Migne Reading Room

PG 42 · cols. 396–405 · Read from the page

Panarium Adversus Octoginta Haereses: Liber III, Tomus I (Anacephalaeosis et Haereses LXX–LXXVI)

Panarium Adversus Octoginta Haereses: Liber III, Tomus I (Anacephalaeosis et Haereses LXX–LXXVI)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 42:396Read from the page
Πατρὸς, πάντως οἱονεὶ τοὺς πατρικοὺς χαρακτῆρας ἐνεῖναι λέγει τῷ Υἱῷ, καὶ τὰ ἐπινοούμενα τοῦ Πατρὸς τετυπῶσθαι, ἢ δεδόσθαι τῷ Υἱῷ, οὐκ ἄλλα παρ' αὐτὸν ὄντα. Πάντα οὖν ἃ προεῖπεν, αὐτὸν εἶναι βούλεται. Οὐ γὰρ τὴν ἐν χρώμασιν εἰκόνα νοεῖ, οὐδὲ τρίτον ζωγράφον εἰσάγει, ἵνα διαφωνοῦντος πρὸς τὸν Πατέρα διὰ χρωμάτων τὰς ποιότητας ἀλλαχοῦ γράφῃ, καὶ τοῦτο Υἱὸν καλεῖ. Οὕτω γὰρ σὺ νοήσας, καὶ μὴ νοήσας, φής. Οὐκοῦν εἰ οὐσίας ἐστὶν εἰκών, οὐ δύναται αὐτοουσία εἶναι· καὶ εἰ βουλῆς, οὐκέτι αὐτοβουλή. Καθ' ἡμᾶς γὰρ εἰ οὐσίας ἐστὶν εἰκὼν ζῶσα, αὐτοουσία δύναται εἶναι, καὶ ἔστι. Καὶ οὕτως οὐσίας οὐσίαν εἰκόνα λέγομεν διὰ μίμησιν ὁμοιοτάτην ζωῆς τε καὶ ἐνεργείας· οὕτω δὲ καὶ βουλῆς βουλὴν εἰκόνα, τὸν μεγάλης βουλῆς Ἄγγελον, καὶ δυνάμεως, καὶ δόξης δύναμιν, καὶ δόξαν. Καὶ τούτων παραστατικὸν τὸ, Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως καὶ τῷ Υἱῷ ἔδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ· καί, Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκρούς, καὶ ζωοποιεῖ. Τὸ γάρ, ὥσπερ, οὕτως, εἰκονικῆς ἐστι μιμήσεως, καὶ ὁμοιώσεως ἀκριβὲς ἐκμαγεῖον. »
Father, he by all means says that the paternal characters, as it were, are in the Son, and that the attributes conceived of the Father have been stamped upon, or given to, the Son, being not other besides Him. He wishes Him, then, to be all the things that he mentioned before. For he does not have in mind an image in colours, nor does he bring in a third painter, so that of one at variance with the Father he might depict the qualities elsewhere by means of colours, and calls this the Son. For thus you speak, both understanding and not understanding. Therefore, if He is an image of essence, He cannot be self-essence; and if of counsel, no longer self-counsel. For according to us, if He is a living image of essence, He can be self-essence, and He is. And thus we call essence the image of essence on account of the most exact imitation both of life and of activity; and so too counsel the image of counsel, the Angel of great counsel, and power and glory the image of power and glory. And indicative of these things is the saying, For just as the Father has life in Himself, so also He gave to the Son to have life in Himself; and, Just as the Father raises the dead, and makes them alive. For the phrase, just as, so, is an exact imprint of iconic imitation and likeness."
