Migne Reading Room

PG 42 · cols. 724–733 · Read from the page

Panarium Adversus Octoginta Haereses: Liber III, Tomus II (Anacephalaeosis et Haereses LXXVII–LXXX)

Panarium Adversus Octoginta Haereses: Liber III, Tomus II (Anacephalaeosis et Haereses LXXVII–LXXX)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 42:724Read from the page
ἔτεσι εἰκοσιτέσσαρσι πλείω ἐλάσσω, ὢν ἐτῶν ϟϛʹ, ὑπὸ τοῦ γναφέως τῷ ξύλῳ παισθεὶς τὴν κεφαλὴν, ῥιφεὶς ἀπὸ τοῦ πτερυγίου τοῦ ἱεροῦ, καὶ κατελθών· καὶ μηδὲν ἀδικηθείς, κλίνας δὲ τὰ γόνατα, καὶ προσευξάμενος ὑπὲρ αὐτῶν ῥιψάντων, καὶ φάσκων· Συγχώρησον αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσιν· ὡς καὶ Συμεὼν πόῤῥω ἑστὼς, ὁ τούτου ἀνεψιὸς, υἱὸς δὲ τοῦ Κλωπᾶ, ἔλεγε· Παύσασθε· τί λιθάζετε τὸν δίκαιον; Καὶ ἰδοὺ εὔχεται ὑπὲρ ὑμῶν τὰ κάλλιστα. Καὶ οὕτως γέγονε τὸ αὐτοῦ μαρτύριον.
twenty-four years more or less, being ninety-six years of age, struck on the head with the club by the fuller, having been hurled from the pinnacle of the temple and having come down; and having suffered no harm, bending his knees and praying on behalf of those very men who hurled him, and declaring: Forgive them, for they know not what they do; just as Symeon also, standing afar off, his cousin and son of Clopas, said: Cease! Why do you stone the just man? And behold, he prays the noblest things on your behalf. And thus his martyrdom took place.
ΙΕʹ. Εἰ τοίνυν ὁ τούτου παῖς τοσούτων ἐτῶν ὑπῆρχε, πῶς ἄρα ὁ τούτου πατὴρ βλέπων φρικώδη πράγματα, ἀγγέλους τὴν γέννησιν τοῦ Υἱοῦ δορυφοροῦντας, ὑμνοῦντας ἀπ' οὐρανοῦ, καὶ λέγοντας· Δόξα ἐν ὑψίστοις θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία· καὶ τῶν ποιμένων ἡκόντων εἰς τὸ σπήλαιον, ἔνθα ἐγεννήθη, καὶ ταῦτα ἀγγελλόντων, καὶ του Ἰωσὴφ ἀκούοντος τοῦ πρεσβύτου καὶ ὑπερβάντος τοῦ χρόνου, τὰ τοσαῦτα σημεῖα καὶ θαύματα, πῶς ἐτόλμα ἐμπαροινεῖν, καὶ ἐνυβρίζειν σῶμα ἅγιον, ἐν ᾧ κατῳκίσθη Θεός; ἐξ οὗπερ σώματος συνελέγη ἡμῖν ἡ τῆς ἐνσάρκου παρουσίας οἰκονομία· ὅθεν ἡ ἁγία ἄχραντος σὰρξ ἡμῖν ᾠκοδομήθη ἐν τῇ θεότητι τοῦ Σωτῆρος· ὡς ὁ ἄγγελος ἐκεῖσε Γαβριὴλ λέγων· Πνεῦμα Κυρίου ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον κληθήσεται Υἱὸς Θεοῦ. Πῶς ἄρα ἐτόλμα συναφθῆναι τῇ τοσαύτῃ καὶ τοιαύτῃ ἁγίᾳ παρθένῳ Μαρίᾳ; Τί δὲ ὠφέλησεν ἡμᾶς, εἰ καὶ συνήφθη, ὅπερ μὴ γένοιτο, περὶ τοῦ ζητεῖν; Ποῖον δὲ μᾶλλόν ἐστιν αἱρετώτερον, τὸ παραδοῦναι τὰ πράγματα Θεῷ, ἢ βιάζεσθαι ἡμῖν τὰ χείρονα; Ὅτι μὲν οὐκ ἐγράφη ἡμῖν, ὅτι, ἐὰν μὴ πιστεύσωμεν, ὅτι συνήφθη πάλιν ἡ Μαρία, οὐκ ἔχομεν ζωὴν αἰώνιον, ἀλλὰ εἰς κρῖμα ἐρχόμεθα, δῆλον. Ἐγράφη δὲ τί καλὰ, ἀλλὰ τί δίκαια, τί σεμνά· Ἵνα δῷ μὲν χάριν καὶ τοῖς ἀκούουσιν. Εἴασαν δὲ οἱ ἄνθρωποι τὰ ἀναγκαῖα, τὰ περὶ πίστεως ἀληθείας, τὰ ἐν δοξολογίᾳ Θεοῦ, καὶ ὅθεν δ' ἂν εὕρωσιν ἑαυτοῖς προσπορίζονται πρὸς βλάβην· φεῦ ! καὶ διανοεῖσθαι, μάλιστα τῆς Γραφῆς μὴ λεγούσης.
Chapter XV. If, then, his son was of so many years, how indeed could his father, beholding awe-inspiring things—angels attending as bodyguards upon the birth of the Son, singing hymns from heaven and saying: Glory to God in the highest, and on earth peace, good pleasure among men; and the shepherds coming to the cave where He was born and reporting these things, and Joseph the elder, past the prime of age, hearing such great signs and wonders—how would he dare to behave with drunken insolence and outrage a holy body wherein God dwelt? From that very body the dispensation of the incarnate presence was gathered for us; whence the holy, undefiled flesh was built up for us in the Godhead of the Saviour, just as the angel Gabriel there [speaks], saying: The Spirit of the Lord shall come upon you, and the power of the Most High shall overshadow you; wherefore also that holy thing which is born of you shall be called Son of God. How then would he dare to be joined to so great and such a holy virgin Mary? And what did it profit us—even if she had been joined, far be it!—to inquire into it? And which is rather preferable: to commit the matters to God, or to force the worse things upon ourselves? That it was not written for us that unless we believe that Mary was joined again we do not have eternal life, but come into judgement, is plain. And what was written? Noble things, nay what righteous things, what reverend things: That it may give grace also to those who hear. Yet men left aside the necessary things—those concerning the truth of faith, those in the glorification of God—and from wherever they may find they procure for themselves unto harm; alas, even to think of it, especially when Scripture does not say so!
ΙϚʹ. Εἰ μὲν γαρ ἔλεγεν ἡ Γραφὴ, ἀπεδιδόαμεν ἂν τὴν ἀλήθειαν, καὶ οὐδὲν διενοούμεθα. Μὴ γὰρ ὁ γάμος ἄσεμνος; μὴ βέβηλος ἡ κοίτη; μὴ οὐκ ἔστιν ἡ κοίτη ἀμίαντος; μὴ παραχαράσσεται γάμος; Ἀπὸ δὲ προφητῶν καὶ ἀρχιερέων ἀπέχεται διὰ τὴν πρὸς τὸ μεῖζον ὑπηρεσίαν. Μετὰ γὰρ τὸ προφητεῦσαι Μωϋσῆν, οὐκέτι γυναικὶ συνῆπται, οὐκέτι τεκνοκυΐ-
Chapter XVI. For if Scripture said so, we would render the truth and would contrive nothing at all. For is marriage unseemly? Is the marriage-bed profane? Is not the marriage-bed undefiled? Is marriage counterfeited? Yet from prophets and chief priests it is withheld because of the ministry towards the greater thing. For after Moses prophesied, he is no longer joined to a wife, no longer begets childr
Notes, col. 724

