Migne Reading Room

PG 41 · cols. 1040–1049 · Read from the page

Panarium Adversus Octoginta Haereses: Liber II, Tomus I (Anacephalaeosis et Haereses XLVII–LXIV)

Panarium Adversus Octoginta Haereses: Liber II, Tomus I (Anacephalaeosis et Haereses XLVII–LXIV)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 41:1040Read from the page
ἐξοχωτάτῳ ἄγεσθαι, οὐδὲ τοῦτο διαβεβαιοῦμαι· ἢ καὶ ἀπὸ τόπου τινὸς εἰληφότες τοὔνομα· ἐπειδὴ χῶρός τίς ἐστιν Ἀγγελίνη ἐπέκεινα τῆς Μεσοποταμίας χώρας κείμενος.
held in supreme pre-eminence, neither do I affirm this with certainty; or else as having taken their name from a certain place, since there is a certain district called Angeline lying beyond the territory of Mesopotamia.
Βʹ. Ἤδη δὲ ἐν ὑπομνήσει σου γινομένου τοῦ ἀκροατοῦ, οὐκ εἰς κατάγνωσιν ἐν ὑπονοίαις γενήσῃ. Ἐπηγγειλάμεθα γὰρ τῶν μὲν τὰς ῥίζας καὶ τὰς προφάσεις, ἤ τι τῶν ἐν τοῖς παρ' αὐτοῖς γινομένων δηλῶσαι· ἄλλων δὲ μόνον τῷ ὀνόματι ἀπομνημονεῦσαι. Ὡς δὲ ἡ θεία δύναμις παρεσκεύασε, καὶ ἐβοήθησεν, ἕως ταύτης τῆς αἱρέσεως τὰς πάσας διεξελθόντες, οὐδεμίαν εἰάσαμεν ἀνερμήνευτον, πλὴν μιᾶς ταύτης. Τάχα δὲ διὰ τὸ, ἐπαρθεῖσαν τῷ τύφῳ ὀλίγον καιρὸν, καὶ ὕστερον λῆξαι τὴν αὐτῆς κατάληψιν, οὐ πάνυ σαφῶς ἔγνωμεν. Ταύτης δὲ μόνην ἐπιμνησθέντες τῆς ὀνομασίας ἐν τάχει, ὥσπερ ἐκτρώματι τῷ ὀνόματι χρησάμενοι, παρελευσόμεθα τὸν τόπον, ἐπὶ τὰς ἑτέρας δὲ διασκοποῦντες τὴν ὁρμὴν ποιεῖσθαι. Καὶ αἰτούμενοι τῶν ὅλων Δεσπότην παραφανῆναι ἡμῖν, καὶ τὰ ἀκριβῆ τῶν παρ' αὐτοῖς γινομένων ἐπιδείξαντα τῷ σμικρῷ ἡμῶν νῷ, πάντα κατὰ ἀκρίβειαν σημᾶναι· ἵν' ἑαυτοῖς τε καὶ τοῖς πέλας τὴν διόρθωσιν ποιησώμεθα, τοῦ φεύγειν τὰ φαῦλα, ἐν δὲ τοῖς ἀγαθοῖς καὶ ἀληθεστάτοις τὸ ἑδραῖον ἑαυτοῖ⟨ς⟩ ἐν Θεῷ προσπορίσασθαι.
II. Now as you, the hearer, are already calling this to mind, you will not fall into condemnation in your surmises. For of some heresies we promised to declare the roots and pretexts, or something of the things done amongst them; whereas of others, to record them by name alone. And as the divine power provided and lent its aid, having gone through them all up to this heresy, we have left none unexplained, save this one alone. Perhaps because, after being lifted up with arrogance for a brief season, the grasp of it subsequently died out, we did not know it at all clearly. Making brief mention of its designation alone, and employing the name as though for an untimely birth, we shall pass over the place, while surveying our onward course towards the rest. And entreating the Master of all things to appear beside us, and by displaying to our slight mind the exact truth of what takes place amongst them, to signify everything with precision; so that we may work out amendment both for ourselves and for our neighbours, to flee what is base, while in the things that are good and truest procuring for ourselves steadfastness in God.
ΚΑΤΑ ΑΠΟΣΤΟΔΙΚΩΝ
Against the Apostolics
Αἵρεσις ΜΑʹ ἡ καὶ ΞΑʹ.
Heresy XLI, which is also LXI.
Αʹ. Μετὰ δὲ τούτους ἄλλοι ἑαυτοὺς Ἀποστολικοὺς ὠνόμασαν. Βούλονται δὲ καὶ Ἀποτακτικοὺς ἑαυτοὺς λέγειν. Φυλάττεται δὲ παρ' αὐτοῖς τὸ μηδὲν κεκτῆσθαι. Εἰσὶ δὲ καὶ οἱ αὐτοὶ ἀπόσπασμα τῶν Τατιανοῦ δογμάτων, Ἐγκρατιτῶν τε καὶ Τατιανῶν, καὶ Καθαρῶν· οἵτινες φύσει νόμον οὐ παραδέχονται. Παρήλλακται δὲ παρ' αὐτοῖς καὶ τὰ μυστήρια. Σεμνύνονται δὲ δῆθεν ἀκτημοσύνην· σχίζουσι δὲ μάτην οὗτοι καὶ βλάπτουσι τὴν ἁγίαν Θεοῦ Ἐκκλησίαν, διὰ τὸ ἐθελοθρησκεύειν, ἐκπεσόντες τῆς τοῦ Θεοῦ φιλανθρωπίας. Οὔτε γὰρ παραπεπτωκότος τινὸς εἴσδεξις ἔτι γίνεται· τὰ ὅμοια δὲ τοῖς ἀνωτάτω λεγομένοις φρονοῦσι περί τε τοῦ γάμου καὶ τῶν ἄλλων πραγμάτων. Καὶ οἱ μὲν Καθαροὶ ταῖς ῥηταῖς μόνον Γραφαῖς κέχρηνται· οὗτοι δὲ ταῖς λεγομέναις Πράξεσιν Ἀνδρέου τε καὶ Θωμᾶ τὸ πλεῖστον ἐπερείδονται, παντάπασιν ἀλλότριοι τοῦ κανόνος τοῦ ἐκκλησιαστικοῦ ὑπάρχοντες.
