name that is above every name. And not formerly was this fulfilled in the Godhead, but at the present advent; inasmuch as His incarnation from Mary received the name that is
PG 42:261Read from the page
ὑπὲρ πᾶν ὄνομα, σὺν τῷ Θεῷ Λόγῳ καλεῖσθαι Υἱὸν Θεοῦ. Καὶ διὰ τοῦτο καὶ δι' αὐτοῦ τοῦ Ἀποστόλου ἐνταῦθα πάλιν εἴρηκε· Τὸν δὲ βραχύ τι παρ' ἀλλήλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον· ἵνα ὁ δεσπότης ἀγγέλων καὶ ποιητὴς παρ' ἀγγέλους ἠλαττωμένος φανείη ὁ φρικτὸς καὶ φοβερὸς τοῖς ἀγγέλοις, καὶ ἐξ οὐκ ὄντων αὐτοὺς κτίσας σὺν τῷ Πατρὶ καὶ σὺν τῷ ἁγίῳ Πνεύματι ἠλαττωμένος λέγοιτο· καὶ φανείη σαφῶς, ὅτι οὐ περὶ θεότητος ἐνταῦθα φάσκει, ἀλλὰ περὶ τῆς αὐτοῦ σαρκός. Πάθημα γὰρ θανάτου οὐ πρὸ σαρκὸς εἰς τὸν Λόγον ἀναλογεῖται, ἀλλὰ μετὰ τὴν ἔνσαρκον παρουσίαν τοῦ αὐτοῦ ἀπαθοῦς ὄντος καὶ παθητοῦ· ἀπαθοῦς μὲν ὄντος ἐν τῇ θεότητι, πάσχοντος δὲ ἐν τῇ ἀνθρωπήσει· ὡς καὶ τὰ ἀμφότερα ἑνὶ πληροῦται τὸ Υἱὸς ἀνθρώπου ἐν ταυτῷ, καὶ Υἱὸς Θεοῦ ἐν ταυτῷ. Ὁμοῦ γὰρ Χριστὸς ἐν τοῖς ἀμφοτέροις ὁ Υἱὸς καλεῖται.
above every name, so as to be called Son of God together with God the Word. And on this account, through the very same Apostle, he has again stated here: But we behold Jesus, who was made some small degree lower than one another, wreathed with glory and honour on account of the suffering of death; in order that the Master and Maker of angels might appear made lower than angels, and He who is awesome and dread to the angels, and who created them out of non-being together with the Father and with the Holy Spirit, might be spoken of as made lower; and that it might appear clearly that it speaks here not concerning His Godhead, but concerning His flesh. For the suffering of death is not reckoned to the Word prior to the flesh, but after the incarnate advent of the very same One being impassible and passible: impassible in His Godhead, whilst suffering in His humanity; so that both are fulfilled in one—that He is Son of man in the same, and Son of God in the same. For in both alike the Son is called Christ.
ΛΘʹ. Τί οὖν ἐποίησεν αὐτόν; Οἱ φιλονεικοῦντες μάθωσιν ἀπὸ τῶν προειρημένων πάντων, ὅτι οὐδὲν εἰς τὴν θεότητα ἐν τῷ ῥητῷ τούτῳ ἀναλογεῖται, ἀλλὰ εἰς τὴν ἔνσαρκον παρουσίαν. Καὶ οὐδὲ ὡς περὶ ποιήσεως ἢ κτίσματος, ἀλλ' ὡς περὶ ἀξιώματος μετὰ τὴν παρουσίαν, τὸ ἐποίησεν. Αὐτὸν ἐρωτήσας γάρ τίς τινα βασιλέα περὶ τοῦ ἰδίου υἱοῦ, ὅτι Τί σοι πέφυκεν οὗτος; καὶ ἀκούσει παρ' αὐτοῦ, ὅτι Υἱός μού ἐστι. Γνήσιος οὖν σοι ὑπάρχει, ἢ νόθος; Ὁ δέ φησι· Γνήσιος ἐξ ἐμοῦ ὑπάρχει. Τί οὖν αὐτὸν ἐποίησας; Βασιλέα αὐτὸν ἐποίησα. Δῆλον μηδὲν παρηλλαγμένον τῆς τοῦ πατρὸς αὐτοῦ ἀξίας. Καὶ οὐχὶ πάντως διὰ τὸ εἰρηκέναι, Ἐποίησα αὐτὸν βασιλέα, παρὰ τοῦτο Ἔκτισα αὐτὸν, λέγει ὁ βασιλεύς· οὐ γὰρ τὴν γέννησιν ἠρνήσατο, ἣν ὡμολόγησε γεγεννηκέναι, ἐν τῷ εἰπεῖν, Ἐποίησα· ἀλλ' ἐκείνην μὲν σαφῶς ἀπεφήνατο, τὸ δὲ, ἐποίησα, περὶ ἀξίας ἐδήλωσεν. Οὕτω καὶ ὁ Υἱὸς Υἱὸς τοῦ Πατρὸς ἀναμφιβόλως τοῖς ζωὴν ἐθέλουσι πιστεύεταί τε καὶ προσκυνεῖται· τὸ δὲ ἀρχιερέα γενέσθαι, διότι ἐν τῷ σώματι αὐτοῦ τῷ Πατρὶ ἑαυτὸν προσήνεγκεν ὑπὲρ τῆς ἀνθρωπότητος, αὐτὸς ἱερεὺς, αὐτὸς ἱερεῖον, ἑαυτὸν μὲν προσήνεγκεν ὑπὲρ πάσης τῆς κτίσεως ἀρχιερατεύων· ἀναβὰς δὲ πνευματικῶς καὶ ἐνδόξως, ἐν αὐτῷ τῷ σώματι ἐκάθισεν ἐν δεξιᾷ τοῦ Πατρὸς, γεγονὼς ἀρχιερεὺς εἰς τὸ διηνεκὲς, καὶ διεληλυθὼς τοὺς οὐρανοὺς ἐφ' ἅπαξ, ὡς μαρτυρεῖ περὶ αὐτοῦ ἐν ταῖς καθεξῆς λέξεσιν ὁ αὐτὸς ἅγιος Ἀπόστολος. Καὶ ἐξέπεσε πάλιν τούτων ἡ προφασιστικὴ διαλογὴ τῆς θείας Γραφῆς, ζωτικῆς οὔσης, καὶ μηδὲν ἐχούσης εἰς πρόσκομμα πιστοῖς, ἢ εἰς ἐλάττωμα βλασφημίας πρὸς τὸν Λόγον.
