Migne Reading Room

PG 41 · cols. 1028–1037 · Read from the page

Panarium Adversus Octoginta Haereses: Liber II, Tomus I (Anacephalaeosis et Haereses XLVII–LXIV)

Panarium Adversus Octoginta Haereses: Liber II, Tomus I (Anacephalaeosis et Haereses XLVII–LXIV)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 41:1028Read from the page
ἡμέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀποκαλύπτεται.
day shall declare it, because it is revealed in fire.
Ϛʹ. Οὔτε οὖν ἐπαγγελλόμεθα ἐλευθερίαν παντάπασι τοῖς μετὰ τὸ βάπτισμα παραπεπτωκόσιν, οὔτε ἀπαγορεύομεν τὴν αὐτὴν αὐτῶν ζωήν. Θεὸς γὰρ ἐλεήμων ἐστὶ καὶ οἰκτίρμων, καὶ ἔδωκε τοῖς μετανοοῦσιν ἐπάνοδον. Καὶ τὸ μὲν πρῶτόν ἐστι σαφές· τὸ δὲ δεύτερον, οἴδαμεν, ὅτι ἐλεήμων ἐστὶν ὁ Θεὸς, ἐὰν ἐξ ὅλης ψυχῆς μετανοήσωμεν ἀπὸ παραπτωμάτων. Ἔχει γὰρ ἐν χειρὶ ζωήν, καὶ σωτηρίας φιλανθρωπίαν. Καὶ τί μὲν αὐτὸς ποιεῖ, αὐτῷ μόνῳ ἔγνωσται. Πλὴν ὅτι ζημία οὐκ ἔνι ἀπὸ τῆς μετανοίας, οὐδὲ ἀπηγόρευται ὁ μετανοῶν ἀπὸ πάντων σφαλμάτων. Πόσῳ γε μᾶλλον ὁ κατὰ νόμον συναφθεὶς δευτέρᾳ γυναικί; Καὶ ἡ μὲν πρώτη γυνὴ, ἐκ Θεοῦ τεταγμένη· ἡ δὲ δευτέρα, ἐξ ἀσθενείας ἀνθρώπων· καὶ ἔτι περισσοτέρᾳ εἰ συναφθείη, τὸ ἀσθενὲς ἀεὶ διαβαστάζεται. Φησὶ γάρ· Γυνὴ δέδεται γάμῳ, ἐφ' ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς. Ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ, ἐλευθέρα ἐστὶν ᾧ θέλῃ γαμηθῆναι· ἀποφηνάμενος μετὰ τελευτὴν ἀνδρὸς τὸ ἐλευθέριον ἀπὸ ἁμαρτίας χωρὶς πάσης ἀντιλογίας, μετὰ τῆς προσθήκης σημάνας, τῷ ἐν Κυρίῳ, ὡς οὐκ εἶναι αὐτὴν ἀλλοτρίαν Κυρίου, τὴν μετὰ τελευτὴν ἀνδρὸς συναπτομένην ἄλλῳ ἀνδρὶ, ἢ τὸν μετὰ τελευτὴν γυναικὸς συναπτόμενον δευτέρᾳ γυναικὶ, μόνον ἐν Κυρίῳ, ὡς λέγει ὁ Ἀπόστολος. Καί φησι· Μακαριωτέρα δέ ἐστιν, ἐὰν μείνῃ οὕτως. Τὸ, ἐν Κυρίῳ, μὴ ἐν πορνείᾳ, μὴ ἐν μοιχείᾳ, μὴ ἐν κλεψιγαμίᾳ, ἀλλ' ἐν παῤῥησίᾳ, ἐν σεμνῷ γάμῳ ἐπιμένειν, ἐν τῇ πίστει, ἐν ταῖς ἐντολαῖς, ἐν εὐποιίαις, ἐν εὐλαβείᾳ, ἐν νηστείαις, ἐν εὐνομίᾳ, ἐν ἐλεημοσύναις, ἐν σπουδαιότητι, ἐν ἀγαθοεργίᾳ. Ταῦτα γὰρ, συνόντα καὶ παραμένοντα, οὐκ ἀργοὺς, οὐδὲ ἀκάρπους καθίστησιν εἰς τὴν τοῦ Κυρίου παρουσίαν.
6. Neither, therefore, do we promise license altogether to those who have fallen after baptism, nor do we despair of their very life. For God is merciful and compassionate, and He has granted a return to those who repent. And the first point is clear; and as for the second, we know that God is merciful, if with our whole soul we repent of transgressions. For He holds in His hand life, and loving-kindness unto salvation. And what He Himself does is known to Him alone. Save only that there is no loss from repentance, nor is he who repents of all faults rejected. How much more, then, he who according to law has been joined to a second wife? And the first wife indeed is ordained of God; whereas the second is out of human weakness; and if one should be joined to yet another beyond that, weakness is ever borne with. For he says: A wife is bound to marriage for so long a time as her husband lives. But if her husband dies, she is free to be married to whom she wishes; declaring beyond all contradiction her freedom from sin after her husband's decease, and indicating by the addition, in the Lord, that she is not estranged from the Lord when after her husband's decease she is joined to another husband, nor is he who after his wife's decease is joined to a second wife, only in the Lord, as the Apostle says. And he says: Yet she is more blessed if she remains thus. That phrase, in the Lord, means not in fornication, not in adultery, not in furtive wedlock, but abiding with boldness of speech in honourable marriage, in the faith, in the commandments, in good deeds, in godliness, in fastings, in lawfulness, in almsgivings, in earnestness, in well-doing. For when these things are present and abide, they render men neither idle nor unfruitful unto the coming of the Lord.
