Migne Reading Room

PG 41 · cols. 1088–1097 · Read from the page

Panarium Adversus Octoginta Haereses: Liber II, Tomus I (Anacephalaeosis et Haereses XLVII–LXIV)

Panarium Adversus Octoginta Haereses: Liber II, Tomus I (Anacephalaeosis et Haereses XLVII–LXIV)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 41:1088Read from the page
Διὰ τοῦτο οὐκ ἀναστήσονται οἱ ἀσεβεῖς ἐν κρίσει.
Therefore the ungodly shall not rise up in judgement.
Ἐντεῦθεν δὲ ἐπιλαμβάνεται καὶ ἐπέκεινα τῶν τὴν ἀσφαλῆ ἀνάστασιν ὁριζόντων, καὶ τὴν βεβαίαν ἐλπίδα τῆς τῶν νεκρῶν ἀναστάσεως πιστευόντων, ὡς ἀκεραίων ὄντων, πολλὰ μοχθηρὰ ἐπειπὼν, καὶ σοφιστικήν τινα ὑπόνοιαν ὑφηγησάμενος, οὔ τι πιστικὸν, ἀλλὰ συλλογιστικὸν, πᾶν ὁτιοῦν εἰς καταστροφὴν τῶν αὐτῷ πεισθέντων, ἐκ τῶν κατὰ φύσιν ἡμῖν συμβαινόντων ἀνατρέψαι ἐπειράθη τῆς αὐτῆς ἀναστάσεως ἡμῶν ἐν ἀληθείᾳ ἐλπίδος τὴν ὁμολογίαν. Ἐγὼ δὲ τῶν καλῶς ἤδη κεκμηκότων, καὶ δικαιότατα ἀνατρεψάντων τὴν πᾶσαν αὐτοῦ ἐπινενοημένην ῥητορικὴν κακουργίαν μὴ ἐν τόλμῃ καλλίων βουλόμενος εἶναι, οἷα δὴ βραχὺς ὑπάρχων, ἀρκεσθῆναι ἐνόμισα καλῶς ἔχειν τοῖς ὑπὸ τοῦ μακαρίτου Μεθοδίου, εἰς τὸν Περὶ ἀναστάσεως λόγον, κατὰ τοῦ αὐτοῦ Ὠριγένους ειρημένοις. Ἅτινα ἐνταῦθα κατὰ λέξιν παραθήσομαι. Καὶ ἔστι τὰ ὑπὸ Μεθοδίου οὕτως, ὡς καὶ αὐτὸς ἔταξα.
And hence he goes further and lays hold of those who define the sure resurrection and believe in the firm hope of the resurrection of the dead, as though they were simpletons; uttering many wicked things besides, and suggesting a certain sophistical notion—nothing persuasive, rather syllogistic, anything whatsoever for the subversion of those persuaded by him—out of the things that naturally befall us he attempted to overturn the confession of our hope in truth of that same resurrection. Now I, not wishing in boldness to seem superior to those who have already laboured nobly and most justly overturned all his devised rhetorical malice, seeing that I am of slender ability, judged it well to be content with the things spoken by the blessed Methodius, in his discourse On the Resurrection, against the same Origen—which things I shall set alongside here word for word. And the words by Methodius stand thus, just as I myself have arranged them.
Τῶν Ὠριγένους ἐπιτομὴ ἐκ τῶν Μεθοδίου.
An epitome of Origen's writings, from the works of Methodius.
ΙΒʹ. Ἐντεῦθεν οἱ ἁπλούστεροι τῶν πεπιστευκότων ὁρμώμενοι, νομίζουσι τοὺς ἀσεβεῖς τῆς ἀναστάσεως μὴ τεύξεσθαι, τί νοοῦντες τὴν ἀνάστασιν, καὶ ποταπὴν τὴν κρίσιν φανταζόμενοι, οὐ πάνυ σαφηνίζοντες. Κἂν γὰρ δοκοῦσι περὶ τούτων ἀποφαίνεσθαι, ἡ βάσανος αὐτοὺς διελέγξει, τὰ ἑξῆς ἀκολούθως σώζειν μὴ δυναμένους. Ἐὰν οὖν πυνθανώμεθα, τίνος αὐτῶν ἡ ἀνάστασις γίνεται; ἀποκρίνονται, ὅτι τῶν σωμάτων, ὧν νῦν περικείμεθα. Εἶτα προσεπερωτησάντων ἡμῶν, πότερον τῆς οὐσίας αὐτῶν ὅλης, ἢ οὐχί; πρὶν βασανίσαι λέγουσιν, ὅτι ὅλης. Ἐὰν δὲ προσαπορήσωμεν συμπεριφερόμενοι τῇ ἀκεραιότητι αὐτῶν, ει συναναστήσεται τὰ ἀποῤῥεύσαντα ἐν φλεβοτομίαις αἵματα, καὶ αἱ σάρκες, καὶ αἱ τρίχες αἱ πώποτε γενόμεναι, ἢ μόναι αι πρὸς τῇ ἐξόδῳ θλιβόμεναι· εἰς τὸ τῷ Θεῷ ποιεῖν ἃ βούλεται προστρέχουσιν. Οἱ δὲ γενναιότεροι αὐτῶν, ἵνα μὴ ἀναγκάζωνται τὰ αὐτὰ αἵματα συναγαγεῖν τῷ λόγῳ, ἃ πολλάκις ἀποκριθῆναι τῶν σωμάτων ἡμῶν συνέβη, φασὶ τὸ ἐπὶ τέλει ἡμῶν ἀναστήσεσθαι σῶμα. Προσηπορήσαμεν δὲ, διὰ τὸ τρεπτὴν εἶναι τὴν σωματικὴν φύσιν, καὶ τοιαῦτα, ὥσπερ εἰς τὸ ἡμέτερον σῶμα αἱ τροφαὶ κατατάττονται, καὶ μεταβάλλουσι τὰς ὁμοιότητας, οὕτως καὶ τὰ ἡμέτερα σώματα μεταβάλλονται, καὶ ἐν τοῖς σαρκοβόροις οιωνοῖς καὶ θηρίοις γίγνονται μέρη
XII. Setting out from this passage, the simpler among believers suppose that the ungodly will not attain the resurrection, not altogether making clear what they understand by the resurrection and what sort of judgement they imagine. For even if they seem to declare their mind concerning these matters, examination will refute them, since they are unable consistently to preserve what follows. If, therefore, we inquire of what among them the resurrection takes place, they answer: Of the bodies with which we are clothed now. Next, when we ask further whether it is of their whole substance or not, before examining it they say: Of the whole. And if, accommodating ourselves to their simplicity, we raise the further difficulty whether the blood that flowed away in bloodlettings will rise together with it, and the flesh, and the hairs that ever grew, or only those pressed out near departure—they run for refuge to letting God do what He wills. Whereas the bolder among them, lest they be compelled by the argument to gather together that same blood which happened many times to be secreted from our bodies, say that our body as it stands at our end will rise again. And we raised further difficulties as well, on account of our bodily nature's being changeable: just as foods are assimilated into our body and change their likenesses, so too our bodies are changed, and in carnivorous birds and beasts become parts
Notes, col. 1088

On the reading

Printed ειρημένοις, for εἰρημένοις.