Ιʹ. Καὶ μεθ' ἕτερα ὀλίγα· « Οὐ γὰρ ὁ Λόγος Θεὸς, [ἀλλ'] ὁ Ἰησοῦς παρέχων ζωήν, καὶ κάλλος, καὶ μορφήν, αὐτὸς ἄζωος, καὶ ἀκαλλής, καὶ ἄμορφός ἐστιν, ἐν νεκρότητι, ἢ τῷ μὴ εἶναι νοούμενος, ἀλλὰ πατρικοῖς χαρακτῆρσι μεμόρφωται· οὐχ ὡς ἕτερος αὐτὸς ὤν, ἑτέρους δὲ τοὺς χαρακτῆρας τῆς μορφῆς ἔχων· ἀλλ' ἐν τῷ εἶναι αὐτοῦ οἱ χαρακτῆρές εἰσι, καὶ ἐν τοῖς χαρακτῆρσι τὸ εἶναι αὐτοῦ. Ἡ δὲ εἰκὼν ἑτέρου, καὶ οὐχ ἑαυτῆς εἰκὼν φῦσα, καθὰ καὶ σὺ θέλεις, τοῦ πρωτοτύπου ἐν ἑαυτῇ τοὺς χαρακτῆρας φέρουσα, τὴν ἑτερότητα παρίστησιν· ἑτερότητα δὲ ὡς ὁμοιότητα. Οὐχ ἑαυτῆς γάρ, ἑτέρου δέ τινος εἰκών ἐστιν οὗτος ὤν, ὅ ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου. Εἰκὼν οὖν τοῦ Πατρὸς ὁ Υἱὸς, ζῶσα ζῶντος, ἐν κινήσει καὶ ἐνεργείᾳ, δυνάμει τε καὶ βουλῇ, καὶ δόξῃ, οὐκ ἄψυχος, οὐδὲ ἀκίνητος, ἐν ἑτέρῳ μὲν τὸ εἶναι ἔχουσα, καὶ γραφομένη, αὐτὴ μὲν ἐν ἑαυτῇ καὶ δι' ἑαυτῆς, ἐν κινήσει μὴ οὖσα. Καὶ εἰκών ἐστιν ἀπαράλλακτος, οὐ τῆς ἀπαραλλαξίας Πατέρα ποιούσης, ἀλλ' Υἱὸν ἀπηκριβωμένον. »
X. And a little further on: "For God the Word, [but] Jesus, bestowing life, and beauty, and form, is not Himself lifeless, and unlovely, and formless, conceived of in deadness or in non-being, but He has been formed with paternal characters; not as though He Himself were another, having the characters of His form different; but in His being are His characters, and in the characters is His being. And since the image is the image of another, and not of itself, even as you too wish, bearing in itself the characters of the prototype, it exhibits distinctness; yet distinctness as likeness. For He, being this, is not an image of itself, but of someone else, which is the image of the invisible God. The Son, then, is the image of the Father, living image of the living, in motion and activity, and in power and counsel, and glory, not soulless, nor immovable, having its being in another and depicted there, while in itself and through itself not being in motion. And it is an unvarying image, the unvarying likeness not making Him the Father, but the Son exactly wrought."
Πεπλήρωνται τὰ ἐνθάδε Ἀκακίου. Νῦν δέ φασιν οἱ ὀρθόδοξοι, καὶ ἀδελφοὶ ἡμέτεροι, καὶ ὁμολογηταὶ παρά τινων ὑπὸ Μαρκέλλου καταλειφθέντων μαθητῶν ἔκθεσιν εἰληφέναι ὁμολογίας περὶ πίστεως ἀπολογουμένης· ἧς τὰ λεπτολογήματα αὐτὸς μὴ κατειληφώς, αὐτὴν ἐνταῦθα παρεθέμην. Καὶ ἔστι τὸ ἀντίγραφον τόδε.
Here end the extracts from Acacius. Now the orthodox, our brethren and confessors, say that from certain disciples left behind by Marcellus they have received an exposition of a confession making defence concerning the faith; whose fine points I myself have not ascertained, yet I have set it down here. And the copy is as follows.
Ἡ ἐπιγραφὴ πίστεως τοῦ Μαρκέλλου.
The inscription of the faith of Marcellus.
ΙΑʹ. Τοῖς αἰδεσιμωτάτοις καὶ ἁγιωτάτοις ἐπισκόποις, τοῖς ἐν Διοκαισαρείᾳ ὑπερορισθεῖσιν ὑπὲρ τῆς
XI. To the most reverend and most holy bishops, exiled in Diocaesarea on behalf of the
Notes, col. 396

