Migne Reading Room

PG 42 · cols. 212–221 · Read from the page

Panarium Adversus Octoginta Haereses: Liber II, Tomus II (Anacephalaeosis et Haereses LXV–LXIX)

Panarium Adversus Octoginta Haereses: Liber II, Tomus II (Anacephalaeosis et Haereses LXV–LXIX)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 42:212Read from the page
ἀεὶ Υἱός· ἅμα Πατὴρ, ἅμα Υἱός. Συνυπάρχει ὁ Υἱὸς ἀγεννήτως τῷ Θεῷ, ἀειγενὴς, ἀγεννητογενής· οὔτ ἐπινοίᾳ, οὔτ' ἀτόμῳ τινὶ προάγει ὁ Θεὸς τοῦ Υἱοῦ· ἀεὶ Θεὸς, ἀεὶ Υἱός· ἐξ αὐτοῦ τοῦ Θεοῦ ὁ Υἱός. Καὶ ἐπειδὴ Εὐσέβιος ὁ ἀδελφός σου ἐν Καισαρείᾳ, καὶ Θεοδόσιος, καὶ Παυλῖνος, καὶ Ἀθανάσιος, καὶ Γρηγόριος, καὶ Ἀέτιος, καὶ πάντες οἱ κατὰ τὴν ἀνατολὴν λέγουσιν, ὅτι προϋπάρχει ὁ Θεὸς τοῦ Υἱοῦ ἀνάρχως, ἀνάθεμα ἐγένοντο, δίχα Φιλογονίου, καὶ Ἑλλανίκου, καὶ Μακαρίου, ἀνθρώπων αἱρετικῶν ἀκατηχήτων, τὸν Υἱὸν λεγόντων οἱ μὲν ἐρυγὴν, οἱ δὲ προβολὴν ἀγέννητον. Καὶ τούτων τῶν ἀσεβῶν οὐδὲ ἀκοῦσαι δυνάμεθα, ἐὰν μυρίους θανάτους ἡμῖν ἐπαπειλῶσιν οἱ αἱρετικοί. Ἡμεῖς δὲ τί λέγομεν, καὶ φρονοῦμεν, καὶ ἐδιδάξαμεν, καὶ διδάσκομεν; Ὅτι ὁ Υἱὸς οὐκ ἔστιν ἀγέννητος, οὐδὲ μέρος ἀγεννήτου, κατ' οὐδένα τρόπον· ἀλλ' οὔτε ἐξ ὑποκειμένου τινός· ἀλλ' ὅτι θελήματι καὶ βουλῇ ὑπέστη πρὸ χρόνων καὶ πρὸ αἰώνων, πλήρης Θεὸς μονογενὴς, ἀναλλοίωτος, καὶ πρὶν γεννηθῇ, ἤτοι κτισθῇ, ἤτοι ὁρισθῇ, ἢ θεμελιωθῇ, καὶ ἦν. Ἀγέννητος γὰρ οὐκ ἦν. Διωκόμεθα δὲ, ὅτι εἴπομεν· Ἀρχὴν ἔχει ὁ Υἱὸς, ὁ δὲ Θεὸς ἄναρχός ἐστι. Διὰ τοῦτο διωκόμεθα, καὶ ὅτι εἴπομεν· Ἐξ οὐκ ὄντων ἐστίν. Οὕτως δὲ εἴπομεν, καθότι οὐδὲ μέρος Θεοῦ ἐστιν, οὐδὲ ἐξ ὑποκειμένου τινός. Διὰ τοῦτο διωκόμεθα. Λοιπὸν σὺ οἶδας. Ἐῤῥῶσθαί σε ἐν Κυρίῳ εὔχομαι, μεμνημένον τῶν θλίψεων ἡμῶν σὺν Λουκιανιστᾷ, ἀληθῶς, Εὐσέβιε.
always Son; at the same time Father, at the same time Son. The Son coexists unbegottenly with God, ever-begotten, unbegotten-begotten; neither in thought nor by any indivisible moment does God precede the Son; always God, always Son; from God Himself is the Son. And since Eusebius your brother in Caesarea, and Theodosius, and Paulinus, and Athanasius, and Gregory, and Aetius, and all those throughout the East say that God pre-exists the Son without beginning, they have become anathema, apart from Philogonius, and Hellanicus, and Macarius, uncatechized heretical men, who call the Son, some an eructation, and others an unbegotten emission. And to these impious men we cannot even listen, even if the heretics threaten us with ten thousand deaths. But we, what do we say, and mind, and what have we taught, and do we teach? That the Son is not unbegotten, nor a part of the Unbegotten, in any manner whatsoever; nor yet out of some substratum; but that by will and counsel He subsisted before times and before ages, full God, only-begotten, unchangeable, and before He was begotten, or created, or ordained, or founded, He also was [not]. For He was not unbegotten. And we are persecuted because we said: The Son has a beginning, whereas God is without beginning. On this account we are persecuted, and because we said: He is out of things that are not. And thus we said, inasmuch as He is neither a part of God, nor out of some substratum. On this account we are persecuted. The rest you know. I pray that you fare well in the Lord, remembering our afflictions, with a Lucianist, truly, O Eusebius.
