Migne Reading Room

PG 42 · cols. 384–393 · Read from the page

Panarium Adversus Octoginta Haereses: Liber III, Tomus I (Anacephalaeosis et Haereses LXX–LXXVI)

Panarium Adversus Octoginta Haereses: Liber III, Tomus I (Anacephalaeosis et Haereses LXX–LXXVI)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 42:384Read from the page
αὐτοῦ ἀπελογήσαντο μὴ οὕτως ἔχειν, ἀλλ' ὀρθῶς αὐτὸν βεβιωκέναι, καὶ τῷ φρονήματι αὐτὸν ὀρθῶς ἔχειν διισχυρίζοντο. Διὸ πολλὴ περὶ τούτου ζήτησις γέγονε. Καὶ τὰ μὲν κρύφια τῆς ἐννοίας Θεῷ ἔγνωσται. Οἱ δὲ ἀπ' αὐτοῦ γεγονότες καὶ κατηχηθέντες, οἱ τὴν ἐκείνου ἔννοιαν ἀγνοοῦντες, οἱ μὴ τὰ ἐκείνου ἀληθῆ διηγούμενοι, οὔτε τὰς τρεῖς ὑποστάσεις ὁμολογεῖν ἤθελον, ὡς ἔχει ἡ ἀλήθεια, ὅτι μία ἐστὶν ἡ θεότης, μία δοξολογία, ὁμοούσιος οὖσα ἡ Τριὰς, καὶ οὐδὲν διαλλάττουσα τῆς ἰδίας δόξης, Τριὰς τελεία οὖσα, καὶ μία θεότης, μία δύναμις, μία οὐσία, οὔτε συναλοιφή τις οὖσα, οὔτε ὑποβεβηκυῖα. Οὗτος δὲ, ἐπιπλεῖστον βουλόμενός τινα λέγειν παρά τισιν, ὡς ὑπὸ τὸν Σαβέλλιον τῷ φρονήματι ἔδειξεν εἶναι. Διὸ καὶ αὐτὴ ἐν αἱρέσει ἐλέχθη καὶ ἠριθμήθη. Παραθήσομαι δὲ αὖθις καὶ τὴν ἔκθεσιν τοῦ λόγου, οὗ πεποίηται Ἰουλίῳ τῷ μακαρίτῃ τῷ Ῥωμαίων ἐπισκόπῳ ὁ αὐτὸς Μάρκελλος, ὑπεραπολογούμενος δῆθεν ἑαυτοῦ. Ἐκ δὲ τῆς ἀπολογίας καὶ τοῦ λιβέλλου φανήσεται ἕτερα παρὰ τὴν πίστιν τῆς ἀληθείας πεφρονηκώς. Εἰ μὴ γὰρ ἕτερα ἐφρόνησεν, ὑπὲρ ποίων εἰς ἀπολογίαν ἤρχετο, εἰ μὴ ἄρα λόγοι ἐξ αὐτοῦ ἐτέθησαν οὐκ ὀρθοὶ, καί τινας ταράξαντες εἰς ταύτην κατήγαγον τὴν ἀπολογίαν; Τοίνυν τὸ ἀντίγραφόν ἐστι τοῦτο·
him pleaded in defence that it was not so, but strongly maintained that he had lived rightly and was sound in his mind. Wherefore much inquiry arose concerning him. Now the secrets of his thought are known to God. But those who came from him and were instructed by him—being ignorant of his meaning and not relating his true views—would not confess the three hypostases, as the truth holds: that there is one Godhead, one doxology, the Trinity being consubstantial and in no way varying from its own glory, being a perfect Trinity, and one Godhead, one power, one essence, being neither any coalescence nor subordinated. But this man, wishing for the most part to say certain things before some people, showed himself to be, as it were, under Sabellius in his mindset. Wherefore this too was spoken of and reckoned as a heresy. I shall in turn also set before you the exposition of the statement which that same Marcellus addressed to Julius of blessed memory, the bishop of the Romans, ostensibly in his own defence. Yet from the defence and the memorial he will appear to have held views contrary to the faith of the truth. For if he did not hold other views, concerning what matters did he come to make a defence, unless indeed statements not upright had been put forth by him which troubled certain persons and brought him down to this defence? Accordingly, the copy is this:
Ἀντίγραφον ἐπιστολῆς Μαρκέλλου, ὃν καθεῖλεν ἡ σύνοδος χάριν ἑτεροδοξίας.
Copy of the epistle of Marcellus, whom the synod deposed on account of heterodoxy.
Βʹ. Τῷ μακαριωτάτῳ συλλειτουργῷ Ἰουλίῳ Μάρκελλος ἐν Χριστῷ χαίρειν. Ἐπειδή τινες τῶν καταγνωσθέντων πρότερον ἐπὶ τῷ μὴ ὀρθῶς πιστεύειν, οὓς ἐγὼ ἐν τῇ κατὰ Νικαίαν συνόδῳ διήλεγξα, κατ' ἐμοῦ γράψαι τῇ θεοσεβείᾳ σου ἐτόλμησαν, ὡς ἂν ἐμοῦ μὴ ὀρθῶς, μήτε ἐκκλησιαστικῶς φρονοῦντος, τὸ ἑαυτῶν ἔγκλημα εἰς ἐμὲ μετατεθῆναι σπουδάζοντες· τούτου ἕνεκεν ἀναγκαῖον ἡγησάμην, ἀπαντήσας εἰς την Ῥώμην, ὑπομνῆσαί σε, ἵνα τοὺς κατ' ἐμοῦ γράψαντας μεταστείλη ὑπὲρ τοῦ ἀπαντήσαντος αὐτοὺς ἐπ' ἀμφοτέροις ἐλεγχθῆναι ὑπ' ἐμοῦ, ὅτι τε καὶ ἃ γεγράφασι κατ' ἐμοῦ, ψευδῆ ὄντα τυγχάνει, καὶ ὅτι ἔτι καὶ νῦν ἐπιμένουσι τῇ ἑαυτῶν προτέρᾳ πλάνῃ· καὶ δεινὰ κατά τε τῶν τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ ἡμῶν τῶν προεστώτων αὐτῶν τετολμήκασιν. Ἐπεὶ τοίνυν ἀπαντῆσαι οὐκ ἠβουλήθησαν, ἀποστείλαντός σου πρεσβυτέρους πρὸς αὐτοὺς, καὶ ταῦτα ἐμοῦ ἐνιαυτὸν καὶ τρεῖς ὅλους μῆ-
2. To his most blessed fellow-minister Julius, Marcellus greetings in Christ. Since certain of those formerly condemned for not believing rightly, whom I confuted at the Synod of Nicaea, have dared to write against me to your piety, as though I held views neither sound nor ecclesiastical, eagerly seeking to transfer their own charge to me; for this cause I deemed it necessary, having arrived in Rome, to remind you to summon those who wrote against me, so that upon arriving they might be convicted by me on both counts: both that what they have written against me happens to be false, and that even now they still persist in their former error; and they have dared dreadful things both against the Churches of God and against us who preside over them. Since, therefore, they were unwilling to appear although you sent presbyters to them, and that too after I had spent a year and three whole mon-
Notes, col. 384