On the reading

Printed του Ἰωσὴφ, for τοῦ Ἰωσὴφ.

Printed Εἰ μὲν γαρ, for Εἰ μὲν γὰρ.

PG 42:725Read from the page
σκει, οὐκέτι γεννᾷ ὁ τοιοῦτος. Σχολιαίτερον γὰρ τὸν βίον ἔσχε πρὸς τὸν Δεσπότην. Πῶς γὰρ ἠδύνατο ἐν ὄρει Σινᾷ τεσσαράκοντα νύκτας καὶ τεσσαράκοντα ἡμέρας διατελεῖν γάμῳ προσανέχων; Ἢ πῶς ἠδύνατο τεσσαράκοντα ἔτη ἐν τῇ ἐρήμῳ πρὸς οἰκονομίαν Θεοῦ ἕτοιμος εἶναι, πρὸς ἱερωσύνην τε σχολάζειν; Καὶ πῶς τὰ μυστήρια διηγεῖσθαι, καὶ τὸ συνομιλεῖν Θεῷ τῷ γάμῳ συνημμένος διατελεῖν; Εἰ γὰρ περὶ ἡμῶν φάσκει ὁ ἅγιος Ἀπόστολος διαῤῥήδην, καὶ λέγει· Πρὸς καιρὸν, ἵνα σχολάσωσι τῇ προσευχῇ· πόσῳ γε μᾶλλον περὶ προφητῶν ἔσται οὗτος ἀληθῶς ὁ λόγος; Προφῆτις τοίνυν καὶ ἡ Μαρία. Εἰσῆλθε γὰρ, φησὶ, πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβε, καὶ ἔτεκεν υἱόν. Καὶ εἶπε Κύριος πρός με· Κάλεσον τὸ ὄνομα αὐτοῦ, Ταχέως σκύλευσον, ὀξέως προνόμευσον, καὶ τὰ ἑξῆς. Σημαίνει δὲ ἐνταῦθα τὴν τοῦ Γαβριὴλ εἴσοδον πρὸς τὴν Μαρίαν, ὅτε ἐξῆλθεν εὐαγγελίσασθαι αὐτῇ, ὅτι μέλλει γεννᾷν Υἱὸν Θεοῦ σωτῆρα τῷ κόσμῳ, οὐκ ἀπὸ σπέρματος ἀνδρός, ἀλλὰ διὰ Πνεύματος ἁγίου. Ἀλλὰ καὶ τῷ Φιλίππῳ τῷ εὐαγγελιστῇ τέσσαρες ἦσαν θυγατέρες προφητεύουσαι· ἐπροφήτευον δ' ἄρα δι' ἣν κατηξιοῦντο ἔχειν παρθενίαν. Καὶ Θέκλα μὲν συναντᾷ Παύλῳ τῷ ἁγίῳ, καὶ διαλύεται γάμου, ὁρμαστὸν ἔχουσα εὐειδέστατον, πρωτεύοντα δὲ πόλεως, πλούσιον ἄγαν, εὐγενέστατον δὲ ἐν τῷ βίῳ καὶ διαφανέστατον· καὶ περιφρονεῖ τῶν ἐπιγείων ἡ ἁγία, ἵνα τῶν ἐπουρανίων ἐγκρατὴς γένηται. Εἰ τοίνυν οὗτοι ταῦτα, πόσῳ γε μᾶλλον ἡ Μαρία, ἐφ' ἣν ἡ θαυμασία πᾶσα οἰκονομία γεγένηται; Πόθεν τοίνυν συνάξω διανοίας εἰς τὸ ἀγαθὸν, καὶ ἐκτρέψω τὸν ζόφον τῶν τὰ δεινὰ ἐγκισσησάντων, καθάπερ γέγραπται· Συνέλαβε πόνον, καὶ ἔτεκεν ἀνομίαν; Οὗτοι γὰρ ἀληθῶς συλλαμβάνουσι πόνον διανοημάτων, τίκτουσι δὲ ἀνομίαν βλασφημιῶν.
en, such a man no longer begets. For he kept his life more at leisure towards the Master. For how was he able to continue on Mount Sinai forty nights and forty days while devoting himself to marriage? Or how was he able for forty years in the wilderness to be ready for the dispensation of God, and to have leisure for the priesthood? And how to recount the mysteries and continue conversing with God while bound to marriage? For if concerning us the holy Apostle expressly declares and says: For a season, that they may have leisure for prayer; how much more concerning prophets will this saying truly hold? Mary also, then, was a prophetess. For he went in, he says, unto the prophetess, and she conceived in the womb and bore a son. And the Lord said unto me: Call his name, Swiftly despoil, keenly plunder, and so forth. And here it signifies the entrance of Gabriel unto Mary, when he went forth to bring her the good tidings that she is about to bear a Son of God as Saviour for the world, not from a man's seed, but through the Holy Spirit. Moreover Philip the evangelist also had four daughters who prophesied; and they prophesied indeed on account of the virginity they were counted worthy to keep. And Thecla meets saint Paul and breaks off marriage, having a most comely betrothed, a chief man of a city, exceedingly wealthy, most noble in life and most illustrious; and the saint despises earthly things that she may attain heavenly things. If, then, these did such things, how much more Mary, upon whom the whole marvellous dispensation came to pass? Whence, then, shall I gather thoughts for good, and turn away the darkness of those who have conceived cravings for dreadful things, even as it is written: He conceived toil and brought forth iniquity? For these truly conceive toil of thoughts and bring forth iniquity of blasphemies.
ΙΖʹ. Ἀλλὰ μή τις ἐκεῖνα ὑπονοείτω, καὶ ἑτέρως αὐτὰ ὑποσπείρειν ἑαυτῷ πειρώμενος, λεγέτω· Πῶς οὖν εἶπε τὸ Εὐαγγέλιον, ὅτι Εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου ἡ Μαρία, πρὶν ἢ συνελθεῖν αὐτούς; Ἆρα οὖν προσεδοκᾶτο ἡ συνέλευσις, καὶ τούτου χάριν εἶπε, πρὸ τοῦ συνελθεῖν; Ἀλλὰ καὶ πάλιν ἐν ἄλλῳ τόπῳ τὸ αὐτὸ πάλιν Εὐαγγέλιόν φησι (Καὶ εὑρέθη ἐν γαστρὶ ἔχουσα πρὶν εἰσελθεῖν αὐτούς· ἢ, Καὶ ἐγέννησε, καὶ οὐκ ἔγνω αὐτήν· ἢ, Καὶ ἐγέννησε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ οὐκ ᾔδει αὐτήν)· Καὶ οὐκ ἔγνω αὐτὴν, ἕως ὅτου ἐγέννησε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον. Καὶ οὐκ οἴδασιν οἱ τὰς θεωρίας τῶν Γραφῶν διαιρεῖν ἐπαγγελλόμενοι, καὶ τὰ μετέωρα καὶ βαθύτατα περιεργάζεσθαι ἐπιχειροῦντες, ὅτι ἡ θεωρία τοιοῦτον ἔχει τὸν τρόπον. Εἰ γὰρ πάλιν ἐγέννησεν ἡ Μαρία, ἔδει καὶ τῶν ἄλλων ἀδελφῶν εἰπεῖν τὰ ὀνόματα. Εἰ δὲ ἐπειδὴ πρωτότοκός ἐστι πάσης
Chapter XVII. Yet let no one suspect those things, and, attempting secretly to sow them otherwise within himself, say: How then did the Gospel say that Mary was found with child of the Holy Spirit before they came together? Was the coming together, then, awaited, and for this sake did it say, before coming together? Nay, again in another place the very same Gospel again says (And she was found with child before they entered in together; or, And she bore, and he knew her not; or, And she bore her son the firstborn, and he knew her not): And he knew her not until she bore her son the firstborn. And those who profess to distinguish the contemplations of the Scriptures, and attempt to pry into lofty and most profound matters, do not know that the contemplation has such a character. For if Mary bore again, it would have been necessary to state the names of the other brothers also. Yet if, because He is Firstborn of all
Notes, col. 725