39. What then is the meaning of made him? Let the contentious learn from all that has been said above that nothing in this text is reckoned to the Godhead, but to the incarnate advent. Nor again is the term made used as of fashioning or a creature, but as of dignity after the advent. For if someone should ask a certain king himself concerning his own son: What is this man to you by birth? he will hear from him: He is my son. Is he then your legitimate son, or illegitimate? And he says: He is legitimate, born of me. What then did you make him? I made him king. It is plain that there is nothing altered from his father's dignity. And certainly not on account of having said, I made him king, does the king thereby say, I created him; for he did not deny the begetting which he confessed to have begotten, in saying, I made; rather, that he clearly declared, whilst by I made he signified concerning dignity. Thus also the Son is undoubtedly believed in and worshipped as Son of the Father by those who desire life; whilst His becoming high priest is because in His body He offered Himself to the Father on behalf of humanity—Himself priest, Himself victim—and offered Himself on behalf of the whole creation in mediating as high priest; and having ascended spiritually and gloriously, in that very body He sat down at the right hand of the Father, having become high priest in perpetuity, and having passed through the heavens once for all, as the same holy Apostle testifies concerning Him in the succeeding words. And once again their specious carping at divine Scripture has collapsed—Scripture being life-giving, and having nothing towards a stumbling-block for believers, or towards a slight of blasphemy against the Word.
Μʹ. Εἶτα μέμνηται πάλιν ἑτέρου ῥητοῦ, ὡς Ἰωάν-
40. Next he again makes mention of another saying, how Jo-
Notes, col. 261

On the reading

Printed ἀλλήλους, for ἀγγέλους.

Printed γάρ τίς, for γάρ τις.

PG 42:264Read from the page
νης ἑστὼς ἐν τῇ ἐρήμῳ καὶ θεασάμενος αὐτὸν ἐρχόμενον, ἔλεγεν· Οὗτός ἐστιν, ὃν εἶπον ὑμῖν, ὅτι Ὀπίσω μου ἔρχεται ἀνὴρ, ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ πρῶτον μὲν αὐτὰς τὰς λέξεις ὡς καρηβαροῦντες ἀλλάσσουσι τῇ διανοίᾳ, καὶ λέγουσι· Πῶς τοῦτο πληροῦται ἐν τῇ ἐνσάρκῳ παρουσίᾳ, ὅτι οὐκ ἦν πρὸ Ἰωάννου ἐν γαστρὶ Μαρίας συνειλημμένος; Ἀλλὰ, φησὶν, ὡς ὁ εὐαγγελιστής· Ἐν δὲ τῷ ἕκτῳ μηνὶ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ εἰς πόλιν τῆς Γαλιλαίας, πρὸς παρθένον μεμνηστευμένην ἀνδρὶ, ᾧ ὄνομα Ἰωσήφ. Καὶ εἰσελθὼν πρὸς αὐτὴν ἔφη· Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, καὶ τὰ λοιπὰ τῆς ἀκολουθίας. Ὡς οὖν ἡ Παρθένος ἐπὶ τῷ ἀσπασμῷ ἐταράσσετο, ἔφη πρὸς