Καὶ ὁ Παῦλος δὲ σαφῶς μαρτυρεῖ, λέγων· Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται. Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ' ἐλπίδι, ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, φησίν. Ἐλευθερωθήσεσθαι δὲ τῆς τοιαύτης δουλείας προσδοκᾷ κτίσιν, τὸν κόσμον τοῦτον βουλόμενος νῦν καλεῖν. Οὐ γὰρ τὰ μὴ βλεπόμενα τῇ φθορᾷ δουλεύει, ἀλλὰ ταῦτα δὴ τὰ βλεπόμενα. Μένει ἄρα ἡ κτίσις εἰς τὸ ἄμεινον ἀνακαινοποιηθεῖσα, καὶ εὐπρεπέστερον ἀγαλλομένη, καὶ χαίρουσα ἐπὶ τοῖς τέκνοις τοῦ Θεοῦ τῇ ἀναστάσει· δι' οὓς στενάζει, καὶ συνωδίνει νῦν, τὴν ἀπολύτρωσιν ἡμῶν ἀπὸ τῆς φθορᾶς καὶ αὐτὴ τοῦ σώματος ἀπεκδεχομένη, ὅπως ἡμῶν ἐξεγερθέντων καὶ ἀποτιναξαμένων τὴν νεκρότητα τῆς σαρκὸς, κατὰ τὸ γεγραμμένον· Ἐκτίναξαι τὸν χοῦν καὶ ἀνάστηθι· κάθισον, Ἱερουσαλήμ. Ἐλευθερωθέντων τε τῆς ἁμαρτίας, ἐλευθερωθήσεται καὶ αὐτὴ τῆς φθορᾶς, μηκέτι τῇ ματαιότητι δουλεύουσα, ἀλλὰ τῇ δικαιοσύνῃ. Οἴδαμεν γὰρ, ὅτι πᾶσα ἡ κτίσις συστενάζει, καὶ συνωδίνει ἄχρι τοῦ νῦν. Οὐ μόνον δὲ, ἀλλὰ καὶ αὐτοὶ τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες, καὶ αὐτοὶ ἐν ἑαυτοῖς στενάζομεν, υἱοθεσίαν ἀπεκδεχόμενοι, τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν. Καὶ ὁ Ἡσαΐας· Ὃν τρόπον γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινὴ, ἃ ἐγὼ, φησὶ, ποιῶ, μένει ἐνώπιόν μου, λέγει Κύριος· οὕτως ἔσται τὸ σπέρμα ὑμῶν, καὶ τὸ ὄνομα ὑμῶν· καὶ πάλιν· Οὕτω λέγει Κύριος ὁ ποιήσας τὸν οὐρανὸν, οὗτος ὁ κατασκευάσας τὴν γῆν καὶ ποιήσας αὐτὴν, αὐτὸς διώρισεν αὐτὴν οὐκ εἰς κενὸν, ἀλλὰ κατοικεῖσθαι. Ὄντως γὰρ οὐκ εἰς κενὸν, οὐδὲ εἰς μάτην πρὸς ἀπώλειαν ἔκτισε, κατὰ τοὺς φρονοῦντας μάταια, τὸ πᾶν ὁ Θεὸς, ἀλλὰ εἰς τὸ εἶναί τε καὶ οἰκεῖσθαι, καὶ διαμένειν. Διὸ ἀνάγκη δὴ καὶ τὴν γῆν αὖθις, καὶ τὸν οὐρανὸν μετὰ τὴν ἐκφλόγωσιν ἔσεσθαι πάντων καὶ τὸν βρασμόν. Διὰ τί δὲ τοῦτο ἀνάγκη, λόγος ἂν ἔτι πλείω τῶν εἰρημένων γίγνοιτο. Οὔτε γὰρ εἰς ὕλην ἀργὴν, καὶ τοιαύτην ἔτι κατάστασιν, οἵαν καὶ πρὸ τῆς διακοσμήσεως, εἰς ἣν διαλυθῇ, ἀναστοιχειωθήσεται τὸ πᾶν, οὔτ' αὖ εἰς ἀπώλειαν παντελῆ καὶ φθοράν.