I. After these, others named themselves Apostolics; and they also wish to style themselves Apotactics. Amongst them the rule of possessing nothing is observed. These too are an offshoot from the doctrines of Tatian—both of the Encratites and Tatianists, and of the Cathari—who by nature do not accept the Law. Amongst them the mysteries also have been altered. They pride themselves forsooth on non-possession; yet in vain do these men rend and harm the holy Church of God on account of self-willed worship, having fallen away from God's loving-kindness towards mankind. For neither is there any longer readmission for anyone who has lapsed; and they hold views akin to those mentioned directly above concerning both marriage and other matters. Moreover, whereas the Cathari make use solely of the appointed Scriptures, these men rely for the most part upon the so-called Acts of Andrew and of Thomas, being altogether alien to the ecclesiastical canon.
Εἰ γὰρ βδελυρός ἐστιν ὁ γάμος, ἄρα ὅλοι ἀκάθαρτοι ὑπάρχουσι διὰ γάμου γεγενημένοι. Καὶ εἰ μόνον τυγχάνει ἡ ἁγία τοῦ Θεοῦ Ἐκκλησία τῶν τῷ γάμῳ ἀποταξαμένων, οὐκέτι ὁ γάμος ἐκ Θεοῦ ὑπάρχων, ἡ πᾶσα παιδοποιουμένη ὑπόθεσις· ἄρα καὶ αὐτοὶ ἀλλότριοι Θεοῦ ὑπάρχουσιν ἀπὸ τοιούτων γεγεννημένοι. Ποῦ τοίνυν τὸ εἰρημένον, Ἃ ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω; Τὸ μὲν γὰρ ἀπ' ἀνάγκης
For if marriage is abominable, then all who have been begotten through marriage are unclean. And if the holy Church of God consists solely of those who have renounced marriage, then since marriage is no longer from God, the whole business of childbearing is undone; consequently they themselves too are alien to God, having been begotten from such persons. Where, then, is the saying, What God hath joined together, let not man put asunder? For out of necessity
Notes, col. 1040

On the reading

Printed ΑΠΟΣΤΟΔΙΚΩΝ, for ΑΠΟΣΤΟΛΙΚΩΝ.

PG 41:1041Read from the page
χωρίζειν, ἀπὸ ἀνθρώπου ὑπάρχει· τὸ δὲ μετὰ προαιρέσεως ἐγκρατεύεσθαι οὐκ ἀνθρώπου ἔδειξεν, ἀλλὰ Θεοῦ τὸ ἔργον. Καὶ ἔχει μὲν ἡ κατὰ φύσιν ἀνάγκη πολλάκις μέμψιν· ὅτι οὐ μετὰ εὐλογιστίας τὸ ἐπάναγκες ἐπιτελεῖται, ἀλλὰ ἐκτὸς τοῦ κανόνος βέβηκεν. Οὐ γὰρ ἐπάναγκες ἡ θεοσέβεια· ἀλλὰ ἐκ προαιρέσεως ἡ δικαιοσύνη. Τὰ δὲ φύσει εἰς θεοσέβειαν ἐπάναγκες φανερά ἐστιν, ἃ τῇ φύσει ἐπιμεμέτρηται. Οἷον τὸ μὴ πορνεύειν, τὸ μὴ μοιχεύειν, τὸ μὴ ἀσελγαίνειν, τὸ μὴ ἐν ταυτῷ δευτερογαμεῖν, τὸ μὴ ἁρπάζειν, τὸ μὴ ἀδικεῖν, τὸ μὴ μεθύειν, τὸ μὴ ἀδηφαγεῖν, τὸ μὴ φαρμακεύειν, τὸ μὴ εἰδωλολατρεῖν, τὸ μὴ φονεύειν, τὸ μὴ καταρᾶσθαι, τὸ μὴ λοιδορεῖν, τὸ μὴ ὀμνύναι, ἀγανακτεῖν τε καὶ ταχὺ πραῧνεσθαι, ὀργίζεσθαι καὶ μὴ ἁμαρτάνειν, μὴ ἐπιδύνειν ἥλιον ἐπὶ τῷ παροργισμῷ. Τῷ δὲ γάμῳ συναφθῆναι μετὰ εὐνομίας, ἡ φύσις δηλώσει ἐκ Θεοῦ ἐκτισμένη, καὶ ἐπιτραπεῖσα. Καὶ τὰ ἄλλα, ὅσα ἐστὶ τοιαῦτα, κατὰ θάτερον ἔχει τῆς ἐπισκοπῆς τὸ μέτρον.
to separate is from man; whereas to practise continence by free choice has shown the work to be not of man, but of God. And natural necessity frequently incurs blame, because what is compulsory is not accomplished with sound reasoning, but has stepped outside the rule. For godliness is not compulsory; rather, righteousness comes from free choice. Yet the things necessary by nature unto godliness are manifest, which have been measured out to nature: such as not committing fornication, not committing adultery, not behaving licentiously, not contracting a second marriage at the same time, not plundering, not doing wrong, not getting drunk, not gormandizing, not practising sorcery, not worshipping idols, not murdering, not cursing, not reviling, not swearing, being indignant yet swiftly growing gentle, being angry and sinning not, not letting the sun go down upon one's provocation. But to be joined in marriage with good order, nature itself—created and permitted by God—will declare. And all other things of such a kind hold the measure of oversight according to either side.
