Migne Reading Room

PG 41 · cols. 1100–1109 · Read from the page

Panarium Adversus Octoginta Haereses: Liber II, Tomus I (Anacephalaeosis et Haereses XLVII–LXIV)

Panarium Adversus Octoginta Haereses: Liber II, Tomus I (Anacephalaeosis et Haereses XLVII–LXIV)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 41:1100Read from the page
κατὰ γένος τετράποδα, καὶ ἑρπετὰ, καὶ θηρία τῆς γῆς κατὰ γένος. Ἐπὶ δὲ τοῦ ἀνθρώπου ὡσαύτως ἐκείνοις, Ἐξαγαγέτω ἡ γῆ, οὐκέτι· ἢ, Ἐξαγαγέτω τὰ ὕδατα· ἢ, Γενηθήτωσαν φωστῆρες. Ἀλλὰ, Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα, καὶ καθ' ὁμοίωσιν ἡμετέραν, καὶ ἀρχέτωσαν τῶν ἰχθύων, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ πάντων τῶν κτηνῶν· καὶ, Ἔλαβεν ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασε τὸν ἄνθρωπον.
according to its kind: quadrupeds, and creeping things, and wild beasts of the earth according to their kind. Yet in the case of man He no longer said, in like manner as with those, Let the earth bring forth; or, Let the waters bring forth; or, Let luminaries come to be. Rather: Let Us make man according to Our image and according to Our likeness, and let them have dominion over the fishes, and over the birds of the heaven, and over all the cattle; and, God took dust from the earth, and moulded man.
ΙΗʹ. Καὶ ἵνα δὴ μᾶλλον καὶ ὑμεῖς τὴν διαφορὰν αἴσθησθε, ὡς ὅλων καὶ παντὶ τῶν ἄλλων διαφέρων, καὶ ἐν δευτέρᾳ τιμῇ τῶν ἀγγέλων ἐγκαταλεχθεὶς ὁ ἄνθρωπος εὑρίσκεται ἀθάνατος ὢν, φέρε κατὰ τὸν ἀληθῆ πάλιν καὶ ὀρθόδοξον καὶ τοῦτο διαλάβω λογισμόν. Τοῖς μὲν γὰρ ἀπὸ τῆς εἰσπνοῆς τοῦ κατὰ τὸν ἀέρα πνεύματος ἐμψυχῶσθαι ἐδόθη τὸ ζῆν, τῷ δὲ ἐξ αὐτῆς τῆς ἀθανάτου καὶ διαφερούσης οὐσίας. Ἐνεφύσησε γὰρ ὁ Θεὸς εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς· καὶ ἐγένετο ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. Καὶ τοῖς μὲν δουλεύειν καὶ ἄρχεσθαι προσετάγη, τῷ δὲ ἄρχειν καὶ δεσπόζειν. Καὶ τοῖς μὲν διάφορα σχήματα φύσεων δίδονται, καὶ μορφαὶ, ὁπόσας ἡ στερέμνιος καὶ ὁρατὴ φύσις κελεύοντος τοῦ Θεοῦ ἐγέννησε, τῷ δὲ θεοειδὲς καὶ θεοείκελον, καὶ πάντα πρὸς ἐκείνην ἀπηκριβωμένον τὴν πρωτότυπον τοῦ Πατρὸς καὶ μονογενῆ εἰκόνα· Ἐποίησε γὰρ ὁ Θεὸς τὸν ἄνθρωπον· κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν. Διὸ καὶ ἐμέλησεν αὐτῷ τῆς τοῦ σφετέρου ἀγάλματος διαμονῆς, ἵνα μὴ εὐάλωτον ᾖ πρὸς διαφθοράν· καθάπερ καὶ τῶν ἀνδριάντων τοῖς δημιουργοῖς. Οὐ γὰρ μόνον κάλλους τῶν ἀγαλμάτων αὐτοῖς καὶ τῆς εὐπρεπείας αὐτῶν πεφρόντισται, ὅπως ὦσι περικαλλεῖς ἢ μεγαλοπρεπεῖς, ἀλλὰ καὶ τῆς εἰς τὸ δυνατὸν σφίσιν αὐτοῖς ἀθανασίας τῶν δημιουργημάτων πρόνοιαν ποιεῖσθαι, εἰς τὸν μακραίωνα χρόνον διασώζεσθαι μὴ λυόμενα, καθάπερ καὶ Φειδίας. Οὗτος γὰρ, μετὰ τὸ κατασκευάσαι τὸ Πισαῖον εἴδωλον (ἐξ ἐλέφαντος δὲ τοῦτο ἦν), ἔλαιον ἐκχεῖσθαι προσέταξεν ἀμφὶ τοὺς πόδας ἔμπροσθεν τοῦ ἀγάλματος, ἀθάνατον εἰς δύναμιν φυλάσσειν αὐτό.
Chapter XVIII. And in order that you yourselves may perceive the difference all the more—how man, surpassing all the other creatures wholly and in every respect, and enrolled in the second rank of honour next after the angels, is found to be immortal—come, let me set forth this point too once again according to true and orthodox reasoning. For to those other creatures life was granted so as to be animated from the inhalation of the breath diffused throughout the air, whereas to man it was granted out of the immortal and transcendent substance itself. For God breathed into his face the breath of life, and man became a living soul. And those creatures were commanded to serve and to be ruled, whereas he was commanded to rule and to exercise lordship. And to them are given diverse figures of natures, and as many forms as solid and visible nature brought forth at the command of God, whereas to him was given that which is Godlike and resembling God, wrought in every respect to exactness after that archetypal and only-begotten image of the Father: For God made man; according