On the reading

Printed την, for τὴν.

Printed μεταστείλη, for μεταστείλῃ.

PG 42:385Read from the page
νας ἐν τῇ Ῥώμῃ πεποιηκότος, ἀναγκαῖον ἡγησάμην, μέλλων ἐντεῦθεν ἐξιέναι, ἔγγραφόν σοι τὴν ἐμαυτοῦ πίστιν μετὰ πάσης ἀληθείας τῇ ἐμαυτοῦ χειρὶ γράψας ἐπιδοῦναι, ἣν ἔμαθον, ἔκ τε τῶν θείων Γραφῶν ἐδιδάχθην, καὶ τῶν κακῶς ὑπ' αὐτῶν λεγομένων ὑπομνῆσαί σε, ἵνα γνῷς, οἷς χρώμενοι πρὸς ἀπάτην τῶν ἀκουόντων λόγοις, τὴν ἀλήθειαν κρύπτειν βούλονται.
ths in Rome, I deemed it necessary, when about to depart hence, to hand you my faith in writing, written out with all truth by my own hand, which I learned and was taught from the divine Scriptures, and to remind you of the things wrongly spoken by them, so that you may know by what speeches—used to deceive their hearers—they wish to conceal the truth.
Φασὶ γὰρ μὴ ἴδιον καὶ ἀληθινὸν Λόγον εἶναι τοῦ παντοκράτορος Θεοῦ τὸν Υἱὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ἀλλ' ἕτερον αὐτοῦ Λόγον εἶναι, καὶ ἑτέραν σοφίαν καὶ δύναμιν. Τοῦτον γενόμενον ὑπ' αὐτοῦ ὠνομάσθαι Λόγον, καὶ σοφίαν, καὶ δύναμιν. Καὶ διὰ τὸ οὕτως αὐτοὺς φρονεῖν, ἄλλην ὑπόστασιν διεστῶσαν τοῦ Πατρὸς εἶναί φασιν. Ἔτι μέντοι καὶ προϋπάρχειν τοῦ Υἱοῦ τὸν Πατέρα, δι' ὧν γράφουσιν, ἀποφαίνονται μὴ εἶναι αὐτὸν ἀληθῶς Υἱὸν ἐκ τοῦ Θεοῦ· ἀλλὰ κἂν λέγουσιν ἐκ τοῦ Θεοῦ, οὕτως λέγουσιν ὡς κατὰ πάντα. Ἔτι μὴν καὶ ὅτι ἦν ποτε, ὅτε οὐκ ἦν, λέγειν τολμῶσι· καὶ κτίσμα αὐτὸν καὶ ποίημα εἶναι, διορίζοντες αὐτὸν ἀπὸ τοῦ Πατρός. Τοὺς οὖν ταῦτα λέγοντας ἀλλοτρίους τῆς καθολικῆς Ἐκκλησίας εἶναι πεπίστευμαι. Πιστεύω δὲ ἑπόμενος ταῖς θείαις Γραφαῖς, ὅτι εἷς Θεὸς, καὶ ὁ τούτου μονογενὴς Υἱὸς Λόγος, ὁ ἀεὶ συνυπάρχων τῷ Πατρὶ, καὶ μηδεπώποτε ἀρχὴν τοῦ εἶναι ἐσχηκὼς, ἀληθῶς ἐκ τοῦ Θεοῦ ὑπάρχων, οὐ κτισθεὶς, οὐ ποιηθεὶς, ἀλλὰ ἀεὶ ὢν, ἀεὶ συμβασιλεύων τῷ Θεῷ καὶ Πατρὶ, οὗ τῆς βασιλείας, κατὰ τὴν τοῦ ἀποστόλου μαρτυρίαν, οὐκ ἔσται τέλος. Οὗτος Υἱὸς, οὗτος δύναμις, οὗτος σοφία, οὗτος ἴδιος καὶ ἀληθὴς τοῦ Θεοῦ Λόγος, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἀδιαίρετος δύναμις τοῦ Θεοῦ, δι' οὗ τὰ πάντα τὰ γενόμενα γέγονε, καθὼς τὸ Εὐαγγέλιον μαρτυρεῖ, λέγον· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Πάντα δι' αὐτοῦ ἐγένετο· καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Οὗτός ἐστιν ὁ Λόγος, περὶ οὗ καὶ Λουκᾶς ὁ εὐαγγελιστὴς μαρτυρεῖ, λέγων· Καθὼς παρέδωκαν ἡμῖν οἱ ἀπαρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ Λόγου. Περὶ τούτου καὶ Δαβὶδ ἔφη· Ἐξηρεύξατο ἡ καρδία μου Λόγον ἀγαθόν. Οὕτω καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἡμᾶς διδάσκει διὰ τοῦ Εὐαγγελίου, λέγων· Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον, καὶ ἥκω. Οὗτος, ἐπ' ἐσχάτων τῶν ἡμερῶν κατελθὼν διὰ τὴν ἡμετέραν σωτηρίαν, καὶ ἐκ τῆς Παρθένου Μαρίας γεννηθεὶς, τὸν ἄνθρωπον ἔλαβε.
For they assert that the Son, our Lord Jesus Christ, is not the own and true Word of almighty God, but that there is another Word of His, and another wisdom and power; and that this one, having come into being by Him, has been named Word, and wisdom, and power. And because they hold such views, they say that He is another hypostasis sundered from the Father. Moreover, that the Father pre-exists the Son; whereby, through what they write, they pronounce that He is not truly Son from God; but even if they say "from God," they say it just as in the case of all things. Furthermore, they even dare to say that there was once when He was not; and that He is a creature and a work, separating Him from the Father. Accordingly, I am convinced that those who say these things are aliens to the Catholic Church. But following the divine Scriptures, I believe that there is one God, and His only-begotten Son the Word, Who ever co-exists with the Father and has never at any time had a beginning of being, truly