On the reading

Printed ὁρμαστὸν, for ἁρμοστὸν.

PG 42:728Read from the page
κτίσεως ὁ Μονογενής, μὴ θορυβοῦ. Οὐ γὰρ εἶπεν, ὅτι ἐγέννησε τὸν πρωτότοκον αὐτῆς, ἀλλ', Οὐκ ἔγνω αὐτὴν, ἕως ὅτου ἐγέννησε τὸν υἱὸν αὐτῆς. Καὶ οὐκ εἶπε τὸν πρωτότοκον αὐτῆς, ἀλλὰ τὸν πρωτότοκον. Ἐπὶ μὲν γὰρ τῷ υἱῷ αὐτῆς ἐσήμανεν ἐξ αὐτῆς κατὰ σάρκα γεγεννῆσθαι· ἐπὶ δὲ τῇ τοῦ πρωτοτόκου ἐπωνυμίᾳ οὐκέτι τὸ αὐτῆς ἔθετο, ἀλλὰ πρωτότοκον μόνον. Οὗτος γάρ ἐστιν ὁ παρὰ τῷ Ἀποστόλῳ εἰρημένος Πρωτότοκος πάσης κτίσεως, μὴ συνημμένος τῇ κτίσει, ἀλλὰ πρὸ κτίσεως γεγεννημένος. Οὐ γὰρ εἶπε, πρωτόκτιστος, ἀλλὰ πρωτότοκος, διαιρουμένης τῆς ἀναγνώσεως ἐπὶ τὸ βέλτιον καὶ ἀσφαλέστερον, τοῦ πρῶτον μὲν λέγειν, πρωτότοκος, ἔπειτα ὑποβεβηκυῖαν λέγειν τὴν κτίσιν. Τὸ μὲν γὰρ πρωτότοκος ἐπὶ τοῦ Υἱοῦ λαμβάνεται, ἡ δὲ κτίσις διὰ τοῦ Υἱοῦ. Ἐγέννησε τοίνυν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον· οὐκ αὐτῆς δὲ τὸ πρωτότοκον, ὡς αὐτῆς μελλούσης ἄλλον κυΐσκειν, καὶ οὐκ ᾔδει αὐτήν. Πόθεν γὰρ ᾔδει, ὅτι τοσαύτην χάριν λήψεται γυνή; Ἢ πόθεν ᾔδει, ὅτι τοιαύτην δόξαν δοξασθήσεται παρθένος; Γυναῖκα μὲν ᾔδει αὐτὴν τῇ πλάσει, καὶ θήλειαν τῇ φύσει, καὶ ἐκ μητρὸς Ἄννης, καὶ ἐκ πατρὸς Ἰωακείμ· συγγένισσαν δὲ τῆς Ἐλισάβετ, ἐξ οἴκου καὶ πατριᾶς τοῦ Δαβίδ· οὐκ ᾔδει δὲ, ὅτι τοιαύτην δόξαν τιμηθήσεταί τις ἐπὶ τῆς γῆς, μάλιστα γυνή. Οὀκ ᾔδει οὖν αὐτὴν, ἕως οὗ εἶδε τὸ θαῦμα. Οὐκ ᾔδει αὐτῆς τὸ θαῦμα, ἕως ὅτου εἶδε τὸ γεγεννημένον ἐξ αὐτῆς. Ὅτε δὲ ἔτεκεν, ἔγνω καὶ τὴν τοῦ Θεοῦ τιμὴν, ὅτι αὕτη ἦν ἡ ἀκούσασα· Χαῖρε, κεχαριτωμένη· ὁ Κύριος μετὰ σοῦ.
creation, the Only-begotten, be not troubled. For it did not say that she bore her firstborn, but, He knew her not until she bore her son. And it did not say her firstborn, but the firstborn. For in the case of her son it signified that He was born of her according to the flesh; whereas in the appellation of the firstborn it no longer added the word her, but firstborn alone. For this is He who is called by the Apostle Firstborn of all creation, not conjoined with creation, but begotten before creation. For he did not say first-created, but firstborn, the reading being divided for the better and safer sense, first saying firstborn, then speaking of creation as subordinate. For the term firstborn is taken of the Son, whereas creation is through the Son. She bore, then, her son the firstborn—yet not her firstborn thing, as though she were about to conceive another—and he knew her not. For whence did he know that a woman would receive such great grace? Or whence did he know that a virgin would be glorified with such glory? He knew her indeed as a woman by fashioning, and female by nature, and of mother Anna and of father Joachim, and a kinswoman of Elizabeth, from the house and lineage of David; yet he did not know that anyone upon the earth would be honoured with such glory, especially a woman. He knew her not, therefore, until he saw the marvel. He knew not her marvel until he saw that which was born of her. And when she gave birth, he knew also the honour from God: that this was she who had heard: Hail, favoured one; the Lord is with you.