Moreover Paul also bears clear witness, saying: For the eager expectation of creation awaits the revelation of the sons of God. For creation was subjected to vanity, not willingly, rather on account of Him Who subjected it in hope, because creation itself also shall be set free from the bondage of corruption into the freedom of the glory of the children of God. For creation was subjected to vanity, says he. And he expects creation — meaning now to call this world so — to be set free from such bondage. For it is not the things unseen that serve corruption, rather these very things that are seen. Creation therefore abides, renewed unto what is better, exulting more comelily and rejoicing over the children of God at the resurrection; on whose account it groans and travails in pain together now, itself also awaiting our redemption of the body from corruption, so that when we have been raised up and have shaken off the mortality of the flesh, according to what is written: Shake off the dust and arise; sit down, O Jerusalem, and when we have been set free from sin, it too shall be set free from corruption, no longer serving vanity, rather serving righteousness. For we know that the whole creation groans together and travails in pain together until now. And not only so, rather we ourselves also, who have the firstfruits of the Spirit, even we ourselves groan within ourselves, awaiting adoption, the redemption of our body. And Isaiah says: For even as the new heaven and the new earth, which I make, says he, abide before Me, says the Lord, so shall your seed and your name stand; and again: Thus says the Lord Who made the heaven, this One Who prepared the earth and made it, He Himself marked it out not in vain, rather to be inhabited. For truly God did not create the universe in vain, nor idly unto destruction, as those who think vain thoughts suppose, rather that it might exist, be inhabited, and endure. Wherefore of necessity both the earth again and the heaven will exist after the conflagration and seething of all things. Why this is necessary would require an account even fuller than what has been said. For neither will the universe be resolved back into idle matter and into such a state again as existed prior to the ordering of the world, into which it might be dissolved, nor on the other hand into utter destruction and corruption.
ΛΒʹ. Ἐὰν δὲ, Πῶς οὖν, ἐὰν μὴ ἀπόλλυται τὸ πᾶν, οἱ ἐξ ἐναντίας εἴπωσιν, ὁ μὲν Κύριος τὸν οὐρανὸν παρελεύσεσθαι ἔφη, καὶ τὴν γῆν· ὁ δὲ προφήτης ἀπολεῖσθαι μὲν οὐρανὸν ὡς καπνὸν, τὴν δὲ γῆν ὡς ἱμάτιον παλαιωθήσεσθαι; Ἐπειδὴ ἔθος ταῖς Γραφαῖς, λέξομεν, τὴν εἰς τὸ κρεῖττον καὶ ἐνδοξότερον ἀποκατάστασιν ταύτης τοῦ κόσμου μεταβολὴν ἀπώλειαν λέγειν, οἷον τοῦ πρόσθεν σχήματος ἀπολλυμένου κατὰ τὴν εἰς τὸ φαιδρότατον ἁπάντων ἐξαλλαγήν· ἔτι μηδεμία ὑπεναντίωσις ἢ ἀτοπία ἐν τοῖς θείοις λόγοις. Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου, καὶ οὐχ ὁ κόσμος, εἴρηται. Οὕτως ἔθος ἀπώλειαν καλεῖν τὰς Γραφὰς τὴν πρὸς τὸ ἄμεινον ἔσθ' ὅτε καὶ εὐμορ-
Chapter XXXII. And if our opponents should say, How then, if the universe does not perish, did the Lord declare that heaven and earth will pass away, while the prophet said that heaven will perish like smoke, and the earth grow old like a garment? Because it is customary for the Scriptures, we shall say, to call the change of this world unto restoration into what is better and more glorious a destruction, inasmuch as its former fashion perishes in the transformation of all things into what is most radiant; furthermore, there is no contradiction or absurdity in the divine oracles. For it is said: The fashion of this world passes away, and not the world itself. Thus it is customary for the Scriptures sometimes to call destruction the more beneficial and more