Καὶ τί μοι τὰ πλήθη λέγειν τῶν ἱερουργησάντων Θεῷ ἐν Παλαιᾷ Διαθήκῃ; ὡς Ἀχιτὼβ εὑρίσκεται ἱερουργῶν, οἵ τε Κορῖται καὶ οἱ Γερσωνῖται, καὶ Μεραρῖται τὴν Λευϊτικὴν πεπιστευμένοι τάξιν. Ὅ τε οἶκος Ἠλεὶ καὶ οἱ μετ' αὐτὸν οἱ ἀπὸ τῆς συγγενείας αὐτοῦ ἐν τῷ οἴκῳ Ἀβιμέλεχ, καὶ Ἀβιάθαρ, Χελκίας τε καὶ Βουζεὶ, ἄχρι Ἰησοῦ τοῦ ἱερέως τοῦ μεγάλου, Ἔσδρα τε τοῦ ἱερέως, καὶ τῶν ἄλλων. Καὶ οὐδαμοῦ γυνὴ ἱεράτευσεν.
And why need I recount the multitudes of those who performed sacred service to God in the Old Covenant?—how Ahitub is found performing sacred service, and the Korahites, the Gershonites, and the Merarites were entrusted with the Levitical order; and the house of Eli and those after him from his kindred in the house of Abimelech, and Abiathar, and Hilkiah and Buzi, down to Joshua the great priest, and Ezra the priest, and the rest. And nowhere did a woman serve as priest.
Γʹ. Ἐλεύσομαι δὲ καὶ εἰς τὴν Καινὴν Διαθήκην. Εἰ ἱερατεύειν γυναῖκες Θεῷ προσετάστοντο, ἢ κανονικόν τι ἐργάζεσθαι ἐν Ἐκκλησίᾳ, ἔδει μᾶλλον αὐτὴν τὴν Μαρίαν ἱερατείαν ἐπιτελέσαι ἐν Καινῇ Διαθήκῃ· τὴν καταξιωθεῖσαν ἐν κόλποις ἰδίοις ὑποδέξασθαι τὸν παμβασιλέα Θεὸν ἐπουράνιον, Υἱὸν τοῦ Θεοῦ· ἧς ἡ μήτρα, ναὸς γενομένη καὶ κατοικητήριον, εἰς τὴν τοῦ Κυρίου ἔνσαρκον οἰκονομίαν κατὰ φιλανθρωπίαν Θεοῦ καὶ ἔκπληκτον μυστήριον ἡτοιμάσθη. Ἀλλ' οὐκ εὐδόκησεν. Ἀλλ' οὐδὲ βάπτισμα διδόναι πεπίστευται· ἐπεὶ ἠδύνατο ὁ Χριστὸς μᾶλλον παρ' αὐτῇ βαπτισθῆναι ἤπερ παρὰ Ἰωάννου. Ἀλλὰ Ἰωάννης μὲν παῖς Ζαχαρίου ἐν τῇ ἐρήμῳ διετέλεσε βάπτισμα ἀφέσεως ἁμαρτιῶν πεπιστευμένος· ὁ δὲ τούτου πατὴρ Θεῷ ἱεράτευσε, καὶ τῇ ὥρᾳ τοῦ θυμιάματος ὀπτασίαν εἶδε. Πέτρος τε καὶ Ἀνδρέας, Ἰάκωβος, καὶ Ἰωάννης, Φίλιππος, καὶ Βαρθολομαῖος, Θωμᾶς, Θαδδαῖος, καὶ Ἰάκωβος Ἀλφαίου, καὶ Ἰούδας Ἰακώβου, καὶ Σίμων ὁ Καναναῖος, καὶ Ματθίας ὁ εἰς πλήρωσιν τῶν δώδεκα ἐκλελεγμένος· οὗτοι πάντες ἐξελέγησαν ἀπόστολοι, καὶ κατὰ τὴν γῆν ἱερουργοῦντες τὸ Εὐαγγέλιον ἅμα Παύλῳ καὶ Βαρνάβᾳ, καὶ λοιποῖς, καὶ μυστηρίων ἀρχηγέται σὺν Ἰακώβῳ ἀδελφῷ τοῦ Κυρίου, καὶ πρώτῳ ἐπισκόπῳ Ἱεροσολύμων· ἐξ οὗπερ ἐπισκόπου καὶ τῶν προειρημένων ἀποστόλων κατεστάθησαν διαδοχαὶ ἐπισκόπων καὶ πρεσβυτέρων ἐν οἴκῳ Θεοῦ. Καὶ οὐδαμοῦ γυνὴ ἐν τούτοις κατεστάθη. Ἦσαν δὲ, φησὶ, τέσσαρες θυγατέρες Φιλίππῳ τῷ εὐαγγελιστῇ προφητεύουσαι, οὐ μὴν ἱερουργοῦσαι. Καὶ ἦν Ἄννα προφῆτις θυγάτηρ Φανουὴλ, ἀλλ' οὐχ ἱερατείαν πεπιστευμένη. Ἔδει γὰρ πληροῦσθαι τὸ, Προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν, καὶ αἱ θυγατέρες ὑμῶν ἐνυπνίοις ἐνυπνιασθήσονται, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται. Καὶ ὅτι μὲν διακονισσῶν τάγμα ἐστὶν εἰς τὴν Ἐκκλησίαν, ἀλλ' οὐχὶ εἰς τὸ ἱερατεύειν, οὐδέ τι ἐπιχειρεῖν ἐπιτρέπειν, ἕνεκεν δὲ σεμνότητος τοῦ γυναικείου γένους, ἢ δι' ὥραν λουτροῦ, ἢ ἐπισκέψεως πάθους, ἢ πόνου, καὶ ὅτε γυμνωθείη σῶμα γυναίου, ἵνα μὴ ὑπὸ ἀνδρῶν ἱερουργούντων θεαθείη, ἀλλ' ὑπὸ τῆς διακονούσης, ἃ ἐπιτάσσηται ὑπὸ τοῦ ἱερέως ἐπιμελεῖσθαι πρὸς τὴν ὥραν τῆς ἐπιδεομένης γυναικὸς ἐν τῇ ὥρᾳ τῆς τοῦ σώματος αὐτῆς γυμνώσεως, τοῦ τάγματος τῆς εὐταξίας, καὶ ἐκκλησιαστικῆς εὐνομίας ἐπιστη-