Καὶ τῇ μὲν ἱερωσύνῃ τὸ πρῶτον τάγμα καὶ ἡ περὶ πάντων ἀκριβολογία· τῷ δὲ λαῷ τὸ σύμμετρον καὶ τὸ συγγνωστόν· ἵνα πάντες διδάσκωνται καὶ κατελεῶνται. Ἐλεήμων γάρ ἐστιν ὁ Δεσπότης, καὶ δυνατὸς πάντας σώζειν τῇ ἰδίᾳ αὐτοῦ εὐνομίᾳ, καὶ ἀληθινῇ πίστει τῆς τοῦ κηρύγματος καθαρότητος. Αὐτὸς γὰρ μόνος ἐστὶ καθαρός. Οὗτοι δὲ, ἑαυτοὺς φήσαντες Καθαροὺς, ἀπ' αὐτῆς τῆς ὑποθέσεως ἀκαθάρτους ἑαυτοὺς ἀποτελοῦσι. Πᾶς γὰρ ὁ ἑαυτὸν ἀποφήνας καθαρὸν, ἀκάθαρτον ἑαυτὸν τελείως κατέκρινε
And to the priesthood indeed belongs the first rank and strictness concerning all things; whereas to the laity belongs what is measured and pardonable, so that all may be taught and obtain mercy. For the Master is merciful, and mighty to save all by His own lawfulness, and by the true faith of the purity of the proclamation. For He alone is pure. Whereas these men, calling themselves Pure, render themselves impure from that very premise. For everyone who declares himself pure has utterly condemned himself as impure
Ζʹ. Πολλὴ δὲ ἄνοια τῶν τοιούτων νομιζόντων εἶναί τι, εἰ καὶ ἦν ἀληθὲς τὸ κήρυγμα, περὶ παντὸς τοῦ λαοῦ οὕτως φάσκον. Ἔδει δὲ γνῶναι, ὅτι οὐ περὶ τῆς ὑποθέσεως ταύτης μόνον τὸ ἔγκλημα ὑπάρχει ψυχῇ, ἢ τὸ διὰ τοῦτο ἐνάρετον γενέσθαι μόνον, ἀλλὰ καὶ τὸ μὴ λοιδορεῖν, μὴ ὀμνύναι ὅρκον, μήτε ἐν ἀληθείᾳ, μήτε ἐν ψεύδει· ἀλλὰ ναὶ, ναὶ, καὶ οὒ οὒ, λέγειν· μὴ
7. Yet great is the folly of such men who suppose themselves to be something, even if their proclamation were true in speaking thus concerning the whole laity. For they ought to have known that not concerning this matter alone does guilt attach to a soul, nor does becoming virtuous consist in this alone, but also in not reviling, not swearing an oath, neither in truth nor in falsehood; but saying yea, yea, and nay, nay; not
PG 41:1029Read from the page
δολιεύεσθαι, μὴ διαβάλλειν, μὴ κλέπτειν, μὴ ἐμπορνεύεσθαι. Ἐκ τούτων γὰρ πάντων συνάγεται ἡμῖν τὰ ῥύπη τῶν ἁμαρτημάτων. Ὡς γὰρ, φησὶν, ὁ πάσσαλος ἀνὰ μέσον τῶν δύο λίθων συντρίβεται, οὕτως ἡ ἁμαρτία ἀνὰ μέσον ἀγοράζοντος καὶ πωλοῦντος· καὶ ὅτι ἐκ τοῦ πλήθους πάντως καὶ μέθυσοι, καὶ πόρνοι, καὶ πλεονέκται, καὶ τοκισταὶ, καὶ πάντως ὅτι τὰ τοιαῦτα ἔχουσι, καὶ τούτοις ὅμοια· ὅτι καὶ ψεύσματα ἑκάστῳ αὐτῶν παρακολουθεῖ. Πῶς οὖν δύνανται ἑαυτοὺς Καθαροὺς ἀποκαλεῖν διὰ τῆς μιᾶς ὑποσχέσεως, τῆς πάσης κατὰ Θεὸν πραγματείας περὶ πάντων τῶν σφαλμάτων ἀσφαλιζομένης; Οὐκ ἔγνωσάν τε οὗτοι τὰ ἀκριβῆ τοῦ κηρύγματος, οὐδὲ τίνι ἀφώρισε τὸ ἀκρίβασμα τοῦτο τῆς διγαμίας.
acting deceitfully, not slandering, not stealing, not committing fornication. For out of all these are gathered upon us the defilements of sins. For as, it says, a peg is crushed in between the two stones, so is sin crushed between buyer and seller; and because among the multitude there are assuredly drunkards also, and fornicators, and covetous men, and usurers, and assuredly they have such vices and things like unto these; because falsehoods also attend upon each of them. How then can they call themselves Pure on account of that single profession, when the whole godly discipline secures us concerning all faults? Neither have these men known the exact teachings of the proclamation, nor for whom it appointed this strict rule concerning digamy.