αὐτήν· Ἰδοὺ συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Καὶ ἰδοὺ ἡ συγγενής σου Ἐλισάβετ συνειληφυῖα υἱὸν ἐν γήρᾳ αὐτῆς, καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ. Καὶ ὁρᾷς, φησὶν, ὅτι πρὸ ἓξ μηνῶν τοῦ εὐαγγελισθῆναι Μαρίαν, ἤδη προϋπῆρχεν ὁ Ἰωάννης. Πῶς οὖν τὸ, πρὸ ἐμοῦ ἐγένετο, ἐν τῇ ἐνσάρκῳ παρουσίᾳ Χριστοῦ πληρωθήσεται; Τίς δὲ τῶν ἀκεραίων μὴ καὶ ἐν διανοίᾳ ἐναργῶς ἐδραιωμένων, ἀκούσας τὸ ῥητὸν, οὐ ταραχθήσεται; Λέγει γάρ· Τὰ ἀναγκαῖα, καὶ ἀκέραια, καὶ ζωτικὰ τὰ τῆς θείας Γραφῆς τοῖς τὰ πονηρὰ ἑαυτοῖς ἐπισπωμένοις μᾶλλον βλαβλερώτερα φαίνεται, τῶν ῥητῶν πάντη ἐν Πνεύματι ἁγίῳ κατηυγασμένων. Τί γὰρ παραλέλειπται τῷ ῥητῷ πρὸς ἀσφάλειαν; Ἰδοὺ γὰρ, λέγει, ὅτι οὗτός ἐστι, τὸ ὁρατὸν σημαίνων, καὶ ὑποδεικνύων τοῖς ὁρῶσιν, ὃν εἶπον ὑμῖν, ὅτι ὀπίσω μου ἔρχεται. Καὶ τίς ἔρχεται ἀλλ' ἢ ἀνήρ;
hn, standing in the wilderness and beholding Him approaching, said: This is He of whom I spoke to you: After me comes a man who has come to be before me, for He was prior to me. And first of all, like men heavy-headed with drink, they alter the very words in their mind, and say: How is this fulfilled in the incarnate advent, seeing that He was not conceived in Mary's womb prior to John? Rather, he says, as the evangelist relates: In the sixth month the angel Gabriel was sent to a town of Galilee, to a virgin betrothed to a man whose name was Joseph. And upon entering in to her he said: Rejoice, O favoured one, the Lord is with you, and the rest of the sequel. When therefore the Virgin was troubled at the greeting, he said to her: Lo, you shall conceive in your womb and bear a son, and you shall call His name Jesus. And lo, your kinswoman Elizabeth has also conceived a son in her old age, and this is the sixth month for her who is called barren. And you see, he says, that six months prior to the annunciation to Mary, John already pre-existed. How then shall the clause, came to be before me, be fulfilled in Christ's incarnate advent? And who among the guileless, not yet plainly grounded in mind, upon hearing the saying, will not be troubled? For he speaks thus; and the necessary, unadulterated, and life-giving words of divine Scripture appear all the more harmful to those who draw evils upon themselves, whilst the texts are altogether illumined in the Holy Spirit. For what has been left out of the text for safeguard? For lo, he says, this is He—signifying what is visible, and pointing Him out to those who look on—of whom I spoke to you, that He comes after me. And who comes save a man?
Οὐδεὶς δὲ τῶν σύνεσιν κεκτημένων ἄνδρα ψιλὸν νομίσειε τὸν Κύριον ἡμῶν, ἀλλὰ αἱ ἄνω αἱρέσεις αἱ ἤδη σημανθεῖσαι, οἱ περὶ Κήρινθον, καὶ Μήρινθον, καὶ Ἐβίωνα. Ἀλλὰ μετὰ τοῦ ἀνὴρ, πάντως ὅτι ἠσφαλισμένως, καὶ Κύριον αὐτὸν ἴσασιν οἱ ἀληθινοὶ πιστοὶ, ὡς καὶ Ἰωάννης μαρτυρεῖ· Ὃ ἀκηκόαμεν ἀπαρχῆς· ἵνα εἴπῃ τὸν ἀπαρχῆς ὄντα, τὸν ἀόρατον Θεὸν Λόγον, ὃν ἠκούσαμεν ἐν θείαις Γραφαῖς ἐν προφήταις καταγγελλόμενον, ἐν οὐρανῷ ἐξυπνούμενον. Καὶ διὰ τοῦτο ὃ ἐν ἀρχῇ ἠκούσαμεν, καὶ ἐθεασάμεθα τοῖς ὀφθαλμοῖς, ἵνα ἄνω τὸ ἀκηκοέναι Θεὸν ὁμολογήσῃ ἐξ ὑπαρχῆς· τὸ δὲ ἑωρακέναι