On the reading

Printed φῦσα, for οὖσα.

PG 42:397Read from the page
εἰς τὸν Σωτῆρα ἡμῶν Ἰησοῦν Χριστὸν ὀρθοδόξου πίστεως, Εὐλογίῳ, Ἀδελφίῳ, Ἀλεξάνδρῳ, Ἀμμωνίῳ, Ἁρποκρατίωνι, Ἰσαὰκ, Ἰσιδώρῳ, Ἀννουβίωνι, Πιτίμῳ, Εὐφρατίῳ, Ἀαρώνη, οἱ ἀπὸ Ἀγκύρας τῆς Γαλατίας πρεσβύτεροι, Φωτεινός, Εὐστάθιος, ἕτερος Φωτεινός, Σιγέριος· καὶ διάκονος Ὑγῖνος, καὶ ὑποδιάκονος Ἡρακλείδης, καὶ ἀναγνώστης Ἐλπίδιος, καὶ προστάτης Κυριακὸς ἐν Κυρίῳ χαίρειν.
orthodox faith in our Saviour Jesus Christ, Eulogius, Adelphius, Alexander, Ammonius, Harpocration, Isaac, Isidore, Annubion, Pitimus, Euphratius, Aaron, the presbyters from Ancyra of Galatia, Photinus, Eustathius, the other Photinus, Sigerius; and the deacon Hyginus, and the subdeacon Heraclides, and the reader Elpidius, and the defender Cyriacus, greeting in the Lord.
Ἐνδεδημηκότων ἡμῶν πρὸς τὴν ἡμετέραν θεοσέβειαν ἀπὸ τῆς προειρημένης ἡμετέρας πατρίδος, τὴν προσήκουσαν ἐπίσκεψιν ποιούμενοι, καὶ ἐπερωτωμένων ἡμῶν παρὰ τῆς ὑμετέρας ὁσιότητος περὶ τῆς ἐν ἡμῖν πίστεως ὅπως ἔχομεν, καὶ ἀποδεξάμενοι ὑμῶν τὴν τοιαύτην κηδεμονικὴν πεῦσιν, ἥνπερ ἐποιήσασθε, διὰ μάλιστα τοὺς βουλομένους ματαίως θρυλλεῖν περὶ ἡμῶν τινα ψευδῆ, ἀναγκαῖον ἡγησάμεθα πληροφορῆσαι ὑμᾶς περὶ τούτου, οὐ μόνον ἐκ τῶν ὑποδειχθέντων τῇ ὑμετέρᾳ ὁσιότητι παρ' ἡμῶν γραμμάτων κοινωνικῶν πρὸς ἡμᾶς γραφέντων, τοῦ τρισμακαρίου πάπα Ἀθανασίου, ἀλλὰ καὶ ἐκ ταύτης ἡμῶν τῆς ἐγγράφου ὁμολογίας, ὡς ὅτι οὔτε φρονοῦμεν, οὔτε πεφρονήκαμέν τί ποτε, ἐκτὸς τῆς κατὰ Νίκαιαν ὁρισθείσης οἰκουμενικῆς καὶ ἐκκλησιαστικῆς πίστεως· ἥνπερ ὁμολογοῦμεν δυνάμει ταύτην φρονεῖν. ἀναθεματίζοντες τοὺς τολμῶντας κτίσμα λέγειν τὸ Πνεῦμα τὸ ἅγιον· καὶ τὴν Ἀρειανὴν αἵρεσιν, καὶ Σαβελλίου, καὶ Φωτεινοῦ, καὶ Παύλου τοῦ Σαμοσατέως, καὶ τοὺς μὴ λέγοντας τὴν ἁγίαν Τριάδα τρία πρόσωπα ἀπερίγραφα, καὶ ἐνυπόστατα, καὶ ὁμοούσια, καὶ συναΐδια, καὶ αὐτοτελῆ· ἀναθεματίζοντες δὲ καὶ τοὺς πλατυσμόν, ἢ συστολήν, ἢ ἐνέργειαν τοῦ Πατρὸς τὸν Υἱὸν λέγοντας· καὶ τοὺς τὸν Θεὸν Λόγον τὸν Υἱὸν τοῦ Θεοῦ προαιώνιον, καὶ συναΐδιον τῷ Πατρί, ἐνυπόστατον, καὶ αὐτοτελῆ Υἱὸν καὶ Θεὸν μὴ ὁμολογοῦντας.
Having come to sojourn with your reverence from our aforesaid homeland, making the fitting visit, and being questioned by your holiness concerning the faith that is in us, how we stand, and welcoming such solicitous inquiry of yours, which you made, especially on account of those who wish idly to noise abroad certain falsehoods concerning us, we deemed it necessary to give you full assurance concerning this, not only from the letters of communion written to us by the thrice-blessed Pope Athanasius, which were shown to your holiness by us, but also from this written confession of ours, that we neither hold, nor have ever held anything at all, outside the oecumenical and ecclesiastical faith defined at Nicaea; which very faith we confess that in power we hold, anathematizing those who dare to call the Holy Spirit a creature; and the Arian heresy, and that of Sabellius, and of Photinus, and of Paul of Samosata, and those who do not say that the Holy Trinity is three uncircumscribed, and hypostatic, and consubstantial, and co-eternal, and self-complete persons; and anathematizing also those who call the Son an expansion, or contraction, or activity of the Father; and those who do not confess God the Word, the Son of God, to be pre-eternal, and co-eternal with the Father, hypostatic, and a self-complete Son and God.
ΙΒʹ. Εἴ τις τὸν αὐτὸν Πατέρα, καὶ Υἱόν, καὶ ἅγιον Πνεῦμα λέγει, ἀνάθεμα ἔστω. Εἴ τις ἀρχὴν ἢ τέλος τῷ Υἱῷ τοῦ Θεοῦ, καὶ Λόγῳ, ἢ τῇ βασιλείᾳ αὐτοῦ εἴδωσιν, ἀνάθεμα ἔστω. Εἴ τις μέρος τοῦ Πατρὸς λέγει τὸν Υἱόν, ἢ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ μὴ ὁμολογεῖ τὸν Υἱὸν τοῦ Θεοῦ ἐκ τῆς τοῦ Πατρὸς οὐσίας πρὸ πάσης ἐπινοίας γεγεννῆσθαι, ἀνάθεμα ἔστω. Περὶ δὲ τῆς σαρκώσεως τοῦ Θεοῦ Λόγου τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ ὁμολογοῦμεν, ὅτι Υἱὸς τοῦ Θεοῦ, καὶ ἄνθρωπος γέγονε χωρὶς ἁμαρτίας, κατὰ πρόληψιν πάσης
XII. If anyone says that the Father, and the Son, and the Holy Spirit are the same, let him be anathema. If anyone ascribes a beginning or an end to the Son of God, and the Word, or to His kingdom, let him be anathema. If anyone calls the Son, or the Holy Spirit, a part of the Father, and does not confess that the Son of God has been begotten from the essence of the Father before all thought, let him be anathema. And concerning the incarnation of God the Word, the only-begotten Son of God, we confess that the Son of God also became man without sin, by the assumption of the whole
Notes, col. 397

On the reading

Printed ἡμετέραν, for ὑμετέραν.