ΙΗʹ. Αὕτη ἐστὶν ἡ παρὰ μὲν τῇ Εὔᾳ σημαινομένη, δι' αἰνίγματος λαβοῦσα τὸ καλεῖσθαι μήτηρ ζώντων. Ἐκεῖ μὲν γὰρ μήτηρ ζώντων κέκληται, καὶ μετὰ τὸ ἀκοῦσαι· Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, μετὰ τὴν παράβασιν. Καὶ ἦν θαῦμα, ὅτι μετὰ τὴν παράβασιν ταύτην τὴν μεγάλην ἔσχεν ἐπωνυμίαν. Καὶ κατὰ μὲν τὸ αἰσθητὸν, ἀπ' ἐκείνης τῆς Εὔας πᾶσα τῶν ἀνθρώπων ἡ γέννησις ἐπὶ γῆς γεγέννηται· ὧδε δὲ ἀληθῶς ἀπὸ Μαρίας αὕτη ἡ ζωὴ τῷ κόσμῳ γεγέννηται, ἵνα ζῶντα γεννήσῃ, καὶ γένηται ἡ Μαρία μήτηρ ζώντων. Δι' αἰνίγματος οὖν ἡ Μαρία μήτηρ ζώντων κέκληται. Περὶ γὰρ τῶν δύο γυναικῶν ἐλέχθη· Τίς δέδωκε γυναικὶ σοφίαν, ἢ ποικιλτικὴν ἐπιστήμην; Ἐπειδὴ γὰρ ἡ πρώτη σοφὴ Εὔα ὑφαίνουσα ἱμάτια τὰ αἰσθητὰ διὰ τὸν Ἀδὰμ, ὅνπερ ἐγύμνωσεν· αὐτῇ γὰρ ἐδόθη οὗτος ὁ κάματος. Ἐπειδὴ γὰρ δι' αὐτῆς ἡ γύμνωσις εὕρηται, αὐτῇ δέδοται ἀμφιεννύειν τὸ σῶμα τὸ αἰσθητὸν διὰ τὴν γύμνωσιν τὴν αἰσθητήν· τῇ δὲ Μαρίᾳ δέδοται ὑπὸ Θεοῦ, ὅπως τέκῃ ἡμῖν ἀρνίον καὶ πρόβατον, καὶ ἐκ τῆς δόξης αὐτοῦ τοῦ ἀρνίου καὶ προβάτου γένηται ἡμῖν, ὡς ἀπὸ πόκου ἐν σοφίᾳ, δι' ἀρετῆς αὐτοῦ ἔνδυμα ἀφθαρσίας. Ἀλλὰ καὶ ἕτερον περὶ τούτων διανοεῖσθαι ἔστι θαυμαστὸν, περί τε τῆς
Chapter XVIII. This is she who was signified in Eve, having received through an enigma the title mother of the living. For there she has been called mother of the living even after hearing, Earth you are, and unto earth you shall depart, after the transgression. And it was a marvel that after the transgression she received this great appellation. And according to the sensible order, from that Eve the whole generation of mankind upon earth has been born; whereas here truly from Mary this life has been born for the world, that she may bear a living One and Mary may become mother of the living. Through an enigma, therefore, Mary has been called mother of the living. For concerning the two women it was spoken: Who gave wisdom to woman, or skill in embroidery? For since the first wise Eve wove sensible garments because of Adam, whom she stripped naked—for to her this toil was given; for since through her nakedness was found, to her it has been given to clothe the sensible body because of the sensible nakedness—whereas to Mary it has been given by God that she may bear for us a lamb and a sheep, and from the glory of the lamb and sheep Himself there may arise for us, as from fleece in wisdom, through His virtue a garment of incorruption. Moreover another thing concerning these matters is marvellous to contemplate, concerning both
Notes, col. 728

On the reading

Printed Οὀκ ᾔδει, for Οὐκ ᾔδει.