ἄνθρωπον σημάνῃ, ὃν καὶ ὁ Βαπτιστὴς Ἰωάννης ἔφη, ὅτι Ὀπίσω μου ἔρχεται ἀνήρ. Καὶ τὸ, Αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, ἵνα Θεὸν ἄνωθεν σημάνῃ, καὶ ἄνθρωπον ὁρατὸν ὑποδείξῃ ἀπὸ Μαρίας γεγεννημένον, καὶ ἐκ νεκρῶν ἀναστάντα τέλειον, μὴ ἀποβαλλόμενον τὸ ἅγιον σκεῦος, ὃ εἴληφε, καὶ τὴν τελείαν αὐτοῦ ἐνανθρώπησιν, ἀλλὰ διὰ τοῦ ἐψηλαφηκέναι τὴν πλευρὰν, τόν τε τύπον τῶν ἥλων, τὰ τρία ὁμολογήσῃ ἀπαρασαλεύτως. Οὕτω μοι καὶ ἐνταῦθα νόει, τὸ, ὅτι Οὗτός ἐστιν ὃν εἶπον ὑμῖν, ὅτι ὀπίσω μου ἔρχεται ἀνὴρ, ἵνα τὴν ἔνσαρκον σημάνῃ παρουσίαν. Ὅτι Πρῶτός μου ἦν, ἵνα τὴν θεότητα ὑποδείξῃ, ὅτι πρὸ ἐμοῦ
Now no one among those possessing understanding would deem our Lord a mere man, save the heresies already indicated above—those around Cerinthus, and Merinthus, and Ebion. Rather, together with the term man, and most securely so, the true believers know Him also to be Lord, as John too bears witness: That which we have heard from the beginning; so as to express Him who is from the beginning, the invisible God the Word, whom we have heard proclaimed in the divine Scriptures among the prophets, extolled in heaven. And on this account it says, that which we have heard in the beginning, and have beheld with our eyes, so that above, by having heard, he might confess God from the outset; whilst by having seen, he might signify the man of whom John the Baptist also said: After me comes a man. And the phrase, Our hands have touched, is so that he might signify God from above, and show forth a visible man born of Mary, and risen complete from the dead, not casting away the holy vessel which He received and His complete incarnation, but through the touching of His side and the print of the nails might unshakeably confess all three. Thus also understand for me here the saying, This is He of whom I spoke to you, that after me comes a man, as signifying His incarnate advent; and For He was prior to me, as showing forth His Godhead, seeing that before me
Notes, col. 264

On the reading

Printed βλαβλερώτερα, for βλαβερώτερα.

Printed ἐξυπνούμενον, for ἐξυμνούμενον.

PG 42:265Read from the page
ἐγένετο· ἐν τῷ κόσμῳ γὰρ ἦν, φησὶ τὸ ἅγιον Εὐαγγέλιον, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.
He came to be; for He was in the world, says the holy Gospel, and the world came into being through Him, and the world recognized Him not.
ΜΑʹ. Εἰ δὲ ἐν κόσμῳ ἦν πρὸ τοῦ Ἰωάννην γεννηθῆναι καὶ συλληφθῆναι, πρὸ αὐτοῦ γέγονεν ἐν κόσμῳ, οὐ περὶ κτίσεως, οὐ περὶ ποιήσεως σημαίνων, ἀλλὰ κατὰ τὴν χρῆσιν, ἣν ὁμωνύμως εἰώθασιν οἱ ἄνθρωποι λέγειν· Ἐγενόμην ἐν Ἱεροσολύμοις, ἐγενόμην ἐν Βαβυλῶνι, ἐγενόμην ἐν Αἰθιοπίᾳ, ἐγενόμην ἐν Ἀλεξανδρείᾳ· οὐ κτίσιν σημαίνων ἐνταῦθα, ἀλλὰ ἐπίβασίν τε καὶ παρουσίαν. Τὸ γὰρ, Ἐγενόμην ἐν Βαβυλῶνι ἢ ἐν ἑτέρῳ τόπῳ, ὅτι Ἦλθον. Πρὸ ἐμοῦ οὖν ἐγένετο, ἵνα δείξῃ ἐπὶ τῆς γῆς τὴν τοῦ Λόγου ἀεὶ ἐπίβασιν· καὶ τὸ, Πρῶτός μου ἦν, ἵνα δείξῃ τὴν θεότητα ἀεὶ οὖσαν· τὸ δὲ, ὀπίσω μου ἐρχόμενον, ἵνα δείξῃ τὴν σύλληψιν μετὰ τὸν Ἰωάννην. Καὶ διὰ τοῦτο, Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμαστικὴ φωνὴ τῆς τῶν ἀνθρώπων ἀκοῆς. Πρῶτον γὰρ ἀδιάρθρωτον