to the image of God He made him. Wherefore He also took care for the permanence of His own statue, lest it should be easily susceptible to corruption—just as do the makers of statues as well. For they take thought not only for the beauty of their statues and their comeliness, that they may be exceeding fair or magnificent, but also make provision, so far as lies in their power, for the immortality of their handiworks, that they may be preserved undissolved for ages of time, just as Pheidias also did. For he, after fashioning the Pisaean image (and this was of ivory), ordered oil to be poured out round about the feet in front of the statue, to preserve it immortal so far as possible.
Καὶ τοίνυν εἰ τῶν χειροτμήτων οὕτως δημιουργοὶ, ὁ Θεὸς ὁ ἀριστοτέχνας, ὃς πάντα δύναται καὶ ἐξ οὐκ ὄντων ποιεῖν, οὐ μᾶλλον τὸ ἄγαλμα τὸ λογικὸν ἑαυτοῦ τὸν ἄνθρωπον ἀνώλεθρον καὶ ἀθάνατον εἶναι τὸ παράπαν ἐξ ἁπάσης ἀνάγκης ἐμηχανήσατο, ἀλλ' εἴασεν οὕτως ἀτιμότατα λυόμενον ὀλέθρῳ παραδοῦναι καὶ φθορᾷ, ὃ διαφερόντως ἠξίωσε ταῖς ἑαυτοῦ ποιῆσαι χερσὶ, κατ' εἰκόνα μορφοποιήσας αὐτὸ, καὶ καθ' ὁμοίωσιν τὴν ἑαυτοῦ, τὸν κόσμον τοῦ κόσμου, δι' οὗ κόσμος ἐγένετο; Οὐκ ἔστιν εἰπεῖν. Ἀπῄει γὰρ εἰς ἀφροσύνην ἐπαρθέντα φρονῆσαι τοῦτο.
And therefore, if makers of hand-carved images act thus, did not God the supreme Artificer, Who is able to make all things even out of nothing, much rather contrive out of every necessity that His own rational statue, man, should be wholly imperishable and immortal, instead of suffering that which He pre-eminently deigned to make with His own hands—having shaped it according to His image and according to His own likeness, the ornament of the cosmos, for whose sake the cosmos came into being—to be thus most dishonourably dissolved and delivered over to ruin and corruption? That cannot be said; for anyone puffed up to think such a thing would verge upon madness.
PG 41:1101Read from the page
ΙΘʹ. Ἀλλ' ἴσως μὴ ἐπιστήσαντες ἑαυτοὺς πρὸς τὰ λεχθέντα, ὦ Ἀγλαοφῶν, λέξετε· Καὶ πῶς, εἰ ἀθάνατον ἦν ἐκ γενέσεως καθ' ὑμᾶς τὸ ζῶον, γεγένηται θνητὸν, ὁπότε τὸ ἀθάνατον ἀμεταστρόφως τοῦτο ὅ ἐστιν εἶναι χρὴ, μὴ μεταπίπτον, ἢ ἐξανιστάμενον εἰς τὴν αἰσχίονα καὶ θνητὴν φύσιν; Ἀμήχανον γὰρ, ἐπεὶ οὐκ ἔστιν ἀθάνατον. Ἐπειδὴ, λέξω, γενόμενον αὐτεξούσιον πρὸς τὴν αἵρεσιν τοῦ καλοῦ, καὶ τοῦτον τὸν θεσμὸν εἰληφὼς ὁ μισόκαλος ἐπιστὰς ἐβάσκανε φθόνος. Ὁ γὰρ Θεὸς ἔκτισε τὸν ἄνθρωπον ἐπὶ ἀφθαρσίᾳ, καὶ εἰκόνα τῆς ἰδίας ἀϊδιότητος ἐποίησεν αὐτόν. Καὶ γὰρ ὁ Θεὸς θάνατον οὐκ ἐποίησεν, οὐδὲ τέρπεται ἐπ' ἀπωλείᾳ ζώντων. Φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον· καθάπερ καὶ ἡ Σοφία Σαλομῶνος μαρτυρεῖ. Καὶ πόθεν ὁ θάνατος. πάλιν δὴ λέγεσθαι ἀνάγκη, εἰ μὴ θάνατον ἐποίησεν ὁ Θεὸς, εἰ ἀπὸ τοῦ φθόνου, καὶ πῶς ὁ φθόνος τῆς βουλήσεως μᾶλλον ἴσχυσε τοῦ Θεοῦ. Ἀλλὰ τοῦτο δύσφημον λέξωμεν. Πόθεν ὁ φθόνος; ὁ ἀντιλέγων ἐρεῖ. Εἰ γὰρ ἀπὸ τοῦ διαβόλου, καὶ διὰ τί διάβολος ἐγένετο, εἰ ἐγένετο;
Chapter XIX. Yet perhaps, not having applied your minds to what has been said, O Aglaophon, you will say: And how, if according to you the living creature was immortal from its origin, has it become mortal, seeing that what is immortal must unalterably be that very thing which it is, neither lapsing nor passing over into the baser and mortal nature? For that is impossible, since then it is not immortal. Because, I shall say, when he had come into being endowed with free will towards the choice of the good, and had received this ordinance, envy—the hater of good—came upon him and bewitched him. For God created man for incorruption, and made him an image of His own eternity. For God did not make death, neither does He delight in the destruction of the living; rather, through the envy of the devil death entered into the world, just as the Wisdom of Solomon also bears witness. And whence came death, one must again ask, if God did not make death—if from envy, how too did envy prevail more than the counsel of God? Yet let us call this impious to utter. Whence came envy? the opponent will say; for if from the devil, why too did a devil come into being, if he came into being?