Notes, col. 212

On the reading

Printed οὔτ, for οὔτ'.

PG 42:213Read from the page
Ζʹ. Ἀλλὰ καὶ ἄλλην ἀπὸ Νικομηδείας τῷ ἁγιωτάτῳ πάπᾳ Ἀλεξάνδρῳ ἀπολογίας χάριν δῆθεν γραφεῖσαν, καὶ χείρω πάλιν τῆς αὐτοῦ ἰοβολίας ἀπαραλείπτως βλασφήμων ῥημάτων ἐμπεπλησμένην, καὶ ὑπ' αὐτοῦ ἐν Ἀλεξανδρείᾳ ἀπεσταλμένην ὑπετάξαμεν. Καὶ ἔστιν ἥδε·
7. But we have also subjoined another [letter] written from Nicomedia to the most holy Papa Alexander ostensibly by way of defence, and again worse, unremittingly filled with blasphemous words of his venom-spitting, and sent by him to Alexandria. And it is this:
Ἐπιστολὴ Ἀρείου πρὸς Ἀλέξανδρον.
Letter of Arius to Alexander.
Μακαρίῳ πάπᾳ καὶ ἐπισκόπῳ ἡμῶν Ἀλεξάνδρῳ οἱ πρεσβύτεροι καὶ οἱ διάκονοι ἐν Κυρίῳ χαίρειν.
To our blessed Papa and Bishop Alexander, the presbyters and the deacons, greeting in the Lord.
Ἡ πίστις ἡμῶν ἡ ἐκ προγόνων, ἣν καὶ ἀπὸ σοῦ μεμαθήκαμεν, μακάριε πάπα, ἔστιν αὕτη· Οἴδαμεν ἕνα Θεὸν μόνον ἀγέννητον, μόνον ἀΐδιον, μόνον ἄναρχον, μόνον ἀληθινὸν, ἀθανασίαν ἔχοντα, μόνον σοφὸν, μόνον ἀγαθὸν, μόνον δυνάστην, μόνον κριτὴν πάντων, διοικητὴν, οἰκονόμον, ἄτρεπτον, καὶ ἀναλλοίωτον, δίκαιον, καὶ ἀγαθὸν, νόμου καὶ προφητῶν, καὶ Καινῆς Διαθήκης τοῦτον Θεὸν γεννήσαντα Υἱὸν μονογενῆ πρὸ χρόνων αἰωνίων, δι' οὗ καὶ τοὺς αἰῶνας, καὶ τὰ λοιπὰ πεποίηκε· γεννήσαντα δὲ οὐ δοκήσει, ἀλλ' ἀληθείᾳ· ὑποστήσαντα δὲ ἰδίῳ θελήματι, ἄτρεπτον καὶ ἀναλλοίωτον, κτίσμα τοῦ Θεοῦ τέλειον, ἀλλ' οὐχ ὡς ἓν τῶν κτισμάτων, γέννημα, ἀλλ' οὐχ ὡς ἓν τῶν γεννημάτων· οὐδ' ὡς Οὐαλεντῖνος προβολὴν τὸ γέννημα τοῦ Πατρὸς ἐδογμάτισεν· οὐδ' ὡς Μανιχαῖος μέρος ὁμοούσιον τοῦ Πατρὸς τὸ γέννημα εἰσηγήσατο· οὐδ' ὡς Σαβέλλιος ὁ τὴν μονάδα διαιρῶν υἱοπάτορα εἶπεν· οὐδ' ὡς Ἱέρακας λύχνον ἀπὸ λύχνου, ἢ ὡς λαμπάδα εἰς δύο· οὐδὲ τὸν ὄντα πρότερον ὕστερον γεννηθέντα, ἢ ἐπικτισθέντα εἰς Υἱὸν, ὡς καὶ σὺ αὐτὸς, μακάριε πάπα, ἐν μέσῃ τε ἐκκλησίᾳ καὶ συνεδρίῳ πλειστάκις τοὺς ταῦτα εἰσηγησαμένους ἀπηγόρευσας· ἀλλ', ὡς φαμὲν, θελήματι τοῦ Θεοῦ πρὸ χρόνων καὶ πρὸ αἰώνων κτισθέντα, καὶ τὸ ζῆν καὶ τὸ εἶναι παρὰ τοῦ Πατρὸς εἰληφότα, καὶ τὰς δόξας συνυποστήσαντος αὐτῷ τοῦ Πατρός· οὐ γὰρ ὁ Πατὴρ δοὺς αὐτῷ πάντων τὴν κληρονομίαν ἐστέρησεν ἑαυτὸν τὸ ἀγεννήτως ἔχειν ἐν ἑαυτῷ. Πηγὴ γάρ ἐστι πάντων.