subsisting from God, not created, not made, but ever being, ever reigning together with God and the Father, of Whose kingdom, according to the apostle's testimony, there shall be no end. This one is Son, this one power, this one wisdom, this one the own and true Word of God, our Lord Jesus Christ, the undivided power of God, through Whom all things that have come to be came to be, even as the Gospel bears witness, saying: In the beginning was the Word, and the Word was with God, and God was the Word. All things came to be through Him; and apart from Him not one thing came to be. This is the Word concerning Whom Luke the evangelist also bears witness, saying: Even as those who from the beginning became eyewitnesses and ministers of the Word handed down to us. Concerning this one David also spoke: My heart has poured forth a good Word. Thus also our Lord Jesus Christ teaches us through the Gospel, saying: I came forth from the Father, and am come. This one, at the last of the days, having come down for our salvation and been born of the Virgin Mary, assumed man.
Γʹ. Πιστεύω οὖν εἰς Θεὸν παντοκράτορα, καὶ εἰς Χριστὸν Ἰησοῦν τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ, τὸν Κύριον ἡμῶν, τὸν γεννηθέντα ἐκ Πνεύματος ἁγίου, καὶ Μαρίας τῆς Παρθένου, τὸν ἐπὶ Ποντίου Πιλάτου σταυρωθέντα, καὶ ταφέντα, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστάντα ἐκ τῶν νεκρῶν, ἀναβάντα εἰς τοὺς οὐρανοὺς, καὶ καθήμενον ἐν δεξιᾷ τοῦ Πατρὸς, ὅθεν ἔρχεται κρίνειν ζῶντας καὶ νεκρούς· καὶ εἰς τὸ ἅγιον Πνεῦμα, ἁγίαν Ἐκκλησίαν,
3. I believe, therefore, in God almighty, and in Christ Jesus His only-begotten Son, our Lord, Who was born of the Holy Spirit and Mary the Virgin, Who under Pontius Pilate was crucified and buried, and on the third day rose again from the dead, ascended into the heavens, and sits at the right hand of the Father, whence He comes to judge the living and the dead; and in the Holy Spirit, a holy Church,
PG 42:388Read from the page
ἄφεσιν ἁμαρτιῶν, σαρκὸς ἀνάστασιν, ζωὴν αἰώνιον. Ἀδιαίρετον εἶναι τὴν θεότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, παρὰ τῶν θείων μεμαθήκαμεν Γραφῶν. Εἰ γάρ τις χωρίζει τὸν Υἱὸν, τουτέστι τὸν Λόγον τοῦ παντοκράτορος Θεοῦ, ἀνάγκη αὐτὸν ἢ δύο Θεοὺς εἶναι νομίζειν, ὅπερ ἀλλότριον τῆς θείας διδασκαλίας εἶναι νενόμισται, ἢ τὸν Λόγον μὴ εἶναι Θεὸν ὁμολογεῖν· ὅπερ καὶ αὐτὸ ἀλλότριον τῆς ὀρθῆς πίστεως εἶναι φαίνεται, τοῦ εὐαγγελιστοῦ λέγοντος· Καὶ Θεὸς ἦν ὁ Λόγος. Ἐγὼ δὲ ἀκριβῶς μεμάθηκα, ὅτι ἀδιαίρετος καὶ ἀχώριστός ἐστιν ἡ δύναμις τοῦ Πατρὸς, ὁ Υἱός. Αὐτὸς γὰρ ὁ Σωτὴρ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός φησι· Ἐν ἐμοὶ ὁ Πατὴρ, κἀγὼ ἐν τῷ Πατρί· καὶ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· καὶ, Ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν Πατέρα. Ταύτην καὶ παρὰ τῶν θείων Γραφῶν εἰληφὼς τὴν πίστιν, καὶ παρὰ τῶν κατὰ Θεὸν προγόνων διδαχθεὶς, ἔν τε τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ κηρύττω, καὶ πρὸς σὲ νῦν γέγραφα, τὸ ἀντίγραφον τούτου παρ' ἐμαυτῷ κατασχών. Καὶ ἀξιῶ τὸ ἀντίτυπόν σε τούτου τῇ πρὸς τοὺς ἐπισκόπους ἐπιστολῇ ἐγγράψαι, ἵνα μή τινες τῶν ἀκριβῶς μὴ εἰδότων ἡμᾶς, κἀκείνοις τοῖς ὑπ' αὐτῶν γραφεῖσι προσέχοντες, ἀπατηθῶσιν. Ἔῤῥωσθε. Πεπλήρωται.
