ρηκε· Ποιήσωμεν ἄνθρωπον; οὐ γάρ τίς ποτε πρὸς τὸν ἐνδιάθετον αὐτοῦ λόγον, ἢ τὸν προφορικὸν ἐπιτείνεται τὴν συμβουλίαν, ἀλλὰ πρὸς τὸν ἔμφυτον καὶ ἅγιον αὐτοῦ Λόγον τῆς μελλούσης τοῦ ἀνθρώπου δημιουργίας ποιεῖται τὴν μετὰ πάσης σοφίας ἐξήγησιν· ἵνα μάθωμεν ἐξ ἀρχῆς εἶναι τὸν Παῖδα πρὸς τὸν αὐτοῦ Πατέρα, ἵνα μὴ τὸν ἡμέτερον κτίστην πρόσφατον νομίσωμεν, ἀλλὰ συν Πατρὶ ἀεὶ ὑπάρχοντα πρὸ τῶν αἰώνων· ὡς καὶ Ἰωάννης μαρτυρεῖ λέγων· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν.
eak: Let us make man? For no one ever directs his deliberation to his own inward word or to his uttered word, but rather to His inborn and holy Word He sets forth with all wisdom the declaration of the impending fashioning of man; so that we may learn that the Child is from the beginning with His Father, lest we deem our Creator recent, but rather ever existing with the Father before the ages; as John also bears witness, saying: In the beginning was the Word, and the Word was with God.
Δʹ. Ὡς φησιν ὁ ἀγύρτης· Καὶ αὐτός φημι εἶναι τὸν Λόγον ἀπαρχῆς, ἀλλ' οὐχ Υἱὸν Θεοῦ γεγεννημένον. Καὶ εἰ μὴ ἔστιν Υἱὸς Θεοῦ, μάταιος αὐτοῦ ὁ πόνος, ματαία αὐτοῦ καὶ ἡ προαίρεσις, καὶ ἡ ἐλπὶς, καὶ ἡ διάνοια. Οὐδὲ γὰρ περισσότερον τῶν ἀρνησαμένων αὐτὸν Ἰουδαίων οὗτος λέγει. Οὐ γὰρ λέγει περὶ αὐτοῦ τὸ Εὐαγγέλιον, ὅτι Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν ἐν τῷ Θεῷ· ἀλλ', Ὁ Λόγος ἦν πρὸς τὸν Θεόν. Καὶ οὐ λέγει, ὅτι ἐν τῷ Θεῷ ἦν μόνον· ἀλλὰ, Θεὸς ἦν ὁ Λόγος. Ἀλλ' ἐν τῷ ἀνθρώπῳ μὲν, λόγος ἐνδιάθετος ἀεὶ καὶ προφορικὸς ὑπάρχων, οὐ δύναται λέγεσθαι ἄνθρωπος, ἀλλὰ ἀνθρώπου λόγος. Εἰ οὐκ ἦν οὔπω τὸ γέννημα, ὡς αὐτὸς λέγει, καὶ εἰ οὔπω ἦν Υἱὸς τοῦ Θεοῦ Θεὸς Λόγος, διὰ τίνος τὰ πάντα γεγένηται; ἐπειδή φησι τὸ Εὐαγγέλιον· Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Ἀλλὰ, φησὶν, ὥσπερ διὰ λόγου ὁ ἄνθρωπος πράττει ὃ βούλεται, οὕτως διὰ τοῦ ἰδίου Λόγου ὁ Πατὴρ διὰ τοῦ ὄντος ἐν αὐτῷ λόγῳ ἐποίησε τὰ πάντα. Πῶς οὖν ὁ Κύριος διὰ τοῦ Εὐαγγελίου λέγει, ὅτι Ἕως ἄρτι ὁ Πατὴρ ἐργάζεται, κἀγὼ ἐργάζομαι; Τὸ δὲ, Ὁ Πατὴρ ἐργάζεται, κἀγὼ ἐργάζομαι, οὐ τοῦ Πατρὸς μὴ ἐργαζομένου ἐν τῇ τοῦ Υἱοῦ ἐργασίᾳ, οὐδὲ τοῦ Υἱοῦ ἀλλοτριοῦντος, καὶ μὴ ἐργασαμένου ἐν τῇ τοῦ Πατρὸς δημιουργίᾳ. Πάντα γὰρ τὰ ἔργα ὅσα ἐστὶν, ἅμα ἐκ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος γεγένηται. Δι' αὐτοῦ γὰρ τὰ πάντα γέγονεν ἀπὸ Πατρὸς, καὶ αὐτὸς τὰ πάντα εἰργάσατο σὺν Πατρὶ, καὶ σὺν ἁγίῳ Πνεύματι. Τῷ γὰρ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. Διὸ καὶ μετὰ ἀσφαλείας ὁ Κύριος ἐν τῷ Εὐαγγελίῳ ἔλεγε, γινώσκων τὰς ὑπονοίας τῶν πεπλανημένων, προγνώστης ὢν, ὡς Θεὸς, καὶ ὡς ἤμελλεν ἕκαστος ἀπὸ τῆς ἀληθείας ἑαυτὸν ἐκβάλλειν, ἔλεγε πρὸς τοὺς Ἰουδαίους· Οὐδὲν ἀφ' ἑαυτοῦ ποιεῖ ὁ Υἱὸς, ἐὰν μὴ ἴδῃ τὸν Πατέρα ποιοῦντα. Καὶ οὐχ ὅτι πρῶτον ὁρᾷ, ἔπειτα πράττει· ἀλλὰ πάντα ἐν ἑαυτῷ ἔχει καὶ πράττει, ἃ βούλεται.
4. As the charlatan says: I too affirm that the Word exists from the beginning, yet not as a begotten Son of God. And if He is not Son of God, in vain is his toil, in vain too his purpose, his hope, and his thought. For this man says nothing more than the Jews who denied Him. For the Gospel does not say concerning Him: In the beginning was the Word, and the Word was in God; but: The Word was with God. And it does not say that He was in God alone; but: God was the Word. Now in man, a word that is ever inward and uttered cannot be called a man, but a man's word. If the offspring did not yet exist, as he says, and if God the Word was not yet Son of God, through whom have all things come into being? Since the Gospel says: All things came to be through Him, and apart from Him not one thing came to be. But, he says, just as a man accomplishes what he wills through his word, so through His own Word the Father made all things by the word that was in Him. How then does the Lord say through the Gospel: Until now the Father works, and I work? Now the saying, The Father works, and I work, is not spoken as though the Father were not working in the Son's work, nor as though the Son estranged Himself and did not work in the Father's creative work. For all works that exist have come to be together from the Father and the Son and the Holy Spirit. For through Him all things have come to be from the Father, and He Himself wrought all things with the Father and with the Holy Spirit. For by the word of the Lord the heavens were established, and by the breath of His mouth all their power. Wherefore the Lord also spoke with precaution in the Gospel, knowing the suspicions of those led astray—being foreknower, as God, and how each was going to cast himself out from the truth—spoke to the Jews: The Son can do nothing of Himself, unless He sees the Father doing it. And not that He first sees and afterwards acts; rather, He has all things in Himself and does what He wills.