Our faith from our forefathers, which we have also learned from you, blessed Papa, is this: We know one God, alone unbegotten, alone everlasting, alone without beginning, alone true, possessing immortality, alone wise, alone good, alone sovereign, alone Judge of all, Governor, Steward, unturning and unchangeable, righteous and good, God of the Law and the Prophets and the New Covenant, who begat an only-begotten Son before eternal times, through whom He also made the ages and the rest of things; who begat Him not in seeming, but in truth; and who caused Him to subsist by His own will, unturning and unchangeable, a perfect creature of God, but not as one of the creatures, an offspring, but not as one of the offsprings; nor as Valentinus dogmatized that the offspring of the Father is an emission; nor as Manichaeus introduced the offspring as a consubstantial part of the Father; nor as Sabellius, dividing the Monad, spoke of a Son-Father; nor as Hieracas, a lamp from a lamp, or as a torch into two; nor Him who existed previously as afterwards begotten or additionally created into a Son, even as you yourself also, blessed Papa, in the midst of the Church and in council very often forbade those who introduced these things; but, as we say, created by the will of God before times and before ages, and having received life and being from the Father, the Father having caused His glories to subsist together with Him; for the Father, in giving Him the inheritance of all things, did not deprive Himself of possessing unbegottenly in Himself; for He is the Fountain of all things.
Ηʹ. Ὥστε τρεῖς εἰσιν ὑποστάσεις, Πατὴρ, Υἱὸς καὶ ἅγιον Πνεῦμα. Καὶ ὁ μὲν Θεὸς αἴτιος τῶν πάντων τυγχάνων ἐστὶν ἄναρχος, μονώτατος· ὁ δὲ Υἱὸς, ἀχρό-
8. So that there are three hypostases: Father, Son, and Holy Spirit. And God indeed, being the Cause of all things, is without beginning, most alone; whereas the Son, timeles-
PG 42:216Read from the page
νως γεννηθεὶς ὑπὸ τοῦ Πατρὸς, καὶ πρὸ αἰώνων κτισθεὶς καὶ θεμελιωθεὶς, οὐκ ἦν πρὸ τοῦ γεννηθῆναι· ἀλλὰ ἀχρόνως πρὸ πάντων γεννηθεὶς μόνος ὑπὸ μόνου τοῦ Πατρὸς ὑπέστη. Οὐδὲ γάρ ἐστιν ἀΐδιος, ἢ συναΐδιος, ἢ συναγέννητος τῷ Πατρί· οὐδὲ ἅμα τῷ Πατρὶ τὸ εἶναι ἔχει, ὥς τινες λέγουσι τὰ πρός τι, δύο ἀγεννήτους ἀρχὰς εἰσηγούμενοι. Ἀλλὰ ὡς μονὰς καὶ ἀρχὴ τῶν πάντων, οὕτως ὁ Θεὸς πρὸ πάντων ἐστί. Διὸ καὶ πρὸ τοῦ Χριστοῦ ἔστιν, ὡς παρὰ σοῦ μεμαθήκαμεν, μέσῃ τῇ ἐκκλησίᾳ κηρύξαντος. Καθὸ οὖν παρὰ τοῦ Θεοῦ τὸ εἶναι ἔχει, καὶ τὸ ζῆν, καὶ τὰς δόξας, καὶ πάντα αὐτῷ παρασχόντα, κατὰ τοῦτο ἀρχὴ αὐτοῦ ἐστιν ὁ Θεός. Ἄρχει γὰρ αὐτοῦ ὡς Θεὸς αὐτοῦ, καὶ πρὸ αὐτοῦ εἶναι, διὰ τὸ ἐξ αὐτοῦ. Καὶ εἰ τὸ, ἐκ γαστρὸς, καὶ τὸ, Ἐκ Πατρὸς ἐξῆλθον, καὶ ἥκω, ὡς μέρος τοῦ ὁμοουσίου, καὶ ὡς προβολὴ ὑπό τινων νοεῖται, σύνθετος ἔσται ὁ Πατὴρ, καὶ διαιρετὸς, καὶ τρεπτὸς, καὶ σῶμα κατ' αὐτοὺς, καὶ τὸ ὅσον ἐπ' αὐτοῖς τὰ ἀκόλουθα σώματι πάσχων ὁ ἀσώματος Θεός. Ἐῤῥῶσθαί σε ἐν Κυρίῳ εὔχομαι, μακάριε πάπα. Ἄρειος, Ἐθάλης, Ἀχιλλεὺς, Καρπώνης, Σαρματᾶς, Ἄρειος, πρεσβύτεροι· διάκονοι, Εὐζώϊος, Λούκιος, Ἰούλιος, Μηνᾶς, Ἑλλάδιος, Γάϊος· ἐπίσκοποι, Σεκοῦνδος Πενταπόλεως, Θεωνᾶς Λίβυς, Πιστὸς, ὃν κατέστησαν εἰς Ἀλεξάνδρειαν οἱ Ἀρειανοί.