forgiveness of sins, resurrection of the flesh, life everlasting. That the Godhead of the Father and of the Son is undivided, we have learned from the divine Scriptures. For if anyone separates the Son—that is, the Word of almighty God—it is necessary that he either suppose that there are two Gods, which has been deemed alien to divine teaching, or confess that the Word is not God; which itself also appears alien to the upright faith, since the evangelist says: And God was the Word. But I have learned accurately that the Son, the power of the Father, is undivided and inseparable. For the Saviour Himself, our Lord Jesus Christ, says: In Me is the Father, and I in the Father; and: I and the Father are one; and: He who has seen Me has seen the Father. Having received this faith from the divine Scriptures and been taught it by our forefathers in God, I both proclaim it in the Church of God and have now written it to you, retaining the copy of it with myself. And I ask you to insert the duplicate of it into your epistle to the bishops, lest any of those who do not know us accurately, and who give heed to those things written by them, be deceived. Farewell. It is completed.
Δʹ. Εἰ τοίνυν ὁ λίβελλος οὗτος καλῶς ἔχει, οἱ δυνόμενοι ἀναγνώτωσαν, καὶ οἱ δυνάμενοι ἀκριβῶσαι τὰ ἐν αὐτῷ εἰρημένα· καὶ εἰ μὲν κακῶς ἔχει, αὐτοὶ διακρινέτωσαν. Οὐ γὰρ βουλόμεθα παρὰ ὧν ἐπιστάμεθα καὶ τῶν εἰς ἡμᾶς ἐλθόντων λέγειν. Εἰ γὰρ καὶ καλῶς ἔχει ὁ λίβελλος ἐκ τῆς ὑποθέσεως, πάλιν διανοηθήσονται οἱ ἐντυγχάνοντές τε καὶ ἀκούοντες, ὅτι οὐκ εἰς μάτην, οὔτε εἰς ἀργότητα, οὔτε κατ' ἐκείνου ἐγίνετο αὐτῷ ἀνάγκη ἀπολογίας, εἰ μὴ ἄρα ἐξήμεσε λόγους τινὰς ταράσσοντας, καὶ ἀναγκάσαντας αὐτὸν εἰς ἀπολογίαν ἥκειν περὶ τῶν ὑπ' αὐτοῦ εἰρημένων. Συμβαίνει γὰρ, καὶ μέτὰ τὸ ἐσφάλθαι αὐτὸν, διὰ τοῦ λιβέλλου ὑπεραπολογήσασθαι, καὶ ἑαυτὸν διορθώσασθαι· ἢ ὅτι μὲν τῷ λιβέλλῳ ἐκάσμησεν αὐτοῦ τοὺς λόγους, ἵνα παρακρύψῃ τὰ ὑπ' αὐτοῦ ῥηθέντα, ἵνα μὴ ἐκπέσῃ διὰ τῆς καθαιρέσεως τοῦ κοινοῦ τῶν ἐπισκόπων συλλόγου τε καὶ τοῦ κανόνος. Ὅμως τὰ περὶ Μαρκέλλου εἰς ἡμᾶς ἐλθόντα ταῦτα. Ἠρόμην δὲ αὐτὸς ἐγὼ χρόνῳ τινὶ τὸν μακαρίτην πάπαν Ἀθανάσιον περὶ τούτου τοῦ Μαρκέλλου, πῶς ἂν ἔχοι περὶ αὐτοῦ. Ὁ δὲ οὔτε ὑπεραπελογήσατο, οὔτε πάλιν πρὸς αὐτὸν ἀπεχθῶς ἠνέχθη· μόνον δὲ διὰ τοῦ προσώπου μειδιάσας ὑπέφηνε, μοχθηρίας μὴ μακρὰν αὐτὸν εἶναι, καὶ ὡς ἀπολογησάμενον εἶχε.
4. If, therefore, this memorial is sound, let those who are able read it, and let those who are able scrutinize accurately what is said in it; and if it is unsound, let them judge for themselves. For we do not wish to speak beyond what we know and what has reached us. For even if the memorial is sound in its subject matter, those who read and hear it will again reflect that the necessity of a defence did not befall him in vain, nor idly, nor without cause against him, unless indeed he had vomited forth certain troubling statements that compelled him to come to a defence concerning what had been said by him. For it may happen both that after he had erred he pleaded in his own defence and corrected himself through the memorial; or that by the memorial he dressed up his words so as to cloak what had been uttered by him, lest through deposition he fall from the common assembly of the bishops and the canon. Nevertheless, these are the matters concerning Marcellus that have reached us. I myself once inquired of Pope Athanasius of blessed memory concerning this Marcellus, how he regarded him. And he neither defended him nor, on the other hand, bore himself hostilely towards him; but only smiling in his countenance, he indicated that he had not been far from depravity, and yet held him as one who had cleared himself.
Εʹ. Παραθήσομαι δὲ ἅτινά τινες εὑρόντες ἐν τοῖς αὐτοῦ Μαρκέλλου συντάγμασιν, ἃ ἐδόκει ἐπιλήψιμα αὐτοῖς φαίνεσθαι, πρὸς ὃν ἀποτεινόμενοι καὶ αὐτοὶ ἀντισυνέταξαν. Ὑπὸ δὲ ἄλλων πάλιν διὰ τὸ τοὺς ἀντισυντάξαντας, ὕστερον εἰς ἄλλο τραπέντας ἐλέγ-
5. I shall also set before you certain passages which some men found in the writings of Marcellus himself that seemed to them reprehensible, and directing themselves against him they too composed counter-treatises. And by others again, on account of those who composed counter-treatises having afterwards turned to another course, for refu-
Notes, col. 388