Κʹ. Καὶ ὁ ποιήσας αὐτόν ἐστιν αἴτιος τοῦ εἶναι κακόν. Ἀλλὰ ἀναίτιος πάντη κακῶν ἐστιν ὁ Θεός· ἀγένητος ἄρα ὁ διάβολος. Καὶ εἰ ἀγένητος, καὶ ἀπαθὴς, καὶ ἀνώλεθρος, καὶ ἀνενδεής. Τῷ γὰρ ἀγενήτῳ ἐξ ἀνάγκης ἁπάσης ταῦτα ὑπάρχειν χρή. Ὁ δὲ διάβολος καταργεῖται, καὶ κολάζεται. Τὸ δὲ κολαζόμενον ἄρα ἀλλοιοῦται, καὶ πάσχει. Ἀπαθὲς δὲ τὸ ἀγένητον· οὐκ ἄρα ἀγένητος, ἀλλὰ γενητὸς ὁ διάβολος· εἰ δὲ γενητὸς, καὶ πᾶν τὸ γεγενημένον ἀπό τινος ἀρχῆς ἐγένετο, καὶ ἔστιν αὐτοῦ δημιουργὸς καὶ τοῦ διαβόλου. Καὶ πότερον κἀκεῖνος ἀγένητός ἐστιν, ἢ γενητός; Ἀλλὰ τὸ ἀγένητον εἶναι μόνον νοεῖσθαι χρὴ τὸν Θεόν· οὐδὲ γὰρ εἶναι τὸ σύνολον ὅλως ἐκ παντὸς εἰς τὸ παράπαν ἕτερος δημιουργὸς πλὴν αὐτοῦ· Ἐγὼ πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ ἄλλος οὐκ ἔστι Θεός. Οὐδὲ μετασκευάζεσθαι δεῖ τι, ἢ κτίζεσθαι παρὰ τὴν αὐτοῦ δύναται βουλήν. Καὶ γὰρ ὁ Υἱὸς οὐδὲν ἀφ' ἑαυτοῦ δύνασθαι ποιεῖν ὁμολογεῖ, ἐὰν μὴ βλέπῃ τὸν Πατέρα ποιοῦντα. Ἃ γὰρ ἂν, φησὶν, ὁ Πατὴρ ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ποιεῖ. Οὐδὲ μήν τι πολέμιον, ἢ ἀντιδοξοῦν αὐτῷ, ἢ ἀντίθεόν ἐστιν· ἐπεὶ, κἂν εἰ ἀντέπρασσέ τι τῷ Θεῷ, ἐπαύσατο ἂν τοῦ εἶναι, λυθείσης αὐτοῦ τῇ τοῦ Θεοῦ δυνάμει καὶ ἰσχύϊ τῆς συστάσεως. Τῷ γὰρ ποιήσαντι λῦσαι μόνῳ καὶ τὰ ἀθάνατα δυνατόν.
Chapter XX. Then too he who made him is the cause of his being evil. Yet God is altogether blameless of evils; therefore the devil is unbegotten. And if unbegotten, he is also impassible, and imperishable, and without need; for by every necessity these attributes must belong to what is unbegotten. Yet the devil is brought to naught and is punished; and that which is punished is consequently altered and suffers. Now what is unbegotten is impassible; therefore the devil is not unbegotten, but begotten. And if he is begotten, and everything that has come into being came into being from some principle, there is a Maker both of it and of the devil. And is that Maker too unbegotten, or begotten? Rather, God alone must be understood to be that which is unbegotten; for neither can there exist at all in any way whatsoever any other Demiurge apart from Him: I am the first, and I am hereafter, and apart from Me there is no other God. Neither may anything be refashioned, nor can anything be created contrary to His counsel. For the Son also confesses that He can do nothing of Himself, unless He sees the Father doing it: For whatever things, He says, the Father does, these things the Son also does. Nor yet is there anything hostile, or holding a contrary opinion to Him, or opposed to God; since, even if anything had acted in opposition to God, it would have ceased to exist, its constitution being dissolved by the power and might of God. For to Him alone Who made them is it possible to dissolve even things immortal.
ΚΑʹ. Τί οὖν ὁ διάβολος λέξεται; Πνεῦμα περὶ τὴν ὕλην ἔχον, καθάπερ ἐλέχθη, ὦ Ἀθηναγόρα, γε-
Chapter XXI. What, then, shall the devil be said to be? A spirit occupied with matter, just as was stated, O Athenagoras, having come into
PG 41:1104Read from the page
νόμενον ὑπὸ τοῦ Θεοῦ. Ὥσπερ δὲ καὶ οἱ λοιποὶ γεγόνασιν ὑπ' αὐτοῦ ἄγγελοι, καὶ τὴν ἐπὶ τῇ ὕλῃ, καὶ τοῖς τῆς ὕλης εἴδεσι πεπιστευμένοι διοίκησιν. Τοῦτο γὰρ ἦν ἡ τῶν ἀγγέλων σύστασις, τῷ Θεῷ ἐπὶ προναίᾳ γεγονέναι τοῖς ὑπ' αὐτοῦ διακεκοσμημένοις· ἵνα τὴν μὲν παντελικὴν καὶ γενετικὴν ὁ Θεὸς ἔχων τῶν ὅλων πρόνοιαν, ἢ τὸ κῦρος καὶ τὸ κράτος ἁπάντων αὐτὸς ἀνηρτημένος, καὶ ὥσπερ σκάφος τῷ τῆς σοφίας οἴακι διευθύνων ἀκλινῶς τὸ πᾶν· τὴν δὲ διὰ μέρους οἱ μὲν λοιποὶ, ἐφ' οἷς αὐτοὺς ἐποίησε, καὶ διετάξατο ὁ Θεὸς, ἔμειναν. Ὁ δὲ ἐνύβρισε, καὶ πονηρὸς περὶ τῶν πεπιστευμένων ἐγένετο τὴν διοίκησιν, φθόνον ἐγκισσήσας καθ' ἡμῶν· ὥσπερ καὶ οἱ μετὰ ταῦτα σαρκῶν ἐρασθέντες, καὶ ταῖς τῶν ἀνθρώπων εἰς φιλοκοιτίαν ὁμιλήσαντες θυγατράσιν. Αὐθαίρετον γὰρ καὶ αὐτοῖς ἔχειν πρὸς ἑκάτερα διετάξατο βούλησιν ὁ Θεὸς. αἷα καὶ ἐπὶ τῶν ἀνθρώπων· ἵν' ἢ πειθόμενοι τῷ λόγῳ συνῶσιν αὐτῷ, καὶ ἀπολαύωσι μακαριότητος· ἢ μὴ πειθόμενοι κρίνωνται. Ἦν δὲ καὶ ὁ διάβολος ἀστὴρ Ἑωσφόρος. Πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ Ἑωσφόρος, ὁ πρωῗ ἀνατέλλων; Τοῦ φωτὸς ἦν ἄστρον πρωϊνόν. Ἀλλ' ἐξέπεσε, καὶ εἰς τὴν γῆν συνετρίβη, ἐπιτροπεύσας τῷ ἀνθρώπῳ τὰ ἐναντία. Τὸ γὰρ Θεῖον νεμεσᾷ τοῖς ὑπερηφάνοις, καὶ τὰ αὐθάδη φρονήματα κωλύει. Ἐπέρχεται δὲ καὶ ἐμμέτρως εἰπεῖν·