Βʹ. Ἀλλ' ὡς περὶ τούτων εἰπεῖν προειλήφαμεν, ἐν ὀλίγῳ χώρῳ οὗτοι ὑπάρχουσι, περὶ τὴν Φρυγίαν τε καὶ Κιλικίαν, καὶ Παμφυλίαν. Τί οὖν ἄρα ἐκκόπτεται ἡ Ἐκκλησία ἡ ἀπὸ γῆς περάτων ἄχρι γῆς περάτων, καὶ οὐκέτι εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν; Οὐδὲ οὐκέτι τὸ παρὰ τοῦ Σωτῆρος εἰρημένον, τὸ, Ἔσεσθέ μοι μάρτυρες ἕως ἐσχάτου τῆς γῆς; Εἰ μὲν γὰρ οὐκ ἔστιν ἐν σεμνότητι ὁ γάμος, καὶ ζωὴν ἔχων ὁ γάμος, γεννηθῶσιν ἄνευ γάμου· εἰ δὲ ἀπὸ γάμου γεννῶνται, ἄρα βέβηλοί εἰσι διὰ τὸν γάμον. Εἰ δὲ αὐτοὶ μόνοι οὐκ εἰσὶ βέβηλοι, καίτοιγε ὄντες ἀπὸ γάμου, οὐ βέβηλος ὁ γάμος· διότι ἄνευ αὐτοῦ οὐδεὶς γεννηθήσεταί ποτε ἐν κόσμῳ. Καὶ πολλή τίς ἐστιν ἡ τῶν ἀνθρώπων πλάνη, διὰ ποικιλίας καὶ πολλῶν προφάσεων ἐργασαμένη τὸ φαῦλον τῇ ἀνθρωπείᾳ φύσει, καὶ πλανήσασα ἕκαστον διὰ προφάσεως ἀπὸ τῆς ἀληθείας.
II. Yet, as we began to say concerning these men, they exist in a small district around Phrygia, Cilicia, and Pamphylia. Why then, pray, is the Church that stretches from the ends of the earth unto the ends of the earth cut off, and has their sound no longer gone out into all the earth, and their words unto the ends of the inhabited world? Nor does that saying uttered by the Saviour hold good any longer: You shall be witnesses to Me unto the uttermost part of the earth? For if marriage does not stand in honour, and as marriage that possesses life, let them be born without marriage; whereas if they are born from marriage, then they are profane on account of marriage. But if they alone are not profane, even though they come from marriage, marriage is not profane, since without it no one will ever be born in the world. And manifold indeed is the error of men, which through variety and many pretexts has wrought baseness for human nature, and has led each person astray from the truth through some pretext.
Γʹ. Καὶ ἔχει μὲν οὖν ἀποταξίαν ἡ Ἐκκλησία· ἀλλ' οὐ βδελύττεται τὸν γάμον. Καὶ ἔχει ἀκτημοσύνην· ἀλλὰ οὐκ ἐπαίρεται τῶν ἐν κτήσει δικαιοσύνης ὑπαρχόντων, καὶ ἐκ τῶν ἰδίων γονέων ἐχόντων, ὅπως ἑαυτοῖς τε καὶ τοῖς ἐπιδεομένοις ἐπαρκέσαι. Καὶ ἀπέχονται βρωμάτων πολλοί· ἀλλ' οὐ φυσιοῦνται κατὰ τῶν μὴ ἀπεχομένων. Ὁ γὰρ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω· καὶ ὁ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω. Χριστῷ γὰρ ἐσθίει καὶ πίνει. Καὶ ὁρᾷς μίαν ὁμόνοιαν, καὶ μίαν ἐλπίδα, καὶ μίαν πίστιν ἐν τῇ Ἐκκλησίᾳ, ἑκάστῳ χαριζομένην κατὰ τὴν ἰδίαν δύναμιν, καὶ κατὰ τὸν ἴδιον ἀγῶνα τοῦ καμάτου; Ἔοικε δὲ ἡ ἁγία τοῦ Θεοῦ Ἐκκλησία νηῗ. Ναῦς δὲ οὐκ ἀπὸ ἑνὸς ξύλου ἁρμόζεται, ἀλλ' ἐκ διαφόρων. Καὶ τὴν μὲν τρόπιν ἀπὸ ἑνὸς ξύλου κέκτηται, ἀλλὰ οὐ μονοβόλως· τὰς δὲ ἀγκύρας ἑτέρων. Περιτόνεά τε καὶ σα-
III. Now the Church indeed possesses renunciation; yet she does not abominate marriage. And she possesses non-possession; yet she does not exalt herself over those who abide in righteous possession and hold property from their own parents, so as to supply both themselves and those in need. Many also abstain from meats; yet they are not puffed up against those who do not abstain. For let not him who eats despise him who does not eat; and let not him who does not eat judge him who eats: for to Christ he eats and drinks. Do you see one concord, and one hope, and one faith in the Church, graciously bestowed upon each according to his own strength, and according to his own contest of toil? Moreover, the holy Church of God resembles a ship. Now a ship is fitted together not from a single timber, but out of diverse ones. She possesses her keel indeed from one kind of timber, yet not in a single piece; and her anchors from others. And wales and
PG 41:1044Read from the page
νίδας, καὶ τὰ ἐγκυλίσματά τε, καὶ μέρη πρύμνης, καὶ τοίχων, καὶ ζυγωμάτων, ἱστίων τε καὶ πηδαλίων, ὀκνῶν τε καὶ αὐχενίων, οἰάκων τε καὶ τῶν ἄλλων πάντων, ἐκ διαφόρων ξύλων ἔχει τὴν συναγωγήν. Ἑκάστη δὲ τούτων τῶν αἱρέσεων μονόξυλός τις οὖσα, τὸν χαρακτῆρα τῆς Ἐκκλησίας οὐχ ὑποφαίνει. Ἡ δὲ ἁγία Θεοῦ Ἐκκλησία ἔχει μὲν γάμον σεμνὸν, καὶ τιμᾷ τὸν τοιοῦτον· Ἐπειδὴ τίμιος ὁ γάμος, καὶ ἡ κοίτη ἀμίαντος. Ἔχει ἐγκράτειαν θαυμασιωτάτην, καὶ ἐπαινεῖ τὴν τοιαύτην· ἐπειδὴ ἀγῶνα ἀγωνίζεται, καὶ κατεφρόνησε τοῦ βίου, ὡς ἔτι δυνατωτέρα. Ἔχει δὲ παρθενίαν, καὶ ὑπερδοξάζει τὴν τοιαύτην ἐνάρετόν τινα οὖσαν, καὶ πτερῷ κουφοτάτῳ κεκοσμημένην. Ἔχει ἀποταξαμένους τῷ κόσμῳ, καὶ μὴ πεφυσιασμένους κατὰ τῶν ἔτι ἐν κόσμῳ ὑπαρχόντων, ἀλλὰ χαίροντας τοῖς τοιούτοις· καθάπερ καὶ οἱ ἀπόστολοι, αὐτοὶ μὲν ἀκτήμονες ὑπάρχοντες. Καὶ αὐτὸς ὁ Σωτὴρ πάντων Δεσπότης ὢν, ἐν σαρκὶ γενόμενος, οὐδὲν ἀπὸ τῆς γῆς ἐκτήσατο· ἀλλ' οὐκ ἀπεβάλετο τὰς αὐτῷ τε καὶ τοῖς αὐτοῦ μαθηταῖς διακονούσας γυναῖκας. Λέγει γάρ· Αἵτινες ἠκολούθησαν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, διακονοῦσαι αὐτῷ καὶ τοῖς μετ' αὐτοῦ ἀπὸ τῶν ἰδίων ὑπαρχόντων.