3. And I shall come also to the New Covenant. If women had been enjoined to serve God as priests, or to perform anything canonical in the Church, Mary herself ought rather to have fulfilled a priesthood in the New Covenant—she who was counted worthy to receive in her own bosom the all-sovereign King, the heavenly God, the Son of God; whose womb, becoming a temple and dwelling-place, was prepared for the incarnate dispensation of the Lord through God's loving-kindness and an astonishing mystery. Yet He was not pleased to do so. Nay, she was not even entrusted with giving baptism; for Christ could rather have been baptized at her hands than at John's. But John, the son of Zechariah, continued in the wilderness entrusted with a baptism of remission of sins; and his father served God as priest, and at the hour of incense saw a vision. Peter and Andrew, James and John, Philip and Bartholomew, Thomas, Thaddaeus, and James the son of Alphaeus, and Judas of James, and Simon the Cananaean, and Matthias who was chosen out to fill up the twelve: all these were chosen out as apostles, both ministering the Gospel as priests throughout the earth together with Paul and Barnabas and the rest, and being initiators of mysteries together with James the brother of the Lord and first bishop of Jerusalem; from which bishop and the aforesaid apostles successions of bishops and presbyters were established in the house of God. And nowhere was a woman established among them. There were, it says, four daughters of Philip the evangelist who prophesied, yet certainly did not serve as priests. And there was Anna a prophetess, the daughter of Phanuel, yet not entrusted with a priesthood. For the saying had to be fulfilled: Your sons shall prophesy, and your daughters shall dream dreams, and your young men shall see visions. And although there is an order of deaconesses in the Church, yet it is not for serving as priests, nor for permitting them to undertake anything, but for the sake of the modesty of the female sex, either on account of the time of bathing, or of the visitation of sickness or pain, and whenever the body of a woman should be uncovered, so that she may not be beheld by men performing sacred service, but by the deaconess, in whatever things she may be directed by the priest to care for the need of the woman who requires it at the time of the uncovering of her body, the order of good discipline and ecclesiastical regulation pruden-