Printed ει συναναστήσεται, for εἰ συναναστήσεται.

Printed αι πρὸς, for αἱ πρὸς.

Printed οιωνοῖς, for οἰωνοῖς.

PG 41:1089Read from the page
τῶν ἐκείνων σωμάτων. Καὶ πάλιν ἐκεῖνα ὑπὸ ἀνθρώπων ἢ ἑτέρων ζώων ἐσθιόμενα ἀντιμεταβάλλει, καὶ γίνεται ἀνθρώπων ἢ ἑτέρων ζώων σώματα. Καὶ τούτου ἐπὶ πολὺ γιγνομένου, ἀνάγκη τὸ αὐτὸ σῶμα πλειόνων ἀνθρώπων πολλάκις γενέσθαι μέρος. Τίνος οὖν ἔσται σῶμα ἐν τῇ ἀναστάσει; Καὶ οὕτως εἰς βυθὸν φλυαρίας ἡμᾶς ἀλόγους συμβήσεται ἐμπίπτειν.
of those bodies. And again, when those are eaten by human beings or by other animals, they are transformed in turn and become the bodies of human beings or of other animals. And when this happens over a long span of time, the selfsame body must oftentimes become a part of several human beings. Whose body, then, will it be in the resurrection? And thus it will come to pass that we fall unreasoning into an abyss of nonsense.
ΙΓʹ. Καὶ μετὰ ταύτας τὰς ἀπορίας ἐπὶ τὸ πάντα δυνατὰ εἶναι τῷ Θεῷ καταφεύγουσι, καὶ λέξεις τῶν Γραφῶν δυναμένας κατὰ τὴν πρόχειρον ἐκδοχὴν ὑποβάλλειν τὸ νοούμενον αὐτοῖς προφέρονται. Οἷον τὴν ἐν τῷ Ἰεζεκιήλ· Καὶ ἐγένετο ἐπ' ἐμὲ χεὶρ Κυρίου· καὶ, Ἐξήγαγέ με ἐν πνεύματι, καὶ ἔθηκέ με ἐν μέσῳ πεδίου, καὶ τοῦτο ἦν μεστὸν ὀστέων ἀνθρώπων. Καὶ περιήγαγέ με ἐπ' αὐτὰ κυκλόθεν κύκλῳ· καὶ ἰδοὺ πολλὰ σφόδρα ἐπὶ προσώπου τοῦ πεδίου· καὶ ἰδοὺ αὐτὰ ξηρὰ λίαν. Καὶ εἶπε πρὸς μέ· Υἱὲ ἀνθρώπου, εἰ ζήσεται τὰ ὀστέα ταῦτα; Καὶ εἶπον· Κύριε ὁ Θεὸς, σὺ ἐπίστασαι ταῦτα. Καὶ εἶπε πρὸς μέ· Προφήτευσον, υἱὲ ἀνθρώπου. Καὶ εἶπον πρὸς αὐτά· Τὰ ὀστέα τὰ ξηρὰ ταῦτα, ἀκούσατε λόγον Κυρίου· Τάδε λέγει Ἀδοναῗ Κύριος τοῖς ὀστέοις τούτοις· Ἰδοὺ ἐγὼ εἰσάγω εἰς ὑμᾶς πνεῦμα ζωῆς· καὶ δώσω εἰς ὑμᾶς νεῦρα· καὶ ἐπάξω ἐφ' ὑμᾶς σάρκας, καὶ ἐκτενῶ ἐφ' ὑμᾶς δέρμα· καὶ δώσω τὸ πνεῦμά μου ἐφ' ὑμᾶς, καὶ ζήσεσθε· καὶ θήσομαι ὑμᾶς ἐπὶ τὴν γῆν ὑμῶν, καὶ γνώσεσθε, ὅτι ἐγώ εἰμι Κύριος. Τούτῳ μὲν οὖν πιθανωτέρῳ χρῶνται τῷ ῥητῷ. Καὶ ἄλλα δὲ λέγουσιν εὐαγγελικά· οἷον, ὡς τὸ, Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων· καὶ τὸ, Φοβήθητε τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ· καὶ τὸ ἐν τῷ Παύλῳ· Ζωοποιήσει τὰ ὑμῶν σώματα διὰ τὸ ἐνοικοῦν αὐτοῦ πνεῦμα ἐν ὑμῖν.