Printed εἴδωσιν, for δίδωσιν.

PG 42:400Read from the page
τῆς ἀνθρωπείας φύσεως, τουτέστι ψυχῆς λογικῆς, καὶ νοερᾶς, καὶ σαρκὸς ἀνθρωπίνης. Πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν· καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν, τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν γεννηθέντα ἐκ τοῦ Πατρὸς μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτὸς, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρὶ, δι' οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς· τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα, καὶ σαρκωθέντα, καὶ ἐνανθρωπήσαντα, παθόντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, ἀνελθόντα εἰς τοὺς οὐρανούς, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς· καὶ εἰς τὸ ἅγιον Πνεῦμα. Τοὺς δὲ λέγοντας, Ἦν ποτε ὅτε οὐκ ἦν, καὶ πρὶν γεννηθῆναι οὐκ ἦν, καὶ ὅτι Ἐξ οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι, ἢ τρεπτὸν, ἢ ἀλλοιωτὸν τὸν Υἱὸν τοῦ Θεοῦ, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία. Ἐγὼ Φωτεινὸς πρεσβύτερος τῆς κατὰ Ἄγκυραν Ἐκκλησίας οὕτω πιστεύω καὶ φρονῶ, ὡς προγέγραπται. Ἐγὼ Σιγέριος πρεσβύτερος τῆς αὐτῆς οὕτω πιστεύω καὶ φρονῶ, ὡς προγέγραπται. Ἐγὼ Ὑγῖνος διάκονος τῆς αὐτῆς οὕτω πιστεύω καὶ φρονῶ, ὡς προγέγραπται. Ἐγὼ Ἡρακλείδης ὑποδιάκονος τῆς αὐτῆς οὕτω πιστεύω καὶ φρονῶ, ὡς προγέγραπται. Ἐγὼ Ἐλπίδιος ἀναγνώστης ὁ ταύτης οὕτω πιστεύω καὶ φρονῶ, ὡς προγέγραπται. Ἐγὼ Κυριακὸς προστάτης τῆς αὐτῆς οὕτω πιστεύω καὶ φρονῶ, ὡς προγέγραπται. Ταῦτά ἐστι τὰ ὑπ' αὐτῶν πρὸς τοὺς ὁμολογητὰς καὶ Πατέρας γραφέντα. Εἰ τοίνυν δύναται παρὰ συνετῶν νοεῖσθαι ἐν καλλίοσιν ὑπάρχειν, καὶ δὴ οὕτω τετάχθω. Εἰ δὲ καὶ ἐκεῖσε πάλιν διὰ τῆς ἐν αὐτῇ τῇ ἀπολογίᾳ διαλογῆς ἔσφαλταί τινα τὰ οὐκ ὀρθὰ ὑπάρχοντα, πάλιν ὡσαύτως τοῖς φιλομαθέσι τετάχθω. Ὡς οὖν τῶν προειρημένων πάντων τὴν ὑφήγησιν διεξήλθομεν περὶ τοῦ αὐτοῦ Μαρκέλλου, παρελεύσομαι καὶ τοῦτον, καὶ [εἰς] τὰς ἑξῆς διασκοπήσομαι.
human nature, that is to say, a rational and intellectual soul, and human flesh. We believe in one God, the Father Almighty, Maker of all things both visible and invisible; and in one Lord Jesus Christ, the Son of God, begotten from the Father as Only-begotten, that is, from the essence of the Father, God from God, light from light, true God from true God, begotten not made, consubstantial with the Father, through Whom all things came into being, both those in heaven and those upon the earth; Who for us men and for our salvation came down, and was incarnate, and became man, suffered, and rose again on the third day, ascended into the heavens, and is coming to judge the living and the dead; and in the Holy Spirit. But those who say, There was once when He was not, and before He was begotten He was not, and that He came into being out of nothing, or who allege that the Son of God is of a different hypostasis or essence, or is mutable or subject to alteration, these the catholic and apostolic Church anathematizes. I, Photinus, presbyter of the Church at Ancyra, so believe and hold, as is written above. I, Sigerius, presbyter of the same Church, so believe and hold, as is written above. I, Hyginus, deacon of the same Church, so believe and hold, as is written above. I, Heraclides, subdeacon of the same Church, so believe and hold, as is written above. I, Elpidius, reader of this Church, so believe and hold, as is written above. I, Cyriacus, defender of the same Church, so believe and hold, as is written above. These are the things written by them to the confessors and Fathers. If, therefore, they can be judged by men of understanding to belong among the better statements, let them indeed stand so arranged. But if again there too, through the argumentation in that very defence, certain statements have erred which are not right, let them again in like manner stand arranged for lovers of learning. Since, then, we have gone through the account of all the aforesaid matters concerning the same Marcellus, I shall pass by him also, and examine [into] the heresies that follow.
ΚΑΤΑ ΗΜΙΑΡΕΙΩΝ,
Against the Semi-Arians,
Αἵρεσις πεντηκοστὴ τρίτη, ἣ καὶ ἐπτακοστὴ τρίτη.
Heresy fifty-third, which is also seventy-third.
Αʹ. Ἐν τῇ τοῦ Θεοῦ δυνάμει τοῦ Ἀρείου τὰ σχέτλια διαῤῥήξαντες καὶ τῶν μετ' αὐτὸν, Φωτεινοῦ τέ φημι, ἀλλὰ καὶ Μαρκέλλου, ἐν ῷ ὀλίγῳ ἔδοξε παρασεσαλεῦσθαι, ἃ ἐξ ὑπαρχῆς ἐξήμεσεν, ὡς ἐν μέθῃ ὁ ἀνὴρ προληφθείς (γένοιτο δὲ τοὺς αὐτοῦ διορθωθῆναι, εἴ γε διορθώσοιντο!)· ἀλλὰ καὶ τῶν ἐξ αὐτοῦ τοῦ Ἀρείου γεγενημένων τὰ ζιζάνια διὰ τοῦ θείου λόγου τοῦ ὑπὲρ πᾶσαν μάχαιραν δίστομον τομωτέρου ἐκτεμόντες τῆς ἐξ αὐτοῦ τοῦ Ἀρείου φυείσης ὑλομανίας, διασκοπήσωμεν πῶς τινες Ἡμιαρείζουσιν, ἐκείνου μὲν τὸ ὄνομα ἀρνούμενοι, αὐτὸν δὲ καὶ τὴν αὐτοῦ κακοδοξίαν ἐνδεδυμένοι, προσχήματί τινι προσποιητῶς ἐπιπλαζόμενοι ἑαυτοῖς τὸ πρόσωπον ἠλλοιωμένον· ὡς ἡ τῶν ἐπὶ σκηνῆς πέπλασται δραματουργία, ὥστε προσωπείοις ἑτέροις τὰς ἑαυτῶν ὄψεις ἐπικρύπτειν, καὶ ἔνδοθεν τοῦ προσώπου τὰ τῆς κωμῳδίας αἰσχρά τε καὶ μέθης ἔμπλεα διηγεῖσθαι, ἢ ἄλλως φερόμενοι,
I. Having in the power of God burst asunder the wretched doctrines of Arius and of those after him—I mean both Photinus and Marcellus as well, in the little wherein he seemed to have been shaken aside, the things which from the beginning the man vomited forth as though overtaken in drunkenness (and may his followers be corrected, if indeed they will be corrected!)—and having also cut out, by the divine word sharper than any two-edged sword, the tares of those sprung from Arius himself, from the rank overgrowth that grew up from Arius himself, let us examine how certain men act as Semi-Arians, denying his name on the one hand, yet clothed with him and his ill opinion on the other, feignedly moulding upon themselves by some pretence an altered countenance; just as the stagecraft of those upon the stage has been fashioned so as to hide their own faces with other masks, and from within the mask to recite the shameful and drunken matters of comedy, or being carried along in some other way,
Notes, col. 400

