Migne Reading Room

PG 42 · cols. 700–709 · Read from the page

Panarium Adversus Octoginta Haereses: Liber III, Tomus II (Anacephalaeosis et Haereses LXXVII–LXXX)

Panarium Adversus Octoginta Haereses: Liber III, Tomus II (Anacephalaeosis et Haereses LXXVII–LXXX)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 42:700Read from the page
μετὰ τὴν τοῦ Χριστοῦ τελείωσιν πάλιν παιδαγωγοῦ χρεία, ὅπως ἐπιστρέψωμεν ἐπὶ τὴν ἀρχὴν τῶν στοιχείων, καὶ διδαχῆς, καὶ ἐπιθέσεως χειρῶν, κατὰ τὸ γεγραμμένον; σαφῶς ἡμῖν τοῦ Ἀποστόλου λέγοντος, ὅτι Πᾶν τὸ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ γίνεται· ὡς περὶ Παλαιᾶς Διαθήκης καὶ νομοθεσίας. Μετατιθεμένης γὰρ, φησὶ, τῆς ἱερωσύνης ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται. Ἢ δὲ μετετέθη ἡ Παλαιὰ, καὶ ἀνεκαινίσθη ἡ Νέα, τίς ἡμῖν πάλιν τολμηρῶς παρεισάγοι Παλαιὰν εἰς χρῆσιν, τὴν Καινὴν εἰς παλαίωσιν μετατιθέμενος, τῆς μὲν χάριτος ἀποπεσεῖν παρασκευάζων, καὶ ἀπὸ τῆς ὠφελείας Χριστοῦ ἡμᾶς ἐκτρέπειν πειρώμενος;
after the perfection of Christ there is again need of a tutor, so that we may turn back to the beginning of the elements, and of teaching, and of the laying on of hands, according to what is written—while the Apostle plainly declares to us that: Everything that grows antiquated and ages is nigh unto vanishing away, as concerning the Old Covenant and lawgiving. For when the priesthood is transferred, he says, of necessity there occurs a transference of the Law as well. Or whereas the Old was transferred and the New renewed, who would again daringly bring in the Old for us into use, transferring the New into antiquation, contriving that we fall away from grace, and attempting to turn us aside from the benefit of Christ?
Συντόμως δὲ ταῦτα τῷ λόγῳ διελόντες, καὶ τὸ ἱκανὸν λογισάμενοι, διὰ τὸ πλάτος τῆς συντάξεως, ἐπὶ τὰ ἑξῆς ἴωμεν, ἀγαπητοὶ, Θεὸν βοηθὸν συνήθως ἐπικαλούμενοι, εἰς τὴν τῶν λοιπῶν ὑπόθεσίν τε καὶ ὑπόδειξιν, καὶ τούτων ἀνατροπήν.
Having concisely distinguished these matters in our discourse, and having reckoned it sufficient on account of the breadth of the treatise, let us proceed to what follows, beloved, invoking God as our helper according to custom, for the subject and exposition of the remaining sects, and their overthrow.
ΚΑΤΑ ΑΝΤΙΔΙΚΟΜΑΡΙΑΝΙΤΩΝ,
Against the Antidicomarianites,
Πεντηκοστὴ ὀγδόη, ἡ καὶ ἑπτακοστὴ ὀγδόη.
The fifty-eighth, which is also the seventy-eighth.
Αʹ. Ἀπὸ ταύτης τῆς παρά τισι Διμοιριτῶν κεκλημένης, ἢ χωρὶς νοῦ ἐνσάρκου Χριστοῦ παρουσίας ὀνομαζομένης, ἐφύη τινὰ ἕτερα πράγματα, μάλιστα ἐν τῇ Ἀραβίᾳ· ἀνηνέχθη δὲ τῇ ἡμῶν ταπεινότητι περὶ τούτων ὑπό τινων εὐλαβῶν. Καὶ πρῶτον μὲν ἐπιστολὴν περὶ τῆς ὑποθέσεως ταύτης γεγραφήκαμεν· ὅμως δὲ διὰ τῆς ἀκολουθίας τοῦ ἀριθμοῦ καὶ ἐνταῦθα αὐτὴν διόλου τὴν ἐπιστολὴν μετὰ καὶ τῶν εὐλόγως ταύτην προστεθειμένων, ἢ ἀπὸ αὐτῆς ἐξαιρουμένων, εἰς τὴν αἵρεσιν ἐροῦμεν.
1. From this sect, called among some that of the Dimoerites, or named that of the incarnate advent of Christ without a mind, sprang up certain other matters, especially in Arabia; and report concerning them was brought to our lowliness by certain reverent persons. And first indeed we have written an epistle regarding this subject; nevertheless, on account of the sequence of the numbering, here also we shall recite this epistle in full against the heresy, together with the things reasonably added to it [accusative], or removed from it.
Ἀντιδικομαριανιτῶν γάρ τινες, ὥσπερ ἐχθρίαν πρὸς τὴν Παρθένον ἔχοντες, καὶ βουλόμενοι κατευτελίζειν ἐκείνης τὸ κλέος, φθόνῳ τινὶ ἀρθέντες ἢ σφάλματι, καὶ χρᾶναι βουλόμενοι διανοίας ἀνθρώπων, ἐτόλμησαν λέγειν τὴν ἁγίαν Μαρίαν μετὰ τὴν τοῦ Χριστοῦ γέννησιν ἀνδρὶ συνῆφθαι, φημὶ δὲ αὐτῷ τῷ Ἰωσήφ. Φασὶ δὲ, ὡς ἄνω μοι εἴρηται, ὅτι ἀπ' αὐτοῦ τοῦ πρεσβύτου Ἀπολλιναρίου ἐξήχηται ὁ λόγος, ἢ ἀπό τινων τῶν αὐτῷ μεμαθητευμένων· καὶ ἀμφιβάλλω. Περὶ δὲ τῶν ταῦτα λεγόντων ἀνάγκην ἔχω λέγειν. Ἵνα δὲ μὴ εἰς δεύτερον κάματον ἑαυτὸν περιβάλλοιμι, καθεξῆς ἣν προεῖπον γραφεῖσαν ἐπιστολὴν εἰς τὴν Ἀράβων χώραν ὑποτάξω. Καὶ ἔστιν ἥδε·
For certain of the Antidicomarianites, as though harbouring enmity towards the Virgin and wishing to disparage her renown, lifted up by some envy or error and wishing to defile men's minds, ventured to say that holy Mary after the birth of Christ was joined to a husband—I mean to Joseph himself. And they say, as has been stated by me above, that this account has sounded forth from the elder Apollinarius himself, or from certain of those discipled under him; and I am in doubt. Yet concerning those who assert these things I have necessity to speak. And lest I involve myself in a second toil, I shall subjoin in order the epistle which I mentioned before as written to the country of the Arabs. And it is as follows:
Ἐπιφανίου ἐπιστολὴ κατὰ Ἀντιδικομαριανιτῶν.