ly begotten by the Father, and created and founded before ages, was not before He was begotten; but begotten timelessly before all things, He alone subsisted from the Father alone. For He is neither everlasting, nor co-everlasting, nor co-unbegotten with the Father; nor does He possess being simultaneously with the Father, as some speak of relatives, introducing two unbegotten principles. But as Monad and Principle of all things, so God is before all things. Wherefore He is also before Christ, as we have learned from you, when you preached in the midst of the Church. Insofar, therefore, as He has from God His being, and life, and glories, and all things [God] having bestowed upon Him, in this respect God is His Principle. For He rules over Him as His God, and as being before Him, because He is from Him. And if the [saying], from the womb, and the [saying], I came forth from the Father, and am come, is understood by some as a part of the consubstantial, and as an emission, the Father will be composite, and divisible, and mutable, and a body according to them, and, so far as lies with them, the incorporeal God suffering the things consequent upon a body. I pray that you fare well in the Lord, blessed Papa. Arius, Ethales, Achilles, Carpones, Sarmatas, Arius, presbyters; deacons, Euzoius, Lucius, Julius, Menas, Helladius, Gaius; bishops, Secundus of Pentapolis, Theonas the Libyan, Pistus, whom the Arians appointed to Alexandria.
Θʹ. Ὡς οὖν οὕτω παρεκινεῖτο τὰ πράγματα, Ἀλέξανδρος Κωνσταντίνῳ τῷ βασιλεῖ γράφει. Ὁ μακαρίτης βασιλεὺς συγκαλεσάμενος τὸν Ἄρειον καί τινας ἐπισκόπους ἀνέκρινεν. Ὁ δὲ τοὺς συμμύστας ἔχων τὸ μὲν πρῶτον ἠρνεῖτο εἰς πρόσωπον τοῦ βασιλέως, ἔσωθεν δὲ εἰργάζετο τὴν συσκευὴν τῆς Ἐκκλησίας. Ὡς οὖν συνεκαλέσατο αὐτὸν ὁ μακάριος Κωνσταντῖνος, ὡς καὶ ἐκ μέρους Πνεύματος ἁγίου ἐνεπνεύσθη, λόγον αὐτῷ προσεφθέγξατο λέγων, ὅτι Πεπίστευκα τῷ Θεῷ, εἰ δολίως ἔχεις τι κεκρυμμέ-
9. When, therefore, affairs were thus agitated, Alexander writes to the Emperor Constantine. The late blessed Emperor, having summoned Arius and certain bishops, examined [him]. And he, having his fellow-initiates, at first denied [it] to the Emperor's face, while inwardly he was working the plot against the Church. When, therefore, the blessed Constantine summoned him, as he was also in part inspired by the Holy Spirit, he addressed a word to him, saying: I have trusted in God, that if you deceitfully have anything hid-
PG 42:217Read from the page
νον, καὶ ἀρνεῖσαι, τάχιον ὁ πάντων Δεσπότης ἐλέγξαι σε ἔχει, μάλιστα καθ' οὗ ὤμοσας. Ὅθεν καὶ ἐφωράθη τὰ αὐτὰ φρονῶν, καὶ εἰς πρόσωπον τοῦ βασιλέως ἠλέγχθη. Πάλιν δὲ ὡσαύτως ἠρνεῖτο· καὶ πολλοὶ αὐτοῦ ὑπερασπισταὶ ὑπερεδέοντο διὰ Εὐσεβίου τοῦ Νικομηδείας. Ὁμοῦ δὲ ζήλῳ ἐπαρθεὶς ὁ βασιλεὺς, καὶ ἐπιστολὴν μεγάλην ἐγκύκλιον ὅλῃ τῇ Ῥωμανίᾳ γέγραφε κατὰ Ἀρείου καὶ τῆς αὐτοῦ πίστεως, πάσης σοφίας ἔμπλεων καὶ ἀληθινῶν ῥημάτων· ὡς καὶ αὕτη εἰς ἔτι δεῦρο παρὰ φιλοκάλοις σώζεται, περιέχουσα τὴν ἀρχήν· « Κωνσταντῖνος Σεβαστὸς, μέγιστος. Ἄρειος καὶ Ἀρειανοὶ κακὸς ἑρμηνεὺς, αὐτόχρημα εἰκών τε καὶ ἀνδριάς ἐστι τοῦ διαβόλου. » Εἶτα μεθ' ἕτερα, καὶ μετὰ τὸ πολλὴν πρὸς αὐτὸν ἐκθέσθαι ἐκ θείων λογίων ἀντιλογίαν, καὶ ἔπος ἀπὸ τοῦ Ὁμήρου πρὸς αὐτὸν σχετλιασμοῦ ἕνεκα ἀποτεινόμενος παρέθετο, ὅπερ καὶ αὐτὸ ἀναγκαῖον ἐνταῦθα παραθέσθαι ἡγησάμην καὶ ἔστιν· Ἄγε δὴ ἄδδες Ἄρειε, ἀσπίδων χρεία. Μή γε σὺ τοῦτο ποιήσῃς, ἱκετεύομεν· ἐπισχέτω δέ σε ἡ γοῦν Ἀφροδίτης ὁμιλία.