PG 42:729Read from the page
Εὔας καὶ τῆς Μαρίας. Ἡ μὲν γὰρ Εὔα πρόφασις γεγένηται θανάτου τοῖς ἀνθρώποις· δι' αὐτῆς γὰρ εἰσῆλθεν ὁ θάνατος εἰς τὸν κόσμον· ἡ δὲ Μαρία πρόφασις ζωῆς, δι' ἧς ἐγεννήθη ἡμῖν ζωή. Καὶ διὰ τοῦτο ὁ Υἱὸς Θεοῦ παρεγένετο εἰς τὸν κόσμον· καὶ, Οὗ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις· καὶ ὅθεν γέγονε θάνατος, ἐκεῖ προέλαβεν ἡ ζωὴ, ἵνα ζωὴ ἀντὶ θανάτου γένηται, ἐκκλείσασα τὸν θάνατον τὸν ἐκ γυναικὸς, πάλιν ὁ διὰ γυναικὸς ἡμῖν ζωὴ γεγεννημένος. Καὶ ἐπειδὴ ἐκεῖ μὲν ἔτι οὖσα παρθένος ἡ Εὔα ἐν παρεκβάσει παρακοῆς γέγονε, πάλιν διὰ τῆς Παρθένου γέγονεν ἡ ὑπακοὴ τῆς χάριτος, εὐαγγελισθείσης τῆς ἀπ' οὐρανοῦ καθόδου ἐνσάρκου παρουσίας καὶ ζωῆς αἰωνίου. Ἐκεῖ γάρ φησι πρὸς τὸν ὄφιν· Καὶ ἔχθραν θήσω ἀναμέσον σοῦ καὶ ἀναμέσον αὐτῆς, καὶ ἀναμέσον τοῦ σπέρματος σοῦ, καὶ ἀναμέσον τοῦ σπέρματος αὐτῆς. Οὐδαμοῦ δὲ σπέρμα εὑρίσκεται γυναικός· ἀλλ' ἢ κατὰ τὸ αἴνιγμα, ἐπὶ τῆς Εὔας λαμβάνεται ἡ ἔχθρα πρὸς τὰ ὑπ' αὐτῆς γεννώμενα, τοῦ τε ὄφεως καὶ τοῦ ἐν τῷ ὄφει γενομένου διαβόλου καὶ φθόνου.
Eve and Mary. For Eve has become an occasion of death for mankind—for through her death entered into the world—whereas Mary [has become] an occasion of life, through whom life was born for us. And on account of this the Son of God came into the world; and, Where sin abounded, grace abounded much more; and whence death arose, there life came beforehand, that life might come to be in place of death, shutting out the death that was from a woman—He who again through a woman has been born as life for us. And since there, while still a virgin, Eve came to be in transgression of disobedience, again through the Virgin came to be the obedience of grace, when the descent from heaven of the incarnate presence and eternal life was proclaimed as good tidings. For there He says to the serpent: And I will put enmity between you and between her, and between your seed and between her seed. Yet nowhere is a woman's seed found; except that according to the enigma the enmity is taken in the case of Eve towards her offspring, on the part both of the serpent and of the devil and envy that came to be in the serpent.
ΙΘʹ. Ἀλλ' οὖν γε κατὰ τὸ τελειότατον οὐ δύναται ἐν αὐτῇ τὸ πᾶν πληρωθῆναι· πληρωθήσεται δὲ ὡς ἀληθῶς ἐν τῷ σπέρματι τῷ ἁγίῳ, τῷ ἐξαιρέτῳ, τῷ μονωτάτῳ, τῷ ἀπὸ Μαρίας μόνον εὑρεθέντι, καὶ οὐκ ἀπὸ συζυγίας ἀνδρός. Οὗτος γὰρ ἦλθεν ἀνελεῖν τήν τε δύναμιν τοῦ δράκοντος καὶ σκολιοῦ ὄφεως φεύγοντος, καὶ τὴν πᾶσαν οἰκουμένην κατειληφέναι λέγοντος. Διὰ τοῦτο παρεγένετο ἐκ γυναικὸς ὁ Μονογενής, εἰς ἀναίρεσιν μὲν τοῦ ὄφεως, τουτέστι τῆς κακοδιδασκαλίας, καὶ φθορᾶς, καὶ ἀπάτης, πλάνης τε καὶ ἀνομίας. Οὗτός ἐστιν ἀληθῶς ἀνοίγων μήτραν μητρός. Πάντες γὰρ ὅσοι ἐγεννήθησαν πρωτότοκοι, ἵνα καὶ σεμνότερον εἴπωμεν, οὐκ ἠδυνήθησαν τοῦτο πληροῦν, ἀλλ' ἢ μόνος ὁ Μονογενὴς μήτραν παρθένον ἀνοίξας· ἐν τούτῳ γὰρ μόνῳ τετελείωται, καὶ ἐν ἄλλῳ οὐδενί. Ἀλλὰ καὶ ἀπ' αὐτῆς τῆς ὑποθέσεως ἔστιν ἰδεῖν. Ἀπὸ Μαρίας γὰρ λαμβάνεται ἡ λέξις, καὶ περὶ τῆς Ἐκκλησίας ἔσται μοι τοῦτο λέγειν· Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ· καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Ὁ δὲ ἅγιος Ἀπόστολός φησι· Τὸ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ τὴν Ἐκκλησίαν. Καὶ ὅρα μοι τὴν τῶν Γραφῶν ἀκρίβειαν· ὅτι ἐπὶ μὲν τῷ Ἀδὰμ ἔπλασεν λέγων, ἐπὶ δὲ τῇ Εὔᾳ οὐκέτι πεπλάσθαι λέγων, ἀλλ' οἰκοδομεῖσθαι. Ἔλαβε γὰρ, φησὶ, μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ ᾠκοδόμησεν αὐτῷ εἰς γυναῖκα· ἵνα δείξῃ τὸν μὲν Κύριον ἀπὸ Μαρίας ἀναπλάσαντα ἑαυτῷ σῶμα, ἀπ' αὐτῆς δὲ τῆς πλευρᾶς οἰκοδομηθῆναι Ἐκκλησίαν, ἐν τῷ νυχθῆναι αὐτοῦ τὴν πλευρὰν, καὶ
