ἐτύγχανεν, ὕστερον Λικινιανὸν γέγονε γυμνάσιον, εἴτουν βασίλειον. Μετέπειτα δὲ ἐν χρόνοις Κωνσταντίου ἔδοξεν αὐτὴν οἰκοδομηθῆναι ἐκκλησίαν, Γρηγορίου τοῦ Μελητιανοῦ, καὶ Ἀρειανοῦ ἀρξαμένου, τελειώσαντος δὲ Ἀθανασίου τοῦ μακαρίου, καὶ πατρὸς τῆς ὀρθοδοξίας, καυθείσης δὲ ἐπὶ Ἰουλιανοῦ, καὶ αὖθις ἀνακτισθείσης ὑπ' αὐτοῦ τοῦ μακαρίτου Ἀθανασίου τοῦ ἐπισκόπου. Ἄλλαι δέ εἰσι πλείους, ὡς ἔφην, Διονυσίου καλουμένη ἐκκλησία, καὶ ἡ τοῦ Θεωνᾶ, καὶ ἡ Πιερίου, καὶ Σεραπίωνος, καὶ ἡ τῆς Περσαίας, καὶ ἡ τοῦ Διζύας, καὶ ἡ τοῦ Μενδιδίου, καὶ ἡ Ἀννιανοῦ, καὶ ἡ τῆς Βαυκάλεως, καὶ ἄλλαι. Ἐν μιᾷ δὲ τούτων Κόλλουθός τις ὑπῆρχεν, ἐν ἑτέρᾳ δὲ Καρπώνης, ἐν ἄλλῃ δὲ Σαρματᾶς, καὶ Ἄρειος οὗτος ὁ προειρημένος μίαν τῶν προειρημένων κατέχων Ἐκκλησίαν. Ἕκαστος δὲ τούτων δῆλον κατὰ τὴν εἰθισμένην σύναξιν τὸν αὐτῷ πεπιστευμένον λαὸν διδάσκων, ἐν ταῖς ἐξηγήσεσιν ἔριν τινὰ ἐνέβαλον ἐν τῷ λαῷ. Καὶ οἱ μὲν προσεκλίθησαν Ἀρείῳ, ἕτεροι δὲ Κολλούθῳ, ἄλλοι δὲ Καρπώνῃ, ἕτεροι δὲ Σαρματᾷ. Ὡς οὖν ἐξηγεῖτο ἕκαστος ἐν τῇ ἰδίᾳ Ἐκκλησίᾳ, ἄλλος ἄλλο τι, καὶ ἄλλος ἄλλο, ἐκ τῆς προσκλήσεως καὶ ἐπαίνου δὲ τοῦ παρ' αὐτῶν, οἱ μὲν Κολλουθιανοὺς ἑαυτοὺς ὠνόμασαν, ἄλλοι δὲ Ἀρειανούς. Καὶ γὰρ ὁ Κόλλουθος τινὰ παρατετραμμένα ἐδίδαξεν· ἀλλ' οὐκ ἐνέμεινεν ἡ τούτου αἵρεσις, ἀλλ' εὐθὺς διεσκορπίσθη· ὡς εἴθε καὶ ἡ τοῦ Ἀρείου ἐμβεβροντημένη πίστις, μᾶλλον δὲ ἀπιστία, ἔστι δὲ μᾶλλον κακοπιστία!
happened to be, and afterwards became the Licinian gymnasium, or rather palace. Thereafter, in the times of Constantius, it was decreed that it should be built as a church: Gregory the Meletian and Arian began it, and the blessed Athanasius, father of orthodoxy, completed it; and after it was burned down under Julian, it was rebuilt again by that same late bishop Athanasius. There are several others as well, as I said: the church called after Dionysius, and that of Theonas, and that of Pierius, and of Serapion, and that of Persaia, and that of Dizyas, and that of Mendidius, and that of Annianus, and that of Baucalis, and others. In one of these there was a certain Colluthus, in another Carpones, in another Sarmatas, and this aforesaid Arius holding one of the aforesaid churches. Manifestly, as each of them taught the people entrusted to him at the customary assembly, they cast a certain strife among the people in their expositions. Some inclined towards Arius, others towards Colluthus, others towards Carpones, and others towards Sarmatas. As each expounded in his own Church, one saying one thing and another another, from their solicitation and the praise bestowed by them, some named themselves Colluthians and others Arians. For Colluthus too taught certain perverted doctrines; yet his heresy did not endure, but was straightway scattered — would that the crazed faith of Arius too had been, or rather his unbelief, which is indeed malignant belief!
Γʹ. Ἐπάρματι γὰρ ἀρθεὶς ὁ γέρων τοῦ προκειμένου ἐξέστη. Ἦν δὲ τὴν ἡλικίαν ὑπερμήκης, κατηφὴς τὸ εἶδος, ἐσχηματισμένος ὡς δόλιος ὄφις, ὑποκλέψαι δυνάμενος πᾶσαν ἄκακον καρδίαν, διὰ τοῦ αὐτοῦ πανούργου προσχήματος. Ἡμιφόριον γὰρ ὁ τοιοῦτος ἀεὶ καὶ κολοβίωνα ἐνδιδυσκόμενος, γλυκὺς ἦν τῇ
III. For the old man, lifted up with conceit, departed from the mark set before him. He was exceedingly tall in stature, downcast in countenance, fashioned like a guileful serpent, able to beguile every guileless heart through his crafty outward bearing. For this man, always clad in a half-mantle and a sleeveless tunic, was sweet in