Ιʹ. Ἐν γὰρ τῷ τριακοστῷ τρίτῳ ἔτει τοῦ πρώτου Ἡρώδου, υἱοῦ Ἀντιπάτρου, γεννᾶται ὁ Σωτὴρ ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ὅπερ ἦν τεσσαρακοστὸν δεύτερον Αὐγούστου βασιλέως. Καὶ ποιήσας ἔτη δύο, λαμβάνεται ὑπο τοῦ Ἰωσὴφ εἰς Αἴγυπτον, διὰ τὰ ὑπὸ τῶν μάγων τῷ Ἡρώδῃ εἰρημένα τοῦ Ἡρώδου ζητοῦντος τὸν παῖδα. Κάτεισι δὲ εἰς Αἴγυπτον, καὶ τελεῖ ἐκεῖσε ἄλλα δύο ἔτη. Καὶ τελευτᾷ Ἡρώδης ὁ βασιλεὺς ἔτει τριακοστῷ ἑβδόμῳ. Διαδέχεται δὲ τοῦτον Ἀρχέλαος ὁ υἱὸς αὐτοῦ ἐπὶ ἔτεσιν ἐννέα. Καὶ οὕτως ἡ πραγματεία τελειοῦται, καὶ παραδίδοται σταυρῷ ὀκτωκαιδεκάτῳ μὲν ἔτει Τιβερίου Καίσαρος, τοῦ δὲ Ἀγρίππα ἐπικληθέντος Μεγάλου, Ἡρώδου δὲ Νεωτέρου, υἱοῦ δὲ Ἀρχελάου, ἔτος ἦν εἰκοστόν. Οὐδαμοῦ δὲ ἠκούσαμεν τὸν Ἰωσὴφ υἱοὺς πεποιηκότα. Ἀλλ' οὔτε, μετὰ τὸ ἐλθεῖν ἀπὸ τῆς Αἰγύπτου, ὁ αὐτὸς ἐβίωσεν ἐπὶ πολλοῖς ἔτεσι. Τέταρτον γὰρ ἦν ἔτος τῷ Σωτῆρι· τῷ δὲ Ἰωσήφ ὑπὲρ ἔτος ὀγδοηκοστὸν τέταρτον, ὅτε ἐκ τῆς Αἰγύπτου χώρας παρεγένετο. Καὶ διέμεινεν ἄλλα ἔτη ὀκτὼ Ἰωσὴφ περιὼν, καὶ ἐν τῷ δεκάτῳ ἔτει, ἀνιόντων ἐπὶ Ἱερουσαλὴμ, ἐζητήθη, ὅτε οὐχ εὑρίσκετο ἐν τῇ ὁδοιπορίᾳ, ὡς ἔχει τὸ κατὰ Λουκᾶν Εὐαγγέλιον. Μέσον δὲ τούτων τῶν ἐτῶν τελευτᾷ Ἰωσὴφ, καὶ ἀνετράφη οὐκέτι ὑπὸ τὸν Ἰωσὴφ, ἀλλ' εἰς τὸν οἶκον τοῦ Ἰωσήφ. Ὅθεν οὐκέτι τὸ Εὐαγγέλιον φάσκει λέγον, ὅτι Ἦλθεν ὁ πατὴρ αὐτοῦ, καὶ ἡ μήτηρ αὐτοῦ, καὶ οἱ ἀδελφοί· ἀλλ', Ἰδοὺ ἡ μήτηρ σου, καὶ οἱ ἀδελφοί σου ἔξω ἑστήκασιν. Ἀλλ' οὔτε ὅτε ἔλεγον αὐτῷ ἐν τῇ Ἰδουμαίᾳ· Οὐδεὶς ταῦτα ποιῶν θέλει ἐν κρυπτῷ εἶναι. Εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν, οὐκ εἶπεν, ὅτι Εἶπεν αὐτῷ ὁ πατὴρ αὐτοῦ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ἀλλ' οἱ ἀδελφοὶ αὐτοῦ, ὡς τοῦ Ἰωσὴφ μηκέτι ὑπάρχοντος κατὰ τὸ σῶμα. Εἶτα δὲ ἐπ' αὐτῇ τῇ τελειώσει, ὅτε ὁ Σωτὴρ ἐν τῷ σταυρῷ ἕστηκεν, ὡς ἔχει τὸ κατὰ Ἰωάννην Εὐαγγέλιον, Στραφεὶς, φησὶν, εἶδε τὸν μαθητὴν, ὃν ἠγάπα ὁ Κύριος, καὶ εἶπεν αὐτῷ περὶ Μαρίας· Ἰδοὺ ἡ μήτηρ σου· καὶ τῇ αὐτῇ λέγει· Ἰδοὺ ὁ υἱός σου. Εἰ ἦσαν δὲ τέκνα τῇ Μαρίᾳ, καὶ ει ὑπῆρχεν αὐτῇ ἀνὴρ, τίνι λόγῳ παρεδίδου τὴν Μαρίαν τῷ Ἰωάννῃ, καὶ τὸν Ἰωάννην τῇ Μαρίᾳ; Τίνι δὲ τῷ λόγῳ Πέτρῳ μᾶλλον οὐ παραδίδωσι; τίνι δὲ τῷ λόγῳ Ἀνδρέᾳ, Ματθαίῳ τε καὶ Βαρθολομαίῳ; Ἀλλὰ δῆλον, ὅτι Ἰωάννῃ διὰ τὴν παρθενίαν· Ἰδοὺ γὰρ ἡ μήτηρ σου. Καίτοι γε οὐκ ἦν μήτηρ αὐτοῦ τοῦ Ἰωάννου κατὰ σάρκα· ἀλλ' ἵνα δείξῃ αὐτὴν μητέρα ἀρχηγὸν τῆς παρθενίας· ἐπειδὴ ἐξ αὐτῆς ἡ ζωὴ ἦν· καὶ τῷ Ἰωάννῃ, καίτοι γε ὄντι κατὰ σάρκα ἀλλοτρίῳ, ἔλεγεν, ἵνα διδάξῃ τιμᾷν τὴν ἰδίαν αὐτοῦ μητέρα, ὅτι τῷ μὲν ὄντι κατὰ σάρκα ἐξ αὐτῆς αὐτὸς ὁ Κύριος γεγέννηται, ἵνα μή τις νομίσῃ δόκησιν εἶναι τὴν πραγματείαν, καὶ οὐκ ἀλήθειαν. Εἰ μὴ γὰρ ἦν αὐτοῦ ἀληθῶς μήτηρ κατὰ σάρκα κυήσασά αὐτὸν,