Ἀλλὰ καὶ οἱ ἀπὸ τοῦ διωγμοῦ παραπεπτωκότες, καὶ αὐτοὶ ἐὰν ἐνδείξωνται τελείαν τὴν μετάνοιαν, ἐν σάκκῳ καὶ σποδῷ καθεσθέντες, καὶ κλαύσαντες ἐνώπιον Κυρίου, δυνατός ἐστιν ὁ εὐεργέτης καὶ αὐτοὺς ἐλεῆσαι. Οὐ γάρ τι φαῦλον γίνεται ἀπὸ μετανοίας. Δέχεται οὖν τοὺς μετανοοῦντας ὁ Κύριος καὶ ἡ αὐτοῦ Ἐκκλησία· ὡς ἐπέστρεψε Μανασσῆς ὁ υἱὸς Ἐζεκίου, καὶ ἐδέχθη ὑπὸ Κυρίου· καὶ ὁ ἀρνησάμενος πρὸς ὥραν ἅγιος Πέτρος, καὶ κορυφαιότατος τῶν ἀποστόλων, ὃς γέγονεν ἡμῖν ἀληθῶς στερεὰ πέτρα θεμελιοῦσα τὴν πίστιν τοῦ Κυρίου· ἐφ' ᾗ ᾠκοδόμητο ἡ Ἐκκλησία κατὰ πάντα τρόπον. Πρῶτον μὲν ὅτι ὡμολόγησε Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ τοῦ ζῶντος, καὶ ἤκουσεν, ὅτι Ἐπὶ τῇ πέτρᾳ ταύτῃ τῆς ἀσφαλῆς πίστεως οικοδομήσω μου τὴν Ἐκκλησίαν. Ἐπειδὴ σαφῶς αὐτὸν ὡμολόγησεν Υἱὸν ἀληθινόν. Τὸ γὰρ εἰπεῖν, Υἱὸν Θεοῦ ζῶντος, ἔδειξεν Υἱὸν γνήσιον εἶναι, μετὰ προσθήκης τῆς, ζῶντος, ὡς ἐν πάσῃ μοι σχεδὸν αἱρέσει περὶ τούτου εἴρηται.
Moreover, even as for those who have fallen during the persecution, if they themselves also display complete repentance, sitting down in sackcloth and ashes and weeping before the Lord, the Benefactor is mighty to have mercy upon them as well. For nothing base comes from repentance. Accordingly, the Lord and His Church receive those who repent: just as Manasseh the son of Hezekiah turned back, and was received by the Lord; and Saint Peter, who denied Him for an hour, the very chief of the apostles, who truly became for us a firm rock establishing the faith of the Lord, upon which the Church was built in every way. First indeed because he confessed Christ as the Son of the living God, and heard: Upon this rock of sure faith I will build My Church; seeing that he clearly confessed Him to be the true Son. For the saying, Son of the living God, showed that He is the genuine Son, by the addition of the word, living, as has been stated by me concerning this in well-nigh every heresy.
Ηʹ. Ἀλλὰ καὶ περὶ τοῦ ἁγίου Πνεύματος ὁ αὐτὸς ἀσφαλίζεται ἡμᾶς, λέγων τοῖς περὶ Ἀνανίαν· Τί ὅτι ἐπείρασεν ὑμᾶς ὁ Σατανᾶς, ψεύσασθαι τὸ Πνεῦμα τὸ ἅγιον; Οὐκ ἀνθρώπῳ ἐψεύσασθε, ἀλλὰ τῷ Θεῷ. Διότι ἐκ Θεοῦ τὸ Πνεῦμα, καὶ οὐκ ἀλλότριον Θεοῦ. Ἀλλὰ καὶ ἐνταῦθα στερεὰ πέτρα οἰκοδομῆς καὶ θεμέλιος οἴκου Θεοῦ γεγένηται, ἐν τῷ ἀρνησάμενον αὐτὸν καὶ πάλιν ὑποστρέψαντα, εὑρεθέντα τε ὑπὸ Κυρίου καὶ καταξιωθέντα πάλιν ἀκοῦσαι· Ποίμαινε τὰ πρόβατά μου· καὶ, Ποίμαινε τὰ ἀρνία μου· καὶ, Ποίμαινε τὰ πρόβατά μου. Ὁ γὰρ Χριστὸς, τοῦτο λέγων, εἰς ἐπιστροφὴν ἡμᾶς ἤγαγε μετανοίας· ἵνα ἐν αὐτῷ πάλιν οἰκοδομηθείη ἡ εὐθεμελιώτατος πίστις, ἡ μὴ ἀπαγορεύουσα ζωὴν τῶν ἀνθρώπων, ὅσοι ἐμπνέουσι τῷ βίῳ, καὶ μετανοοῦσιν ἐν ἀληθείᾳ,
8. Moreover, concerning the Holy Spirit also the same apostle assures us, saying to those around Ananias: Why is it that Satan has tempted you to lie to the Holy Spirit? You have not lied unto man, but unto God. Because the Spirit is from God, and not alien from God. Yet here too he became a firm rock of building and a foundation of the house of God, in that after having denied Him and turned back again, he was both found by the Lord and deemed worthy again to hear: Tend My sheep; and, Tend My lambs; and, Tend My sheep. For Christ, in saying this, led us unto a turning of repentance; so that upon him might be built up again the most firmly founded faith, which does not refuse life to men, as many as breathe in this life, and repent in truth,
Notes, col. 1029