Epistle of Epiphanius against the Antidicomarianites.
Βʹ. Κυρίοις μου τιμιωτάτοις καὶ ποθηνοτάτοις τέκνοις, καὶ ἀδελφοῖς γνησίοις, καὶ ὁμοπίστοις ὀρθοδόξοις ἀπὸ ἱερέως ἄχρι λαϊκοῦ, καὶ κατηχουμένοις τοῖς
2. To my most honoured lords and most longed-for children, and genuine brethren, and orthodox sharers in the same faith, from priest unto layman, and catechumens who are
Notes, col. 700

On the reading

Printed ἑπτακοστὴ, for ἑβδομηκοστὴ.

PG 42:701Read from the page
κατὰ τὴν Ἀραβίαν Ἐπιφάνιος ἐλάχιστος ἐπισκόπων χαίρειν.
throughout Arabia, Epiphanius, least of bishops, greeting.
Θαυμάζειν ἔστιν ἐν τῷ παρόντι καιρῷ, καὶ μὴ θαυμάζειν· θαυμάζειν μὲν, ὅτι ἐπὶ τῇ ἡμετέρᾳ γενεᾷ πάντα πληροῦται· καὶ μὴ θαυμάζειν· δεῖ γὰρ πληροῦσθαι. Ὁσημέραι γὰρ κατὰ πρόθεσιν νῦν γίνεται ἡμῖν ἐκ λογισμῶν ἀνθρωπίνων καὶ διανοημάτων σοφιστικὴ ὑπόνοια, καὶ ἐπὶ τὸ χεῖρον προκόπτουσα, καταλιμπάνουσά τε τὴν ἀποστολικὴν διδασκαλίαν· καθὼς ὁ ἁγιώτατος Ἀπόστολος προεῖπεν, ὅτι Ἀποστήσονταί τινες τῆς ὑγιαινούσης διδασκαλίας, προσέχοντες μύθοις, καὶ διδασκαλίαις δαιμονίων, καὶ τὰ ἑξῆς. Εἴ τι γὰρ ἔνι ἀνερευνᾷν, καὶ ἐπινοεῖν ὁδοὺς πονηρὰς, ταῦτα μᾶλλον σπουδάζουσιν οἱ ἄνθρωποι, ἤπερ πληροῦντες τὴν ἐντολὴν τὴν λέγουσαν, καλὰ καὶ εὐπρόσδεκτα ζητεῖν· καὶ, Ὁ λόγος ἅλατι ᾖ ἠρτυμένος, ὅπως δῷ χάριν τοῖς ἀκούουσι. Καὶ εἰ ταῦτα διανοηθείημεν, ὅτι πόθεν συμβαίνει καθ' ἑκάστην ἡμέραν ἀνακαινίζεσθαι ἡμῖν τὰ φαῦλα, ἐσόμεθα καὶ αὐτοὶ ὡς ἀπαίδευτοι, καὶ μὴ προσέχοντες τοῖς θείοις καὶ προφητικοῖς λόγοις. Δεῖ γὰρ ταῦτα πληροῦσθαι. Ἐν ἅπασι γὰρ μέρεσι τῆς πίστεως δεῖ τελεῖσθαι τὸ εἰρημένον· Ἆρα ἐλθὼν ὁ Υἱὸς τοῦ ἀνθρώπου εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς; Ποῦ γὰρ ἔφθασεν ἡ διάνοια τῶν ἀνθρώπων ἐγκειμένη ἐπὶ τὸ πονηρὸν ἐκ νεότητος; Ποῖα μέρη τῆς πίστεως οὐκ ἀπώλεσεν; Ἐν ποίοις δὲ λόγοις ἡ κακοβουλία τὸ χρήσιμον οὐκ ἐτάραξε; τῶν δὲ πρεπωδεστάτων, καὶ ἐν καταστάσει λογικῆς φύσεως, ἧς τὸ πρέπον ἦν τὰ σεμνὰ μᾶλλον διανοεῖσθαι, καὶ τούτοις προστιθέναι βιάζεσθαι, εἰ καὶ ἔδει παρὰ φύσιν, καὶ μὴ μᾶλλον τὰ ἀληθινὰ εἰς τὰ ἄσεμνα παρατρέπειν βιαζομένους ἐπὶ τὸ χεῖρον.
One may marvel at the present time, and yet not marvel: marvel indeed, because in our generation all things are being fulfilled; and not marvel, for they must needs be fulfilled. For daily now, by deliberate purpose, there arises for us out of human reasonings and conceits a sophistical surmise, both advancing for the worse and forsaking the apostolic teaching; even as the most holy Apostle foretold, that: Certain persons will fall away from sound teaching, giving heed to fables and teachings of demons, and so forth. For if it is possible in any way to search out and devise evil ways, men are eager for these things rather than fulfilling the commandment which bids us seek things noble and acceptable; and: Let your speech be seasoned with salt, so that it may impart grace to those who hear. And should we ponder these things—whence it comes about that base things are renewed for us every day—we ourselves also shall be as uninstructed, and not giving heed to the divine and prophetic utterances. For these things must needs be fulfilled. For in all parts of the faith what is stated must be accomplished: When the Son of man comes, will He find the faith upon the earth? For whither has men's mind reached, being inclined towards evil from youth? What parts of the faith has it not ruined? And in what doctrines has ill counsel not disturbed what is profitable?—[deviating] from what is most befitting, and in the condition of a rational nature, whose duty it was rather to contemplate reverent things and constrain itself to cleave to them, even if it had to do so contrary to nature, and not rather pervert true things into unseemly ones, forcing themselves on for the worse.