εἰώθασιν οἱ φωνοῦντες ἀποδιδόναι φωνὴν ἠχήεσσαν, ἀπομήκοθεν καλοῦντες τοὺς τὶ ἔχοντας παρ' αὐτοῦ ἀκούειν· καὶ ἐπὰν ἐκεῖνοι τῆς φωνῆς ἀκούσωσι μόνης, καὶ δώσωσι τὸν νοῦν τοῦ ἀκούειν, καὶ ἑτοιμάσωσι τὴν ἀκοὴν, τότε ὁ τὴν ἠχήεσσαν φωνὴν ἀποδοὺς λοιπὸν διαστέλλει τὸν λόγον, ὅνπερ ἠβουλήθη εἰπεῖν. Οὕτω καὶ Ἰωάννης φωνὴ ἐγένετο ἑτοιμάζουσα τὴν ἀκοὴν τῶν ἀνθρώπων. Οὐ γὰρ ἦν αὐτὸς ὁ Λόγος, ἀλλὰ μετ' αὐτὸν ἦλθεν ὁ Λόγος, δι' ὃν ἡ ἑτοιμαστικὴ φωνὴ γέγονε. Καὶ διὰ τοῦτο λέγει· Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· ἑτοιμάσατε τὰς ὁδοὺς Κυρίου. Ἡ γὰρ φωνὴ ἑτοιμάζει, ὁ δὲ Κύριος ἐκβαίνει ταῖς ἡτοιμασμέναις. Καὶ ἡ φωνὴ λαλεῖ τὴν ἀκοήν. Ὅταν δὲ ἡ ἀκοὴ σχολάσῃ, τότε ὁ λόγος ἐν τῇ ἀκοῇ καταβάλλεται τῶν δεχομένων. Οὐδαμοῦ τοίνυν ἐπιλήψεται Ἄρειος, καὶ οἱ ἀπ' αὐτοῦ τῆς τοῦ Θεοῦ ἀληθείας ἀεὶ καταυγαζούσης καρδίας πιστῶν, εἰς τὸ μὴ ἐκτραπῆναι ἀπὸ τῆς ἐν τῷ Λόγῳ Υἱῷ Θεοῦ ἐν ἀληθείᾳ ἀκτίστῳ καὶ ἀγεννήτῳ σωτηρίας.
41. And if He was in the world prior to John's being born and conceived, He has come to be in the world before him—not signifying creation or making, but in accordance with the usage which men are accustomed to speak equivocally: I was in Jerusalem, I was in Babylon, I was in Ethiopia, I was in Alexandria; not signifying creation here, but arrival and presence. For the phrase, I was in Babylon or in some other place, means, I came there. He came to be before me, therefore, so as to show the continual visitation of the Word upon the earth; and the saying, He was prior to me, so as to show His Godhead ever existing; whilst coming after me, so as to show His conception after John. And on this account it says: I am a voice of one crying aloud in the wilderness—a voice preparatory of men's hearing. For first of all, those who call out are accustomed to utter an inarticulate resounding voice, summoning from afar those who have something to hear from him; and when they have heard the voice alone, and applied their mind to hearing, and prepared their ear, then he who uttered the resounding voice thereafter sets forth distinctly the speech which he wished to speak. Thus John also became a voice preparing the hearing of men. For he himself was not the Word, but after him came the Word, on whose account the preparatory voice came to be. And for this reason he says: A voice of one crying aloud in the wilderness: make ready the roads of the Lord. For the voice makes ready, and the Lord proceeds along those made ready. And the voice addresses the hearing. And when the hearing is at leisure, then the word is deposited in the hearing of those who receive it. Nowhere, then, shall Arius and those from him lay hold upon the truth of God that ever illumines the hearts of believers, so that they may not be turned aside from the salvation in God's Son the Word, who is in truth uncreated and unoriginated.
ΜΒʹ. Προκοπτόντων δὲ πάλιν ἡμῶν, καὶ ἐπὶ τὰς ἑξῆς βαινόντων, οὐδὲν παραλείψομεν τῶν ἄνω προ-
42. As we again advance and proceed to the succeeding matters, we shall pass over none of those above fore-
Notes, col. 265

On the reading

Printed τὶ, for τι.