being from God—just as the rest of the angels also came into being from Him, entrusted too with the administration over matter and the forms of matter. For this was the constitution of the angels: that they came into being from God for providence over the things ordered by Him, so that God, holding the universal and generative providence over all things—or rather having the supreme authority and sovereignty over all things depending upon Himself, and steering the universe unswervingly as a vessel with the helm of wisdom—while as for the particular administration, the rest remained in the stations for which God had made and appointed them; whereas he acted insolently and proved wicked in the administration of the things entrusted to him, conceiving envy against us—just like those too who afterwards lusted after flesh and consorted in wantonness of bed with the daughters of men. For God appointed to them also, just as in the case of human beings, to possess a self-chosen will towards either course, so that either by obeying the Word they might abide with Him and enjoy blessedness, or by disobeying they might be judged. Moreover, the devil too was the star Lucifer: How has Lucifer, who rose at dawn, fallen out of heaven? He was a morning star of light; yet he fell out and was dashed in pieces upon the earth, having contrived hostile designs against man. For the Divine is indignant against the proud and checks presumptuous thoughts. And it comes into my mind to speak in metre also:
Ὡς πᾶσιν ἀρχὴ καὶ πέρας κακῶν (ὁ) ὄφις, Οὕτω βαρὺν τίκτουσα θησαυρὸν κακῶν Πλάνη τυφλοῦ, ποδηγὲ ἀγνοίας, βίου Χαίρουσα θρήνοις, καὶ στενάγμασι βροτῶν. Ὑμεῖς, ἀθέσμους εἰς ὕβρεις ὁμοσπόρων Τὰς μισαδέλφους ὁπλίσαντες ὠλένας, Κάϊν μολύναι φοινίῳ πρῶτον λύθρῳ Ἐπείσατο γῆν. Καὶ τὸν ἐξ ἀκηράτων Πεσεῖν αἰώνων πρωτόπλαστον εἰς χθόνα Ὑμεῖς ἐτεκτήνασθε.
Just as for all things the serpent is the beginning and the end of evils, so too art thou, O Deceit of a blind life, guide of ignorance, bringing forth a heavy treasure of evils, rejoicing in the lamentations and groanings of mortals. It was you who, arming brother-hating arms for lawless outrages against those of the same seed, persuaded Cain first to defile the earth with murderous gore; and it was you who contrived that the first-formed man should fall from undefiled ages down to the ground.
ΚΒʹ. Καὶ ὁ μὲν διάβολος οὕτως· ὁ δὲ θάνατος πρὸς ἐπιστροφὴν εὑρέθη, καθάπερ καὶ τοῖς ἀρτιμαθέσι γραμμάτων παιδίοις πρὸς ἐπανόρθωσιν αι πληγαί. Οὐδὲν γὰρ ἄλλο ὁ θάνατος ἢ διάκρισις καὶ διαχωρισμὸς ψυχῆς ἀπὸ σώματος. Τί οὖν; παραίτιος ὁ Θεὸς θανάτου; λέξετε. Πάλιν γὰρ ὁ αὐτὸς ἡμῖν ἥκει λόγος. Μὴ γένοιτο! Ἐπεὶ μηδὲ οἱ διδάσκαλοι προκαθηγουμένως τοῦ ἀλγύνεσθαι ταῖς πληγαῖς τοὺς παῖδας αἴτιοι. Καλὸν οὖν ὁ θάνατος, εἰ καθάπερ παισὶ πρὸς
Chapter XXII. Such, then, is the account of the devil; whereas death was devised for conversion, just as stripes also are applied for correction to young children newly learning their letters. For death is nothing else than a parting and separation of soul from body. What then? Is God an accessory cause of death? you will say; for once again the selfsame argument comes back upon us. Far be it! Since neither are schoolmasters primarily the cause of boys suffering pain from stripes. Death, therefore, is a good thing, if just as for boys towards
Notes, col. 1104