On the reading

Printed ἐπτακοστὴ, for ἑβδομηκοστὴ.

PG 42:401Read from the page
ἢ σχηματοποιοῦντες τῶν παλαιῶν τοὺς μύθους, τῶν παρ' αὐτοῖς ποιητῶν τοῦτο ἐργασαμένων. Οὕτω καὶ οὗτοι, πλανᾶν ἐθέλοντες τοὺς ἀκεραίους, αὐτοὶ μέν εἰσι καὶ τῷ προσώπῳ, καὶ τῷ ἤθει, καὶ τῇ κακοδοξίᾳ ὁποίᾳ Ἄρειος καὶ Ἀρειομανῖται· δῆθεν δὲ καὶ κολακείας ἕνεκα ἀπατηλῆς τὴν παρ' ἐκείνοις ὁμολογουμένην ἐνδιάστροφον διδασκαλίαν κατακοσμεῖν ἐθέλοντες, κτίσμα μὲν τὸν Υἱὸν τοῦ Θεοῦ φασιν· ἵνα δὲ δῆθεν ἀπατήσωσι, καὶ τῷ Υἱῷ τοῦ Θεοῦ τι χαρίσωνται, μετὰ θωπείας τοῖς ἀπὸ τοῦ λόγου τούτου πυρομένοις ἀγυρτωδῶς ἐπιλέγουσιν, ὅτι « Οὔ φαμεν κτίσμα ὡς ἓν τῶν κτισμάτων, οὔτε γέννημα ὡς ἓν τῶν γεννημάτων. »
or enacting with gestures the myths of the ancients, the poets among them having wrought this. So also these men, wishing to lead the guileless astray, are themselves indeed in countenance, and in character, and in ill opinion of the same sort as Arius and the Ariomaniacs; yet forsooth, wishing for the sake of deceitful flattery to dress up the perverse teaching confessed among them, on the one hand they say that the Son of God is a creature; but in order forsooth to deceive, and to grant some favour to the Son of God, with cajolery they add like mountebanks to those inflamed by this speech, "We do not call Him a creature as one of the creatures, nor an offspring as one of the offsprings."
Τὸ δέ, ὁμοούσιον, τέλειον ἐκβάλλουσι, δῆθεν ὡς ἀλλότριον ὂν τῆς θείας Γραφῆς. Περὶ δὲ τούτων ἐν τῇ κατὰ Ἄρειον ἀκρότατα διελέχθημεν. Ἵνα δὲ καὶ ὅμοιον τούτῳ ῥῆμα προβάλλοιντο, οἱ περὶ Βασίλειον, φημί, καὶ Γεώργιον, καὶ τῆς Ἡμιαρείων ταύτης τῆς αἱρέσεως προστάται φασίν· Οὐ λέγομεν ὁμοούσιον, ἀλλὰ ὁμοιούσιον. Ἦσαν δὲ οὗτοι οἱ ἀπὸ τῆς συνόδου διαιρεθέντες αὐτῆς τῆς Ἀρειομανίτιδος αἱρέσεως· ὁ αὐτὸς Βασίλειος Ἀγκυρῖνος τούτων ἀρχηγὸς, καὶ Γεώργιος ὁ Λαοδικείας τῆς πρὸς Ἀντιόχειαν Δάφνης, ἤγουν Κοίλης Συρίας. Οἱ δὲ αὐτοὶ καὶ περὶ τοῦ ἁγίου Πνεύματος ἴσως τοῖς Πνευματομάχοις εἰσὶν ἔχοντες. Οὐκέτι γὰρ ὡς μετὰ δυσωπήσεως, ἢ μετά τινος διστακτικοῦ λόγου, ὡς περὶ τοῦ Υἱοῦ, αἰσχυνόμενοι τέλειον κτίσμα αὐτὸν εἰπεῖν, ὅπερ καὶ οὕτως ἔχουσι· διὰ δὲ τὸν πρὸς ἀνθρώπους φόβον ἐπιφέρουσι τὸ ὁμοιούσιον, καὶ τὸ κτίσμα ὡς ἓν τῶν κτισμάτων. Περὶ δὲ τοῦ ἁγίου Πνεύματος, ὡς ἔφην, οὐ διστατικῶς ὁρμῶνται, ἀλλ' ὡς λυσσητῆρες κύνες, ἀφειδῶς κτίσμα αὐτὸ παντάπασιν ὁρίζονται, καὶ οὕτως διαβεβαιοῦνται, καὶ ἀλλότριον Πατρὸς καὶ Υἱοῦ ὑπάρχον. Καὶ ἵνα μή τις εἴποι κατὰ συκοφάντησιν κατά τινων ἡμᾶς λέγειν, ἐνταῦθα παραθήσομαι ὡς ἔγραψεν ἕκαστος αὐτῶν ἐπιστολήν,
And the term consubstantial they cast out altogether, forsooth as being foreign to divine Scripture. Concerning these matters we have discoursed most thoroughly in the section against Arius. But that they might also put forward a word like this, those around Basil, I mean, and George, and the champions of this heresy of the Semi-Arians say: We do not say homoousion (consubstantial), but homoiousion (of like essence). Now these were those who separated from the synod of that very Ariomaniac heresy: