ΛΕʹ. Ἄρα οὖν οὐδὲν διοίσει ἀπὸ τοῦ κατάντικρυς ὁμοιώματος τὸ καὶ ἐπὶ Χριστοῦ τοῦτο λαμβάνειν, ὅτι Χριστὸς ὢν ἐν ἑαυτῷ Θεὸς, εἰ καὶ μετεῖχε νοῦ ἀνθρωπίνου, ὡς καὶ σαρκὸς μετέσχε καὶ αἵματος, καὶ ψυχὴν εἶχε τὴν ἀνθρωπείαν, οὐ πάντως ἀπὸ τοῦ νοὸς ᾐχμαλωτεύετο. Εἰ γὰρ ὁ κατὰ φύσιν ἴδιον νοῦν κεκτημένος Ἀπόστολος τὸν ἀνθρώπινον, καὶ τὸν ἐκ συμμετοχῆς δωρεᾶς, καὶ χαρίσματος, καὶ χάριτος οὐκέτι κατὰ τὸν νοῦν τὸν ἴδιον ἐπολιτεύετο, ἀλλ' ὑπερβαινούσῃ τινὶ φύσεως ἀγωγῇ τῷ Χριστοῦ νῷ κατεκοσμεῖτο· πόσῳ γε μᾶλλον ὁ Θεὸς Λόγος ἐν ἑαυτῷ ἔχων τὴν πᾶσαν τελειότητα αὐτοτέλειος ὢν, αὐτόθεος ὢν, αὐτοδύναμις, αὐτονοῦς, αὐτόφως, καὶ τοῦ νοῦ, καὶ παντὸς σώματος πληρωτὴς ἐγένετο, μᾶλλον δὲ τελειωτὴς, καὶ ἐν ἅπασι διὰ τῆς αὐτοῦ ἐνσάρκου παρουσίας ἡμῖν τὸ σωτήριον ἐξειργάσατο; Παρενεκτέον τοίνυν τὸν τοιοῦτον λόγον, μὴ ἔχοντα ἔμφασιν περὶ τῆς τοιαύτης ὑποθέσεως, καὶ παρενεκτέον τὸ μὴ ὁμολογεῖν πάντα τέλεια ἐν Χριστῷ ἄνευ ἁμαρτίας. Πάντα γὰρ ἀληθινῶς ἐποίησεν ἐλθὼν ὁ Λόγος, τὰ προγεγραμμένα περὶ αὐτοῦ τελειῶν, κατὰ τὸ γεγραμμένον· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τὰ ἑξῆς· ἐν ἀληθείᾳ ἐγκυμονηθεὶς, καὶ οὐκ ἐν δοκήσει, συλλαμβανόμενος ἐν γαστρὶ ἐν ἀληθείᾳ, ἐνδημῶν σαρκὶ ἐν ἀληθείᾳ, σάρκα ἔχων καὶ ψυχὴν ἐν ἀληθείᾳ, καὶ νοῦν ἐν ἀληθείᾳ, καὶ πάντα εἴ τί ἐστιν ἄνθρωπος ἐν ἀληθείᾳ, χωρὶς ἁμαρτίας· καὶ γεγεννημένος ἐκ παρθενικῆς μήτρας, καὶ ἁγίας Παρθένου ἐν ἀληθείᾳ, οὐκ ἐκ σπέρματος ἀνδρὸς, ἐν ἀληθείᾳ δὲ σάρκα ἔχων, καὶ ψυχὴν, καὶ νοῦν, ὡς ἔφην, καὶ διὰ τῶν τοκετικῶν πόρων ἐν ἀληθείᾳ εὑρισκόμενος, καὶ ἐν φάτνῃ ἐν ἀληθείᾳ σπαργανούμενος, ὑπὸ Μαρίας βασταζόμενος, καὶ ἐν Αἰγύπτῳ κατερχόμενος, καὶ ἀπ' Αἰγύπτου μεταφερόμενος, καὶ εἰς Ναζαρὲτ ἀναστρεφόμενος, καὶ ἐν Ἰορδάνῃ παραγενόμενος, καὶ ὑπὸ Ἰωάννου βαπτιζόμενος, καὶ ὑπὸ διαβόλου πειραζόμενος, καὶ μαθητὰς ἐκλεγόμενος ἐν ἀληθείᾳ, καὶ βασιλείαν οὐρανῶν κηρύξας· ὡς τὰ πάντα ἐν ἀληθείᾳ εὑρίσκεται· ὑπό τε Ἰούδα παραδιδόμενος, καὶ ὑπὸ Ἰουδαίων συλλαμβανόμενος, Ποντίῳ Πιλάτῳ προσφερόμενος, καὶ ὑπ' αὐτοῦ θανάτῳ κατακρινόμενος, σταυρῷ παραδιδόμενος, Διψῶ, λέγων, δότε μοι πιεῖν, ἐν ἀληθείᾳ λαμβάνων, ὄξος μετὰ χολῆς γευόμενος, καὶ μηκέτι ποτὸν προσιέμενος, σταυρῷ προσπηγνύμενος, ἐν ἀληθείᾳ κράζων, Ἠλὶ, Ἠλὶ, λημᾶ σαβαχθανὶ, ἐν ἀληθείᾳ κλίνων τὴν κεφαλὴν, καὶ ἐκπνέων, ἐν ἀληθείᾳ τὸ σῶμα καθαιρούμενος, καὶ λαμβανόμενον ἐν ἀληθείᾳ, καὶ ἑλισσόμενον ὑπὸ τοῦ Ἰωσὴφ, καὶ ἐν μνήματι τιθέμενον ἐν ἀληθείᾳ, λίθῳ ἠσφαλισμένον· κατερχόμενος ἐν θεότητι σὺν ψυχῇ εἰς ᾅδου, καὶ λύων πεπεδη-