Chapter XIII. And after these perplexities they take refuge in the plea that all things are possible with God, and they bring forward expressions of the Scriptures capable, according to their superficial acceptation, of suggesting what they understand. Such is that in Ezekiel: And the hand of the Lord came upon me; and, He brought me forth in the spirit, and set me in the midst of a plain, and this was full of human bones. And He led me round about them in a circle; and behold, there were very many upon the face of the plain; and behold, they were exceedingly dry. And He said to me: Son of man, will these bones live? And I said: O Lord God, Thou knowest these things. And He said to me: Prophesy, son of man. And I said to them: O dry bones, hear the word of the Lord: Thus says Adonai the Lord to these bones: Behold, I bring into you the spirit of life; and I will give sinews to you, and I will bring flesh upon you, and I will stretch skin over you; and I will put My spirit upon you, and you shall live; and I will place you upon your own land, and you shall know that I am the Lord. This passage, then, they employ as the more plausible one. And they also cite other passages from the Gospels: such as, There shall be weeping and gnashing of teeth; and, Fear Him Who is able to destroy both soul and body in Gehenna; and that in Paul: He shall quicken your bodies because of His Spirit that dwells in you.
ΙΔʹ. Χρὴ δὲ πάντα τὸν φιλαλήθη κατ' αὐτὸν τούτοις τὸν νοῦν ἐπιστήσαντα περὶ τῆς ἀναστάσεως ἀγωνίσασθαι, σῶσαί τε καὶ τὴν τῶν ἀρχαίων παράδοσιν, καὶ φυλάξασθαι ἐμπεσεῖν εἰς φλυαρίαν πτωχῶν νοημάτων, ἀδυνάτων τε ἅμα καὶ Θεοῦ ἀναξίων. Τοῦτο οὖν εἰς τὸν τόπον διαληπτέον, ὅτι Πᾶν σῶμα ὑπὸ φύσεως συνεχόμενον τῆς καταταττούσης ἔξωθέν τινα δίκην τροφῆς εἰς αὐτὸ, καὶ ἀποκρινούσης ἀντὶ τῶν ἐπεισαγομένων ἕτερα, ὥσπερ τὰ τῶν φυτῶν καὶ τῶν ζώων, τὸ ὑλικὸν ὑποκείμενον οὐδέποτε ἔχει ταυτόν. Διόπερ οὐ ποταμὸς ὠνόμασται τὸ σῶμα. Διότι ὡς πρὸς τὸ ἀκριβὲς τάχα οὐδὲ δύο ἡμερῶν τὸ πρῶτον ὑποκείμενον ταυτόν ἐστιν ἐν τῷ σώματι ἡμῶν· καίτοιγε τοῦ οἷον ἢ Παύλου, ἢ Πέτρου, ἀεὶ τοῦ αὐτοῦ ὄντος, οὐ τοῦ κατὰ ψυχὴν μόνου, ἧς ἡ οὐσία οὔτε ῥεῖ καθ' ἡμᾶς, οὔτ' ἐπεισαγόμενόν τι ἔχει ποτὲ, κἂν ῥευστὴ ἦν ἡ φύσις τοῦ σώματος, τῷ τὸ εἶδος τὸ χαρακτηρίζον τὸ σῶμα ταυτὸν εἶναι· ὡς καὶ τοὺς τύ-
Chapter XIV. Yet every lover of truth must of himself apply his mind to these matters and contend on behalf of the resurrection, both to preserve the tradition of the ancients and to guard against falling into the nonsense of beggarly notions that are at once impossible and unworthy of God. On this passage, therefore, one must draw the following distinction: Every body held together by a nature that introduces certain things from without after the manner of nourishment into it, and secretes other things in place of those brought in, just like the bodies of plants and of animals, never keeps its material substrate identical. For this reason the body has not ill been called a river; because, strictly speaking, perhaps not even for two days is the original substrate identical in our body. And yet, though Paul, say, or Peter is always the same person—not merely in respect of the soul, whose substance according to us neither flows nor ever has anything imported from without, even if the nature of the body was in flux—by reason of the fact that the form characterizing the body is identical; just as the im-
PG 41:1092Read from the page
πους μένειν τοὺς αὐτοὺς, εἰς τὴν ποιότητα Πέτρου καὶ Παύλου τὴν σωματικὴν παριστάνοντας· καθ' ἣν ποιότητα καὶ οὐλαὶ ἐκ παίδων παραμένουσι τοῖς σώμασι, καὶ ἄλλα τινὰ ἰδιώματα, φακοί.
prints remain the same, exhibiting the bodily quality of Peter and of Paul; in accordance with which quality scars from childhood also abide upon bodies, and certain other peculiarities, such as freckles.