Chapter XIX. Nevertheless, according to the most perfect sense, the whole cannot be fulfilled in her; rather it will truly be fulfilled in the holy seed, the choice, the utterly solitary seed, that which was found from Mary alone and not from union with a man. For this One came to destroy both the power of the dragon and crooked fleeing serpent, who claimed to have seized the whole inhabited world. On account of this the Only-begotten came from a woman for the destruction of the serpent—that is, of evil teaching, corruption, deceit, error, and lawlessness. This One is truly He who opens a mother's womb. For all firstborns, as many as were born—that we may speak more reverently also—were unable to fulfil this, except the Only-begotten alone, who opened a virgin womb; for in Him alone has it been perfected, and in no other. Moreover, it is possible to see this from the very subject-matter also. For from Mary the expression is taken, and concerning the Church I shall have occasion to say this: For this cause a man shall leave his father and his mother and shall cleave unto his wife, and the two shall become one flesh. And the holy Apostle says: This mystery is great; yet I speak in reference to Christ and the Church. And observe for me the precision of the Scriptures: that in the case of Adam it says He fashioned, whereas in the case of Eve it no longer says that she was fashioned, but that she was built. For He took, it says, one of his ribs and built it into a woman for him; so as to show that the Lord refashioned a body for Himself from Mary, while from that very side the Church was built when His side was pierced, and
PG 42:732Read from the page
τὰ μυστήρια τοῦ αἵματος καὶ ὕδατος ἐν ἡμῖν λύτρα γενέσθαι.
the mysteries of the blood and water came to be a ransom among us.
Κʹ. Ἀλλ' ὅμως ἔγνω την Μαρίαν ὁ Ἰωσὴφ, οὐ κατὰ γνῶσίν τινα χρήσεως, οὐ κατὰ γνῶσιν κοινωνίας. Ἀλλ' ἔγνω αὐτὴν, τιμῶν τὴν ἐκ Θεοῦ τετιμημένην. Οὐ γὰρ ᾔδει αὐτὴν τοιαύτης δόξης οὖσαν, ἕως ὅτε εἶδε Κύριον ἐκ γυναικὸς γεγεννημένον. Καὶ τὸ, Πρὶν ἢ συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα, ἵνα μή ποτε κρατήσῃ ὁ λόγος τῶν νομιζόντων, ἐκ κοινωνίας ἀνδρὸς εἶναι τὸ τοῦ Θεοῦ οἰκονομηθὲν μυστήριον. Ἔλεγε γὰρ, Πρὶν ἢ τοῦτο γενέσθαι, ὅπερ προσεδοκᾶτο· οὐ γέγονε δὲ τοῦτο τὸ πρᾶγμα. Εἰ γὰρ καὶ προσεδοκᾶτο ἡ Παρθένος τῷ Ἰωσὴφ εἰς συνάφειαν (ὡς οὐδὲ ἐπεδέχετο διὰ τὸ γηραλέον), ὅμως προλαμβάνει ἡ Γραφὴ, καὶ ἡμῖν ὑποτίθεται, καὶ τὴν διάνοιαν ἐπασφαλίζεται, δυνατῆς οὔσης τῆς ὑποθέσεως, κατὰ τὸν θεῖον τόκον, πεῖσαι μηκέτι ἐγγίζειν ἀνδρὶ πρὸς συνάφειαν τῇ Παρθένῳ· ὡς καὶ ὁ ἄγγελος τὸν Ἰωσὴφ ἔπεισε μὴ εἶναι τὴν ὑπόνοιαν, ἥνπερ αὐτὸς ἐνόμιζεν. Ὅμοιον γὰρ τῷ προῤῥηθέντι, Πρὶν ἢ συνελθεῖν αὐτοὺς, ὡς προσδοκωμένου, οὐ γενομένου δὲ, τὸ, Δίκαιος ὢν ἐζήτει μὴ παραδειγματίσαι αὐτὴν, ἀλλὰ λάθρα ἀπολῦσαι αὐτὴν, ὡς φαύλου μὲν γινομένου ἀπὸ τοῦ παραδειγματίσαι αὐτὴν, οὐ γενομένου δέ· ὡς ὁ ἄγγελος διδάσκει λέγων· Μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου, τὴν μηδέπω γενομένην, καὶ ἐν ὑπονοίᾳ σφάλματος παρὰ σοί ἐστιν, ἀλλ' οὐδὲ οὕτως οὔσῃ, ὡς οἴει, καὶ τὰ ἑξῆς. Εὐθὺς γὰρ ἀκολούθως λέγει· Τὸ γὰρ γεννηθὲν ἐν αὐτῇ, ὡς ἤδη γεγεννημένου. Πάλιν δὲ τὸ, Τέξεται υἱὸν, ὡς ἐπὶ μέλλοντος. Οὕτως γὰρ ἦν· διὰ δὲ τὸ πεπιστῶσθαι, ἡ προαναφώνησις· ὡς καὶ τὸ, Πρὶν ἢ συνελθεῖν· ἀρκούμενοι, ὅτι οὐδ' ὅλως γεγένηται. Ἕως ὅτου ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, τοῖς αὐτοῖς ἐστιν ἑρμηνευόμενον διὰ τὸ θαυμαστὸν τῆς περὶ τὴν Παρθένον γνώσεως πρὸς Θεὸν τετιμημένης.