den, and deny [it], the Master of all will all the sooner convict you, especially Him by whom you swore. Whence he was also detected holding the same views, and was convicted to the Emperor's face. Yet again in like manner he kept denying [it]; and many of his champions interceded on his behalf through Eusebius of Nicomedia. And at the same time, roused with zeal, the Emperor also wrote a great encyclical letter to the whole Roman Empire against Arius and his faith, full of all wisdom and true words; as this too is still preserved to this day among lovers of virtue, containing the beginning: « Constantine Augustus, Maximus. Arius and the Arians, an evil interpreter, is veritably an image and statue of the devil. » Then after other things, and after setting forth a lengthy refutation against him from the divine oracles, addressing him by way of indignant reproach he also cited a verse from Homer, which I deemed it necessary to set down here as well, and it is: Come now, addes, O Arius, there is need of shields. Do not do this, we beseech you; let at least the consorting of Aphrodite restrain you.
Ιʹ. Βουλομένου τοίνυν τοῦ Ἀρείου ἐν τῇ Κωνσταντινουπόλει ὁμοῦ συναχθῆναι, Εὐσεβίου ἀναγκάζοντος, καὶ τὰ μεγάλα παρὰ βασιλέως ἰσχύοντος καὶ παρενοχλοῦντος τῷ ἐν Κωνσταντινουπόλει ἐπισκόπῳ κατ' ἐκεῖνο καιροῦ, κἀκείνου μὴ βουλομένου μετ' αὐτοῦ συναχθῆναι, μήτε εἰς κοινωνίαν αὐτοῦ ἐλθεῖν, καὶ βιοφορουμένου, καὶ στένοντος, τοῦ δὲ Εὐσεβίου λέγοντος· Εἰ μὴ βούλει ἰδίᾳ τῇ προαιρέσει, τῇ αὔριον ἡμέρᾳ, Κυριακῆς ἐπιφωσκούσης, σὺν ἐμοὶ εἰσελεύσεται, καὶ τί δύνασαι ποιῆσαι; Ὁ δὲ εὐλαβέστατος ἐπίσκοπος καὶ Θεὸν φοβούμενος Ἀλέξανδρος, ὁ τῆς αὐτῆς ἀρίστης πόλεως ἐπίσκοπος (ὁμώνυμος γὰρ ἦν καὶ οὗτος τῷ ἐν Ἀλεξανδρείᾳ), δι' ὅλης τῆς ἡμέρας, ἐξότου ἤκουσε, καὶ τῆς νυκτὸς, στενάζων καὶ στυγνάζων διετέλεσεν εὐχόμενος καὶ παρακαλῶν τὸν Θεὸν, ἢ αὐτοῦ τὴν ψυχὴν παραλαβεῖν, ἵνα μὴ συμμιανθῇ τῇ τοῦ Ἀρείου κοινωνίᾳ, ἢ ποιῆσαί τι παράδοξον· ὅπερ καὶ ἐγένετο τούτῳ. Τοῦ γὰρ Ἀρείου προελθεῖν κατὰ τὰς νύκτας ἐπειχθέντος ἐπὶ τὸ παρασκευασθῆναι, διέρχεται μέχρι τοῦ ἀφεδρῶνος, καὶ ἔνδον ἐν τοῖς ἀβάτοις καθεζόμενος εὑρέθη λακήσας καὶ ἔκπνους γεγονώς. Ὡς δὲ οὕτω κατείληπται ἐν τῷ δυσώδει τόπῳ ἀποδοὺς αὐτοῦ τὰ τέλη, καθάπερ καὶ ἐξήμεσεν ἀκάθαρτον κακοπιστίαν.
10. When Arius, therefore, wished to be gathered together [into the Church] in Constantinople, Eusebius compelling [it], and wielding great influence with the Emperor, and harassing the Bishop in Constantinople at that season, while that man was unwilling to be gathered with him, or to come into communion with him, and was oppressed by violence and groaning, and Eusebius said: If you do not wish [it] of your own choice, tomorrow, as the Lord's Day dawns, he shall enter with me, and what can you do?—then the most devout and God-fearing Bishop Alexander, the Bishop of that same noblest city (for he too had the same name as the one in Alexandria), throughout the whole day, from the time he heard [it], and the night, continued sighing and mourning, praying and beseeching God either to receive his soul, so that he might not be defiled together with the communion of Arius, or to work some marvel; which very thing came to pass for him. For when Arius during the night hastened to go forth to relieve himself, he passes on as far as the privy, and sitting within in the secluded stalls he was found having burst asunder and expired. And thus he was overtaken in the foul-smelling place, yielding up his ends [bowels], just as he had also vomited forth unclean misbelief.