Καὶ ἐπὶ τούτοις εἴ τί ἐστιν ὅμοιον τοῦτο τὸ εἶδος, καθ' ὃ εἰδοποιεῖται ὁ Πέτρος καὶ ὁ Παῦλος, τὸ σωματικὸν, ὃ ἐν τῇ ἀναστάσει περιτίθεται πάλιν τῇ ψυχῇ, ἐπὶ τὸ κρεῖττον μεταβάλλον, οὐ πάντως τόδε ἔτι ἐντεταγμένον τὸ κατὰ τὴν πρώτην ὑποκείμενον. Ὥσπερ δὲ τὸ εἶδός ἐστι μέχρι τοῦ πέρατος, κἂν οἱ χαρακτῆρες δοκῶσι πολλὴν ἔχειν παραλλαγήν· οὕτως νοητέον καὶ ἐπὶ τοῦ παρόντος εἶδος ταυτὸν εἶναι τῷ μέλλοντι, πλείστης ὅσης ἐσομένης τῆς ἐπὶ κάλλιον μεταβολῆς. Ἀναγκαῖον γὰρ τὴν ψυχὴν ἐν τόποις σωματικοῖς ὑπάρχουσαν κεχρῆσθαι σώμασι καταλλήλοις τοῖς τρόποις. Καὶ ὥσπερ ἐν θαλάσσῃ ζῆν ἡμᾶς ἐνύδρους γενομένους εἰ ἐχρῆν, πάντως ἂν ἔδει παραπλησίαν ἔχειν καὶ τὴν ἄλλην ἰχθύων κατάστασιν· οὕτως, μέλλοντας κληρονομεῖν βασιλείαν οὐρανῶν, καὶ ἐν τόποις διαφέρουσιν ἔσεσθαι, ἀναγκαῖον χρῆσθαι σώμασι πνευματικοῖς, οὐχὶ τοῦ εἴδους τοῦ προτέρου ἀφανιζομένου, κἂν ἐπὶ τὸ ἐνδοξότερον γένηται αὐτοῦ ἡ τροπή· ὥσπερ ἦν Ἰησοῦ εἶδος, καὶ Μωϋσέως, καὶ Ἠλίου, οὐχ ἕτερον ἐν τῇ μεταμορφώσει παρ' ὃ ἦν.
And besides these considerations, even if this bodily form whereby Peter and Paul are given their distinctive shape—which in the resurrection is once more invested around the soul, transformed for the better—is something similar, it is by no means still composed here of that substrate which existed at the beginning. And just as a person's form remains unto the end, even though the features seem to undergo great alteration, so too in the present case must the form be understood to be identical with that which is to come, though the change for the noblest state will be vast indeed. For it is necessary that the soul, when existing in corporeal places, should make use of bodies suited to those conditions. And just as, if we had to become aquatic creatures and live in the sea, we would surely need to possess both a like constitution and the rest of the condition of fishes, so too, since we are about to inherit the kingdom of heaven and to be in superior places, we must needs make use of spiritual bodies—not that the former form is obliterated, even if its transformation be towards a more glorious state; just as the form of Jesus, and of Moses, and of Elijah, was none other in the Transfiguration than what it had been.
ΙΕʹ. Μὴ πρόσκοπτε τοίνυν, εἰ τὸ πρῶτον ὑποκείμενον ἄν τις λέγοι μὴ ἔσεσθαι ταυτὸν τότε, ὅπου ὁ λόγος τοῖς ἐφιστάνειν δυναμένοις δείκνυσιν, ὅτι οὐδὲ νῦν δύναται δύο ἡμερῶν εἶναι τὸ πρῶτον ὑποκείμενον. Ἄξιον δὲ ἐπιστῆναι καὶ τὸ ἑτεροῖον μὲν σπείρεσθαι, ἑτεροῖον δὲ ἀνίστασθαι. Σπείρεται γὰρ σῶμα ψυχικὸν, ἐγείρεται σῶμα πνευματικόν. Καὶ ἐπιφέρει πᾶσιν ὁ Ἀπόστολος, σχεδὸν τὴν γήϊνην ποιότητα ἡμᾶς διδάσκων ἀποτίθεσθαι μέλλειν ἡμᾶς, τοῦ εἴδους σωζομένου κατὰ τὴν ἀνάστασιν· Τοῦτο δέ φημι, ἀδελφοὶ, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύνανται, οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν. Ἴσως μὲν γὰρ ἔσται περὶ τοῦ τὸν ἅγιον διακρατούμενον, ὑπὸ τοῦ ἰδιοποιοῦντός ποτε τὴν σάρκα· σὰρξ δὲ οὐκέτι, ἀλλ' ὅπερ ποτὲ ἐχαρακτηρίζετο ἐν τῇ σαρκὶ, τοῦτο χαρακτηρισθήσεται ἐν τῷ πνευματικῷ σώματι.
Chapter XV. Do not take offence, therefore, if someone should say that the original substrate will not be identical at that time, seeing that reason shows to those capable of paying heed that not even now can the original substrate remain for two days. Worthy of attention also is the statement that a body of one kind is sown, and a body of another kind is raised: For it is sown a natural body, it is raised a spiritual body. And to all this the Apostle subjoins—teaching us that we are virtually about to put off our earthly quality, while the form is preserved at the resurrection: Now this I say, brethren, that flesh and blood cannot inherit the kingdom of God, nor corruption incorruption. For perhaps in the case of the saint there will be that which is firmly held together by that which once appropriated the flesh; yet flesh it will no longer be, but whatever was once imprinted in the flesh, this very mark will be imprinted in the spiritual body.