Chapter XX. Nevertheless Joseph knew Mary, not according to any knowledge of use, nor according to knowledge of intercourse; rather he knew her, honouring her who had been honoured by God. For he did not know that she was of such glory until he saw the Lord born of a woman. And the statement, Before they came together she was found with child, was spoken lest the argument of those should ever prevail who suppose that the mystery dispensed by God was from intercourse with a man. For it said: Before this came to pass—that which was expected; yet this thing did not come to pass. For even if the Virgin was expected for Joseph unto union (as indeed it was not even admissible because of his advanced age), nevertheless Scripture forestalls and instructs us and secures our mind, the subject-matter itself being able, in accordance with the divine birth, to persuade us that a man no longer draws near to the Virgin for union; just as the angel also persuaded Joseph that the suspicion which he himself held was unfounded. For akin to what was said above, Before they came together—as of something expected, yet not having come to pass—is the statement, Being just, he sought not to make a public example of her, but to dismiss her privately, as though something base would arise from making a public example of her, yet without it having come to pass; even as the angel teaches, saying: Fear not to take unto you Mary your wife—her who had not yet become so, and is under suspicion of a fault with you, yet is not at all so as you suppose, and so forth. For straightway in sequence he says: For that which is begotten in her, as of one already begotten; and again, She shall bring forth a son, as concerning the future. For thus it was; and for the sake of confirmation, the foreannouncement was given; just as also in, Before they came together, we are satisfied that it did not take place at all. Until she brought forth her son the firstborn is interpreted in the same way, because of the marvellousness of the knowledge concerning the Virgin honoured before God.
ΚΑʹ. Μὴ νομίσῃ δέ τις ἐκ τοῦ λέγειν, Πρὸ τοῦ συνελθεῖν αὐτοὺς, ὅτι μετέπειτα συνῆλθον. Οὔτε γὰρ ἔχει τις δεῖξαι, ἢ σημᾶναι· ἀλλ' ἵνα δείξῃ ἄχραντον τὴν κύησιν τοῦ Σωτῆρος, τοῦτο ἡ Γραφὴ ἐβεβαιώσατο. Τὸ οὖν, Οὐκ ἔγνω αὐτὴν, διὰ τὴν δόξαν· τὸ δὲ πρωτότοκον, ἐπειδὴ πρωτότοκός ἐστι, πρὶν ἢ τὰς κτίσεις εἶναι, καὶ πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς, κατὰ τὸν Ἀπόστολον, οὐ κατὰ τὸν ἀπὸ Μαρίας, ὡς ἄλλων υἱῶν ἀπ' αὐτῆς ὄντων, ἀλλ' ἐν τοῖς καταξιωθεῖσι λαβεῖν δι' αὐτοῦ τὴν υἱοθεσίαν, ὅτε υἱὸς αὐτῆς γέγονεν ἀληθῶς κατὰ σάρκα, ἵνα μὴ δόκησις ὑποληφθείη. Ἀλλὰ καὶ πρωτότοκος, καὶ υἱὸς αὐτῆς τῆς Παρθένου, οὐ διὰ τὸ αὐτὴν ἄλλους υἱοὺς, ὡς ἔφην,
Chapter XXI. And let no one suppose from the statement, Before they came together, that they came together afterwards. For neither can anyone show or indicate this; rather Scripture confirmed this that it might show the Saviour's conception to be undefiled. Therefore He knew her not is on account of the glory; and firstborn, since He is firstborn before created things existed, and firstborn among many brethren according to the Apostle—not according to the one from Mary, as though there were other sons from her, but among those counted worthy to receive adoption as sons through Him, when He truly became her son according to the flesh, lest a mere semblance should be supposed. Moreover He is both firstborn and son of the Virgin herself, not because she, as I said, other sons
Notes, col. 732