On the reading

Printed δυνόμενοι, for δυνάμενοι.

Printed μέτὰ, for μετὰ.

Printed ἐκάσμησεν, for ἐκόσμησεν.

PG 42:389Read from the page
χου χάριν, τὰ ἀντισυνταχθέντα ὑπ' αὐτῶν προβαλλόμενοι ἐδείκνυον, καὶ ἐν τοῖς σφῶν αὐτῶν συντάγμασι κατὰ τὰς λεγημένας διαιρέσεις ἀναμέσον τῶν περὶ Ἀκάκιον καὶ Βασίλειον τὸν Γαλάτην καὶ Γεώργιον τὸν Λαοδικείας ἐποιήσαντο πρὸς ἔλεγχον τοῦ αὐτοῦ Ἀκακίου. Οὗτος γὰρ ἦν ὁ ἀπὸ τοῦ Μαρκέλλου συνταγμάτων κατὰ Μαρκέλλου εἰπὼν, ἵνα ἐν πᾶσιν ἡμεῖς τῆς ἀληθείας μηδὲν παραλείψαντες δείξωμεν, ὅτι οὔτε ἀπευχόμεθα τὰ πρὸς διόρθωσιν, οὔτε συναινεῖν βουλόμεθα τοῖς τι παρὰ τὸ ἀληθινὸν ἐπιχειροῦσι. Καὶ ἔστι ταῦτα ἐκ τῆς Ἀκακίου Πρὸς Μάρκελλον ἀντιλογίας τάδε·
tation's sake, putting forward the counter-treatises composed by them, they showed them and set them in their own writings, according to the aforesaid divisions among those around Acacius and Basil the Galatian and George of Laodicea, for the refutation of that same Acacius. For this was the man who spoke against Marcellus from Marcellus's own writings—so that in every respect, omitting nothing of the truth, we may show that we neither shun what tends towards correction, nor wish to consent with those who attempt anything contrary to what is true. And these extracts from Acacius's Refutation Against Marcellus are as follows:
Ταῦτα διὰ Μαρκέλλου.
These things concerning Marcellus.
Ϛʹ. Ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα τὴν παρεξήγησιν τῶν εἰς τὰς Παροιμίας ῥητῶν γέγραφεν ὁ Μάρκελλος, λαλῶν τε κατὰ τοῦ Θεοῦ ἀδικίαν, ἐπαίρων δὲ εἰς ὕψος τὸ κέρας αὐτοῦ, γενόμενος ὑπὲρ τὰ μέσα τοῦ βιβλίου, καὶ πάλιν θεὶς Ἀστερίου τὰ λέγοντα ῥήματα· « Ἄλλος μὲν γάρ ἐστιν ὁ Πατὴρ ὁ γεννήσας ἐξ ἑαυτοῦ τὸν μονογενῆ Λόγον, καὶ πρωτότοκον πάσης κτίσεως, μόνος μόνον, τέλειος τέλειον, βασιλεὺς βασιλέα, Κύριος Κύριον, Θεὸς Θεὸν, οὐσίας τε, καὶ βουλῆς, καὶ δυνάμεως, καὶ δόξης ἀπαράλλακτον εἰκόνα. » Θεὶς οὖν ταῦτα καὶ δυσχεραίνων πρὸς τὴν εἰκόνα τὴν ἀπαράλλακτον, τουτέστι τὸ ἔκτυπον καὶ τρανὲς ἐκμαγεῖον τοῦ Θεοῦ τῆς οὐσίας καὶ τῶν ἑξῆς. φαύλην καλῶν τὴν ὑπόληψιν ταύτην, ἐπισυνάπτει τὴν δυσαρέστησιν αὐτοῦ, γράφων ὧδε· « Ταῦτα τὰ ῥήματα σαφῶς τὴν ἑαυτοῦ φαύλην περὶ θεότητος ἐλέγχει δόξαν. Πῶς γὰρ ὁ Κύριος καὶ Θεὸς γεννηθεὶς, ὡς αὐτὸς προλαβὼν ἔφη, δύναται ἔτι εἰκὼν Θεοῦ εἶναι; Ἕτερον γὰρ Θεοῦ εἰκὼν, καὶ ἕτερον Θεός. Ὥστε εἰ μὲν εἰκὼν, οὐ Κύριος, οὐδὲ Θεὸς, ἀλλ' εἰκὼν Κυρίου καὶ Θεοῦ· εἰ δὲ Κύριος ὄντως καὶ Θεὸς ὄντως, οὐκέτι ὁ Κύριος καὶ Θεὸς εἰκὼν Κυρίου καὶ Θεοῦ εἶναι δύναται. » Καὶ ἑξῆς· « Οὐδὲν οὖν αὐτὸν ὧν προεῖπον εἶναι βούλεται. Πάντως γὰρ τούτων εἰκόνα αὐτὸν εἶναι λέγει. Οὐκοῦν εἰ οὐσίας ἐστὶν εἰκὼν, οὐ δύναται αὐτοουσία εἶναι· καὶ εἰ βουλῆς ἐστιν εἰκὼν, οὐκέτι αὐτοβουλὴ εἶναι δύναται· καὶ εἰ δυνάμεως εἰκὼν, οὐκέτι δύναμις· καὶ εἰ δόξης εἰκὼν, οὐκέτι δόξα. Ἡ γὰρ εἰκὼν οὐχ ἑαυτῆς, ἀλλ' ἑτέρου τινός ἐστι. »
6. These things, then, and such like Marcellus has written as his misinterpretation of the sayings on Proverbs, both speaking iniquity against God and lifting his horn on high, having passed beyond the middle of the book, and again setting down the words of Asterius that say: "For the Father is one, Who has begotten from Himself the only-begotten Word and firstborn of all creation—Alone begetting Alone, Perfect begetting Perfect, King begetting King, Lord begetting Lord, God begetting God, the unvarying image of essence, counsel, power, and glory." Having set these things down, then, and being displeased at the unvarying image—that is, the express and distinct imprint of God's essence and the rest—calling this supposition base, he subjoins his dissatisfaction, writing thus: "These words clearly convict his own base opinion concerning divinity. For how can He Who was begotten Lord and God, as he himself said beforehand, still be an image of God? For an image of God is one thing, and God is another. So that if He is an image, He is neither Lord nor God, but an image of Lord and God; whereas if He is truly Lord and truly God, He Who is Lord and God can no longer be an image of Lord and God." And further on: "He therefore wills Him to be none of the things I mentioned beforehand. For by all means he says that He is an image of these. Accordingly, if He is an image of essence, He cannot be essence itself; and if He is an image of counsel, He can no longer be counsel itself; and if an image of power, no longer power; and if an image of glory, no longer glory. For an image is not of itself, but of someone else."
Ζʹ. Ταῦτα δὲ σὺ, Μάρκελλε, τὰ ῥήματα τὰ πρότερον ἐπαινέσας ἐν ἀρχῇ τοῦ βιβλίου, νῦν δὲ ἀρνησάμενος τὸν Θεὸν ἐκ Θεοῦ Λόγον ὄντα τὸν Υἱὸν, καὶ μόνον ἐκ μόνου, καὶ τέλειον ἐκ τελείου, σαφῶς τὴν φαύλην σου περὶ θεότητος ἤλεγξας δόξαν. Τοῦ γὰρ Βασιλέως τοῦ μεγάλου τὴν εἰκόνα λαβὼν. ἀζωΐᾳ καὶ ἀθεότητι, ἀβουλίᾳ τε καὶ ἀδυναμίᾳ, καὶ ἀδοξίᾳ, καὶ τῷ ἀνουσίῳ, ἐκτετμῆσθαι τὴν ἀνοσίαν ὤφειλες γλῶτ-
7. But you, Marcellus, having formerly praised these words at the beginning of your book, and now denying the Son Who is God the Word from God, and Alone from Alone, and Perfect from Perfect, have clearly convicted your own base opinion concerning divinity. For having taken the image of the great King—by lifelessness and ungodliness, by counsellessness and powerlessness, and ingloriousness, and insubstantiality, you ought to have cut out your unholy tong-
Notes, col. 389