Καὶ πρὸς τὰ ῥήματα δὲ τῶν Γραφῶν, ἃ παρατίθενται οἱ ἀδελφοὶ ἡμῶν, ταῦτα ἔστιν εἰπεῖν· καὶ πρῶτον ἐν τῷ Ἰεζεκιὴλ, ἐπὶ τὸ ὅσον ἐφ' οἷς βούλονται οἱ ἁπλούστεροι κατὰ τὰς λέξεις ταύτας, οὐδὲ ἀνάστασις σαρκῶν ἔσται, ἀλλὰ ὀστέων μόνον, καὶ δερμάτων, καὶ νεύρων. Ἅμα τε καὶ ὑποδεικτέον αὐτοῖς, ὅτι συναρπάζονται, ὡς μὴ νενοηκότες τὸ γεγραμμένον. Οὐ
And in reply to the words of the Scriptures which our brethren adduce, one may say the following: and first in Ezekiel, inasmuch as, on the terms that the simpler folk wish according to these expressions, there will not even be a resurrection of flesh, but only of bones, and skins, and sinews. And at the same time it must be pointed out to them that they are carried away, as having failed to grasp what is written. For not
PG 41:1093Read from the page
γὰρ, εἰ ὀστᾶ ὀνομάζεται, πάντως τὰ ὀστᾶ ταῦτα νοητέον· ὥσπερ οὐδὲ ἐν τῷ, Διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου· καὶ, Ἴασαί με, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου, φανεροῦ ὄντος τοῦ μὴ λέγεσθαι τὰ ὀστᾶ κατὰ τὴν κοινὴν ἐκδοχήν. Ἐπιφέρεται γοῦν τῷ λόγῳ· Ὅτι αὐτοὶ λέγουσιν· Ὅτι ξηρὰ γέγονε τὰ ὀστᾶ ἡμῶν. Ἆρά γε λέγουσιν, Ξηρὰ γέγονε τὰ ὀστέα ἡμῶν, θέλοντες ἀνίστασθαι συναχθέντα; Ἀλλὰ τοῦτο ἀμήχανον. Λέγοιεν δ' ἂν, Ξηρὰ γέγονε τὰ ὀστέα ἡμῶν, ἐν αἰχμαλωσίαις γενόμενοι, καὶ πᾶσαν ζωτικὴν νοτίδα ἀποβεβληκότες. Ἐπιφέρουσι γοῦν τὸ, Ἀπόλωλεν ἡ ἐλπὶς ἡμῶν· διαπεφωνήκαμεν. Οὐκοῦν ἡ ἐπαγγελία τῆς ἀναστάσεως τοῦ λαοῦ ἐστιν ἀπὸ τοῦ πτώματος, καὶ τῆς οἱονεὶ νεκρότητος ἣν νενέκρωνται, διὰ τὰ ἁμαρτήματα τοῖς ἐχθροῖς παραδοθέντες. Καὶ οἱ ἁμαρτωλοὶ δὲ ὑπὸ τοῦ Σωτῆρος λέγονται εἶναι τάφοι γέμοντες ὀστέων καὶ πάσης ἀκαθαρσίας. Πρέπει δὲ τῷ Θεῷ ἀνοίγειν τὰ μνημεῖα ἑκάστου, καὶ ἐξάγειν ἐκ τῶν μνημείων ἡμᾶς ἐζωοποιημένους, ὥσπερ ὁ Σωτὴρ τὸν Λάζαρον εἵλκυσεν ἔξω.
if bones are named, must one in every case understand these literal bones—just as neither in the verse, All my bones were scattered; and, Heal me, for my bones were troubled, since it is manifest that bones are not spoken of according to the ordinary acceptation. Accordingly, it is subjoined in the passage: Because they themselves say: Our bones have become dry. Do they indeed say, Our bones have become dry, meaning that when gathered together they wish to rise again? Yet this is impossible. Rather, they would say, Our bones have become dry, because they have come into captivity and have lost all vital moisture. Accordingly, they add: Our hope has perished; we are utterly cut off. Therefore the promise of the resurrection of the people is from their fall and, as it were, the deadness wherein they have been made dead, having been delivered up to their enemies on account of their sins. Sinners too are said by the Saviour to be tombs full of bones and of all uncleanness. And it befits God to open the tombs of each one and to lead us forth out of the tombs made alive, just as the Saviour drew Lazarus forth outside.
Ιϛʹ. Τὸ δὲ, Ἐκεῖ ἔσται ὁ κλαυθμὸς, καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, πρὸς αὐτοὺς ἀπορητέον, ὅτι Ὡς ἐν τούτῳ τῷ βίῳ πᾶν μέλος εἴς τινα χρείαν ὁ Δημιουργὸς κατεσκεύασεν, οὕτως καὶ τοὺς ὀδόντας εἰς τὸ διακόπτεσθαι τὴν στερεὰν τροφήν. Τίς οὖν χρεία τοῖς κολαζομένοις ὀδόντων; Οὐ γὰρ εἰς τὴν γέενναν ὄντες κατ' αὐτοὺς φάγονται. Καὶ δεικτέον, ὅτι οὐ πάντα παραλαμβάνεσθαι δεῖ κατὰ τὸ κείμενον. Ὀδόντας γοῦν, φησὶν, ἁμαρτωλῶν συνέτριψας· καὶ, Τὰς μύλας τῶν λεόντων συνέθλασεν ὁ Κύριος. Τίς δὲ οὕτως ἠλίθιος, ὡς ὑπολαμβάνειν, ὅτι τηρῶν τὰ σώματα τῶν ἁμαρτωλῶν ὁ Θεὸς, τοὺς ὀδόντας αὐτῶν συντρίβει μόνον; Ὥσπερ οὖν εἴ τις, θέλων ταῦτα οὕτως ἔχειν, θλιβόμενος εἵλκετο ἐπ' ἀλληγορίαν, οὕτως ζητητέον τῶν κολαζομένων τὸν βρυγμὸν τῶν ὀδόντων, τῆς ψυχῆς δύναμιν μασητικὴν ἐχούσης, ἥτις ἐν καιρῷ τοῦ ἐλέγχου περὶ τῶν ἁμαρτημάτων κατὰ τὸν συγκρουσμὸν τῶν ὀδόντων (ὡς ἐφρόνησε) βρύξει τοὺς ὀδόντας. Τὸ δὲ, Φοβήθητε τὸν δυνάμενον καὶ ψυχὴν καὶ τὸ σῶμα ἀπολέσαι ἐν γεέννῃ, τάχα μὲν διδάσκει, ὅτι ἀσώματος ἡ ψυχὴ, τάχα δὲ δηλοῖ καὶ ὅτι χωρὶς σώματος οὐ κολασθήσεται· περὶ οὗ φυσιολογοῦντες τὰ περὶ τοῦ εἴδους, καὶ τοῦ πρώτου ὑποκειμένου εἰρήκαμεν.