10. For in the thirty-third year of the first Herod, the son of Antipater, the Saviour is born in Bethlehem of Judaea, which was the forty-second year of Augustus the king. And having spent two years, He is taken by Joseph into Egypt, on account of the things spoken by the magi to Herod, when Herod was seeking the Child. And He goes down into Egypt, and completes there another two years. And Herod the king dies in his thirty-seventh year. And Archelaus his son succeeds him for nine years. And thus the dispensation is brought to completion, and He is delivered up to the cross in the eighteenth year of Tiberius Caesar, which was the twentieth year of Agrippa surnamed the Great, that is, Herod the Younger, the son of Archelaus. And nowhere have we heard that Joseph begat sons. Nor, after coming from Egypt, did the same man live for many years. For it was the fourth year for the Saviour, and for Joseph over his eighty-fourth year, when he arrived from the land of Egypt. And Joseph remained surviving for another eight years; and in His tenth year, when they went up to Jerusalem, He was sought when He was not found on the journey, as the Gospel according to Luke has it. And in the midst of these years Joseph dies, and He was brought up no longer under Joseph, but in the house of Joseph. Whence the Gospel no longer speaks and says, His father came, and His mother, and His brethren; but, Behold, your mother and your brethren stand without. Nor again, when they said to Him in Idumaea: No one doing these things wishes to be in secret; if you do these things, manifest yourself—did it say, His father and His brethren said to Him, but His brethren, inasmuch as Joseph no longer existed in the body. And then at the very consummation, when the Saviour stood upon the cross, as the Gospel according to John has it, Turning, it says, He saw the disciple whom the Lord loved, and He said to him concerning Mary: Behold your mother; and to her He says: Behold your son. Now if Mary had children, and if she had a husband, for what reason did He entrust Mary to John, and John to Mary? And for what reason does He not rather entrust her to Peter? And for what reason [not] to Andrew, and Matthew, and Bartholomew? But it is clear that [He entrusted her] to John on account of his virginity: for, Behold your mother. And yet she was not the mother of John himself according to the flesh; but so that He might show her to be the mother and leader of virginity, since from her was the Life; and He spoke to John, though he was a stranger according to the flesh, in order to teach His own mother to be honoured, because in very truth the Lord Himself was born of her according to the flesh, lest anyone should suppose the dispensation to be mere seeming, and not truth. For if she were not truly His mother who conceived Him according to the flesh,