planks, and stays, and parts of the stern, and bulwarks, and thwarts, sails as well as steering-oars, hawsers and tillers, helms and all the rest, have their framing put together out of diverse timbers. Whereas each of these heresies, being a dugout of a single log, does not display the character of the Church. The holy Church of God, by contrast, holds honourable marriage and honours such: Since marriage is honourable, and the bed undefiled. She holds most admirable continence and praises such, since it strives in a noble contest and has despised this life, as being stronger still. And she holds virginity and glorifies it exceedingly, seeing that it is virtuous and adorned with a most buoyant wing. She has men who have renounced the world and are not puffed up against those who remain in the world, but rejoice in such persons; just as the apostles too were themselves without possessions. And the Saviour Himself, though Master of all things, when He came in the flesh acquired nothing from the earth; yet He did not cast away the women who ministered both to Him and to His disciples. For Scripture says: Who followed Him from Galilee, ministering unto Him and to those with Him out of their own substance.
Δʹ. Ἐπεὶ πῶς ἄρα πληρωθήσεται τὸ εἰρημένον· Δεῦτε ἐκ δεξιῶν μου, οἱ εὐλογημένοι, οἷς ὁ Πατήρ μου ὁ οὐράνιος ἔθετο τὴν βασιλείαν πρὸ καταβολῆς κόσμου. Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· γυμνὸς, καὶ περιεβάλετέ με; Πόθεν δὲ οὗτοι ταῦτα εἶχον πράττειν, εἰ μὴ ἀπὸ δικαίων πόνων ἐπετέλουν, καὶ ἀπὸ τῶν ἰδίων ὑπάρξεων ἐν τῇ δικαιοσύνῃ; Καὶ εἰ μὲν αὐτοὶ, ἀποταξάμενοι, καὶ ἀποστολικὸν βίον βιοῦντες, μετὰ τῶν ἄλλων ἦσαν μεμιγμένοι, οὐκ ἀλλότριος ἦν ὁ χαρακτὴρ, οὔτε ἀπὸ τῆς τοῦ Θεοῦ διατάξεως ἀπεξενωμένος· καὶ εἰ γυναιξὶν ἀπετάξαντο δι' ἐγκράτειαν, ἐπαινετὴ ἦν ἡ προειρημένη, εἴπερ τὸν γάμον οὐκ ἐβδελύσσοντο. Ἀλλὰ τοῖς ἔτι ἐν γάμῳ κοινωνοῖς ἐχρήσαντο ἂν, εἰδότες ἑκάστου τὸ μέτρον καὶ τὴν τάξιν. Ἡ γὰρ τοῦ Θεοῦ ναῦς πάντα ἐπιβάτην δέχεται. δίχα ληστοῦ. Γνοῦσα γὰρ ληστὴν καὶ πειρατὴν, τοῦτον οὐκ εἰσδέχεται, οὐδὲ φυγάδα, καὶ ἀπὸ τῶν ἰδίων δεσποτῶν ἀφηνιάζοντα. Οὕτω καὶ ἡ ἁγία τοῦ Θεοῦ Ἐκκλησία οὐ δέχεται πορνείαν, οὐ δέχεται μοιχείαν, οὐ δέχεται ἐπαρνησιθεΐαν, οὐδὲ τοὺς ἀθετοῦντας τὴν δεσποτείαν τῆς τοῦ Θεοῦ διατάξεως καὶ τῶν αὐτοῦ ἀποστόλων. Δέχεται δὲ τὸν μὲν ἐν μεγάλῃ πραγματείᾳ, τὸν δὲ ἐν ἐμπειρίᾳ ναυτίλων, τὸν δὲ κυβερνήτην καὶ ἐπιστήμονα, τὸν δὲ ἐν πρωρικῇ, τὸν δὲ ἐν πρύμνῃ, ἔχοντα τὸ ἐμπειρότατον τῆς ἀποσκοπῆς, τὸν δὲ ἐν
IV. Otherwise, how pray shall that saying be fulfilled: Come, blessed ones, at My right hand, for whom My heavenly Father set apart the kingdom before the foundation of the world: for I was hungry, and you gave Me to eat; I was thirsty, and you gave Me to drink; naked, and you clothed Me? Whence did these people have the means to do these things, unless they accomplished them from righteous toils and from their own possessions in righteousness? Now if these men, after renouncing possessions and living an apostolic life, had been mingled together with the rest, their character would not have been alien, nor estranged from God's ordinance; and if they had renounced wives for the sake of continence, the aforesaid course would have been praiseworthy, provided they did not abominate marriage. Rather, they would have treated those still living in marriage as communicants, knowing the measure and rank of each. For the ship of God receives every passenger save a brigand. Recognizing a brigand and pirate, she does not admit him, nor a runaway who rebels against his own masters. Even so the holy Church of God does not admit fornication, does not admit adultery, does not admit denial of God, nor those who set at naught the lordship of the ordinance of God and of His apostles. Yet she receives one engaged in great commerce, another skilled in seamanship, another as steersman and man of knowledge, another at the prow, another at the stern possessing supreme experience in keeping watch, another
PG 41:1045Read from the page