On the reading

Printed προναίᾳ, for προνοίᾳ.

Printed Θεὸς., for Θεός,.

Printed αἷα, for οἷα.

Printed αι, for αἱ.

PG 41:1105Read from the page
ἐπιστροφὴν δίκην πληγῶν εὑρέθη· οὐχ ὁ τῆς ἁμαρτίας, ὦ σοφώτατοι, ἀλλ' ὁ τῆς διαζεύξεως τῆς σαρκὸς καὶ τοῦ χωρισμοῦ. Αὐτεξούσιος γὰρ ὢν καὶ αὐτοκράτωρ ὁ ἄνθρωπος, καὶ αὐτοδέσποτον βούλησιν καὶ αὐτοπροαίρετον πρὸς τὴν αἵρεσιν, ὡς ἔφην, τοῦ καλοῦ λαβὼν, ἀκούσας τε· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ φάγεσθε· ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε ἀπ' αὐτοῦ. ᾘ δ' ἂν ἡμέρᾳ φάγητε ἀπ' αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε· ἀπ' αὐτοῦ εἰς τὸ φαγεῖν, τῷ διαβόλῳ δὲ δελεασαμένη ἡ σοφία ποικίλως πρὸς παρακοὴν πείσοντι, ἠθέτησε τὴν ἐντολὴν τοῦ Θεοῦ· καὶ ἐγένετο τοῦτο αὐτῷ εἰς σκάνδαλον, καὶ εἰς παγίδα, καὶ εἰς σκῶλον. Οὐ γὰρ ἐποίησεν ὁ Θεὸς κακὸν, οὐδέ ἐστι τὸ σύνολον ὅλως ἐκ παντὸς τὸ παράπαν αἴτιος κακοῦ. Ἀλλὰ πᾶν ὅπερ ἂν αὐτεξούσιον οὕτως ὑπ' αὐτοῦ γεγονὸς, ἢ πρὸς τὸ φυλάξασθαι, καὶ τηρῆσαι νόμον, ὃν αὐτὸς δικαίως διεστείλατο, μὴ τηρῆσαν λέγεται κακόν. Βαρυτάτη δὲ βλάβη τὸ παρακοῦσαι Θεοῦ τοὺς ὅρους τῆς κατὰ τὸ αὐτεξούσιον ὑπερβάντα δικαιοσύνης. Ὅθεν, ἐπειδὴ κατερῥυπώθη, καὶ κατεμιάνθη, τῆς ἀποφάσεως ἀποστατήσας ὁ ἄνθρωπος τοῦ Θεοῦ, καὶ κηλίδας ἐναπεμάξατο κακίας πολλὰς, ἃς ὁ ἄρχων οὗτος ἀπεκύησε, καὶ πατὴρ τῆς πλάνης, πόνον, κατὰ τὴν Γραφὴν, συλλαβὼν, ἵνα τὸν ἄνθρωπον πρὸς ἀδικίαν ἀεὶ φαντάζειν ἔχῃ καὶ κινεῖν, ὁ Θεὸς ὁ παντοκράτωρ ἀθάνατον κακὸν ἐξ ἐπιβουλῆς ἰδὼν γεγενημένον, καθάπερ καὶ ὁ διάβολος πλάνος ἦν, τοὺς δερματίνους χιτῶνας διὰ τοῦτο κατεσκεύασεν, οἱονεὶ νεκρότητα περιβαλὼν αὐτόν· ὅπως διὰ τῆς λύσεως τοῦ σώματος πᾶν τὸ ἐν αὐτῷ γεννηθὲν κακὸν ἀποθάνῃ.
conversion it was devised after the manner of stripes—not the death of sin, O wisest of men, but that of the unyoking and sundering of the flesh. For since man had free will and self-mastery, having received a self-governing and self-chosen counsel, as I said, towards the choice of the good, and having heard: From every tree that is in paradise you shall eat; but from the tree of knowing good and evil you shall not eat from it; and on whatever day you eat from it, you shall surely die—as regards eating from it, his wisdom, enticed in manifold ways by the devil persuading him towards disobedience, set at naught the commandment of God; and this became to him a stumbling-block, and a snare, and an offence. For God did not make evil, nor is He at all in any way whatsoever the cause of evil; rather, whatever being endowed in this way with free will by Him fails to keep a law—made for guarding and keeping it—which He Himself justly enjoined, is called evil. And the heaviest harm is to disobey God by transgressing the bounds of righteousness that pertains to free will. Hence, since the man of God had become befouled and defiled, having revolted from the decree, and had wiped off upon himself many stains of wickedness which this ruler and father of error brought forth—having conceived travail, according to Scripture, so as ever to be able to delude and stir man towards unrighteousness—God Almighty, seeing an immortal evil sprung from treachery, even as the devil too was a deceiver, on this account fashioned the tunics of skin, clothing him as it were with deadness, so that through the dissolution of the body all the evil engendered within him might die.
ΚΓʹ. Προηπόρηται δὲ ἤδη, καὶ ἀπεδείχθη τοὺς δερματίνους χιτῶνας μὴ εἶναι τὰ σώματα. Ὅμως δὲ καὶ πάλιν (οὐ γὰρ ἅπαξ ῥητέον) φράζωμεν. Αὐτὸς πρὸ τῆς κατασκευῆς αὐτῶν ὁ πρωτόπλαστος ὁμολογεῖ καὶ ὀστᾶ ἔχειν καὶ σάρκας, ὁπότε δὴ, τὴν γυναῖκα αὐτῷ προσαχθεῖσαν θεασάμενος, Τοῦτο νῦν ὀστοῦν, ἐφώνησεν, ἐκ τῶν ὀστῶν μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου. Αὕτη κληθήσεται γυνὴ, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη. Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ· καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Οὐ γὰρ δὴ ἀνέξομαι φληναφούντων τινῶν, καὶ βιαζομένων ἀπηρυθριασμένως τὴν Γραφὴν, ἵνα αὐτοῖς δὴ σαρκὸς μὴ εἶναι προχώρησις ἡ ἀνάστασις, ὀστᾶ νοητὰ καὶ σάρκας νοητὰς ὑποτιθεμένων, καὶ ἄλλοτε ἄλλως ἄνω καὶ κάτω μεταβαλλομένων ἀλληγορίαις. Καὶ ταῦτα οὕτω, ὡς γέγραπται, παραλαμβάνεσθαι κρατύνοντος τοῦ Χριστοῦ τὴν Γραφὴν, ἔνθα πυνθανομένοις τοῖς Φαρισαίοις περὶ χωρισμοῦ γυναικὸς ἀποκρίνεται, ὅτι Ἀπ' ἀρχῆς ὁ κτίσας, ἄρσεν καὶ θῆλυ ἐποίησε, καὶ εἶπεν· Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα, καὶ τὰ ἑξῆς. Πῶς γὰρ ἐπὶ
Chapter XXIII. Yet the question has already been raised beforehand, and it has been demonstrated that the tunics of skin are not our bodies. Nevertheless let us state it once again (for it must not be said once only). Even prior to the fashioning of them, the first-formed man himself confesses that he possesses both bones and flesh, when, upon beholding the woman brought to him, he cried out: This now is bone out of my bones, and flesh out of my flesh; she shall be called woman, because she was taken out of her husband. For this cause a man shall leave his father and his mother, and shall cleave to his wife; and the two shall become one flesh. For indeed I shall not put up with certain babblers who shamelessly do violence to Scripture—so that for them the resurrection may have no progression of flesh—supposing intelligible bones and intelligible flesh, and shifting things upside down now one way, now another, by allegories. And all the more so since Christ confirms that Scripture is to be taken thus as it is written, where in reply to the Pharisees inquiring about divorcing a wife He answers: He Who created them from the beginning made them male and female, and said: For this cause a man shall leave his father and his mother, and so forth. For how, in reference to
Notes, col. 1105