On the reading

Printed λεγημένας, for λεγομένας.

PG 42:392Read from the page
ταν, εἰπὼν ῥῆμα εἰς Κύριον, καὶ τελευτήσας εἰς ψυχὴν οὕτως ἀσεβήσασαν. Τὴν γὰρ εἰκόνα τοῦ Θεοὺ ἀζωῗᾳ περιγράψας, οὔτε Κύριον, οὔτε Θεὸν, οὐκ οὐσίαν, οὐ βουλὴν, οὐ δύναμιν, οὐ δόξαν εἶναι ταύτην, τούτων δὲ ἀκίνητον εἰκόνα εἶναι θέλεις αὐτήν, οἱονεὶ ἄψυχον καὶ ἄζωον ἔξω ἐκτεθεῖσαν αὐτὴν ποιῶν, καὶ ὡς αὐτὸς ἄψυχον καὶ ἀνθρωπίνῃ τέχνῃ μόνῃ συνεστῶσαν. Ζῶντος δὲ ζῶσαν οὐ θέλεις εἶναι τὴν εἰκόνα τοῦ Θεοῦ, οὐδὲ οὐσίας οὐσίαν εἰκόνα, οὐδὲ βουλῆς καὶ δυνάμεως καὶ δόξης, βουλὴν καὶ δύναμιν καὶ δόξαν ἀπαραλλάκτως εἰκόνα. Τὸ δὲ ἀπαραλλάκτως εἰπεῖν οὐχ οἷόν τι καὶ ἀγεννήτως, ἀλλ' ὅτι ἐκτύπως καὶ ἀκριβῶς ὠμοιωμένην πρὸς πατρικὴν ἀγαθότητα καὶ θεότητα καὶ πᾶσαν ἐνέργειαν. Καὶ μεθ' ἕτερα· Ἔδει δέ σοι ἄλαλα γενηθῆναι τὰ χείλη τὰ δόλια, τὰ λαλοῦντα κατὰ τοὺ Θεοῦ ἀδικίαν ἐν ὑπερηφανείᾳ καὶ ἐξουδενώσει. Καὶ γὰρ μόνος μόνον ἐγέννησεν ὁ Πατὴρ τὸν Μονογενῆ, κἂν σὺ μὴ θέλεις, νῦν ἄλλο τι θέλων, οὐκ ἐξ αἰτίας τῶν αἰώνων Οὐαλεντίνου τὴν πάροδον λαβόντος τοῦ Υἱοῦ, ἀλλ' ἐκ μόνου Πατρὸς τὴν γέννησιν ἔχοντος· καὶ τέλειος τέλειον. Ἀτελὲς γὰρ οὐδὲν ἐν Πατρί· διὸ οὐδὲ ἐν Υἱῷ, ἀλλὰ τῆς ἐκείνου τελειότητος καὶ ὑπερτελειότητος γέννημα γνήσιον τοῦ Υἱοῦ τελειότης.
ue, having spoken a word against the Lord, and ending up in a soul that has acted so impiously. For having circumscribed the image of God with lifelessness, you will have this image be neither Lord, nor God, not essence, not counsel, not power, not glory, but you wish it to be an immovable image of these things, making it as though soulless and lifeless, set forth outside, and, like yourself, soulless and subsisting by human craft alone. Yet of the living God you do not wish the image to be living, nor essence to be the image of essence, nor counsel and power and glory to be the unvarying image of counsel and power and glory. Now to say unvaryingly is not, as it were, unbegottenly as well, but because it has been expressly and exactly likened to paternal goodness and divinity and every activity. And further on: Your deceitful lips ought to have become speechless, which speak iniquity against God in arrogance and contempt. For indeed the Father alone begat the Only-begotten alone, even if you do not wish it, now wishing something else, the Son not having taken His passage from the cause of the aeons of Valentinus, but having His begetting from the Father alone; and perfect He begat the perfect. For nothing is imperfect in the Father; therefore neither in the Son, but the Son's perfection is the genuine offspring of His perfection and super-perfection.