Γʹ. Λοιπὸν γὰρ, ἐπειδὴ πάντα ἡμῶν πεπλήρωται τῇ γενεᾷ, τά τε βλάσφημα, καὶ τὰ ἐκτὸς ἁγίου Πνεύματος, ἐφ' ἕτερα πάλιν καινὰ τρέπονται. Οἱ μὲν γὰρ τὸν Πατέρα βλασφημοῦσι, τὸν τῶν ὅλων Θεὸν καὶ δημιουργὸν, οἱ ἀμφὶ τὴν γνῶσιν λεγόμενοι· οἱ δ' αὖ πάλιν Μαρκίωνες καὶ Ἀρχοντικοὶ καλούμενοι, καὶ τούτοις οἱ συνεπόμενοι Μανιχαῖοι, οἱ τὴν ὀνομασίαν δικαιότατα εἰληφότες ἐκ δικαίας τινὸς οἰκονομίας Θεοῦ, τὸ μανιῶδες ὄνομα· οὗτοι πάντες μετὰ πλειόνων αἱρέσεων, Καϊνῶν, φημὶ, Σητιανῶν, Μελχισεδεκιανῶν, Κολορβασίων, Κερδωνιανῶν, καὶ τῶν ἄλλων, βλασφημεῖν εἰς τὸν τῶν ὅλων Πατέρα, ἐν τῷ τοῦτον ἀρνεῖσθαι εἶναι Θεὸν τὸν ἐν νόμῳ καὶ ἐν προφήταις λαλήσαντα, δικαίως τε προσκυνούμενον ὑπὸ πάντων κτισμάτων, ὡς κτίστην καὶ δημιουργὸν οὗτοι μετὰ τοῦ σεβάσματος ἀναιρεῖν πειρῶνται καὶ τὴν δεσποτείαν· τὸν μὲν ὄντως ὄντα ἀρνούμενοι, ἕτερον δὲ τὸν μὴ ὄντα τῇ μυθώδει αὐτῶν ὑπονοίᾳ φανταζόμενοι· ἵνα ἐκ τοῦ ὄντος πέσωσι, καὶ ὃν ὑπονοοῦσι μὴ εὕρωσιν. Οὕτω γὰρ ἡ ληρῳδία, καὶ ἡ τοῦ διαβόλου
3. For henceforth, since all things—both those that are blasphemous and those apart from the Holy Spirit—have been fulfilled in our generation, they turn again to other novelties. For some indeed blaspheme the Father, the God and Creator of the universe—namely those termed adherents of Gnosis; while others again, called Marcions and Archontics, and the Manichaeans who follow them—who most justly have received that appellation by a certain just dispensation of God, the frenzied name—all these, along with several other heresies—I mean Cainites, Sethians, Melchisedecians, Colorbasians, Cerdonians, and the rest—attempt [reading: to blaspheme] against the Father of the universe, in denying Him to be God Who spoke in the Law and in the prophets, and Who is justly worshipped by all creatures as Creator and Artificer, and attempt to do away with His sovereignty along with His veneration; denying Him Who truly is, and imagining another who is not in their fabulous surmise; so that they may fall from Him Who is, and not find him whom they surmise. For thus idle prating, and the devil's
PG 42:704Read from the page
σπορὰ τῶν λόγων τοιαύτην εἴωθε ταραχὴν ἐμποιεῖν καὶ θόλωσιν, διὰ λογισμῶν βλασφήμων ἐπεγείρουσα τὴν τῶν κεκτισμένων ἀνθρώπων διάνοιαν περὶ τοῦ αὐτῶν Δεσπότου στρατεύεσθαι ταῖς κακαῖς ὑπονοίαις καὶ ἐπαρνησιθεΐαις. Ἀλλά γε πάλιν ἐκ τούτου ἐκτραπέντες τινὲς, ἐφ' ἕτερα βαδίζειν τετολμήκασι, τὸν μόνον ἀγοράσαντα αὐτοὺς Δεσπότην ἀρνούμενοι, τὸν μονογενῆ Παῖδα Ἰησοῦν Χριστὸν, τὸν Υἱὸν τοῦ Θεοῦ τοῦ ζῶντος, τὸν ὄντως ὄντα ἐκ Πατρὸς γεγεννημένον ἀνάρχως καὶ ἀχρόνως, τὸν ἀεὶ ὄντα ἐκ τοῦ Πατρὸς, καὶ σὺν Πατρὶ ὄντα, γεγεννημένον δὲ ἀκαταλήπτως καὶ ἀχράντως, ὁμοούσιον τῷ Πατρὶ ὄντα, καὶ οὐκ ἀλλοῖον παρὰ τὸν Πατέρα. Οἱ μὲν αὖθις μανέντες δίκην λυσσητήρων κυνῶν ἐπὶ τὸν ἴδιον αὐτῶν Δεσπότην ὑλακτοῦσι· καθάπερ ἐξ ὑπαρχῆς Ἰουδαῖοι τοῦτον ἀγνοήσαντες κέκληνται κύνες ἐννεοὶ, εἰκότως παρὰ τοῦ προφήτου ταυτησὶ τῆς ἐπωνυμίας κατηξιωμένοι τοὔνομα, τῆς αὐτῶν περὶ τὸν Κύριον καὶ τὴν αὐτοῦ παρουσίαν ἀναισχύντου ὁρμῆς, ὡς ἔστιν ἀληθὲς ἰδεῖν. Φασὶ γὰρ τοὺς λυσσῶντας κύνας ἐννεοὺς καλεῖσθαι, διὰ τὸ νωδοὺς ἀποτελεῖσθαι ἐκ τῆς καταλιμπανούσης αὐτοὺς διανοίας.