On the reading

Printed ᾘ, for ᾟ.

PG 41:1108Read from the page
ψυχῶν μόνον τὸ, Αὐξάνεσθε, καὶ πληρώσατε τὴν γῆν, παραληπτέον; ἢ τὸ, Ἔλαβε χοῦν ἀπὸ τῆς γῆς ὁ Θεὸς, καὶ ἔπλασε τὸν ἄνθρωπον· ὃ κυρίως ἐπὶ τοῦ σώματος λελέχθαι φαίνεται. Οὐ γὰρ ἀπὸ τοῦ χοὸς καὶ τῶν βαρυτέρων τὴν οὐσίαν ἐκτήσατο ἡ ψυχή. Ὥστε συνέστηκεν ἐκ παντὸς ἀληθέστατα πρὸ τῶν δερματίνων σεσωματοποιῆσθαι χιτώνων τὸν ἄνθρωπον. Ταῦτα γὰρ πρὸ τοῦ ἐκπεσεῖν αὐτὸν ἅπαντα εἴρηται· τὰ δὲ κατὰ τοὺς χιτῶνας μετὰ τὸ ἐκπεσεῖν.
of souls alone must the saying, Be fruitful, and multiply and fill the earth, be taken? Or that other saying, God took dust from the earth, and fashioned man, which manifestly appears to have been spoken properly of the body. For the soul did not acquire its substance from dust and the heavier elements. Consequently it stands most truly established in every respect that man had been given bodily form prior to the tunics of skin. For all these things are stated prior to his fall; whereas the matters concerning the tunics come after his fall.
Ὅθεν ἴωμεν πάλιν ἐπισκεψόμενοι τὰ ἐν χερσὶν, ἱκανῶς ἀποδείξαντες μὴ εἶναι τοὺς δερματίνους χιτῶνας τὰ σώματα, ἀλλὰ τὴν ἀπὸ τοῦ λόγου τῶν ζώων νεκρότητα κατεσκευασμένην· τοῦτο γὰρ λείπεται. Ἀμέλει τῶν ὅρων ἔξω τοῦ παραδείσου κατὰ ταύτην ἐξοικίζεται τὴν αἰτίαν. Οὐ γὰρ ὅτι μὴ θέλων ὁ Θεὸς ἀπὸ τοῦ ξύλου δρέψασθαι τῆς ζωῆς αὐτὸν, καὶ φαγεῖν, ἐξέβαλεν (ἠδύνατο γὰρ εἰς τὸν αἰῶνα ζῆν, αὖθις φαγὼν ἀπὸ τῆς ζωῆς), ἀλλ' ἵνα μὴ ἀθάνατον, ὡς ὑπεθέμεθα, γενηθῇ τὸ κακόν. Ἐπεὶ διὰ τί τὸν Χριστὸν ἀπὸ τῶν οὐρανῶν ἀπέστειλεν εἰς τὴν γῆν, εἰ ὅλως ἠθέλησε ζωῆς τὸν ἄνθρωπον ἄγευστον ἀποθανεῖν εἰς τὸ παντελές; Εἰ δὲ ἐκ μεταμέλου τοῦτο φαίη πεποιηκέναι τὸν Θεὸν ὁ ἀντιλέγων, ἀσθενὴς αὐτῶν ὁ λόγος, μεταγινώσκοντα τὸν Θεὸν εἰσάγων. Ἀλλ' οὔτε ἀξύνετος τοῦ μέλλοντος Θεὸς, οὔτε κακοποιὸς, ἀλλὰ καὶ ἄκρως ἀγαθὸς, καὶ προγινώσκων τὰ μέλλοντα. Ὥστε οὐκ ἄρα διὰ τὸ μὴ σώζεσθαι εἰς τὸν αἰῶνα φαγόντα αὐτὸν ἀπὸ τοῦ ξύλου τῆς ζωῆς, ἐξέβαλεν, ἀλλὰ διὰ τὸ νεκρωθῆναι πρῶτον θανάτῳ τὴν ἁμαρτίαν· ἵν' οὕτως, μετὰ τὸ ἀποθανεῖν ἐκτακείσης τῆς ἁμαρτίας, ἐγερθεὶς ἄνθρωπος καθαρὸς φάγῃ τῆς ζωῆς.
Wherefore let us proceed once more to examine the matters in hand, having sufficiently demonstrated that the tunics of skin were not the bodies, but the mortality derived from the nature of irrational creatures that had been prepared; for this alone remains. Assuredly he is banished outside the bounds of paradise for this reason. For it was not because God did not wish him to pluck from the tree of life and eat that He cast him out (for he was able to live forever by eating again from the tree of life), but in order that evil might not become immortal, as we have laid down. Otherwise why did He send Christ down from the heavens to the earth, if He wished man altogether to die utterly