Καὶ βασιλεὺς βασιλέα. Εὐσεβὲς γὰρ τὸν Θεὸν βασιλεύειν, πρὸ τῶν αἰώνων γεννηθέντος τοῦ Υἱοῦ, καὶ βασιλευομένου βασιλέως, δι' οὗ καὶ τὰ λοιπὰ βασιλεύεται, εὐχαρίστως ὁμολογοῦντος τὴν ὑποταγήν. Οὐκ ἰδιώτην γάρ, ἀλλὰ βασιλέα γεγέννηκεν ὁ Πατὴρ τῆς βασιλείας αὐτοῦ, οὔτε ἀρχὴν ἡμερῶν, οὔτε ζωῆς τέλος ἐχούσης. Οὐ γὰρ ἔξωθεν τὸ ἀξίωμα, εἰς οὐσίαν δὲ αὐτῷ συντελεῖ, ὁμοίως Πατρὶ γεννήσαντι. Διὸ καὶ γέγραπται τὸ, Καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Οὕτως δὲ καὶ Κύριος Κύριον, καὶ Θεὸς Θεὸν γεννᾶν παρ' ἡμῶν ὡμολόγηται. Καὶ ἁπλῶς εἰπεῖν, οὐσίας καὶ βουλῆς καὶ δυνάμεως καὶ δόξης εἰκόνα λέγομεν οὐκ ἄψυχον καὶ νεκράν, ἀλλ' οὐσιώδη καὶ βουλητικὴν καὶ δυνατὴν καὶ ἔνδοξον. Δύναμις γὰρ οὐκ ἀδυναμίαν γεννᾷ, ἀλλὰ αὐτοδύναμιν· καὶ δόξα οὐκ ἀδοξίαν γεννᾷ, ἀλλὰ αὐτοδόξαν· καὶ βουλὴ οὐκ ἀβουλίαν γεννᾷ, ἀλλὰ αὐτοβουλήν· καὶ οὐσία οὐ τὸ ὁμοούσιον, ἀλλὰ αὐτοούσιον. Εἰκὼν ἄρα ἐστὶν ὁ Λόγος Θεὸς, ζῶσα σοφία ὑποστατικὴ, Λόγος ἐνεργὴς, καὶ Υἱὸς, αὗτη οὐσιωμένη. Αὗτη γὰρ ᾗ προσέχαιρε καθ' ἡμέραν ὁ Θεὸς, ὅτε εὐφραίνετο τὴν οἰκουμένην συντελέσας. Σὺ δὲ, Μάρκελλε, ταῦτα ἀρνούμενος ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνηθήσῃ μὲν ὑπ' αὐτῆς ἐκείνης ἔμπροσθεν τοῦ Πατρὸς τοῦ ἐν τοῖς οὐρανοῖς, ἀρνηθήσῃ δὲ καὶ ἔμπροσθεν τῆς Ἐκκλησίας τῆς ὑπὸ τὸν οὐρανὸν γραφούσης περὶ σοῦ πανταχοῦ τῇ γῇ· Ἄκουε Λόγον Κυρίου. Γράψον τὸν ἄνδρα τοῦτον, ἐκκήρυκτον ἄνθρωπον· ὅτι οὐ μὴ αὐξηθῇ ἐκ τοῦ
And a king begat a king. For it is reverent that God reigns, while the Son, begotten before the ages, and a king reigned over, through Whom all other things also are reigned over, thankfully confesses His subjection. For the Father has begotten Him not as a private subject, but as king of His kingdom, which has neither beginning of days nor end of life. For the dignity is not from without, but belongs to His very essence, in the same way as in the Father Who begat Him. Therefore it is also written, And of His kingdom there shall be no end. And thus it has been confessed among us that Lord begets Lord, and God begets God. And to speak simply, we say that the image of essence and counsel and power and glory is not soulless and dead, but substantial and capable of counsel and powerful and glorious. For power does not beget powerlessness, but self-power; and glory does not beget ingloriousness, but self-glory; and counsel does not beget lack of counsel, but self-counsel; and essence begets not the consubstantial, but self-essence. The Word, then, is an image, God, living hypostatic wisdom, active Word, and Son, this wisdom being substantiated. For this is she in whom God delighted day by day, when He rejoiced having completed the inhabited world. But you, Marcellus, in denying these things before men, shall on the one hand be denied by that very wisdom before the Father Who is in the heavens, and shall on the other hand also be denied before the Church under heaven, which writes concerning you everywhere on earth: Hear the Word of the Lord. Inscribe this man, a banished person; for in no way shall there grow up from the
Notes, col. 392