sowing of discourses is wont to produce such turmoil and turbidity, stirring up through blasphemous reasonings the mind of created men concerning their own Master to wage war with evil suspicions and denials of God. Yet again, turning aside from this, certain men have dared to walk towards other things, denying the only Master Who bought them, the only-begotten Child Jesus Christ, the Son of the living God, Who truly exists, begotten of the Father without beginning and timelessly, Who ever exists from the Father and is with the Father, begotten incomprehensibly and spotlessly, being consubstantial with the Father, and not other beside the Father. Some, driven mad once more after the manner of rabid dogs, bark against their own Master; just as from the beginning the Jews, not knowing Him, have been called dumb dogs, having reasonably been deemed worthy by the prophet of the name of this appellation, because of their shameless assault concerning the Lord and His coming, as may truly be seen. For they say that rabid dogs are called dumb because they are rendered mute from their understanding forsaking them.
Δʹ. Οὕτω γὰρ τῶν κυνῶν ἡ φύσις ἐπὰν εἰς λύσσαν ἐκτραπείη, οἱ ποτὲ δεσπότην γινώσκοντες, καὶ τοὺς αὐτοῦ υἱεῖς, οἰκείους τε καὶ τοὺς ἄλλους πάντας τοῦ οἰκοδεσπότου γνησίους, ὅταν λάβῃ αὐτοὺς ἡ μανία, ἀλλοιοῦνται τὰ πρόσωπα ἐνώπιον τῆς αὐτῶν ὁράσεως, καὶ ἐπ' αὐτοὺς ἐγείρονται τοὺς γνησίους, οὕς ποτε τιμῶντες τῇ μὲν κέρκῳ ἔσαινον, τοῖς δὲ τρόποις ὑπετάσσοντο. Αὐτίκα οἱ προσδοκῶντες Χριστοῦ τὴν παρουσίαν, οἱ ἑτοιμαζόμενοι δέξασθαι τὸν νυμφίον, οἱ προφήτας εὐχόμενοι κατιδεῖν, οἱ πείθεσθαι θείοις λόγοις ὑποσχόμενοι, οἱ τῷ Μωϋσεῖ ἐν συνθήκῃ συνεληλυθότες, ὅτι Γενοῦ σὺ τὰ πρὸς Κύριον· καὶ, Πάντα ὅσα ἐὰν εἴποι σοι ὁ Κύριος, ἀκουσόμεθα καὶ ποιήσωμεν· ὅτε εἶδον τὸν αὐτῶν Δεσπότην παραγενόμενον, ἀγνοήσαντες τὴν μορφὴν καὶ τοὺς τύπους τῆς ἀληθείας, οὓς οἱ προφῆται πρὸ αὐτοῦ ἐν σαρκὶ γενόμενον διετύπουν, διεχάραττον, κατήγγελλον, ἐσήμαινον· πρῶτον μὲν οὖν αὐτῷ ἔλεγον· Τίς οὗτος ὃς λαλεῖ βλασφημίας; ἄλλοτε δὲ δαιμόνιον αὐτὸν ἔχειν, οὐκ αἰσχυνόμενοι, τετολμήκασιν εἰπεῖν. Ἔτι δὲ καὶ Σαμαρείτην αὐτὸν ἀποκαλεῖν οὐκ ἠρυθρίων. Πέρας οὖν, καθάπερ μοι προδεδήλωται, ὡς μεμηνότες κύνες ἐπανέστησαν· καὶ τὰς μὲν χεῖρας προσέπηξαν, ὡς ἀεὶ μετὰ τῆς μανίας ὁ κύων, ἀνακρεμάσας αὐτοῦ τὰς χεῖρας, ἐπέρχεται καὶ τὰ πρόσωπα τῶν ἰδίων αὐτοῦ δεσποτῶν καταγλύφειν οὐκ
4. For thus, whenever the nature of dogs turns aside into rabies, those that once knew their master, and his sons, both kinsfolk and all the other legitimate members of the householder's family, when madness seizes them, have their countenances altered before their own sight, and rise up against those very legitimate members whom they once honoured, fawning upon them with the tail while submitting in their ways. Straightway those who awaited the coming of Christ, who prepared themselves to receive the Bridegroom, who prayed to behold the prophets, who promised to obey the divine words, who came together with Moses in covenant, saying, Be you for us in the things towards the Lord; and, All things whatsoever the Lord may speak to you, we shall hear and perform; when they saw their own Master arrived, failing to recognize the form and the figures of the truth which the prophets before Him, made in the flesh, delineated, engraved, proclaimed, and signified—first indeed they said to Him: Who is this that speaks blasphemies? And at another time, without feeling shame, they dared to say that He had a demon. Moreover, they did not even blush to call Him a Samaritan. Finally, then, just as has been set forth by me beforehand, like maddened dogs they rose up against Him; and they fastened their paws, just as ever in madness the dog, hanging up its paws, comes at them and to lacerate the faces of its own masters is not
PG 42:705Read from the page
αἰσχύνεται. Παρέδωκαν ἐκεῖνοι τὸν αὐτῶν Κύριον εἰς τὸ σταυρωθῆναι, προφήτας τε τοὺς οἰκειακοὺς τοῦ αὐτοῦ Δεσπότου, τὸν μὲν ἔπρισαν, τὸν δὲ λίθοις κατέλευσαν, ἄλλον δὲ φόνῳ μαχαίρας διεχρήσαντο. Μετὰ τούτους δὲ ὡσαύτως νῦν οἱ νέοι Ἰουδαῖοι ἀλλεπαλλήλως τῇ αὐτῇ κεχρημένοι ἀγωγῇ, οἱ μὲν φυσικοὶ Ἰουδαῖοι κατὰ σάρκα μὲν ἠρνήσαντο, οἱ δὲ νῦν, ἀρνούμενοι τὴν τοῦ Υἱοῦ τοῦ Θεοῦ τελείαν πρὸς Πατέρα γνησιότητα, κτίσμα αὐτὸν, καὶ ποίημα, καὶ ἀλλότριον Πατρὸς παντάπασι μεμηνότες καὶ βεβροντημένοι ἀδιαλείπτως διισχυρίζονται.