Chapter XVI. And as for the verse, There shall be weeping and gnashing of teeth, we must raise the question against them: Just as in this life the Demiurge fashioned every member for some need, so too He fashioned the teeth for cutting up solid food. What need, then, have those being punished of teeth? For according to them, when they are in Gehenna they will not eat. And it must be shown that not all things are to be taken according to the bare text. At any rate, Scripture says: Thou hast crushed the teeth of sinners; and, The Lord broke in pieces the molars of the lions. Who is so foolish as to suppose that God, while preserving the bodies of sinners, crushes only their teeth? Just as, therefore, if someone wishing these things to be literally so were hard pressed and drawn into allegory, in the same way one must investigate the gnashing of teeth of those who are punished, since the soul possesses a masticatory faculty which, at the time of its conviction concerning its sins, after the manner of the clashing together of teeth (according as it was minded), will gnash its teeth. And the verse, Fear Him Who is able to destroy both soul and the body in Gehenna, perhaps teaches that the soul is incorporeal, and perhaps also signifies that it will not be punished apart from a body—concerning which we have spoken by natural reasoning in treating of the form and of the original substrate.
Καὶ τὸ παρὰ τῷ Ἀποστόλῳ δὲ, Ζωοποιήσει καὶ τὰ θνητὰ ἡμῶν σώματα, θνητοῦ ὄντος τοῦ σώματος, καὶ οὐ μετέχοντος τῆς ἀληθινῆς ζωῆς, δύναται παριστάνειν, ὅπου τὸ σωματικὸν εἶδος, περὶ οὗ εἰρήκαμεν, τῇ φύσει θνητὸν ὂν, ὅταν Χριστὸς φανερωθῇ ἡ ζωὴ ἡμῶν, καὶ αὐτὸ μεταβάλλει ἀπὸ τοῦ εἶναι σῶμα θανάτου ζωοποιηθὲν, διὰ τὸ Πνεῦμα τὸ ζωοποιοῦν ἐκ τοῦ
And the saying in the Apostle, He shall quicken your mortal bodies also—since the body is mortal and does not partake of the true life—can set forth how the bodily form of which we have spoken, though mortal by nature, when Christ Who is our life is manifested, is itself also transformed from being a body of death, once quickened through the life-giving Spirit, from having
PG 41:1096Read from the page
πνευματικὸν γεγονέναι. Καὶ τὸ, Ἐρεῖ δέ τις· Πῶς ἐγείρονται οἱ νεκροὶ, ποίῳ δὲ σώματι ἔρχονται; γυμνῶς παρίστησιν, ὅτι τὸ πρῶτον ὑποκείμενον οὐκ ἀναστήσεται. Εἰ γὰρ καλῶς ἐλάβομεν τὸ παράδειγμα, ῥητέον, ὅτι ὁ σπερματικὸς λόγος, ἐν τῷ κόκκῳ τοῦ σίτου δραξάμενος τῆς παρακειμένης ὕλης, καὶ δι' ὅλης αὐτῆς χωρήσας, περιδραξάμενος αὐτῆς τοῦ αὐτοῦ εἴδους, ὧν ἔχει δυνάμεων ἐπιτίθησι τῇ ποτε γῇ, καὶ ὕδατι, καὶ ἀέρι, καὶ πυρὶ, νικήσας τὰς ἐκείνων ποιότητας, μεταβάλλει ἐπὶ ταύτην ἧς ἐστιν αὐτὸς δημιουργός· καὶ οὕτως συμπληροῦται ὁ στάχυς, εἰς ὑπερβολὴν διαφέρων τοῦ ἐξ ἀρχῆς κόκκου μεγέθει, καὶ σχήματι, καὶ ποικιλίᾳ.
become spiritual. And the verse, But someone will say: How are the dead raised, and with what kind of body do they come? nakedly sets forth that the original substrate will not rise again. For if we have rightly grasped the example, it must be said that the seminal principle in the grain of wheat, taking hold of the adjacent matter, and pervading the whole of it, and embracing it with the selfsame form, imposes the powers it possesses upon what was once earth, and water, and air, and fire, and, overcoming their qualities, transforms them into this quality of which it is itself the artificer; and thus the ear of wheat is brought to completion, differing exceedingly from the original grain in size, and figure, and variety.
Πρόκλου τοῦ αὐτοῦ.
Of the same Proclus.