On the reading

Printed Θεοὺ, for Θεοῦ.

Printed ὠμοιωμένην, for ὡμοιωμένην.

Printed τοὺ, for τοῦ.

PG 42:393Read from the page
σπέρματος αὐτοῦ ἄρχων ἔτι ἐν τῷ Ἰούδα, καθήμενος ἐπὶ θρόνου Δαβίδ. »
his seed a ruler any longer in Judah, sitting upon the throne of David."
Ηʹ. Καὶ μεθ' ἕτερα, μνημονεύσαντος Μαρκέλλου τῶν Ἀστερίου ῥητῶν, ἐπιφέρει λέγων·
VIII. And further on, after Marcellus had mentioned the sayings of Asterius, he adds, saying:
« Θεὶς οὖν ταῦτα, καὶ χωρῶν τῇ ἀρνήσει Σωτῆρος ἡμῶν εἰκόνος καὶ οὐσίας, καὶ τῆς μονογενοῦς υἱότητος ἐκ Πατρός, καὶ τῶν πρωτοτοκίων πάσης κτίσεως, καὶ τῆς ἐκ μονογενοῦς μονότητος, καὶ τῆς ἐκ τελείου τελειότητος, καὶ τῆς ἐκ βασιλέως βασιλείας, καὶ τῆς ἐκ Κυρίου κυριότητος, καὶ τῆς ἐκ Θεοῦ θεότητος, οὐσίας τε ἁπλῶς, καὶ βουλῆς, καὶ δυνάμεως, καὶ δόξης Θεοῦ εἰκόνος ἀπαραλλάκτου, οὐ μικροῖς λόγοις ἀρνούμενος ἔμπροσθεν τῶν ἀνθρώπων, διὸ καὶ ἀρνηθησόμενος ἔμπροσθεν τοῦ Πατρὸς αὐτοῦ, ἄντικρυς ταῦτα γράφεις· Ταῦτα τὰ ῥήματα σαφῶς τὴν φαύλην αὐτοῦ περὶ θεότητος Πατρὸς καὶ Υἱοῦ παρίστησι δόξαν. Ἡ δὲ τούτων ἄρνησις τὴν σὴν ἐνδιάστροφον καὶ φαύλην περὶ θεότητος καὶ οὐσίας Χριστοῦ, σαφῶς ἤλεγξεν ἑτεροδοξίαν. »
"Having laid down these things, then, and proceeding in the denial of the image and essence of our Saviour, and of His only-begotten sonship from the Father, and of the birthright of the firstborn of all creation, and of the oneness from the Only-begotten, and of the perfection from the perfect, and of the kingship from the king, and of the lordship from the Lord, and of the divinity from God, and simply of the unvarying image of God's essence, and counsel, and power, and glory, denying them in no small words before men, and therefore about to be denied also before His Father, you write these things outright: These words clearly present his base opinion concerning the divinity of Father and Son. But the denial of these things has clearly exposed your distorted and base heterodoxy concerning the divinity and essence of Christ."
Θʹ. Καὶ μεθ' ἕτερα ἐπιφέρει τὰ Μαρκέλλου·
IX. And further on he adds the words of Marcellus:
« Ἕωλα οὖν τὰ ἑξῆς ἐπιφέρει γράφων· Οὐδὲν αὐτῶν ὧν προεῖπεν εἶναι βούλεται. Πάντων γὰρ τούτων εἰκόνα αὐτὸν εἶναι λέγεις. Οὐκοῦν εἰ οὐσίας ἐστὶν εἰκών, οὐκέτι αὐτοουσία δύναται εἶναι. Καὶ εἰ βουλῆς ἐστιν εἰκών, οὐκέτι αὐτοβουλὴ εἶναι δύναται· καὶ εἰ δυνάμεως, οὐκέτι δύναμις· καὶ εἰ δόξης, οὐκέτι δόξα. Ἡ γὰρ εἰκὼν οὐχ ἑαυτῆς, ἀλλ' ἑτέρου τινὸς εἰκών ἐστιν. Ἕωλα δέ, Μάρκελλε, καὶ ψευδῆ ταῦτα. Πάντα γὰρ αὐτὸν ἃ προεῖπον Ἀστέριος εἶναι βούλεται, λέγων· Βασιλεὺς βασιλέα, Κύριος Κύριον, Θεὸς Θεόν. Καὶ λύει σου τὴν ἄψυχον εἰκόνα, τὴν κατὰ σὲ ἀνθρωπίνῃ τέχνῃ συνεστῶσαν μόνῃ. Πάντων γὰρ τούτων ζῶσαν εἰκόνα λέγει, καὶ ζῶντος εἰκόνος ἐκμαγεῖον οὖσαν τοῦ γεγεννηκότος· καὶ οὐσίας αὐτοουσίαν εἰκόνα λεγει, καὶ βουλῆς αὐτοβουλήν, καὶ δυνάμεως αὐτοδύναμιν, καὶ δόξης αὐτοδοξίαν, καὶ οὐχ ἑαυτῆς, ἀλλ' ἑτέρου εἰκόνος. Σὺ δέ, Θεὸν ἐκ Θεοῦ τὸν Υἱὸν οὐχ ὁμολογῶν, οὐδὲ φῶς ἐκ φωτός, οὐδὲ δύναμιν ἐκ δυνάμεως, οὔτε Θεὸν, οὔτε φῶς, οὐ δύναμιν, οὐκ οὐσίαν, οὐ βουλήν, οὐ δόξαν τὸν Υἱὸν εἶναι θέλεις. Ἀλλὰ τὸ σῶμα ταῦτα ἀφανίζει ἀσεβῶς ἐν τῇ συντελείᾳ μετὰ τούτων. Καὶ ἀρνῇ μὲν τό, Θεὸς ἦν ὁ Λόγος, Υἱὸν δὲ Θεοῦ καλεῖς, ἢ ὀνόματι μόνῳ, ἢ τῶν ἀνθρώπων, ἵν' ἑτερογενῆ γεννῶν εἴη ὁ Θεός, θέσει γεννητὸν Υἱόν, κατὰ τό, Υἱοὺς ἐγέννησα, καὶ ὕψωσα· καὶ κατὰ τό, Ἐλάβετε Πνεῦμα υἱοθεσίας· καὶ τό, Ἐνέγκατε τῷ Κυρίῳ, υἱοὶ Θεοῦ.
"Stale, then, are the words that follow, which he adds in writing: He wishes Him to be none of the things he mentioned before. For you say that He is an image of all these things. Therefore, if He is an image of essence, He can no longer be self-essence. And if He is an image of counsel, He can no longer be self-counsel; and if of power, no longer power; and if of glory, no longer glory. For an image is not an image of itself, but of someone else. But these things, Marcellus, are stale and false. For Asterius wishes Him to be all the things I mentioned before, saying: A king begat a king, a Lord a Lord, a God a God. And he overthrows your soulless image, which according to you subsists by human craft alone. For he calls Him a living image of all these things, and being the express imprint of a living image of Him Who begat Him; and he calls Him self-essence, an image of essence, and self-counsel of counsel, and self-power of power, and self-glory of glory, and not of itself, but of the image of another. But you, not confessing the Son to be God from God, nor light from light, nor power from power, wish the Son to be neither God, nor light, not power, not essence, not counsel, not glory. But the body impiously blots out these things at the consummation along with them. And on the one hand you deny the saying, The Word was God, while on the other hand you call Him Son of God either in name alone, or of men, so that God would be begetting one of a different kind, a Son begotten by adoption, according to the saying, I have begotten sons, and exalted them; and according to the saying, You received a Spirit of adoption as sons; and the saying, Bring to the Lord, O sons of God.
Οὐσίας οὖν, καὶ δυνάμεως, καὶ βουλῆς, καὶ δόξης ἀπαράλλακτον λέγων Ἀστέριος εἰκόνα τὸν Υἱὸν τοῦ
When Asterius, then, calls the Son the unvarying image of the essence, and power, and counsel, and glory of the
Notes, col. 393

On the reading

Printed λεγει, for λέγει.