without ever tasting life? And if our opponent should claim that God did this out of regret, their argument is feeble, introducing God as changing His mind. Yet God is neither unintelligent regarding the future, nor an author of evil, rather He is supremely good and foreknows what is to come. Consequently He did not cast him out so that he might not be saved forever by eating from the tree of life, rather so that sin might first be put to death by death; in order that thus, once sin had melted away after dying, man might be raised up pure and eat of life.
ΚΔʹ. Μηδεὶς δὲ ἀβέλτερος ὢν παρακινδυνευέτω, ὡς τούτων ἑτέρως λεχθέντων. Ὁ γὰρ ὅλως ὁριζόμενος τὴν σάρκα μὴ εἶναι ταύτην ἀθανασίας δεκτικὴν, ὄντως ἀνοίας ὑπαίτιος ὢν νόσῳ, βλασφημεῖ. Διὰ τί γὰρ μετὰ τὴν τῶν χιτώνων τῶν δερματίνων ὁ Ἀδὰμ κατασκευὴν ἐκβάλλεται, κωλυόμενος φαγεῖν ἀπὸ τοῦ ξύλου τῆς ζωῆς, καὶ ζῆσαι, εἰ ὅλως ἀδύνατον ἦν μετὰ σώματος εἰς τὸν αἰῶνα ζῆσαι τὸν ἄνθρωπον; Ὡς δυναμένου γὰρ αὐτοῦ μὴ ἀποθανεῖν, ἐὰν ἀπὸ τῆς ζωῆς γεύσηται λαβών, ἡ κώλυσις γίνεται. Φησὶ γάρ· Καὶ ἐποίησε Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ καὶ τῇ γύναικι αὐτοῦ χιτῶνας δερματίνους· καὶ ἐνέδυσεν αὐτούς. Καὶ εἶπεν ὁ Θεός· Ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν, τοῦ γινώσκειν καλὸν καὶ πονηρόν. Καὶ νῦν μήποτε ἐκτείνῃ τὴν χεῖρα, καὶ λάβῃ τοῦ ξύλου τῆς ζωῆς, καὶ φάγῃ, καὶ ζήσεται εἰς τὸν αἰῶνα. Καὶ ἐξαπέστειλεν αὐτὸν Κύριος ὁ Θεὸς ἐκ τοῦ παραδείσου τῆς τρυφῆς ἐργάζεσθαι τὴν γῆν, ἐξ ἧς ἐλήφθη. Καὶ ἐξέβαλε τὸν Ἀδάμ. Οὐκοῦν ἠδύνατο ζῆν, εἰ μὴ κεκώλυτο γεύσασθαι τῆς ζωῆς. Ἐκωλύθη δὲ, ὅπως ἡ μὲν ἁμαρτία συναποκτανθεῖσα τῷ σώματι θάνῃ, τὸ δὲ σῶμα
Chapter XXIV. And let no foolish person rashly venture to assert that these things were spoken in some other sense. For whoever flatly declares that this flesh is not capable of receiving immortality, being truly guilty of the malady of folly, utters blasphemy. For why, after the fashioning of the tunics of skin, is Adam cast out, prevented from eating of the tree of life and living, if it were altogether impossible for man to live forever with a body? For the prohibition takes place on the ground that he was able not to die if he took and tasted of life. For it says: And the Lord God made for Adam and for his wife tunics of skin, and clothed them. And God said: Behold, Adam has become as one of Us, to know good and evil. And now, lest perchance he stretch forth his hand, and take of the tree of life, and eat, and live forever. And the Lord God sent him forth out of the paradise of delight to till the earth from which he was taken. And He cast out Adam. Therefore he was able to live, had he not been prevented from tasting of life. And he was prevented in order that sin, slain together with the body, might die, while the body
Notes, col. 1108