ashamed. Those men delivered up their own Lord to be crucified, and as for the prophets of the household of the same Master, one they sawed asunder, another they pelted with stones, and yet another they dispatched by slaughter of the sword. And after these in like manner now the new Jews, successively employing the same conduct—whereas the natural Jews denied Him according to the flesh, those of the present day, denying the perfect genuineness of the Son of God towards the Father, utterly frenzied and thunderstruck, incessantly insist that He is a creature, and a thing made, and alien to the Father.
Εʹ. Ἐκ τούτων δὲ πάλιν ἄλλοι ἀφέντες τὰς προειρημένας βλασφήμους διδασκαλίας, καθὼς εἰπεῖν, αὐτὴν τὴν κατὰ φύσιν θεασάμενοι ἐπουράνιον θεωρίαν, καὶ τὰ ἄνω ἐμβατεύσαντες, καὶ πολυπραγμονήσαντες, ὡς ἄνωθεν ἥκοντες, αὐθαδείᾳ ἀπαγγέλλουσι, καὶ ἰσχυρῶς διισχυρίζονται, ἐκβάλλοντες ἐκ τῆς θεότητος τὸ ἅγιον Πνεῦμα. Καὶ τὸν μὲν Πατέρα οὐκ ἤρνηνται, οὔτε τὴν τοῦ Υἱοῦ πρὸς αὐτὸν γνησιότητα, ἐφ' ἑτέραν δὲ πάλιν ὁδὸν βαδίζουσιν, ἵνα πάντοθεν πληρωθῇ τὸ, Ἐξέλιπεν ἡ πίστις ἐκ στόματος αὐτῶν. Τί γὰρ ἀλλ' ἢ εἰς τὸ Πνεῦμα τὸ ἅγιον λοιπὸν, τὸ οὐκ ἀλλότριον Πατρὸς καὶ Υἱοῦ, τὸ ἐκ τῆς αὐτῆς θεότητος ὂν, καὶ μὴ ἐνδεχόμενον εἶναι ἀλλότριον τῆς θεότητος, βούλονται, ὡς αὐτοὶ ἐξουσίαν ἔχοντες, κελεύειν μᾶλλον Θεῷ ἤπερ κελεύεσθαι; Οὐκ αἰσχυνόμενοι γὰρ ἀλλότριον τὸ Πνεῦμα λέγουσι, καὶ δοῦλον, καὶ κτίσμα, καὶ πρόσφατον, καὶ ποιητὸν καὶ εἴ τι ἕτερον αἰσχρὸν πρὸς ὑπόνοιαν περὶ αὐτοῦ ἑαυτοῖς μᾶλλον ἐπινοοῦσι προσπορίσασθαι. Ἐπεὶ οὖν ὁ κόσμος νυνὶ οὕτως μᾶλλον πληγεὶς πληγὴν ἀνίατον ἀπιστίας, ἵνα μηδέν τι παραλείψῃ ἡ ἀνομία ἡ τοὺς ἀνθρώπους ἀπολλύουσα τῇ κακονοίᾳ, καὶ ἀπιστίᾳ, καὶ ἀγνωσίᾳ· οἷα τοὺς ἀποδράσαντας τῆς περὶ τὴν ἁγίαν Τριάδα βλασφημίας εἰς ἕτερα πάλιν ἡ ἀργὴ καὶ κακόβουλος ἔννοια περιέσπασεν· ἵνα μηδεὶς λάθοι ἁμαρτάνων. Κενὸν γάρ τι ἀκούω περὶ τῆς ἁγίας Μαρίας τῆς ἀειπαρθένου τινὰ διανοεῖσθαι, καὶ τολμᾷν βλάσφημόν τινα ὑπόνοιαν ἐπ' αὐτὴν ἐνσκήπτειν, εἰς τὸ ἐκ πανταχόθεν εἶναι τὸν χρόνον ἡμῶν δίκην κακοῦ ὄφεως, θηρὸς ἰοβόλου ἐν σκότῳ ἐμφωλεύοντος, καὶ τοῖς δήγμασι πάντας πειράζοντος, τὸν μὲν περὶ τὸ πρόσωπον, ἄλλον περὶ τὴν πτέρναν, ἕτερον περὶ τὴν χεῖρα· ἵνα μηδένα λάθοι τὸ δῆγμα τῆς ἀπιστίας· ἀλλὰ ὁ δοκῶν ἐν τούτῳ ἀποδρᾶναι ἑτέρως τὸν ἰὸν μὴ λάθῃ· ὁ δὲ ἐν ἄλλῳ ὑγιῆ ἔχων τὴν πίστιν ἄλλως πως βλάπτεσθαι ἑαυτὸν προξενήσειεν.
5. And from these again others, leaving aside the aforesaid blasphemous teachings, as if, so to speak, they had beheld the very heavenly contemplation according to nature, and had stepped into the things above and pried busily into them, as though come from on high, proclaim with audacity and firmly insist, casting the Holy Spirit out of the Godhead. And they have not denied the Father, nor the genuineness of the Son towards Him, yet they walk again along another way, so that from every side that saying may be fulfilled: Faith has failed from their mouth. For what else is it than that regarding the Holy Spirit in turn—Who is not alien to the Father and the Son, Who is of the same Godhead, and is incapable of being alien to the Godhead—they wish, as though possessing authority themselves, rather to command God than to be commanded? For without blushing they call the Spirit alien, and a slave, and a creature, and recent, and made, and whatever other shameful thing they rather contrive to procure for themselves towards suspicion concerning Him. Since, then, the world has now been struck all the more with an incurable wound of unbelief, so that iniquity—which destroys men through malice, and unbelief, and ignorance—may omit nothing at all; inasmuch as idle and ill-advised thought has drawn aside again to other things those who had escaped blasphemy concerning the Holy Trinity, so that no one might escape sinning. For I hear that someone is devising a certain vain notion concerning holy Mary the Ever-Virgin, and daring to hurl a blasphemous suspicion against her, so that on every side our time is like an evil serpent, a venomous beast lurking in darkness and assailing all with its bites—one about the face, another about the heel, and yet another about the hand—so that the bite of unbelief might escape no one; but he who seems to have fled in this matter may not escape the venom in another way, while he who holds his faith sound in another respect might in some other manner cause himself to be harmed.