ΙΑʹ. Ὡς οὖν ταῦτα ἐτελέσθη, ὁ βασιλεὺς μέριμναν συνεισενεγκάμενος τῇ Ἐκκλησίᾳ, διὰ τὸ ἤδη πολλάκις πολλοὺς εἰς ἀλλήλους διαφέρεσθαί τε καὶ σχίσματα πολλὰ εἶναι, συνεκρότησεν οἰκουμενικὴν σύνοδον ὧν καὶ τὰ ὀνόματα εἰς ἔτι δεῦρο σώζεται τριακοσίων δέκα καὶ ὀκτὼ ἐπισκόπων· καὶ ἀναθεματίζουσι τὴν Ἀρείου πίστιν ἐν τῇ Νικαέων πόλει, καὶ ὁμολογοῦσι
11. When, therefore, these things were accomplished, the Emperor, bringing care to bear for the Church, because many were already often at variance with one another and there were many schisms, convened an oecumenical synod of three hundred and eighteen bishops, whose names also are still preserved to this day; and they anathematize the faith of Arius in the city of the Nicaeans, and confess
PG 42:220Read from the page
τὴν τῶν Πατέρων ὀρθόδοξον πίστιν καὶ ἀκλινῆ, καὶ ἀπὸ τῶν ἀποστόλων καὶ προφητῶν παραδοθεῖσαν. Ὑπογραψάντων δὲ τῶν ἐπισκόπων εἰς ταύτην, καὶ ἀναθεματισάντων τὴν Ἀρειομανίτιδα αἵρεσιν, οὕτω γεγένηται. Ἅμα δὲ καὶ ἐν τῷ αὐτῷ κανόνας τινὰς ἔθηκαν ἐν τῇ συνόδῳ ἐκκλησιαστικούς· ὁμοῦ δὲ καὶ περὶ τοῦ Πάσχα ὥρισαν μίαν ἕνωσιν καὶ ὁμόνοιαν τὴν ἁγίαν Θεοῦ πανάρετον ἡμέραν γίνεσθαι· ἐπειδὴ διαφόρως παρά τισιν ἐφυλάττετο. Οἱ μὲν γὰρ προελάμβανον, οἱ δὲ ἐμέσαζον, οἱ δὲ μετέπειτα ἐπετέλουν· καὶ ἁπλῶς πολλὴ φράσις ἦν κατ' ἐκεῖνο καιροῦ. Τούτων δὲ ὁ Θεὸς τὸ κατόρθωμα διὰ τοῦ μακαρίτου Κωνσταντίνου ἐβράβευσεν εἰρήνης χάριν. Ὡς οὖν ἀνεθεματίσθη ὁ Ἄρειος, καὶ ταῦτα οὕτως ἐπράχθη, ἐν τῷ αὐτῷ ἔτει παύεται Ἀλέξανδρος τοῦ βίου, καὶ διαδέχεται αὐτὸν Ἀχιλλᾶς. Ἦν δὲ καὶ Θεωνᾶς κατασταθεὶς ὑπὸ τῶν Μελητιανῶν. Τότε διαδέχεται Ἀχιλλᾶν τὸν ἐπίσκοπον ποιήσαντα μῆνας τρεῖς Ἀθανάσιος ὁ μακαρίτης, ὢν τότε διάκονος Ἀλεξάνδρου, καὶ ὑπ' αὐτοῦ ἀπεσταλμένος ἐπὶ τὸ κομητᾶτον, ᾧ ὁ Ἀλέξανδρος, μέλλων τελευτᾷν, παρήγγειλεν ἀποδοθῆναι τὴν ἐπισκοπίαν. Ἔθος δὲ ἐν Ἀλεξανδρείᾳ μὴ χρονίζειν μετὰ τελευτὴν ἐπισκόπου τοὺς καθισταμένους, ἀλλ' ἅμα γίνεσθαι εἰρήνης ἕνεκα, τοῦ μὴ παρατριβὰς γενέσθαι ἐν τοῖς λαοῖς, τῶν μὲν τόνδε θελόντων, τῶν δὲ τόνδε. Κατέστησαν δὲ δι' ἀνάγκην, μὴ παρόντος Ἀθανασίου, Ἀχιλλᾶν. Ὁ δὲ θρόνος ἦν καὶ ἡ ἱερωσύνη ἑτοιμαζομένη τῷ ἐκ Θεοῦ κεκλημένῳ, καὶ ἀπὸ τοῦ μακαρίτου Ἀλεξάνδρου ὡρισμένῳ. Ἐπεὶ οὖν, ἐλθόντος Ἀθανασίου, καὶ κατασταθέντος, ὄντος περὶ τὴν πίστιν ζηλωτοῦ σφόδρα, καὶ τῆς Ἐκκλησίας ὑπερπάσχοντος, ἤδη συνάξεων πάντη καὶ ἀποσπάσματος τῶν λαῶν γινομένων ὑπὸ τῶν Μελητιανῶν καλουμένων δι' ἣν ἐν τῇ περὶ Μελητίου ὑποθέσει αἰτίαν προδεδήλωκα, καὶ βουλομένου τὴν συνένωσιν τῆς Ἐκκλησίας ποιήσασθαι, ἐνεκάλει, καὶ ἠπείλει, ἐνουθέτει τε, καὶ οὐδεὶς ἠνείχετο. Ὅθεν πάντα τὰ κατ' αὐτοῦ κινηθέντα ἐκ τοῦ ὑπερβάλλοντος ἐν αὐτῷ θεόθεν ζήλου ἐπράχθη τε καὶ συνεσκευάσθη· ὥστε καὶ ἐξορίας αὐτὸν ὑπομεῖναι, καὶ τῆς τῶν Ἀρειανῶν μεταδυναστείας ἀδικωτάτης ἀκοινωνησίας. Ἀλλὰ περὶ τοῦ μακαρίτου Ἀθανασίου ἕως ἐνταῦθα ἐχέτω. Ἐῤῥήθη γὰρ τὰ κατ' αὐτὸν κατὰ λεπτότατον ἄνω ἐν τῇ Μελητίου ὑποθέσει.