the same Basil of Ancyra was their ringleader, and George of Laodicea of Daphne near Antioch, that is, of Coele-Syria. And these same men also hold the same view concerning the Holy Spirit, equally with the Pneumatomachi. For no longer as with diffidence, or with some hesitant speech, as concerning the Son—being ashamed to call Him an outright creature, which very view they do in fact hold, yet on account of fear before men they adduce homoiousion, and a creature as one of the creatures. But concerning the Holy Spirit, as I said, they rush on without hesitation, but like rabid dogs unsparingly define It as altogether a creature, and so asseverate, and as being alien to Father and Son. And lest anyone should say that we speak by way of calumny against certain men, I shall set down here how each of them wrote a letter,
PG 42:404Read from the page
Βασίλειος μὲν μίαν, Γεώργιος δὲ ὁ Λαοδικείας ἅμα Βασιλείῳ καὶ τοῖς σὺν αὐτῷ ἄλλην. Καί εἰσιν αἵδε.
Basil one, and George of Laodicea together with Basil and those with him another. And they are these.
Ἐπιστολὴ ψευδοσυνόδου Ἀγκυρίνης.
Epistle of the pseudo-synod of Ancyra.
Βʹ. Ἡ ἁγία σύνοδος ἡ ἐν Ἀγκύρᾳ προσεγγίζοντος τοῦ Πάσχα ἐκ διαφόρων ἐπαρχιῶν συγκροτηθεῖσα κυρίοις τιμιωτάτοις καὶ ὁμαψύχοις συλλειτουργοῖς τοῖς ἐν Φοινίκῃ, καὶ τοῖς λοιποῖς τοῖς τὰ αὐτὰ ἡμῖν φρονοῦσιν ἐν Κυρίῳ χαίρειν. Εὐχόμεθα μὲν μετὰ τὴν ὡς ἐν πυρὶ τοῖς ἐν μέσῳ γεγενημένοις ὑπὲρ τῆς πίστεως πειρασμοῖς βάσανον τῆς ἐκκλησιαστικῆς πίστεως, καὶ τὰ ἐπὶ τῆς Κωνσταντίνου πόλεως διὰ Μάρκελλον γεγενημένα, καὶ μετὰ τὴν ἔκθεσιν τῆς πίστεως ἐν τῇ συνόδῳ συγκροτηθείσης ἐπὶ τοῖς ἐγκαινίοις τῆς ἐν Ἀντιοχείᾳ Ἐκκλησίας, καὶ μετὰ ταῦτα κατὰ Σαρδικήν, καὶ τὴν ἐκεῖ αὖθις ἀνθήσασαν πίστιν, καὶ ἔτι μετὰ τὰ ἐν Σιρμίῳ ἐπὶ Φωτεινῷ γεγενημένα, ἔτι μὲν καὶ λογισμοῖς, οὓς ἐφ' ἑκάστῳ περὶ τῆς πίστεως κεφαλαίῳ ἐπερωτηθέντες περὶ τῶν ἐν Σαρδικῇ πρὸς τὴν ἀνατολὴν διεστώτων ἐξεθέμεθα, ἠρεμῆσαι λοιπόν, καὶ ἑνωθείσης ἐν τῇ εὐσεβεῖ βασιλείᾳ τοῦ δεσπότου ἡμῶν Κωνσταντίου τῆς ἀπὸ ἀνατολῆς ἕως δυσμῶν
II. The holy synod assembled at Ancyra from various provinces as Pascha drew near, to the most honourable lords and like-minded fellow-ministers in Phoenicia, and to the rest who hold the same views as we do, greeting in the Lord. We prayed indeed that after the proof, as though in fire, of the ecclesiastical faith in the trials that took place meanwhile on behalf of the faith, and the events that took place at Constantinople on account of Marcellus, and after the exposition of the faith at the synod assembled at the dedication of the Church in Antioch, and afterwards at Sardica, and the faith that flourished afresh there, and further after the events that took place at Sirmium in the case of Photinus, and moreover also the reasonings which, upon being questioned on each head concerning the faith as to the differences at Sardica towards the East, we set forth, we might henceforth remain at quiet, and that in the pious reign of our sovereign Constantius, from east to west, the united
Notes, col. 404