PG 42:268Read from the page
τεταγμένων εἰς ἐπίλυσιν, ἀλλὰ αὖθις πάλιν ἐπιληψόμεθα τῆς ἀκολουθίας. Προφασίζονται γὰρ πάλιν ἑτέραν πρόφασιν τὴν ὑπὸ τοῦ ἁγίου Πέτρου ἐν ταῖς Πράξεσιν εἰρημένην· ὅτι Φανερὸν ἔστω ὑμῖν, πᾶς οἶκος Ἰσραὴλ, ὅτι τοῦτον τὸν Ἰησοῦν ὃν ἐσταυρώσατε, καὶ Κύριον καὶ Χριστὸν αὐτὸν ὁ Θεὸς ἐποίησε. Καὶ λέγουσι πάλιν, ὅτι τὸ ἐνταῦθα ἐποίησε γέγραπται. Καὶ οὐχ ὁρῶσι τὸ ῥητὸν (αὐτὸς γὰρ ἑαυτῷ τὸ ῥητὸν μηνύει). Τοῦτον γὰρ τὸν Ἰησοῦν, ἵνα σημάνῃ τὴν ἐνανθρώπησιν Κυρίου. Ἀπὸ τοῦ γὰρ, Τοῦτον τὸν Ἰησοῦν, ὃν ἐσταυρώσατε, φανερόν τί ἐστιν ὅτι ἣν ἐσταύρωσαν σάρκα. Σάρκα γὰρ ἐσταύρωσαν. Καὶ διὰ τοῦτο ὁ Κύριος ἐν τῷ Εὐαγγελίῳ· Νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν ἐλάλησα, ἣν ἤκουσα παρὰ τοῦ Πατρός μου· ἀλλ' οὐ τῆς ἐνανθρωπήσεως διορίζων τὴν θεότητα. Οὔτε γὰρ ἐκτὸς τῆς ἐνανθρωπήσεως ὑπῆρχεν ἡ θεότης, ὁπηνίκα ἔμελλε πάσχειν, οὔτε ἐν τῷ πάσχειν ἐγκατελείφθη ὑπὸ τοῦ Λόγου ἡ ἔνσαρκος παρουσία. Ἀλλ' οὔτε ὁ ἀπαθὴς Λόγος πέπονθε τὸ πρότερον ἐν σαρκὶ ὢν τῇ πασχούσῃ. Ἀληθὲς γάρ ἐστιν ἐπ' ἀμφοτέρων τὸ ἓν ὄνομα, ἔν τε τῇ θεότητι καὶ ἐν τῇ ἀνθρωπήσει. Χριστὸς γὰρ ἡ ἐνανθρώπησις αὐτοῦ τοῦ Λόγου, καὶ Χριστὸς Κύριος ἐν αὐτῇ τῇ ἐνσάρκῳ παρουσίᾳ. Ἀλλὰ τὸ μὲν παθεῖν ἐν σαρκὶ, καθὼς εἶπε Πέτρος, ὅτι Χριστοῦ παθόντος ὑπὲρ ἡμῶν σαρκὶ, ἵνα δείξῃ τὴν ἀπάθειαν τῆς θεότητος· καὶ πάλιν· Ἀποθανὼν ἐν σαρκὶ, ζωογονηθεὶς δὲ τῷ Πνεύματι. Τοῦτο οὖν τὸν Ἰησοῦν ὃν ἐσταυρώσατε, ἵνα μὴ παραλειφθῇ ἡ ἁγία ἔνσαρκος οἰκονομία ἀπὸ τοῦ ἀπαθοῦς καὶ ἀκτίστου Λόγου, ἀλλὰ συνενωθῇ ἄνω τῷ ἀκτίστῳ Λόγῳ. Διὰ τοῦτο καὶ Κύριον καὶ Χριστὸν ὁ Θεὸς ἐποίησε τὸ ἐκ Μαρίας συλληφθὲν, τὸ ἐν θεότητι συνενωθέν· οὐ γὰρ ἡ Μαρία Θεὸς κατὰ φύσιν. Διὰ τοῦτο ἑξῆς τὸ ἐποίησεν ἐπιφέρει.
appointed for resolution, but shall once again take hold of the sequence. For they put forward again another pretext, the saying spoken by saint Peter in the Acts: Let it be manifest to you, all the household of Israel, that God has made Him both Lord and Christ, this Jesus Whom you crucified. And they say again that here the word made stands written. And they do not perceive the text (for the text discloses itself by itself). For He said this Jesus, in order to signify the incarnation of the Lord. For from the phrase, this Jesus Whom you crucified, what is manifest save that it means the flesh which they crucified? For it was flesh that they crucified. And on this account the Lord says in the Gospel: But now you seek to put Me to death, a man Who spoke the truth to you, which I heard from My Father; yet not severing the Godhead from the incarnation. For neither did the Godhead exist apart from the incarnation when He was about to suffer, nor in the suffering was the incarnate presence forsaken by the Word. Yet neither has the impassible Word suffered formerly whilst being in flesh that suffered. For the one name holds true upon both, both in the Godhead and in the humanity. For Christ is the incarnation of the Word Himself, and Christ is Lord in that very incarnate presence. But the suffering in flesh, even as Peter spoke, since Christ suffered on our behalf in flesh, was so that he might show the impassibility of the Godhead; and again: Having died in flesh, but made alive in the Spirit. This therefore he said, Jesus Whom you crucified, lest the holy incarnate dispensation should be left aside from the impassible and uncreated Word, but might be united on high with the uncreated Word. For this reason also God made both Lord and Christ that which was conceived from Mary, that which was united in Godhead; for Mary is not God by nature. Therefore in what follows he adds the word made.