the orthodox and unswerving faith of the Fathers, handed down from the apostles and prophets. And when the bishops had subscribed to this, and had anathematized the Arian-mad heresy, thus it came to pass. And at the same time, in the same place, they also laid down certain ecclesiastical canons in the synod; and together with this, concerning the Pascha as well, they decreed that there should be one unity and concord for the holy, all-virtuous day of God, since it was variously observed among some. For some anticipated [it], others kept [it] in the middle, and others celebrated [it] afterwards; and in short, there was much discourse [or: confusion] at that season. And God directed the right accomplishment of these things through the late blessed Constantine for the sake of peace. When, therefore, Arius had been anathematized, and these things had been thus done, in the same year Alexander departs from life, and Achillas succeeds him. And Theonas also had been appointed by the Meletians. Then the late blessed Athanasius succeeds Achillas, after he had served as bishop three months—[Athanasius] being then a deacon of Alexander, and having been sent by him to the imperial court, to whom Alexander, when about to die, gave charge that the episcopate should be rendered. Now it is the custom in Alexandria that those who are appointed should not delay after the decease of a bishop, but that it should take place at once for the sake of peace, so that frictions may not arise among the peoples, some wishing for this man and others for that. So out of necessity, Athanasius not being present, they appointed Achillas. But the throne and the priesthood were being prepared for him who was called by God and ordained by the late blessed Alexander. Since, therefore, when Athanasius arrived and was appointed, being exceedingly zealous concerning the faith and suffering beyond measure on behalf of the Church—when separate assemblies everywhere and a secession of the peoples were already being made by those called Meletians, for the cause that I have set forth before in the account concerning Meletius—and as he wished to effect the union of the Church, he rebuked, and threatened, and admonished, and no one endured [it]. Whence all the things stirred up against him were done and contrived out of the surpassing God-given zeal in him, so that he even endured exiles, and the most unjust excommunication of the shifting domination of the Arians. But concerning the late blessed Athanasius, let it rest thus far; for the matters concerning him have been spoken in the utmost detail above in the account of Meletius.
PG 42:221Read from the page
ΙΒʹ. Ἄρειος τοίνυν οὗτος ἐνεπνεύσθη ὑπὸ διαβολικῆς ἐνεργείας, καὶ ἀθυρογλώττως ἀναισχυντὶ φερόμενος, ἐπῆρεν αὐτοῦ τὴν γλῶτταν κατὰ τοῦ ἰδίου Δεσπότου, ἐξ ἀρχῆς δῆθεν τὴν παρὰ τῷ Σολομῶνι ἐν ταῖς αὐτοῦ Παροιμίαις λέξεσιν ἑρμηνεῦσαι βουλόμενος, τὸ, Ὁ Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με. Ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι, καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. Ἔνθεν αὐτῷ ἡ εἰσαγωγὴ τῆς πλάνης γεγένηται. Καὶ οὐκ ἠδέσθη, καὶ οἱ αὐτοῦ μαθηταὶ, κτίσμα ἀποκαλεῖν τὸν τὰ πάντα κτίσαντα, τὸν ἐκ Πατρὸς ἀχρόνως καὶ ἀνάρχως γεγεννημένον Λόγον. Λοιπὸν δὲ ἀπὸ τοῦ ἑνὸς τούτου λόγου εἰς πολλὰς καὶ κακὰς τρίβους ἐλάσας τὴν ἑαυτοῦ κακότροπον γνώμην, καὶ οἱ ἀπ' αὐτοῦ διάδοχοι μυρία, καὶ ἐπέκεινα εἰς τὸν Υἱὸν τοῦ Θεοῦ καὶ εἰς τὸ ἅγιον Πνεῦμα βλασφημῆσαι ἐπεχείρησαν. Παρέλυσαν δὲ, ὡς εἰπεῖν, τὸ στῖφος καὶ τὴν ὁμόνοιαν τῆς ἁγίας καὶ ὀρθοδόξου πίστεως καὶ Ἐκκλησίας, οὐ διὰ τῆς αὐτῶν δυνάμεως ἢ σοφίας· ὀλίγοι γὰρ οἱ προσκληθέντες ἠπατημένοι, πολλοὶ δὲ οἱ ὑποκρίσει ὑπεισδύνοντες. Πολλοὶ δὲ καὶ κατὰ βίαν μὴ ἔχοντες οὕτως κοινωνοὶ τοῖς αὐτοῖς τυγχάνουσιν. Οὐδεὶς δὲ τούτων πρόξενος, ἀλλὰ πρῶτον μὲν δοκιμασία πιστῶν, βασιλέων δὲ ὑπερασπισμὸς, ἀρχὴ μὲν Κωνστάντιος