On the reading

Printed ὁμαψύχοις, for ὁμοψύχοις.

Printed συγκροτηθείσης, for συγκροτηθείσῃ.

PG 42:405Read from the page
Ἐκκλησίας, ἐκβεβλημένων τῶν σκανδάλων, εἰρηνεύειν τε καὶ ταῖς λατρείαις τοῦ Θεοῦ προσανέχειν· ἐπειδὴ δέ, ὡς ἔοικεν, οὐ παύεται ὁ διάβολος διὰ τῶν οἰκείων σκευῶν σπουδάζων καθ' ἑαυτόν, ἵνα δὴ πάντως τά τε περὶ τοῦ Κυρίου προῤῥηθέντα, καὶ διὰ τοῦ ἁγίου Ἀποστόλου σύμφωνα, ὡς ἐπὶ προφυλακῇ τῶν πιστῶν κηρυχθέντα εἰς ἀποστασίαν ἐργάσηται, ἐπινοῶν καινισμοὺς κατὰ τῆς ἐκκλησιαστικῆς πίστεως, καὶ νῦν ἐν μορφώσει τινὰς εὐσεβείας οἰκειώσασθαι, καὶ βεβήλους καινοφωνίας δι' αὐτῶν ἐπινοῆσαι κατὰ τῆς εὐσεβοῦς γνησιότητος τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, πρότερον μὲν ἀκούοντες κατὰ τὴν Ἀντιόχειαν διατρέχειν τινάς, ἀλλὰ καὶ τὴν Ἀλεξάνδρειαν, ἔτι τε καὶ τὴν Λυδίαν, εἴ τε κατὰ τὴν Ἀσίαν, καὶ ἐμβαλεῖν σπινθῆρας ἀσεβείας ταῖς τῶν ἁπλουστέρων ψυχαῖς, ἐλπίζομεν διὰ τὸ τολμηρὸν τῆς ἀσεβείας, καὶ τοσοῦτον ἀναιδὲς αὐτῶν ὑπερμαχούντων, καὶ τῶν κατὰ τόπον κυρίων συλλειτουργῶν, μαρανθῆναι τὴν προνοηθεῖσαν αἵρεσιν, καὶ σβεσθῆναι τὴν κακίαν.
Church, with the stumbling-blocks cast out, might both live at peace and devote itself to the worship of God; yet since, as it seems, the devil does not cease to strive on his own part through his own vessels, so that by all means he may wrought into apostasy both the things foretold concerning the Lord, and those proclaimed in harmony through the holy Apostle by way of safeguard for the faithful, devising innovations against the ecclesiastical faith, and even now winning over certain men under an outward form of piety, and devising through them profane novelties of speech against the pious genuineness of the only-begotten Son of God—having heard formerly indeed that certain men were running about in Antioch, and also in Alexandria, and further in Lydia as well, and whether in Asia, and casting sparks of impiety into the souls of the simpler, we hope that on account of the audacity of the impiety and so great shamelessness of them, with us and the local lords and fellow-ministers fighting in defence, the contrived heresy might wither away and the wickedness be quenched.
Ἐπειδὴ ἑξῆς οἵ τε ἐκ τῶν προειρημένων τόπων ἐπιδημοῦντες καὶ οἱ ἀπὸ τῶν κατὰ τὸ Ἰλλυρικὸν ἀπαγγέλλουσιν, ὡς σπουδὴν τιθέντες οἱ τούτου τοῦ κακοῦ ἐξευρεταί, καὶ πλείονας βλάπτειν τολμῶντες, καὶ πρὸς κακίαν ζυμοῦν, οὐκέτι ἀνασχόμενοι ὑπερτίθεσθαι, ἀλλὰ καὶ τοῖς γράμμασιν ἐντυγχάνοντες τοῖς τοῦ ὁμοψύχου συλλειτουργοῦ ἡμῶν Γεωργίου τοῦ τῆς Λαοδικείας Ἐκκλησίας, ὧν τὰ ἀντίτυπα ὑπετάξαμεν, καὶ τὰς μαρτυρίας τῶν διαμαρτυραμένων πρὸς ἡμᾶς ἐπὶ Θεοῦ, εὐλαβηθέντες, ὡς ἐνεδίδου ὁ καιρός, τῆς ἁγίας ἡμέρας τοῦ Πάσχα ἐπικειμένης, συναχθέντες ὅσοι γε ἠδυνήθημεν [καὶ] συναχθῆναι, διὰ καὶ τὸν χειμῶνα τοῖς πολλοῖς ἐμποδὼν γενέσθαι, ὡς διὰ τῶν γραμμάτων