μέτρῳ τινὶ ὑποστάσεως καὶ ἐνθήκης ὄντα, τὸν δὲ καὶ ἕως τοῦ διαπερᾶσαι μόνον, καὶ μὴ ἐν θαλάσσῃ καταποντωθῆναι. Καὶ οὐ πάντως ὅτι τὸ μὴ τοσαῦτα κεκτημένῳ τὴν σωτηρίαν οὐ παρέχει· ἀλλ' οἶδε μὲν πάντας σώζειν, ἕκαστον δὲ κατὰ τὴν ἰδίαν πραγματείαν καὶ σωτηρίαν. Καὶ πόθεν οἱ ἐξ οἰκίας τοῦ Καίσαρος ἀσπάζονται παρὰ τῷ Ἀποστόλῳ; Πόθεν δὲ τῷ Ἀποστόλῳ τὸ εἰρημένον, τὸ, Ἐὰν νομίζῃ ἀσχημονεῖν ἐπὶ τὴν ἰδίαν παρθένον, καὶ οὕτως ὀφείλει ποιῆσαι, γαμείτω· οὐχ ἁμαρτάνει; Οὐκ ἐκτὸς δὲ λουτροῦ δύναται πληροῦν τὸ οὐχ ἁμαρτάνειν. Εἰ γὰρ πάντες ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεὰν τῇ χάριτι, δῆλον διὰ λουτροῦ παλιγγενεσίας. Τὸ γὰρ λουτρὸν ἐκόσμησε τὴν ψυχὴν καὶ τὸ σῶμα, ἀπολοῦσαν πᾶν ἁμάρτημα διὰ μετανοίας. Ἄρα γε καὶ ἐπὶ τὴν οὖσαν παρθένον τὸ χάρισμα ἐφήπλωται τοῦ βαπτίσματος, καὶ ἐπὶ τὴν οὐκ οὖσαν παρθένον, σφραγίζεσθαι ἐπείγεται διὰ τὸ ἀβαρές.
stands in a certain measure of substance and lading, and another solely so far as to cross over and not be sunk in the sea. And by no means does she withhold salvation from one who does not possess so much; rather, she knows how to save all, each according to his own calling and salvation. Otherwise, whence do those of Caesar's household send greetings in the Apostle? And whence is that saying in the Apostle, If any man think that he behaves unseemly towards his virgin, and so it ought to be done, let him marry; he sins not? Yet not apart from the laver is one able to fulfil this not sinning. For if all have sinned and fall short of the glory of God, being justified freely by grace, manifestly it is through the laver of regeneration. For the laver has adorned soul and body, washing away every sin through repentance. Surely, then, both over her who is a virgin has the gift of baptism been spread out, and unto her who is not a virgin it hastens to set its seal on account of its unburdensomeness.
Εʹ. Ἀλλὰ μή τινες πάλιν ὑδαρευόμενοι νομίσωσιν, ἐὰν εἴπωμεν περὶ παρθένου διατάξαντος τοῦ Ἀποστόλου τὸ γῆμαι, μὴ τὴν ἅπαξ ὁρίσασαν παρθενεῦσαι Θεῷ κατασπάσαι τοῦ ἰδίου δρόμου βουλόμενος ὁ Ἀπόστολος ταῦτα διετάξατο. Οὐ γὰρ περὶ τούτων ὁ λόγος, ἀλλὰ περὶ παρθένων ὑπεράκμων τῶν οὐ διὰ παρθενίαν ἐν τῇ ἀκμῇ παραμεινασῶν, ἀλλὰ διὰ τὸ ἠπορηκέναι ἀνδρῶν πρὸς γάμον. Ἐξ Ἰουδαίων γὰρ ὁρμώμενοι οἱ ἀπόστολοι, καὶ κατὰ τὸν νόμον πολιτευσάμενοι, τὴν ἀρχὴν τοῦ κηρύγματος ἐποιήσαντο, θεσμοῖς ἔτι κατεχόμενοι τοῖς ἐν τῷ νόμῳ, οὐ κατὰ τὴν σαρκὸς δικαίωσιν, ἀλλὰ κατὰ τὴν ἐμμελῆ τοῦ νόμου ἀσφάλειαν καὶ ἀκριβολογίαν. Θαυμαστῶς ἐκήρυττεν ὁ νόμος, μὴ δοῦναι τὰς θυγατέρας Ἰσραὴλ τοῖς ἀλλοφύλοις, ἵνα μὴ ἀποπλανῶσιν αὐτὰς ἐπὶ τὰ εἴδωλα. Ἕκαστος τοίνυν τῶν πιστευσάντων τότε προσετάττετο οὐκέτι Ἰουδαίοις ἐκδίδοσθαι τὴν ἑαυτοῦ παρθένον, ἀλλὰ Χριστιανοῖς ὁμοδόξοις καὶ ὁμογνώμοσι. Νέου δὲ ὄντος τοῦ κηρύγματος, οὔπω πλῆθος κατὰ τόπον Χριστιανῶν ὑπῆρχε καὶ Χριστιανικῆς διδασκαλίας. Οἵτινες οὖν τότε ἔσχον θυγατέρας παρθένους, μὴ εὐποροῦντες ἐκδίδοσθαι Χριστιανοῖς, ἐφύλαττον τὰς ἑαυτῶν παρθένους ἄχρι πολλοῦ τοῦ χρόνου. Ἐκεῖναι δὲ ὑπερακμάζουσαι περιέπιπτον πορνείᾳ διὰ τὴν κατὰ φύσιν ἀνάγκην. Ὁ γοῦν Ἀπόστολος, ὁρῶν τὸ ἐπιζήμιον διὰ τῆς ἀκριβολογίας συμβαῖνον, ἐπέτρεψε λέγων· Εἰ δέ τις βούλεται τὴν ἑαυτοῦ παρθένον. Καὶ οὐκ εἶπε· Τὴν ἰδίαν παρθενίαν. Οὐ γὰρ περὶ τοῦ ἰδίου σώματος ἔλεγεν, ἀλλὰ περὶ πατρὸς φυλάσσοντος παρθενίαν. Εἰ δὲ τὴν ἑαυτοῦ παρθένον τὸ ἴδιον σῶμα λέγει, οὐδὲν κωλύσει. Φησὶν οὖν· Ἕστηκεν ἑδραίως ἐν τῷ ἰδίῳ νῷ, καὶ τοῦτο ὀφείλει ποιῆσαι· γαμείτω, φησίν· οὐχ ἁμαρτάνει. Γαμείτω, οὐδ' ἂν εὐποροῖεν· οὐχ ἁμαρτάνει. Καὶ διὰ τοῦτο, Δέδεσαι γυναικί; μὴ ζήτει λύσιν. Λέ-