Ὡς καὶ ὁ ἄγγελος Γαβριήλ φησιν, ἐρωτησάσης αὐτῆς, ὅτι Πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; φησί· Πνεῦμα Κυρίου ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι. Διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται Υἱὸς Θεοῦ. Ὅταν δὲ εἴπῃ, καὶ τὸ γεννώμενον, ἔδειξεν ἀκαταζητήτως περὶ Θεοῦ Λόγου, ὅτι Υἱός ἐστιν ἀναμφιβόλως, οὐ κτισθεὶς, οὐ ποιηθείς. Περὶ δὲ ἀπὸ Μαρίας τῆς ἐνσάρκου οἰκονομίας, μετὰ προσθήκης, καὶ τὸ γεννώμενον, τὸν Χριστὸν καὶ Κύριον ἐποίησεν· ὡς ἐπὶ ταῖς ἄλλαις ῥήσεσι πάντα σαφῶς ἐπληρώθη, καὶ οὐδὲν καμάτου περιέχουσιν. Οὕτω καὶ ἐνταῦθα ἐν τῇ ἐνσάρκῳ παρουσίᾳ πεπλήρωται· καὶ οὐδεμία ἐστὶ παρεκτροπὴ τοῖς τῆς ἰδίας ζωῆς ἐπιμελουμένοις. Ζῶν γὰρ ὁ Λόγος ἀπὸ ζῶντος Πατρὸς, Υἱὸς τοῦ Πατρὸς, καὶ οὐ κτιστός. Πάντα δὲ ἐν τῇ ἐντάρκῳ παρουσίᾳ πεπλήρωται, ἵνα μήτε φάντασμα νομισθείη, μήτε ὁμοούσιος ἡ σὰρξ τῇ ἄνω θεότητι, ἀλλὰ συν-
As the angel Gabriel also says, when she questioned him: How shall this be, seeing that I know not a man? he says: The Spirit of the Lord shall come upon you, and the power of the Most High shall overshadow you. Wherefore also that holy thing which is begotten shall be called Son of God. Now when he says, and that which is begotten, he showed beyond all question concerning God the Word that He is indubitably Son, not created, not made. But concerning the incarnate dispensation from Mary, with the addition, and that which is begotten, He made Him Christ and Lord; just as in the other utterances all things were clearly fulfilled, and contain nothing of labour. So here also it has been fulfilled in the incarnate presence; and there is no deviation for those who care for their own life. For the Word is living from the living Father, Son of the Father, and not created. And all things have been fulfilled in the incarnate presence, lest the flesh should be deemed a phantasm, or consubstantial with the Godhead on high, but un-
Notes, col. 268

On the reading

Printed ἐντάρκῳ, for ἐνσάρκῳ.

PG 42:269Read from the page
ηνωμένη ἡ ἐνανθρώπησις αὐτοῦ εἰς μίαν ἀπάθειαν, μάλιστα μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν. Οὐκέτι γὰρ ἀποθνήσκει, φησὶ, θάνατος αὐτοῦ οὐκέτι κυριεύει. Ἔστι γὰρ εἷς Κύριος, εἷς Χριστὸς, εἷς βασιλεὺς, ἐν δεξιᾷ Πατρὸς καθήμενος, τὸ σωματικὸν καὶ πνευματικὸν, μία ἕνωσις, μία θεότης πνευματική, τὰ ἀμφότερα φωτεινὰ καὶ ἔνδοξα. Ἔτι δὲ ὑπερβήσομαι τὸ ῥητὸν ἱκανῶς ἑρμηνευόμενον νομίζων, καὶ ἐπὶ τὰ ἕτερα τῆς αὐτῶν εἰς ἀνατροπὴν τῶν ἀκουόντων ἐπινενοημένα τοῦ λέγειν ἐπιλάβοιμι.
ited with His incarnation into a single impassibility, especially after the resurrection from the dead. For He dies no more, he says; death has dominion over Him no more. For He is one Lord, one Christ, one king, seated at the right hand of the Father, that which is bodily and spiritual, one union, one spiritual Godhead, both radiant and glorious. Yet I shall pass on further, deeming the text sufficiently expounded, and would take hold of speaking upon the other matters devised by them for the subversion of the hearers.