35. Accordingly, it will not differ at all from the corresponding similitude to take this in the case of Christ as well, that Christ, being God in Himself, even if He partook of a human mind, just as He partook also of flesh and blood and had a human soul, was by no means led captive by the mind. For if the Apostle, who by nature possessed his own human mind, and that from participation in bounty and spiritual gift and grace, no longer conducted his life according to his own mind, but by a certain supranatural guidance was adorned with the mind of Christ, how much more did God the Word, having in Himself all perfection, being self-perfect, being self-God, self-power, self-mind, self-light, become the fulfiller, or rather the perfecter, both of the mind and of the whole body, and in all things wrought salvation for us through His incarnate advent? One must therefore reject such an argument, as having no significance regarding such a subject, and one must reject the refusal to confess all things perfect in Christ apart from sin. For the Word, having come, truly accomplished all things, perfecting the things written beforehand concerning Him, according to what is written: Lo, the virgin shall be with child, and so forth; in truth carried in the womb, and not in mere seeming, conceived in the womb in truth, sojourning in flesh in truth, having flesh and soul in truth, and mind in truth, and whatever else man is, in truth, apart from sin; and begotten from a virginal womb and a holy Virgin in truth, not from the seed of a man, yet in truth having flesh, and soul, and mind, as I stated, and found in truth passing through the passages of childbirth, and swaddled in a manger in truth, carried by Mary, and going down into Egypt, and transferred out of Egypt, and returning to Nazareth, and arriving at the Jordan, and baptized by John, and tempted by the devil, and choosing disciples in truth, and proclaiming the kingdom of the heavens—as all these things are found in truth; and delivered up by Judas, and arrested by Judaeans, brought to Pontius Pilate, and condemned to death by him, handed over to the cross, saying, I thirst, give Me to drink, receiving it in truth, tasting sour wine with gall, and no longer accepting the draught, fastened to the cross, crying aloud in truth, Eli, Eli, lema sabachthani, bowing His head in truth, and breathing His last, having His body taken down in truth, and received in truth, and wrapped by Joseph, and laid in a tomb in truth, secured with a stone; descending in deity with His soul into Hades, and loosing those fettered