V. Yet let not certain watery-minded persons again suppose, when we speak concerning a virgin for whom the Apostle ordained marriage, that the Apostle ordained these things wishing to drag down from her own course her who had once determined to keep virginity unto God. For the discourse is not about these, but about virgins past their prime who had remained in their prime not for the sake of virginity, but because they lacked husbands for marriage. For setting out from among the Jews and living according to the Law, the apostles made the beginning of their preaching while still held fast by the ordinances in the Law—not with a view to justification of the flesh, but in keeping with the harmonious safeguard and exactness of the Law. Admirably did the Law proclaim not to give the daughters of Israel to foreigners, lest they lead them astray unto idols. Each of the believers at that time was therefore enjoined no longer to give away his virgin daughter to Jews, but to Christians of like belief and like mind. Now since the preaching was still new, there was not yet in each place a multitude of Christians and of Christian teaching. Those, accordingly, who at that time had virgin daughters, lacking the means to give them away to Christians, kept their virgins for a long time; and as these grew past their prime, they fell into fornication through the necessity of nature. The Apostle, therefore, seeing the harm that arose through such strictness, granted permission, saying: But if anyone wishes as regards his virgin. He did not say: His own virginity; for he was not speaking about one's own body, but about a father guarding virginity. Yet even if by his virgin he means one's own body, nothing will hinder the sense. He says, accordingly: He stands steadfast in his own mind, and so it ought to be done; let him marry, says he: he sins not. Let her marry, even should they lack means: he sins not. And on this account: Are you bound unto a wife? seek not release. Are you
PG 41:1048Read from the page
λυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖκα. Ὁ λέγων, Θέλω πάντας εἶναι ὡς ἐμαυτὸν, ἔλεγεν· Εἰ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν.
loosed from a wife? seek not a wife. He who said, I wish all men to be even as myself, also said: If they do not contain themselves, let them marry.
Ϛʹ. Πάλιν δὲ προτρεπόμενος τοὺς γάμους, ἔλεγε· Λέγω δὲ τοῖς ἀγάμοις, καὶ ταῖς χήραις, καλὸν αὐτοῖς, ἐὰν μείνωσιν ὡς καγώ. Πῶς οὖν πάλιν ἔλεγε; Δέδεσαι γυναικί; μὴ ζήτει λύσιν; Ἢ πῶς οὐκ ἀντινομοθετῶν εὑρεθήσεται τῷ ἰδίῳ Κυρίῳ τῷ λέγοντι, Ὁ μὴ καταλιπὼν πατέρα, καὶ μητέρα, καὶ ἀδελφοὺς, καὶ γυναῖκα, καὶ τέκνα, καὶ θυγατέρας, οὐκ ἔστι μου μαθητής; Πῶς δὲ ὁ λέγων, ὅτι δεῖ καταλιπεῖν γυναῖκα σεμνὴν καὶ πατέρα, αὐτὸς πάλιν λέγει· Ὁ τιμῶν πατέρα καὶ μητέρα· αὕτη γάρ ἐστιν ἐν ἐπαγγελίᾳ πρώτη ἐντολὴ ὑπάρχουσα· καὶ, Ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω; Ἀλλὰ πάντα τὰ θεῖα ῥήματα οὐκ ἀλληγορίας δεῖται, ἀλλὰ ὡς ἔχει. Θεωρίας δὲ δεῖται καὶ αἰσθήσεως, εἰς τὸ εἰδέναι ἑκάστης ὑποθέσεως τὴν δύναμιν. Δεῖ δὲ καὶ παραδόσει κεχρῆσθαι· οὐ γὰρ πάντα ἀπὸ τῆς θείας Γραφῆς δύναται λαμβάνεσθαι. Διὸ τὰ μὲν ἐν γραφαῖς, τὰ δὲ ἐν παραδόσει παρέδωκαν οἱ ἅγιοι ἀπόστολοι· ὥς φησιν ὁ ἅγιος Ἀπόστολος· Ὡς παρέδωκα ὑμῖν· καὶ ἄλλοτε· Οὕτως διδάσκω, καὶ οὕτως παρέδωκα ἐν ταῖς Ἐκκλησίαις· καὶ, Εἰ κατέχετε· ἐκτὸς εἰ μὴ εἰκῆ ἐπιστεύσατε.
VI. Again, exhorting with regard to marriages, he said: Now I say to the unmarried and to the widows, it is good for them if they abide even as I. How, then, did he say again: Are you bound unto a wife? seek not release? Or how shall he not be found legislating contrary to his own Lord, Who says: He that leaves not father, and mother, and brothers, and wife, and children, and daughters, is not My disciple? And how does he who says that one ought to leave an honourable wife and a father himself say again: He that honours father and mother—for this is the first commandment with a promise—and: What God has joined together, let not man put asunder? Yet all divine words stand in need not of allegory, but of being taken as they stand; whereas they do need contemplation and perception, in order to know the force of each subject. One must also make use of tradition; for not all things can be taken from divine Scripture. Wherefore the holy apostles handed down some things in writings and others in tradition, even as the holy Apostle says: Even as I handed down unto you; and elsewhere: Thus I teach, and thus I handed down in the Churches; and: If you hold fast, unless you believed in vain.