ἐσήμαναν, ἐκθέσθαι εἰς τοῦτο τὸ εἶδος τῆς πίστεως τὸ ἰδίωμα ἐσπουδάσαμεν, ὅσον ἐπὶ τοῖς λοιποῖς, τῇ ἐν Ἀντιοχείᾳ, ὡς προέφημεν, ἐκτεθείσῃ τε πίστει τῇ ἐν τοῖς ἐγκαινίοις· ἀλλὰ καὶ ἐν τῇ Σαρδικῇ, ἣν ἀνείληφεν ἡ ἐν Σιρμίῳ σύνοδος, καὶ τοῖς ἐκεῖθεν λογισμοῖς, διαρθρώσειν ἀκριβῶς την εἰς τὴν ἁγίαν Τριάδα τῆς καθολικῆς Ἐκκλησίας πίστιν· πρὸς δὲ τοῦτο, ὡς προέφημεν, τῆς καινοτομίας τὸ εἶδος μόνον, ὡς ἐνεδίδου τὸ Πνεῦμα, ὑπαγορεύσαντες. Καὶ παρακαλοῦμεν ὑμᾶς, κύριοι τιμιώτατοι συλλειτουργοὶ ἐντυχόντες, ὅτι ἐράσθητε τῇ ἐκ πατέρων παραδοθείσῃ πίστει, καὶ ὡς σύμφωνα ὑμῖν φρονοῦμεν, ὡς πεπιστεύκαμεν, ὑποσημήνασθαι· ἵνα πληροφορηθέντες οἱ τὴν αὐτὴν ἀσέβειαν ἐπεισάγειν τολμῶντες, ὅτι καθάπερ κλῆρόν τινα τὴν ἐκ τῶν ἀποστολικῶν χρόνων διὰ τῶν ἐν τῷ μέσῳ ἄχρι καὶ ἡμῶν πατέρων ὑποδεξάμενοι πίστιν φυλάσσομεν, ἢ αἰσχυνθέντες διορθωθήσονται, ἢ ἐπιμένοντες ἀποκηρυχθῶσι τῆς Ἐκκλησίας, τὴν ἀποστασίαν τῷ υἱῷ τῆς ἀνομίας, ὃς τολμᾶν ἀπειλεῖ καὶ
Since thereafter both those coming to sojourn from the aforesaid places and those from the regions of Illyricum report that the inventors of this evil are applying zeal, and daring to harm many more, and to leaven them unto wickedness, we, no longer enduring to put the matter off, but also coming upon the letters of our like-minded fellow-minister George of the Church of Laodicea, copies of which we have subjoined, and reverently heeding the testimonies of those who solemnly protested to us before God, as the time allowed, with the holy day of Pascha impending, gathering together as many of us at least as were able [even] to gather—because the winter also proved a hindrance to most, as they signified by their letters—we made haste to set forth the distinctive property of the faith in regard to this form, so as, in addition to the rest—both the faith set forth at Antioch, as we said before, at the dedication, and also at Sardica, which the synod at Sirmium adopted, and the reasonings from there—to articulate exactly the faith of the catholic Church in the Holy Trinity; having in regard to this, as we said before, dictated only the form of the innovation, as the Spirit granted. And we exhort you, most honourable lords and fellow-ministers, upon reading this, to signify beneath both that you have cherished the faith handed down from the fathers, and that we hold views in harmony with you, as we have believed; so that those who dare to bring in the same impiety, being fully assured that we guard, like an inheritance, the faith which we received from apostolic times through the intervening fathers down even to us, may either be put to shame and be corrected, or, persisting, may be banished by proclamation from the Church, leaving the apostasy to the son of lawlessness, who threatens to dare and
Notes, col. 405

On the reading

Printed την, for τὴν.