ὁ βασιλεὺς, τὰ μὲν ἄλλα πάντα πρᾷος καὶ ἀγαθὸς, ὡς υἱὸς τοῦ μεγάλου καὶ τελείου Κωνσταντίνου τοῦ θεοσεβοῦς, καὶ πίστιν ὀρθὴν ἀληθινῶς πεφυλακότος, καὶ αὐτοῦ δὲ τοῦ Κωνσταντίου θεοσεβοῦς ὄντος, καὶ ἀγαθοῦ κατὰ πολλοὺς τρόπους· ἐν τούτῳ δὲ μόνον, ἐν τῷ μὴ κατὰ τὴν πίστιν τοῦ πατρὸς αὐτὸν ὡδευκέναι, ἐσφάλη, οὐκ ἀφ' ἑαυτοῦ αἰτίας, ἀλλὰ ἀπὸ τῶν μελλόντων δοῦναι λόγον εἰς ἡμέραν κρίσεως τῶν δοκήσει ἐπισκόπων λεγομένων, παραφθειράντων δὲ τὴν Θεοῦ ἀληθινὴν πίστιν· οἵτινες ἔχουσι δοῦναι λόγον καὶ ὑπὲρ τῆς πίστεως, καὶ ὑπὲρ τῶν διωγμῶν τῆς Ἐκκλησίας, καὶ τοσούτων κακῶν, καὶ φόνων τῶν ἐν ταῖς Ἐκκλησίαις ἕνεκεν αὐτῶν γεγενημένων, καὶ τῶν λαῶν τῶν ἐν ὑπαίθρῳ ἔτι δεῦρο τοσούτων μυριάδων θλίψιν ὑπομενουσῶν, καὶ ὑπὲρ αὐτοῦ τοῦ μακαρίτου Κωνσταντίου τοῦ ὑπ' αὐτῶν πεπλανημένου, καὶ ἀγνοήσαντος τὴν πίστιν τῆς ὀρθοδοξίας, καὶ ὑπείξαντος αὐτοῖς ὡς ἱερεῦσι κατὰ ἄγνοιαν, ἀγνοήσαντος τὴν ἐν αὐτοῖς πλάνην τῆς τυφλώσεως καὶ κακοπιστίας γενομένης ἐκ διαβόλου παρασκευῆς.
12. This Arius, therefore, was inspired by diabolical working, and, carried along unbridled in tongue and shamelessly, he lifted up his tongue against his own Master, wishing from the beginning, forsooth, to interpret the expression in Solomon in his Proverbs: The Lord created Me a beginning of His ways, before the age He founded Me. In the beginning, before He made the earth, and before He made the abysses, before the springs of the waters came forth, before the mountains were settled, and before all hills, He begets Me (Prov. 8:22-25). Thence arose for him the introduction of his error. And he was not ashamed—nor his disciples—to call Him a creature who created all things, the Word begotten from the Father timelessly and without beginning. And thereafter, driving his evil-mannered mind from this one saying into many wicked byways, both he and his successors after him attempted to utter ten thousand blasphemies and more against the Son of God and against the Holy Spirit. And they dissolved, so to speak, the compact array and concord of the holy and orthodox faith and Church, not through their own power or wisdom; for few were those who, having been called to them, were deceived, whereas many were those who slipped in by hypocrisy. And many also by compulsion, although not holding thus, happen to be sharers with the same men. Yet no one is the author of these things, save first the testing of the faithful, and then the championship of emperors: at the beginning the Emperor Constantius, in all other respects gentle and good, as the son of the great and perfect Constantine, who was pious towards God and truly kept the right faith; and Constantius himself also being pious towards God, and good in many ways; yet in this alone—in that he did not walk according to his father's faith—he stumbled, not from his own fault, but from those who shall render an account in the day of judgement, who in seeming are called bishops, but who corrupted the true faith of God; who have to render an account both for the faith, and for the persecutions of the Church, and for so great evils, and for the slaughters that took place in the churches on their account, and for the peoples in the open air even to this day, so many myriads enduring affliction, and for the late blessed Constantius himself, who was led astray by them, and was ignorant of the faith of orthodoxy, and yielded to them as priests out of ignorance, being ignorant of the error in them of blinding and misbelief that arose from the devil's contrivance.
ΙΓʹ. Δεύτερον ἔτι ἐνίσχυσε τὸ τούτων ἑρπετῶδες ἐργαστήριον δι' Εὐσεβίου τοῦ ὑπεισδύντος, καὶ παραφθείραντος τὴν ἀκοὴν πάλιν Οὐάλεντος τοῦ θεοσεβοῦς βασιλέως, καὶ εὐλαβεστάτου, καὶ θεοφι-
13. A second time their reptilian workshop gained strength still through Eusebius, who slipped in and corrupted again the hearing of Valens, the pious, most devout, and God-lo-