Παρέδωκαν τοίνυν οἱ ἅγιοι Θεοῦ ἀπόστολοι τῇ ἁγίᾳ Θεοῦ Ἐκκλησίᾳ ἐφάμαρτον εἶναι τὸ, μετὰ τὸ ὁρίσαι παρθενίαν, εἰς γάμον τρέπεσθαι. Καὶ ἔγραψεν ὁ Ἀπόστολος· Ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτε. Πῶς οὖν συνᾴδει τοῦτο τούτῳ; Ἀλλὰ καὶ ἐκείνην τὴν παρθένον λέγει, τὴν μὴ ὁρίσασαν Θεῷ. Ἀλλὰ διὰ τὴν ἀπορίαν τῆς κατὰ τὸν καιρὸν ἐκεῖνον σπάνης τῶν εἰς Χριστὸν πεπιστευκότων κατὰ ἀνάγκην οὕτως ἐπετελεῖτο. Καὶ ὅτι ταῦτα οὕτως ἔχει, διδάξει ἡμᾶς ὁ αὐτὸς Ἀπόστολος, λέγων· Νεωτέρας χήρας παραιτοῦ. Μετὰ γὰρ τὸ καταστρηνιάσαι τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν, ἔχουσαι κρῖμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν. Εἰ τοίνυν (εἰ) καὶ ἡ μετὰ πεῖραν κόσμου χηρεύσασα γυνὴ, διὰ τὸ τετάχθαι Θεῷ, ἔπειτα γήμασα, κρῖμα ἕξει, ἀθετήσασα τὴν πρώτην πίστιν· πόσῳ γε μᾶλλον ἡ καὶ αὐτὴν ἄνευ πείρας κόσμου ἀναθεῖσα παρθένος Θεῷ, γαμήσασα, πῶς οὐχὶ μᾶλλον αὐτῇ ὑπὲρ περισσοῦ κατεστρηνίασε Χριστοῦ, καὶ τὴν μείζονα πίστιν ἠθέτησε, καὶ ἕξει κρῖμα ὡς ἀναχαλασθεῖσα τῆς ἰδίας κατὰ Θεὸν προθέσεως;
The holy apostles of God, accordingly, handed down to the holy Church of God that to turn aside to marriage after having determined upon virginity is sinful. Yet the Apostle wrote: If a virgin marry, she has not sinned. How, then, does this agree with that? Rather, he speaks even of that virgin who had not dedicated herself to God; whereas on account of the distress arising from the scarcity at that time of those who had believed in Christ, this was carried out of necessity in that manner. And that these things are so, the same Apostle will teach us, saying: Younger widows refuse; for when they have grown wanton against Christ, they desire to marry, having judgement, because they have cast off their first faith. If, therefore, even a woman widowed after experience of the world, because she has been enrolled for God, upon subsequently marrying will incur judgement as having cast off her first faith: how much more will a virgin who without experience of the world has dedicated even herself to God, if she marries—how has she not all the more grown superfluously wanton against Christ, and cast off the greater faith, and how shall she not incur judgement as having slackened from her own godly resolve?
Notes, col. 1048

On the reading

Printed καγώ, for κἀγώ.

Printed αὐτῇ, for αὕτη.

PG 41:1049Read from the page
Ζʹ. Γαμείτωσαν τοίνυν, τεκνογονείτωσαν, οἰκοδεσποτείτωσαν, σύντομος καὶ μέσος ὁ λόγος κατὰ τῶν τὰ φαῦλα διανοουμένων περὶ πάσης ἐκκλησιαστικῆς τοῦ κηρύγματος ὑποθέσεως· παρεκβάλλουσα μὲν τοὺς λέγοντας ἑαυτοὺς Ἀποστολικοὺς καὶ Ἐγκρατίτας, παρεκβάλλουσα τοὺς ὑδαρευομένους ἐν τῇ Ἐκκλησίᾳ, καὶ ἀναπείθοντας γυναῖκα ἀπὸ τελείου δρόμου ἀναχαλασθέντα ἀθετεῖν τὴν τοιαύτην τοῦ δρόμου τελειότητα. Καὶ ἔχει μὲν ἁμαρτίαν καὶ κρῖμα ὁ ἀθετήσας Θεοῦ τὴν παρθενίαν, καὶ καταισχύνας τὸν ἀγῶνα. Παραφθείρας γὰρ ἀγῶνα ὁ ἀθλητὴς, μαστιχθεὶς ἐκβάλλεται τοῦ ἀγῶνος. Καὶ παραφθείρας τις παρθενίαν, ἐκβάλλεται τοῦ τοιούτου δρόμου, καὶ στεφάνου, καὶ βραβείου. Ἀλλὰ κρεῖττόν ἐστι κρῖμα καὶ μὴ κατάκριμα. Οἱ γὰρ διὰ τὸ μὴ αἰσχυνθῆναι τοῖς ἀνθρώποις κρυφῇ πορνεύοντες, ποιοῦσι πορνείας, ἢ μονότητος, ἢ ἐγκρατείας, οὐ πρὸς ἀνθρώπους ἔχουσι τὴν ὁμολογίαν, ἀλλὰ πρὸς Θεὸν τὸν εἰδότα τὰ κρύφια, καὶ ἐξελέγχοντα πᾶσαν σάρκα ἐν τῇ αὐτοῦ παρουσίᾳ, περὶ ὧν ἕκαστος ἥμαρτε. Κρεῖττον τοίνυν ἔχειν ἁμαρτίαν μίαν, καὶ μὴ περισσοτέρας. Κρεῖττον πεσόντα ἀπὸ δρόμου φανερῶς ἑαυτῷ λαβεῖν γυναῖκα κατὰ νόμον, καὶ ἀπὸ παρθενίας πολλῷ χρόνῳ μετανοήσαντα, εἰσαχθῆναι πάλιν εἰς τὴν Ἐκκλησίαν, ὡς κακῶς ἐργασάμενον, ὡς παραπεσόντα, καὶ κλασθέντα, καὶ χρείαν ἔχοντα ἐπιδέματος, καὶ μὴ καθ' ἑκάστην ἡμέραν βέλεσι κρυφίοις κατατιτρώσκεσθαι, καὶ πονηρίας ὑπὸ διαβόλου αὐτῷ ἐπιφερομένης.