ΙΖʹ. Ἃ μὲν οὖν Ὠριγένης εἰς τὴν περὶ ἀναστάσεως ἐγχειρῶν πραγματείαν ἐσπούδασε, ποικιλωτάτην ἐπιδεικνύμενος θεωρίαν, εἰσὶ τοσαῦτα ὡς ἐν ἐπιτομῇ· ἐνθυμοῦ δὲ καὶ τὰ τούτοις ἀναθεωρῶν ἐφεξῆς. Λείπεται γὰρ τὰς ἀπὸ τῶν Γραφῶν ἔτι πρὸς τοῖς εἰρημένοις μαρτυρίας παραλαβεῖν· ἵν' ὥσπερ ἀνδριὰς πάντα τὰ μέρη συμμέτρως ὁ λόγος ἑαυτοῦ λαβὼν, ὅλως ἐκ πλήρους ᾖ κατεσκευασμένος, ἀλλὰ μηδὲν ἔχων ἐνδεὲς τῶν εἰς σχῆμα καὶ κάλλος συναγομένων. Τί οὖν αἱ Γραφαὶ συνᾴδουσι τούτοις, ἐπικρατύνουσαι πρὸς συμπλήρωσιν διαγωγῆς κρείττονος τὸν ἄνθρωπον, φραστέον. Ταύτας γὰρ ἐάν τις οἷός τε ᾖ, μὴ παρακόπτων τοῦ δέοντος, ἀκριβῶς νοεῖν, εἴσεται τὴν ἀνάστασιν ἐπὶ τούτου μὴ χρῆναι παραλαμβάνεσθαι τοῦ σώματος, ἅτε ἀδυνατοῦντος ἀτρέπτου δι' αἰῶνος μένειν, ἀλλὰ ἐπὶ τοῦ πνευματικοῦ, ἐν ᾧ αὐτὸς ὁ καὶ νῦν ἐν τούτῳ διασωζόμενος χαρακτὴρ τηρηθήσεται· ἵν' ἕκαστος ἡμῶν καὶ κατὰ τὴν μορφὴν ὁ αὐτὸς ᾖ, καθάπερ ἐλέχθη καὶ Ὠριγένει. Οὕτω γὰρ ἐκεῖνος ἔσεσθαι τίθεται τὴν ἀνάστασιν. Ῥευστοῦ γὰρ ὄντος τοῦ σώματος τοῦ ὑλικοῦ, καὶ μηδέποτε μένοντος ἐφ' ἑαυτῷ, κἂν τὸ βραχὺ, ἀλλὰ προσγινομένου, καὶ ἀπογινομένου περὶ τὸ εἶδος τὸ χαρακτηρίζον τὸν ἄνθρωπον, ὑφ' οὗ καὶ συγκρατεῖται τὸ σχῆμα, ἀνάγκῃ . . . . . τῶν εἰρημένων ἐναργέστερον οὐκ ἀνέξονται.
Chapter XVII. Such, then, in summary are the arguments which Origen laboured to establish in undertaking his treatise on the resurrection, displaying a most varied speculation; and ponder also what follows next as you review these points. For it remains to adduce testimonies from the Scriptures as well, in addition to what has been said, so that, just like a statue receiving all its parts in due proportion, our discourse may be fashioned thoroughly complete, having nothing wanting of the things brought together for symmetry and beauty. How, then, the Scriptures harmonize with these views, confirming man towards the fulfilment of a nobler way of life, must now be stated. For if anyone is able, without perverting what is fitting, to understand them accurately, he will know that the resurrection must not be taken as referring to this body, inasmuch as it is incapable of remaining immutable throughout eternity, but rather to the spiritual body, wherein the very same distinctive mark that even now is preserved in this body will be kept; so that each one of us may be the same in form as well, just as was also stated by Origen. For thus does he hold that the resurrection will be. For since the material body is in flux, and never abides in itself even for a brief while, but undergoes continual accession and recession around the form that characterizes the human being, whereby the figure also is held together, of necessity . . . . . more clearly than what has been stated they will not endure.
Ἀλλὰ ταύτην μὲν αὐτῶν τὴν φιλονεικίαν καὶ ἐκ τούτων ἄν τις καὶ ἐξ ἑτέρων ἐλέγχοι πλειόνων. Ἀποδείξομεν γὰρ ἐν τοῖς ἑξῆς, προβαίνοντος τοῦ λόγου, φύσεως ἀληθεύμασι, καὶ οὐκ εἰκασίαις, μήτε τὸν
Yet this contentiousness of theirs one might refute both from these considerations and from many others. For we shall demonstrate in what follows, as our discourse advances, by truths of nature and not by conjectures, that neither
PG 41:1097Read from the page
Ἰερεμίαν δεσμίους ἡμᾶς γῆς διὰ τὴν πρὸς σῶμα κοινωνίαν εἰρηκέναι, μήτε τὸν Δαβὶδ κατὰ τοῦτο πεπεδημένους. Ἄξιον γὰρ ταῦτα προφέρειν, ἐν οἷς μάλιστα φαίνονται διαπίπτοντες. Περὶ μὲν οὖν τῶν δερματίνων χιτώνων, καὶ ὅτι πρὸ τῆς κατασκευῆς αὐτῶν οἱ πρωτόπλαστοι διῆγον μετὰ σώματος, ἀθανασίας ἀπολαύοντες, ἔτι τε καὶ ὡς οὐ δύναται τὸ σῶμα δεσμὸς, καὶ εἱρκτὴ νομίζεσθαι, τὰ προσήκοντα εἰπὼν, ὦ ἄνδρες δικασταὶ (δικαστὰς γὰρ ὑμᾶς τῶν λόγων, ὦ κράτιστε Θεόφιλε, καλῶ), τρέψομαι λοιπὸν ἐπὶ τὰ ἀκόλουθα, καθάπερ ὑπεσχόμην τῶν προκειμένων, ἵν' εὐκρινέστερον ἴδωμεν ὃ βουλόμεθα.
Jeremiah called us prisoners of the earth on account of our communion with the body, nor that David on this account called us fettered. For it is worthwhile to bring forward these points, wherein above all they manifestly go astray. Having spoken what is fitting, then, concerning the tunics of skin, and that prior to the fashioning of them the first-formed pair lived with a body while enjoying immortality, and furthermore that the body cannot be accounted a bond and a prison, O judges (for I call you judges of our discourses, O most excellent Theophilus), I shall turn next to what follows from the matters before us, just as I promised, so that we may see more distinctly what we wish.