Ϛʹ. Πόθεν αὕτη ἡ κακόνοια; Πόθεν ἡ τοσαύτη τόλμα; Αὐτὸ τὸ ὄνομα οὐ μαρτυρεῖ, οὐ πείθει σε, ὦ φιλόνεικε; Τίς ποτε, ἢ ἐν ποίᾳ γενεᾷ τετόλμηκε καλεῖν τὸ ὄνομα Μαρίας τῆς ἁγίας, καὶ ἐρωτώμενος οὐκ εὐθὺς ἐπήνεγκε τὸ, Παρθένον; ἐξ αὐτῶν γὰρ τῶν
6. Whence comes this malice? Whence such great audacity? Does not the very name bear witness, does it not persuade you, O contentious man? Who ever, or in what generation, has dared to utter the name of holy Mary, and upon being questioned did not straightway add, Virgin? For from the very
PG 42:708Read from the page
ἐπιθέτων ὀνομάτων καὶ τῆς ἀρετῆς ὑποφαίνει τὰ τεκμήρια. Ἀξιώματα μὲν γὰρ ὀνομασιῶν εἰλήφασιν οἱ δίκαιοι ἑκάστῳ πρεπόντως, καὶ ὡς ἥρμοζε. Καὶ τῷ μὲν Ἀβραὰμ προσετέθη τὸ, φίλος Θεοῦ, καὶ οὐ διαλυθήσεται· τῷ δὲ Ἰακὼβ, τὸ Ἰσραὴλ καλεῖσθαι, καὶ οὐκ ἀλλοιωθήσεται· καὶ τοῖς ἀποστόλοις, τὸ βοανεργὲς, τουτέστιν, υἱοὶ βροντῆς, καὶ οὐκ ἀποκαταλειφθήσεται· καὶ τῇ ἁγίᾳ Μαρίᾳ τὸ, Παρθένος, καὶ οὐ τραπήσεται. Ἄχραντος γὰρ διέμεινεν ἡ ἁγία. Αὐτὴ ἡ φύσις οὐ διδάσκει ὑμᾶς; Ὢ καινῆς μανίας! ὢ καινῶν πραγμάτων! Πολλὰ δέ ἐστιν ἕτερα, ἃ ἐν τοῖς παλαιοῖς χρόνοις οὐκ ἐτολμήθη τοῖς πατράσι. Νῦν δὲ ἄλλος μὲν βλασφημεῖ εἰς τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν, ἕτερα λαλῶν εἰς αὐτὴν τὴν θεότητα· ἄλλος δὲ ἐλλιπῆ ποιεῖται ἐν ἑαυτῷ τὴν τῆς πάσης ἐνσάρκου παρουσίας πραγματείαν· ἕτερος δὲ ἐν τῇ ἀναστάσει ἀσχάλλει τῶν νεκρῶν· ἕτερος δὲ μέρος. Καὶ ἁπαξαπλῶς, ὢ τῆς ἡμῶν τεθολωμένης γενεᾶς! ἧς ἡ ζωὴ ἐν κινδύνῳ διάκειται, ἐκ πανταχόθεν περιαντλουμένη κακαῖς ὑπὸ διαβόλου ἐπισποραῖς διανοημάτων τε καὶ λογισμῶν κακοπιστίας. Πῶς τολμῶσι τὴν ἄχραντον Παρθένον, καὶ τὴν οἰκητήριον καταξιωθεῖσαν γενέσθαι τοῦ Υἱοῦ, τὴν εἰς ταυτὸ τοῦτο ἐκλεχθεῖσαν ἐκ τῶν μυριάδων Ἰσραὴλ, ὅπως σκεῦος καὶ οἰκητήριον ἠξιωμένος εἰς σημεῖον μόνον ὑπάρξῃ τοκετῶν;
epithets and names it also reveals the tokens of her virtue. For the righteous have received dignities of appellations, fittingly for each and as was suitable. And to Abraham was added, friend of God, and it shall not be dissolved; and to Jacob, to be called Israel, and it shall not be altered; and to the apostles, Boanerges, that is, sons of thunder, and it shall not be abandoned; and to holy Mary, Virgin, and it shall not be changed. For the holy one remained spotless. Does not nature itself teach you? O novel madness! O novel deeds! And there are many other things which in ancient times were not dared by the fathers. Now, however, one man blasphemes against the incarnate coming of Christ, speaking other things against the Godhead itself; another renders defective within himself the dispensation of the entire incarnate coming; another is vexed at the resurrection of the dead; and another in part. And in a word, O our turbid generation! whose life lies in peril, deluged from every side by evil sowings from the devil of thoughts and reasonings of misbelief. How dare they [assail] the spotless Virgin, who was deemed worthy to become the dwelling-place of the Son, who was chosen for this very thing out of the myriads of Israel, so that she might exist as a vessel and dwelling-place deemed worthy for a sign of childbirth alone?