VII. Let them therefore marry, bear children, guide the household—concise and balanced is the word against those who devise base notions concerning the entire ecclesiastical subject of the preaching; casting out on the one hand those who style themselves Apostolics and Encratites, and casting out those within the Church who are watery-minded and who persuade a woman slackened from the perfect course to set at naught such perfection of the course. Indeed, he who has set at naught God's virginity and brought shame upon the contest incurs sin and judgement. For when an athlete corrupts the contest, he is scourged and cast out of the contest; and when anyone corrupts virginity, that person is cast out from such a course, and crown, and prize. Yet judgement is better, and not condemnation. For those who commit fornication in secret so as not to be put to shame before men—making a profession of fornication, or of single life, or of continence—hold their confession not before men, but before God Who knows secret things and convicts all flesh at His coming regarding the sins each has committed. Better, therefore, is it to have one sin rather than more. Better is it for one who has fallen from the course openly to take to oneself a spouse according to law and, after repenting for a long time from the fall from virginity, to be brought back again into the Church—as one who has wrought ill, as one who has lapsed and been broken and stands in need of a bandage—and not day by day to be wounded with secret darts and wickedness brought upon him by the devil.
Ηʹ. Οὕτως οἶδεν ἡ Ἐκκλησία κηρύττειν. Ταῦτα τὰ φάρμακα τῆς ἰάσεως· ταῦτα τὰ εἴδη τῆς μυρεψικῆς ἐργασίας· αὕτη ἡ κατασκευὴ τοῦ ἁγίου ἐλαίου ἐν τῷ νόμῳ· αὕτη ἡ ἀρωματίζουσα καλὴ πίστις. ἐπισφίγγουσα μὲν τὸν ἀθλοῦντα εἰς ἀγῶνα, ἐπικηρυκευομένη δὲ αὐτῷ διατεῖναι τὸν δρόμον, ὅπως δυνηθῇ στεφανωθῆναι· αὕτη ἡ τοῦ Θεοῦ πραγματεία, πάντας συνάγουσα εἰς τὴν βασιλικὴν διάταξιν, καὶ πορφύραν μὲν ἀπὸ θαλάσσης, καὶ ἔριον ἀπὸ προβάτου, καὶ λίνον ἐκ γῆς, καὶ βύσσον, καὶ σηρικὸν, καὶ δέρματα ἠρυθροδανωμένα, καὶ λίθον τίμιον τὸν σμάραγδον, καὶ τὸν μαργαρίτην, τὸν ἀχάτην, τοῖς μὲν χρώμασι διαλλάττοντας λίθους, τῇ δὲ τιμῇ ὁμοτίμους ὄντας· ἀλλὰ καὶ χρυσὸν, καὶ ἄργυρον, καὶ ξύλα ἄσηπα, καὶ χαλκὸν, καὶ σίδηρον, ἀλλὰ καὶ τρίχας αἰγείας μὴ ἀποβαλλομένη. Καὶ αὕτη μὲν ἦν τότε ἡ σκηνὴ, νῦν δὲ τῆς σκηνῆς ὁ οἶκος ἡδραιωμένος ἐν Θεῷ, θεμέλιος δὲ ἐν δυνάμει. Καὶ παυσάσθω πᾶσα αἵρεσις κατὰ τῆς ἀληθείας ἐπεγειρομένη, μᾶλλον δὲ ἑαυτὴν ἀπὸ ἀληθείας διώκουσα.
VIII. Thus does the Church know how to preach. These are the medicines of healing; these are the kinds of the perfumer's craft; this is the compounding of the holy oil in the Law; this is the fragrant noble faith, bracing on the one hand the combatant for the contest, and proclaiming to him on the other to stretch out his course to the end so that he may be enabled to be crowned; this is the business of God, gathering all into the royal order—not casting away purple from the sea, nor wool from the sheep, nor flax out of the earth, nor fine linen, nor silk, nor skins dyed red with madder, nor the precious stone the emerald, nor the pearl, nor the agate, stones differing in their colours yet equal in value; nay, nor gold, nor silver, nor incorruptible woods, nor bronze, nor iron, nor even goats' hair. And such indeed at that time was the tabernacle; whereas now the house of the tabernacle stands firmly established in God, and its foundation in power. Let every heresy cease that rises up against the truth—or rather chases itself away from truth.
Καὶ ἕως ὧδε ταῦτα ἐχέτω. Την γαῦρον δὲ ταύτην ἔχιδναν δίκην ἀκοντίου τοῦ καλουμένου, ἢ τύφλωπος ἢ μυάγρου ξύλῳ τοῦ σταυροῦ πεπαικότες, καὶ καταλείψαντες· ἰὸν μὲν οὐ τοσοῦτον ἔχοντα τὰ ἑρπετώδη ταῦτα, πλὴν καὶ τῷ δρόμῳ, καὶ τῷ γαυριάματι, καὶ τῇ ἀκοντιάσει, διὰ τὴν αὐτῶν ἐπεντριβὴν, οὕτως κα-
And let these remarks suffice thus far. Having struck this arrogant viper—like the snake called the dart-snake, or the blind-worm, or the mouse-catcher—with the wood of the cross and left it behind (for though these reptiles do not possess so much venom, yet by their rushing, and their prancing, and their darting, on account of their practised cunning, they have been thus
Notes, col. 1049

On the reading

Printed Την, for Τὴν.