On the reading

Printed την Μαρίαν, for τὴν Μαρίαν.

PG 42:733Read from the page
ἔχειν. Ὅμοιον γάρ ἐστι τοῦτο τῷ πρώτῳ πρὸ τῆς ἐνδημίας. Ὁ γὰρ Πρωτότοκος ὢν ἀληθῶς Πατρὸς ἄνω πρὸ πάσης κτίσεως, οὐκ ἀπὸ τοῦ ἄλλους μετ' αὐτὸν ἐκ Πατρὸς γεγεννῆσθαι λέγεται πρωτότοκος· οὐ γάρ ἐστιν αὐτῷ ἀδελφὸς δεύτερος, διότι μονογενής. Οὕτω καὶ ἐπὶ τῆς ἐνσάρκου παρουσίας ἀει καὶ πρωτότοκός ἐστι Μαρίας· ἀλλὰ μονογενὴς τῇ Μαρίᾳ πέφυκε, μὴ ἔχων δεύτερον ἀδελφὸν ἀπ' αὐτῆς. Καὶ παύσωνται οἱ καθ' ἑαυτῶν μεμηχανημένοι τὰ βλαβερὰ μᾶλλον ἤπερ τὰ πρὸς ὠφέλειαν· μὴ παρακαλῶ. Ὁ τιμῶν Κύριον, τιμᾷ καὶ ἅγιον· ὁ δὲ ἀτιμάζων ἅγιον ἀτιμάζει καὶ τὸν ἑαυτοῦ Δεσπότην. Ἔστω Μαρία παρ' ἑαυτῇ ἡ ἁγία Παρθένος, τὸ ἅγιον σκεῦος. Ταῦτα γὰρ τὰ πρὸς βλάβην ἡμᾶς οὐκ ὠφελεῖ· ἡμᾶς δὲ δεῖ σεμνότερον διανοεῖσθαι, ἵνα μὴ ὑψαυχενίαν κτησώμεθα, ἢ διχόνοιαν, ἢ περιττολογίαν. Περὶ παντὸς γὰρ ἀργοῦ λόγου λόγον δώσομεν, κατὰ τὸ γεγραμμένον. Ἑαυτοὺς μεριμνήσωμεν· τὰ ἑαυτῶν ἐπισκεψώμεθα· μὴ τὰ ἑαυτῶν εἰς τοὺς ἁγίους ῥίψωμεν· μὴ ἀφ' ἑαυτῶν τὰ τῶν ἁγίων διασκεψώμεθα.
having. For this is similar to the first case, before His sojourn. For the Firstborn, being truly of the Father above before all creation, is not called firstborn from others having been begotten from the Father after Him; for He has no second brother, because He is only-begotten. So also in the incarnate presence He is ever both firstborn of Mary, and yet by nature only-begotten to Mary, having no second brother from her. And let those cease who have contrived against themselves things harmful rather than beneficial—do not do so, I beseech! He who honours the Lord honours also a saint; while he who dishonours a saint dishonours his own Master also. Let Mary abide in her own place, the holy Virgin, the holy vessel. For these harmful things do not profit us; rather we ought to think more reverently, lest we acquire arrogance, or discord, or superfluous speech. For concerning every idle word we shall give account, according to what is written. Let us take care for ourselves; let us examine our own matters; let us not cast our own things upon the saints; let us not judge the matters of the saints from ourselves.
ΚΒʹ. Πάντως γὰρ βιαζόμενοί τινες, καὶ ἐπὶ τὸ λαγνιαίτερον τρεπόμενοι, καὶ ἐν αὐτοῖς ἔχοντες φθοριμαίαν ὑπόνοιαν, βούλονται καὶ τοὺς ἁγίους χραίνειν, εἰς εὔλογον ἀπολογίαν τῆς ἑαυτῶν κακῆς καὶ ἀσθενοῦς ὑπονοίας· πρὸς οὓς ὁ Ἀπόστολός φησιν· Ἤθελον μὲν πάντας εἶναι ὡς ἐμαυτόν. Τὸ δὲ, ἐμαυτὸν, πῶς ἄρα λέγει ἀλλ' ἢ διὰ τὸ ἁγνεύειν; Διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω. Ὑπεξῃρέθη δὲ ἡ ἀντωνυμία· ἐλεγκτικῶς γὰρ εἶχε καὶ ἐπιστρεφέστερον. Εἶχε γὰρ εἰπεῖν, διὰ τὰς πορνείας ὑμῶν. Τὸ, ὑμῶν, τοίνυν περιεῖλεν, ἵνα μὴ δόξῃ εἰς ὕβριν τινῶν τοῦτο εἰρηκέναι. Ἐῤῥέθη δὲ εἰς κατάκρισίν τινων τῶν μὴ θελόντων Θεῷ σχολάζειν, μετὰ τὸ κατὰ τὸν νόμον βιοῦν, καὶ εὐλόγως ἐπιγνῶναι τὸ αὐτοῦ σκεῦος εἰς παιδοποιΐαν· ὡς καὶ οἱ παλαιοὶ πατέρες ἡμῶν τούτῳ τῷ εἴδει κέχρηνται· ὡς καί που εὑρήκαμεν λέγουσαν την Γραφήν· Ῥεβέκκα δὲ ἐξ ἑνὸς κοίτην ἔχουσα. Τὸ δὲ, ἐξ ἑνὸς, εἰπὼν, σεμνότερον μὲν διηγήσατο, ἔδειξε δὲ τὴν σύλληψιν δικαίαν οὖσαν. Μετὰ γὰρ τὸ ἐσχηκέναι τέκνα, δείκνυσι μηκέτι τῇ γυναικὶ αὐτὸν συναφθέντα. Ἀλλ' ἐπειδήπερ ῥᾴδιον καὶ εὐχερές ἐστιν ἐπὶ τὰ φαῦλα μᾶλλον τρέπεσθαι τὴν διάνοιαν ἤπερ ἐπὶ τὰ ἀναγκαῖα, ὀλισθηροῦ ὄντος τοῦ ἡμετέρου ἀνθρωπίνου λογισμοῦ, καὶ οὐ τάχιον εὐθύνοντος αὐτοῦ τὴν ὁρμὴν ἐπὶ τὴν εὐθεῖαν ὁδὸν τοῦ Κυρίου, ἀλλὰ κλίνοντος πὴ μὲν ἐπὶ τὰ δεξιὰ, πὴ δὲ ἐπὶ τὰ ἀριστερά, καὶ βαρέως πληροῦντος τὸ παρὰ τῷ Σολομῶντι εἰρημένον· Μὴ κλίνῃς ἐπὶ τὰ δεξιὰ, μηδὲ ἐπὶ τὰ ἀριστερά· πάλιν ἄλλως ἡμῖν στρεφομένης τῆς κακίας περὶ τοὺς αὐτοὺς λογισμοὺς, καὶ ὠθούσης ἡμῶν τὸ σῶφρον ἐφ' ἑτέρας πάλιν ὁδοὺς βαδίζειν· ἀσφαλισώμεθα οὖν μή πως τὸ περισσοτέρως
Chapter XXII. For altogether certain persons, forcing themselves and turning towards the more licentious course, and holding within themselves a corrupting suspicion, wish to besmirch the saints also, for a specious defence of their own evil and feeble suspicion; against whom the Apostle says: I could wish all men to be even as myself. And as myself—how indeed does he say it except because of chastity? Yet because of fornications let each man have his own wife. And the pronoun was withdrawn, for it carried more of reproof and rebuke. For he could have said: because of your fornications. The word your, therefore, he removed, lest he should seem to have spoken this as an insult to some. Yet it was spoken for the condemnation of certain persons who are unwilling to devote themselves to God after living according to the law and lawfully knowing one's own vessel for childbearing—just as our ancient fathers also made use of this way, and as we have found Scripture saying somewhere: And Rebecca having a marriage-bed from one. And in saying from one, he recounted it more reverently and showed that the conception was righteous. For after having had children, it shows that he was no longer joined to his wife. Yet inasmuch as it is easy and ready for the mind to turn towards base things rather than towards necessary things—since our human reasoning is slippery, and does not promptly direct its impulse unto the straight way of the Lord, but inclines partly to the right and partly to the left, and with difficulty fulfils what was spoken in Solomon, Incline not to the right, nor to the left; and since wickedness again turns about in another way for us concerning the same thoughts, and thrusts our sobriety to walk again upon other paths—let us secure ourselves, therefore, lest perchance excessively
Notes, col. 733

On the reading

Printed ἀει, for ἀεὶ.

Printed την Γραφήν, for τὴν Γραφήν.