Ζʹ. Ἤκουσα γὰρ παρά τινος, ὥς τινες τολμῶσι περὶ ταύτης λέγειν, ὅτι μετὰ τὸ γεγεννηκέναι τὸν Σωτῆρα συνήφθη ἀνδρί. Καὶ οὐ θαυμάζω. Ἀεὶ γὰρ ἡ ἄγνοια τῶν μὴ τὰ ἀκριβῆ ἐγνωκότων τῶν θείων Γραφῶν, μηδὲ ἱστορίαις προσεγγισάντων, ἀφ' ἑτέρων εἰς ἕτερα τρέπει, καὶ περισπᾷ, τὸν ἀσπιδίου νοὸς βουλόμενόν τι περὶ τῆς ἀληθείας ἰχνηλατεῖν. Πρῶτον γὰρ ὅτε ἡ Παρθένος παρεδίδοτο τῷ Ἰωσὴφ, κλήριον εἰς τοῦτο ἀναγκασάντων αὐτὴν ἥκειν, σὺ παρεδόθη αὐτῷ εἰς συνάφειαν, εἰ δεῖ τὰ ἀληθῆ λέγειν, ἐπειδὴ χῆρος ἦν. Ἀλλὰ διὰ τὸν νόμον μὲν ἀνὴρ κέκληται τῆς αὐτῆς· κατὰ δὲ τὴν ἀκολουθίαν ἐκ τῆς τῶν Ἰουδαίων παραδόσεως δείκνυται, ὡς οὐχ ἕνεκεν τοῦ ζευχθῆναι αὐτῷ παρεδίδοτο αὐτῷ ἡ Παρθένος, ἀλλ' ὅπως διαφυλαχθείη εἰς μαρτύριον τῶν ἐσομένων, ὅτι οὐ νόθος ἡ τῆς ἐνσάρκου παρουσίας οἰκονομία ἐπεδήμησεν, ἀλλὰ μεμαρτυρημένη ἐν ἀληθείᾳ, ἐκτὸς μὲν σπέρματος ἀνδρὸς, ἐν Πνεύματι ἁγίῳ οἰκονομηθεῖσα ἐν ἀληθείᾳ. Πῶς γὰρ ἠδύνατο ὁ τοσοῦτος γέρων παρθένον ἕξειν γυναῖκα, ὢν ἀπὸ πρώτης γυναικὸς χῆρος τοσαῦτα ἔτη; Οὗτος μὲν γὰρ ὁ Ἰωσὴφ ἀδελφὸς γίνεται τοῦ Κλωπᾶ, ἦν δὲ υἱὸς τοῦ Ἰακὼβ, ἐπίκλην δὲ Πάνθηρ καλουμένου. Ἀμφότεροι οὗτοι ἀπὸ τοῦ Πάνθηρος ἐπίκλην γεννῶνται.
7. For I heard from someone that certain people dare to say concerning her that after she had borne the Saviour she was joined to a man. And I do not wonder. For ever does the ignorance of those who do not know the exact sense of the divine Scriptures, nor have approached the histories, turn and distract from one thing to another him who wishes out of his own mind to track down something concerning the truth. For first, when the Virgin was being handed over to Joseph, the lots compelling her to come to this, she was not delivered to him for union, if one must speak the truth, since he was a widower. Yet on account of the law he has been called her husband; whereas according to consequence it is shown from the tradition of the Jews that not for the sake of being yoked to him was the Virgin handed over to him, but so that she might be preserved for a testimony of the things to come, that the dispensation of the incarnate coming did not sojourn among us as spurious, but attested in truth, without the seed of man, dispensed in the Holy Spirit in truth. For how could so old a man have a virgin as wife, being a widower from his first wife for so many years? For this Joseph was the brother of Clopas, and was the son of Jacob, surnamed Panther. Both of these are begotten of him surnamed Panther.
Notes, col. 708

On the reading

Printed ἠξιωμένος, for ἠξιωμένον.

Printed ἀσπιδίου, for ἀπ' ἰδίου.

Printed κλήριον, for κλήρων.

Printed σὺ, for οὐ.

PG 42:709Read from the page
Ἔσχε δὲ οὗτος ὁ Ἰωσὴφ τὴν μὲν πρώτην αὐτοῦ γυναῖκα ἐκ τῆς φυλῆς Ἰούδα, καὶ κυΐσκει αὐτῷ αὕτη παῖδας τὸν ἀριθμὸν ἓξ, τέσσαρας μὲν ἄρρενας, θηλείας δὲ δύο· καθάπερ τὸ Εὐαγγέλιον τὸ κατὰ Μάρκον καὶ κατὰ Ἰωάννην ἐσαφήνισαν. Ἔσχε μὲν οὖν πρωτότοκον τὸν Ἰάκωβον τὸν ἐπικληθέντα Ὠβλίαν, ἑρμηνευόμενον τεῖχος, καὶ δίκαιον ἐπικληθέντα, Ναζωραῖον δὲ ὄντα, ὅπερ ἑρμηνεύεται ἅγιος. Καὶ πρῶτος οὗτος εἴληφε τὴν κ⟨α⟩θέδραν τῆς ἐπισκοπῆς, ᾧ πεπίστευκε Κύριος τὸν θρόνον αὐτοῦ ἐπὶ τῆς γῆς πρώτῳ· ὃς καὶ ἐκαλεῖτο ὁ ἀδελφὸς τοῦ Κυρίου· καθάπερ καὶ ὁ Ἀπόστολος συνάδει τούτοις, ὧδέ που λέγων· Ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου, καὶ τὰ ἑξῆς. Ἀδελφὸς δὲ τοῦ Κυρίου οὗτος καλεῖται διὰ τὸ ὁμότροφον, οὐχὶ κατὰ φύσιν, ἀλλὰ κατὰ χάριν. Μαρία μὲν γὰρ, ἁρμοσθεῖσα τῷ Ἰωσήφ, ἐδόκει γυνὴ εἶναι τοῦ ἀνδρὸς, μὴ ἔχουσα πρὸς αὐτὸν σωμάτων συνάφειαν· ἐκ ταύτης δὲ τῆς ὑποθέσεως ἡ γειτνίασις ἀγχιστείας τῶν υἱῶν Ἰωσὴφ πρὸς τὸν Σωτῆρα ἐν ἀδελφῶν τάξει κέκληται· μᾶλλον δὲ καὶ ἐλογίσθη. Ὡς γὰρ καὶ αὐτὸς ὁ Ἰωσὴφ, μὴ σχὼν κοινωνίαν πρὸς τὴν γέννησιν τὴν κατὰ σάρκα τοῦ Σωτῆρος, ἐν τάξει πατρὸς λογίζεται κατ' οἰκονομίαν· καθὼς λέγει Λουκᾶς εὐαγγελιστὴς περὶ αὐτοῦ τοῦ Σωτῆρος, ὅτι Ὢν υἱὸς, ὡς ἐνομίζετο, Ἰωσήφ. Ὡς καὶ αὐτὴ ἡ Μαριὰμ ἔφη πρὸς αὐτὸν ἐν τῷ κατὰ Λουκᾶν Εὐαγγελίῳ· Ἰδοὺ ἐγὼ, καὶ ὁ πατήρ σου ἐζητοῦμέν σε ὀδυνώμενοι. Τίς οὖν ἂν εἴποι τὸν Ἰωσὴφ πατέρα τοῦ Κυρίου, ὃς οὐδὲν πρὸς αὐτὸν εἶχεν αἴτιον, μάλιστα τῆς ἐνσάρκου παρουσίας ἐκτὸς σπέρματος ἀνδρὸς ὑπαρχούσης; Ἀλλὰ διὰ τῆς οἰκονομίας τοῦτον εἴληφε τὸν κλῆρον τὰ πράγματα.