ΙΗʹ. Ὁ τῶν ὅλων δημιουργὸς Θεὸς, ἐπειδὴ τὸ πᾶν εὐτάκτως συνεστήσατο, καθάπερ μεγάλην πόλιν, διεκόσμησε προστάσσων τῷ λόγῳ, ἕκαστόν τε αὐτῷ συμφώνως ἡρμόσατο στοιχεῖον, καὶ πάντα ζώων πεπλήρωτο διαφοραῖς, ἵνα τελείως ὁ κόσμος εἰς κάλλος αὐξηθῇ, παντοίας φύσεως ζωοτοκήσας μορφὰς, ἄστρα μὲν κατὰ τὸν οὐρανὸν, καὶ πτηνὰ κατὰ τὸν ἀέρα, τετράποδα δὲ κατὰ τὴν γῆν, καὶ νηκτὰ κατὰ τὸ ὕδωρ· τελευταῖον τὸν ἄνθρωπον, προετοιμάσας ὡς οἰκίαν αὐτῷ καλλίστην τὸ πᾶν, μίμημα τῆς ἰδίας εἰκόνος ἐμφερὲς εἰς τὸν κόσμον εἰσήγαγεν, ἄγαλμα ὡς ἐν ναῷ φαιδρῷ καλὸν ταῖς ἑαυτοῦ χερσὶ κατασκευάσας. Ἠπίστατο γὰρ, ὅτι πάντως ὅπερ ἂν τῇ ἑαυτοῦ τεχνήσηται χειρὶ, ἐξ ἀνάγκης ἔσται ἀθάνατον, ἅτε ἀθανασίας ἔργον. Ἀθανασίας γὰρ ἀθάνατα γίγνεται, καθάπερ καὶ τὰ κακὰ κακίας, καὶ τὰ ἄδικα ἀδικίας. Οὐ γὰρ δικαιοσύνης ἔργον τὸ ἀδικεῖν, ἀλλὰ ἀδικίας· οὐδ' αὖ ἀδικίας ἀντιστρόφως τὸ δικαιοπραγεῖν ἔργον, ἀλλὰ δικαιοσύνης· ὥσπερ οὐδὲ ἀφθαρσίας τὸ φθείρεσθαι ποιεῖν, ἀλλὰ φθορᾶς, τὸ ἀθανατίζειν οὐ φθορᾶς, ἀλλ' ἀφθαρσίας. Καὶ συλλήβδην, οἷον ἂν ᾖ τὸ ποιοῦν, κατὰ τὸν αὐτὸν οὕτως λόγον τοῦτο ποιούμενον ἐξ ἀνάγκης ἀπεργάζεσθαι συμβαίνει. Ὁ δὲ Θεὸς καὶ ἀθανασία, καὶ ζωὴ, καὶ ἀφθαρσία· ἔργον δὲ ἄνθρωπος Θεοῦ. Πᾶν δὲ τὸ ὑπὸ ἀθανασίας ἐργασθὲν ἀθάνατον· ἀθάνατος ἄρα ὁ ἄνθρωπος. Διὸ δὴ τὸν μὲν ἄνθρωπον αὐτούργησεν ὁ Θεὸς, τὰ δὲ λοιπὰ γένη ζώων ἀέρι, καὶ γῇ, καὶ ὕδατι προσέταξε φέρειν.
Chapter XVIII. God the Demiurge of all things, after He had established the universe in goodly order like a great city, adorned it thoroughly by commanding through His Word, and fitted each element harmoniously to it, and filled all things with varieties of living creatures, so that the cosmos might grow to perfection in beauty, having brought forth alive forms of every kind of nature—stars throughout the heaven, and birds throughout the air, quadrupeds upon the earth, and swimming creatures throughout the water; last of all He introduced man into the cosmos as an exact copy of His own image, having prepared the universe beforehand as a most fair dwelling for him, and having fashioned him with His own hands as a noble statue, as it were in a radiant temple. For He knew well that whatever He might fashion with His own hand would of necessity be immortal, inasmuch as it is a work of immortality. For from immortality come things immortal, just as bad things come from badness, and unjust things from injustice. For it is not the work of justice to do wrong, but of injustice; nor again, conversely, is it the work of injustice to act justly, but of justice; just as neither does it belong to incorruption to cause corruption, but to corruption, while to bestow immortality belongs not to corruption, but to incorruption. And in sum, of whatever sort the maker may be, according to the selfsame principle it necessarily comes to pass that what is made is wrought accordingly. Now God is both immortality, and life, and incorruption; and man is a work of God. And everything wrought by immortality is immortal; therefore man is immortal. Wherefore God wrought man with His own hand, whereas the remaining kinds of living creatures He commanded air, and earth, and water to bring forth.
Ἄνθρωπος δὲ ἀληθέστατα λέγεται κατὰ φύσιν οὔτε ψυχὴ χωρὶς σώματος, οὔτ' αὖ σῶμα χωρὶς ψυχῆς, ἀλλὰ τὸ ἐκ συστάσεως ψυχῆς καὶ σώματος εἰς μίαν τὴν τοῦ καλοῦ μορφὴν συντεθέν. Ὅθεν ἐντεῦθεν ἀθάνατον δὴ τὸν ἄνθρωπον γεγονέναι φαίνεται, φθορᾶς δὲ ἁπάσης καὶ νόσων ἐκτός. Μάθοι δ' ἄν τις τοῦτο καὶ ἀπὸ τῆς Γραφῆς ἱκανῶς. Ἐπὶ γὰρ τῶν ἄλλων, ὁπόσα χρόνων μετακοσμοῦνται διαστολαῖς ἡβῶντα, καὶ γηράσκοντα, Ἐξαγαγέτω, λέγεται, τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς, κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ· καὶ, Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν
Moreover, man is most truly said by nature to be neither a soul apart from a body, nor again a body apart from a soul, but that which is compounded out of the union of soul and body into the one form of beauty. Hence from this it appears that man indeed came into being immortal, and exempt from all corruption and diseases. And one might learn this sufficiently from Scripture also. For in the case of the other creatures, as many as undergo transformation through intervals of time as they bloom in youth and grow old, it is said: Let the waters bring forth creeping things of living souls, and winged birds flying above the earth, along the firmament of the heaven; and, Let the earth bring forth a living soul