ΜΓʹ. Φασὶ γὰρ πάλιν· Εἰ ἔστιν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, πῶς οὐκ οἶδε τὴν ὥραν καὶ τὴν ἡμέραν, ἀλλὰ ἰδίῳ λόγῳ ὁμολογεῖ τοῖς μαθηταῖς μὴ εἰδέναι ἃ ὁ Πατὴρ ἐπίσταται, φήσας, ὅτι Περὶ τῆς ἡμέρας ἐκείνης καὶ τῆς ὥρας οὐδεὶς οἶδεν, οὔτε οἱ ἄγγελοι ἐν οὐρανῷ, οὔτε ὁ Υἱὸς, εἰ μὴ ὁ Πατὴρ μόνος; Εἰ τοίνυν, φασὶν, ὁ Πατὴρ οἶδε, καὶ αὐτὸς οὐκ οἶδε, πῶς δύναται ἡ αὐτὴ θεότης Πατρὸς καὶ Υἱοῦ ὑπάρχειν, ὁπότε ἃ οἶδεν ὁ Πατὴρ, ὁ Υἱὸς ἀγνοεῖ; Ὅσα δὲ μυστικῶς, καὶ ἐν τῇ ἐνθέῳ αὐτοῦ σοφίᾳ πρὸς ἀσφάλειαν γνώσεως ἀληθεστάτης, ὁ Μονογενὴς διδάσκων ὑφηγεῖτο, οὗτοι ἀγνοοῦντες τὰ ἀνθρωποπαθῆ, πάντα εἰς ἑαυτῶν βλάβην, ὥσπερ δεινὰ ἑρπετὰ, καὶ εἰς ἑαυτῶν λύμην τὰ ὑπὸ τοῦ πανούργου θηρευτοῦ δεδελεασμένα ἀφαρπάζουσιν, οὐκ εἰδότες, ὅτι τὸ ψεῦδος οὐδαμοῦ σταθήσεται, ἡ δὲ ἀλήθεια πάντη τοὺς ἰδίους αὐτῆς υἱοὺς διορθοῦται, καὶ ἐξελέγχει τὸ ψεῦδος. Εἴπω γὰρ ὑμῖν οἱ τὴν κακὴν ὑπόνοιαν περὶ τοῦ Χριστοῦ κεκτημένοι ἀπ' ἀρχῆς· Τί μεῖζόν ἐστι κατὰ φύσιν καὶ πρὸς τὴν εἴδησιν, ὁ Θεὸς ὁ πάντων δεσπότης, καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἢ ἡ ἡμέρα ὑπὸ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος ἀγομένη τε, καὶ γινομένη, καὶ ἡ ὥρα ἐκείνη; Πάντως δὲ ἐρωτώμενοι ἀναγκασθήσονται ἀπ' αὐτῆς τῆς ἀληθείας τὸν Πατέρα μείζονα λέγειν, ὡς καὶ ἔστιν. Εἰ τοίνυν φάσκει ὁ Υἱὸς λέγων· Οὐδεὶς οἶδε τὸν Πατέρα εἰ μὴ ὁ Υἱὸς, καὶ οὐδεὶς οἶδε τὸν Υἱὸν, εἰ μὴ ὁ Πατήρ· ὁ τὸ μεῖζον γινώσκων, τουτέστι τὸν Πατέρα, πῶς τὸ ἧσσον ἀγνοεῖ; Ἀλλὰ ἔστι θεῖα τὰ ῥήματα Πνεύματι ἁγίῳ λεγόμενα, ἄγνωστα δὲ τοῖς μὴ εἰληφόσι Πνεύματος ἁγίου δωρεὰν καὶ χάριν. Τοιοῦτοι γὰρ ὄντες οἱ προειρημένοι, ἄστατον ἔχουσι καὶ τὸ φρόνημα, ἠλίθιόν τε τὴν διάνοιαν, εἰς ἐπιβλαβεῖς καὶ εἰς ἥσσονας παρεκτροπὰς ὀλισθαίνουσαν.
Chapter XLIII. For they say again: If He is of the essence of the Father, how does He not know the hour and the day, but by His own word confesses to the disciples that He does not know what the Father understands, having said: Concerning that day and the hour no one knows, neither the angels in heaven, nor the Son, save the Father alone? If therefore, they say, the Father knows, and He Himself does not know, how can the same Godhead of Father and Son exist, when what the Father knows, the Son is ignorant of? But whatsoever things the Only-begotten taught and led the way in mystically, and in His divine wisdom for the assurance of most true knowledge, these men, being ignorant of human expressions, snatch up all things to their own harm, like dire reptiles, and to their own ruin the things baited by the crafty huntsman, not knowing that falsehood shall nowhere stand, whereas truth everywhere sets aright her own sons and convicts falsehood. For let me say to you who from the beginning hold the evil suspicion concerning Christ: What is greater by nature and in regard to knowledge: God the Master of all, and Father of our Lord Jesus Christ, or the day that is both brought along and brought to pass by Father, and Son, and Holy Spirit, and that hour? Assuredly, when questioned, they will be compelled by the truth itself to say that the Father is greater, as indeed He is. If therefore the Son declares, saying: No one knows the Father save the Son, and no one knows the Son save the Father; how is He Who knows that which is greater, that is, the Father, ignorant of that which is less? But the utterances spoken by the Holy Spirit are divine, yet unknown to those who have not received the gift and grace of the Holy Spirit. For being such, the aforesaid men have both an unstable mind and a foolish understanding, slipping into harmful and inferior deviations.
ΜΔʹ. Προϋπαντήσεται γὰρ αὐτοῖς τὸ ὑπ' αὐτοῦ τοῦ Κυρίου εἰρημένον· ὅτι Γίνεσθε ἕτοιμοι. Αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι, καὶ αἱ λαμπάδες ὑμῶν ἐν ταῖς χερσὶν ὑμῶν. Καὶ ἔσεσθε ὡς καλοὶ δοῦλοι, προσδοκῶντες τὸν ἴδιον δεσπότην.
Chapter XLIV. For that which was spoken by the Lord Himself will meet them beforehand: Become ready. Let your loins be girded about, and your torches in your hands. And you shall be like good servants, awaiting their own master.