Now this Joseph had his first wife from the tribe of Judah, and she conceived for him six children in number, four males and two females, just as the Gospel according to Mark and that according to John have made clear. He had, then, as his firstborn James, who was surnamed Oblias, which is interpreted wall, and who was surnamed Righteous, and was a Nazirite, which is interpreted holy. And this man first received the episcopal chair, to whom first upon earth the Lord entrusted His throne; who was also called the brother of the Lord, just as the Apostle too agrees with these things, saying somewhere thus: But other of the apostles I saw none, save James the brother of the Lord, and so forth. And this man is called the brother of the Lord on account of their common upbringing, not by nature, but by grace. For Mary, having been betrothed to Joseph, seemed to be the man's wife, though having no bodily union with him; and from this supposition the closeness of kinship of the sons of Joseph towards the Saviour has been called—or rather, even reckoned—in the rank of brethren. For just as Joseph himself also, though having no share in the birth of the Saviour according to the flesh, is reckoned in the rank of father by dispensation—as Luke the evangelist says concerning the Saviour Himself, that He was the son, as was supposed, of Joseph. Just as Mariam herself also spoke to Him in the Gospel according to Luke: Behold, I and your father were seeking you in distress. Who, then, would call Joseph father of the Lord, who had no causal part in Him, especially since His incarnate coming existed without the seed of man? But through the dispensation matters have received this allotment.
Ηʹ. Τίκτει μὲν τοῦτον τὸν Ἰάκωβον ἐγγύς που περὶ ἔτη γεγονὼς τεσσαράκοντα πλείω ἐλάσσω· μετ' αὐτὸν δὲ γίνεται παῖς Ἰωσῆ καλούμενος· εἶτα μετ' αὐτὸν Συμεών· ἔπειτα Ἰούδας· καὶ δύο θυγατέρες, ἡ Μαρία καὶ ἡ Σαλώμη καλουμένη. Καὶ τέθνηκεν αὐτοῦ ἡ γυνή· καὶ μετὰ ἔτη πολλὰ λαμβάνει τὴν Μαρίαν χῆρος, κατάγων ἡλικίαν περί που ὀγδοήκοντα ἐτῶν καὶ πρόσω ὁ ἀνήρ. Καὶ μετὰ ταῦτα λαμβάνει τὴν Μαρίαν, ὡς καὶ ἐν τῷ Εὐαγγελίῳ λέγει· Μνηστευθείσης γὰρ, φησὶ, τῆς Μαρίας. Καὶ οὐκ εἶπε, Γαμηθείσης. Καὶ πάλιν ἄλλοτε· Οὐκ ᾔδει αὐτήν. Θαυμάσαι δὲ ἔστιν ἐπὶ πᾶσιν, οἷς αι προφάσεις θηρῶνται αἱ πονηραὶ, καὶ ὧν οὐκ ἔστι χρεία ἐρευνᾷν τὰς αἰτίας, καὶ ζητεῖν τὰ μὴ ζητούμενα, ἀπὸ δὲ τῶν ἀναγκαίων τρέπεσθαι ἐπὶ μωρὰς ζητήσεις, ἵνα πάντως που ἐκ πανταχόθεν συναφθῇ ἡμῖν ὄλεθρος ἀπιστίας καὶ βλασφημίας διὰ τὰς πρὸς τοὺς ἁγίους ἀτιμίας. Καὶ πρῶτον μὲν οὖν ἐλέγχει αὐτοὺς πανταχόθεν ἡ ἀκολουθία, ὅτι πρῶτον μὲν γέρων ὑπὲρ ὀγδοήκοντα ἔτη γεγονὼς οὐκ ἔλαβε
8. He begets this James when he is nearly around forty years old, more or less; and after him is born a child called Joses; then after him Symeon; next Judas; and two daughters, she who is called Mary and she who is called Salome. And his wife died; and after many years, being a widower, he takes Mary, the man drawing on in age towards some eighty years and upwards. And after these things he takes Mary, as it also says in the Gospel: For when Mary, it says, had been betrothed. And it did not say, When she had been married. And again elsewhere: He knew her not. And one must marvel at all those things by which wicked pretexts are hunted out, and they investigate the causes of things which there is no need to investigate, and seek things not to be sought, and turn aside from necessary matters to foolish inquiries, so that by all means from every side ruin of unbelief and blasphemy may be fastened upon us through dishonours towards the saints. And first indeed, then, the sequence of facts refutes them on every side, because in the first place an old man over eighty years of age did not take
Notes, col. 709

On the reading

Printed αι, for αἱ.