ἰδίῳ κλήρῳ, ἀλλὰ μετὰ χρόνου διάστημα συνάγεσθαι ἐν τῇ Ἐκκλησίᾳ καὶ ἐν τῇ κοινωνίᾳ, ἐν τῷ τάγματι, καὶ οὐκ ἐν κλήροις. Καὶ ἦν φιλάληθες καὶ ζήλου πλῆρες τοῦτο.
own clerical order, rather after an interval of time to be gathered in the Church and in communion, in the lay rank, and not among the clergy. And this counsel was truth-loving and full of zeal.
Γʹ. Ὁ δὲ ἁγιώτατος Πέτρος, εὔσπλαγχνος ὢν, καὶ ὡς πατὴρ πάντων ὑπάρχων, ἐδέετο καὶ καθικέτευε λέγων· Δεξώμεθα αὐτοὺς μετανοοῦντας, καὶ τάξωμεν αὐτοῖς μετάνοιαν εἰς τὸ παρακαθέζεσθαι τῇ Ἐκκλησίᾳ, καὶ μὴ ἀποστρέψωμεν αὐτοὺς, μήτε τὸν κλῆρον, ὡς ὁ εἰς ἡμᾶς ἐλθὼν λόγος περιέχει, μήποτε εἰς αἰσχύνην καὶ διὰ παρολκὴν τοῦ χρόνου οἱ ἅπαξ ὑπὸ ἀνανδρίας καὶ ἀσθενείας ὑπὸ διαβόλου ἐπισεισθέντες καὶ παρασαλευόμενοι τελείως ἐκτραπῶσι, καὶ μὴ ἰαθῶσιν· ὡς κατὰ τὸ γεγραμμένον· Μὴ ἐκτραπῆναι τὸ χωλὸν, ἰαθῆναι δὲ μᾶλλον. Καὶ ἦν μὲν τοῦ Πέτρου ὁ λόγος ὑπὲρ ἐλέους καὶ φιλανθρωπίας, καὶ τοῦ Μελητίου, καὶ τῶν ἅμα αὐτῷ, ὑπὲρ ἀληθείας καὶ ζήλου. Ἐντεῦθεν διὰ τοῦ προσώπου τῆς ἀπὸ ἀμφοτέρων δοκούσης εὐσεβοῦς ὑποθέσεως τὸ σχίσμα γεγένηται, τῶν μὲν τοῦτο φασκόντων, τῶν δὲ τοῦτο. Ὅτε γὰρ εἶδεν ὁ ἀρχιεπίσκοπος Πέτρος, ὅτι ἀντέστησαν τῇ βουλῇ τῆς αὐτοῦ φιλανθρωπίας οἱ περὶ τὸν Μελήτιον, ζήλῳ θεϊκῷ περισσοτέρως φερόμενοι, καταπέτασμα αὐτὸς ὁ Πέτρος ἐποίησε μέσον τῆς φυλακῆς, ἱμάτιον ἐκπετάσας, τουτέστι λωδίκιον, εἴτ' οὖν πάλλιον, καὶ κηρύξας διακόνου, ὅτι Οἵτινές εἰσι τῆς ἐμῆς γνώμης, παρελθέτωσαν πρὸς μέ· καὶ οἵτινες τῆς Μελητίου γνώμης τυγχάνουσι, πρὸς Μελήτιον. Καὶ διῃρέθη τὸ μὲν πλῆθος ἅμα Μελητίῳ, ἐπισκόπων τε, καὶ μοναχῶν, καὶ πρεσβυτέρων, καὶ ἄλλων ταγμάτων· ὀλίγοι δὲ παντελῶς ἅμα Πέτρῳ τῷ ἀρχιεπισκὸπῳ, ἐπίσκοποί τε καὶ ἄλλοι ὀλίγοι. Καὶ λοιπὸν οὗτοι κατ' ἰδίαν ηὔχοντο, καὶ οὗτοι κατ' ἰδίαν, καὶ τὰς ἄλλας ἱερουργίας ὡσαύτως ἕκαστος ἰδία ἐπετέλει.
3. But the most holy Peter, being compassionate, and acting like a father of all, entreated and implored them, saying: Let us receive them when they repent, and appoint unto them penance so that they may sit beside the Church, and let us turn away neither them nor the clergy, as the account that has come down to us relates, lest unto their shame and through the protraction of time those who were once shaken through cowardice and weakness by the devil, and tottering aside, be turned completely out of the way and not be healed—as it stands according to what is written: That which is lame be not turned out of the way, rather let it be healed (Heb. 12:13). And Peter's plea was on behalf of mercy and loving-kindness, while that of Meletius and those with him was on behalf of truth and zeal. Thence, under the guise of a purpose seeming pious on both sides, the schism arose, some alleging the one thing and others the other. For when Archbishop Peter saw that those around Meletius withstood his counsel of loving-kindness, being carried away excessively by divine zeal, Peter himself made a curtain in the midst of the prison by spreading out a cloak—that is, a small blanket, or rather a pallium—and having made proclamation through a deacon: Whoever are of my mind, let them come over unto me; and whoever are of the mind of Meletius, unto Meletius! And the multitude divided itself to side with Meletius—of bishops, and monks, and presbyters, and other orders—whereas altogether few sided with Archbishop Peter, both bishops and a few others. And henceforth the one party prayed by themselves, and the other party by themselves, and likewise each party performed the other sacred rites separately.
Γίνεται δὲ Πέτρον μαρτυρῆσαι, καὶ ἐτελειώθη ὁ μακάριος, διάδοχον καταλείψας Ἀλέξανδρον ἐν τῇ Ἀλεξανδρείᾳ. Αὐτὸς γὰρ διαδέχεται τὸν θρόνον μετὰ τὸν προειρημένον Πέτρον. Μελήτιος δὲ καὶ ἄλλοι πολλοὶ ἐξορισμῷ ὑπέπεσον, ὑπερορισθέντες ἐν τοῖς Φαι-
And it comes to pass that Peter suffers martyrdom, and the blessed man was perfected, leaving Alexander behind in Alexandria as his successor; for he himself succeeds to the throne after the aforesaid Peter. Meletius, however, and many others fell under banishment, being exiled to the Phae-