On the reading

Printed γύναικι, for γυναικὶ.

PG 41:1109Read from the page
ἀναστῇ, τῆς ἁμαρτίας ἀπολομένης. Ἵνα τοίνυν μὴ ᾖ κακὸν ἀθάνατον ὁ ἄνθρωπος, ὡς ἔφην, ἢ ἀείζωον, ἔχων ἐν ἑαυτῷ τὴν ἁμαρτίαν κρατιστεύουσαν, ἅτε ἐν ἀθανάτῳ βλαστήσασαν σώματι, καὶ ἀθάνατον ἔχουσαν τροφήν, ὁ Θεὸς αὐτὸν διὰ τοῦτο θνητὸν ἀπεφήνατο νεκρότητι περιβαλών. Τοῦτο γὰρ οἱ δερμάτινοι χιτῶνες ἐβούλοντο· ἵνα δὴ διὰ τῆς λύσεως τοῦ σώματος καὶ τῆς διαιρέσεως ἡ ἁμαρτία κάτωθεν αὐτόπρεμνος πᾶσα διαφθαρῇ· ὡς μηδὲ κἂν βραχύτατον ῥίζης ἐαθῆναι μέρος, ἀφ' οὗ νέαι βλάσται πάλιν ἁμαρτημάτων ἀναβλύζωνται.
rise again, once sin has perished. In order, therefore, that man might not be an immortal or ever-living evil, as I said, having sin reigning mightily within himself, inasmuch as it had sprouted in an immortal body and possessed immortal nourishment, God on this account rendered him mortal, clothing him with mortality. For this is what the tunics of skin meant: namely, that through the dissolution and division of the body, sin might be utterly destroyed from below, root and stock, so that not even the tiniest part of a root might be left behind, from which fresh shoots of sins might spring up again.
ΚΕʹ. Καθάπερ γὰρ ἐν οἰκοδομήμασι ναῶν καλῶν συκῆ γεννηθεῖσα, καὶ εἰς ἔκτασιν καὶ μέγεθος εὐτροφήσασα, καὶ ἐπὶ πάσας τὰς ἁρμονίας πολυκλημάτοις ῥίζαις τῶν λίθων κεχυμένη, οὐ πρότερον τοῦ φύειν στέλλεται, ἕως πᾶσα ἀποσπασθῇ, λυθέντων τῶν καθ' οὓς ἐβλάστησε τόπους τῶν λίθων· δυνατὸν γὰρ πάλιν εἰς τοὺς ἑαυτῶν ἐναρμοσθῆναι τόπους τοὺς λίθους, τῆς συκῆς ἀφῃρημένης, ὅπως ὁ μὲν ναὸς σώζηται, μηδὲν τῶν ἀφανιζόντων αὐτὸν κακῶν ἑαυτῷ μηκέτι φέρων, ἡ δὲ συκῆ πᾶσα προθέλυμνος ἀποσπασθεῖσα ἀποθάνῃ· κατὰ ταῦτα καὶ ὁ Θεὸς ὁ τεχνίτης τὸν ἑαυτοῦ νεὼ τὸν ἄνθρωπον, δίκην ἀγρίας συκῆς τὴν ἁμαρτίαν βλαστήσαντα, διέλυσε, θανάτου προσκαίροις προσβολαῖς ἀποκτείνων, κατὰ τὸ γεγραμμένον, καὶ ζωοποιῶν, ἵνα πάλιν τῶν αὐτῶν ἡ σὰρξ μερῶν μετὰ τὸ ξηρανθῆναι, καὶ ἀποθανεῖν τὸ ἁμάρτημα, δίκην ἀνακαινοποιηθέντος ναοῦ, ἀθάνατος καὶ ἀπήμων ἐγερθῇ, τελέως ἐκ βάθρων ἀπολομένης τῆς ἁμαρτίας. Ζῶντος γὰρ ἔτι τοῦ σώματος πρὸ τοῦ τεθνήξεσθαι, συζῆν ἀνάγκη καὶ τὴν ἁμαρτίαν, ἔνδον τὰς ῥίζας αὐτῆς ἐν ἡμῖν ἀποκρύπτουσαν, εἰ καὶ ἔξωθεν τομαῖς ταῖς ἀπὸ τῶν σωφρονισμῶν καὶ τῶν νουθετήσεων ἀνεστέλλετο. Ἐπεὶ οὖν οὐκ ἂν μετὰ τὸ φωτισθῆναι συνέβαινεν ἀδικεῖν, ἅτε παντάπασιν εἰλικρινῶς ἀφῃρημένης ἀφ' ἡμῶν τῆς ἁμαρτίας. Νῦν δὲ καὶ μετὰ τὸ πιστεῦσαι, καὶ ἐπὶ τὸ ὕδωρ ἐλθεῖν τοῦ ἁγνισμοῦ, πολλάκις ἐν ἁμαρτίαις ὄντες εὑρισκόμεθα. Οὐδεὶς γὰρ οὕτως ἁμαρτίας ἐκτὸς εἶναι ἑαυτὸν καυχήσηται, ὡς μηδὲ κἂν ἐνθυμηθῆναι τὸ σύνολον ὅλως τὴν ἀδικίαν. Ὥστε συνέστηκε συστέλλεσθαι μὲν, καὶ κατευνάζεσθαι τῇ πίστει νῦν τὴν ἁμαρτίαν, εἰς τὸ μὴ οἶσαι καρποὺς βλαβοποιοὺς, οὐ μὴν ἀναιρεῖσθαι καὶ τῶν ῥιζῶν ἄχρις. Νῦν μὲν ἐνταῦθα τὰς βλάστας αὐτῆς, οἷον τὰς ἐνθυμήσεις τὰς πονηρὰς, συστέλλομεν, μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλήσει, μὴ ἐῶντες ἀναμύειν, καὶ διοίγνυσθαι τὰ μεμυκότα στόμια πρὸς τὰς ἐκφύσεις τοῦ λόγου, δίκην ἀξίνης πρὸς τὰς ῥίζας αὐτῆς τὰς κάτω φυομένας τέμνοντος· τότε δὲ καὶ τὸ ὅλως ἐνθυμηθήσεσθαι περὶ κακίας ἀφανισθήσεται.
Chapter XXV. For just as when a fig-tree has sprung up in the structures of fine temples, and has thriven to great extent and size, and spread with many-branched roots throughout all the joints of the stones, it does not cease growing until it is torn out altogether when the stones along the places where it sprouted have been dismantled — for once the fig-tree has been removed, it is possible for the stones to be fitted back again into their own places, so that the temple is preserved, no longer bearing within itself any of the evils that were destroying it, while the entire fig-tree, torn up by the roots, perishes — in this same manner also God the Craftsman dissolved His own temple, man, when he had sprouted sin after the likeness of a wild fig-tree, putting him to death by temporary assaults of death, according to what is written, and making him alive, so that the flesh, composed again of the very same parts after the sin has withered and died, might like a renovated temple be raised up immortal and unharmed, once sin has perished utterly from its foundations. For while the body is still living prior to dying, sin also must needs live alongside it, hiding its roots inwardly within us, even if outwardly it was held in check by prunings from chastenings and admonitions. Otherwise we would never happen to do wrong after illumination, inasmuch as sin would have been altogether purely removed from us. Yet as it is, even after believing and coming to the water of purification, we are oftentimes found in sins. For no one may boast himself to be so free of sin as never even to conceive iniquity in thought at all. Consequently it stands established that sin is now curbed and lulled to sleep by faith, so as not to bear harmful fruits, yet is not abolished right down to its roots. For the present, here below, we curb its shoots, such as evil thoughts, lest any root of bitterness springing up trouble us, not permitting its closed mouths to open up and gape wide towards sproutings, while the word, like an axe, cuts away at its roots growing below; whereas then even the very conceiving of wickedness in thought at all will be abolished.
ΚϚʹ. Οὐδὲ γὰρ ἀμάρτυρος ὁ λόγος Γραφῶν τοῖς βουλομένοις εἰλικρινῶς τὸ ἀληθὲς λέγειν. Ἐπεὶ οἶδε καὶ ὁ Ἀπόστολος μηδέπω τὴν ῥίζαν ἐξ ἀνθρώπων
Chapter XXVI. Nor indeed is our discourse unattested by the Scriptures for those who wish sincerely to speak the truth. Since the Apostle also knows that not yet from among human beings has the root