On the reading

Printed ἀσφαλῆς, for ἀσφαλοῦς.

Printed οικοδομήσω, for οἰκοδομήσω.

PG 41:1032Read from the page
καὶ διορθοῦνται τὰ ἑαυτῶν σφάλματα ἐν τῷ αἰῶνι τούτῳ.
and amend their own faults in this age.
Θʹ. Καὶ ἐν τῷ Ἄσματι τῶν ᾀσμάτων ἔφη αὐτὴ ἡ νύμφη πρὸς τὸν νυμφίον λέγουσα· Ἀποκρίνεται ὁ ἀδελφός μου, καὶ λέγει μοι· Ἀνάστα, ἐλθὲ, ἡ πλησίον μου· καλή μου, περιστερά μου· ὅτι ὁ χειμὼν παρῆλθε· τὰ στυγερά τε καὶ ζοφώδη τῆς συννεφίας, καὶ φοβερώτατα, ὡς εἰπεῖν, παρῆλθεν. Ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ· τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ ἡμῶν· ὁ καιρὸς τῆς τομῆς ἔφθασε· φωνὴ τῆς τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν· ἡ συκῆ ἐξήνεγκε τοὺς ὀλύνθους αὐτῆς, αἱ ἄμπελοι ἡμῶν κυπρίζουσιν, ἔδωκαν ὀσμήν· ἵνα δείξῃ πάντα τὰ παρῳχημένα παρελθόντα· ἔαρος δὲ ἄρτι ἀνθοῦντος, καὶ θαλάσσης γαληνιώσης τε, καὶ φόβου τοῦ ὑετοῦ διελθόντος, καὶ τῶν παλαιῶν τῆς ἀμπέλου τετμημένων, καὶ τῆς πόας μηκέτι ποαζούσης μόνον, ἀλλὰ καὶ ἄνθη ἐκβαλούσης, καὶ τοῦ κηρύγματος τῆς φωνῆς ἐν τῇ ἐρήμῳ βοώσης, τουτέστιν ἐν τῇ γῇ ἡμῶν· καὶ συκῆς τῆς ποτε καταραθείσης ἐκβαλλούσης τοὺς ὀλύνθους, τοὺς καρποὺς τῆς μετανοίας, ἤδη ἐπὶ τοῖς κλώνεσι καὶ δένδρεσι φαινομένους· ἀμπέλους δὲ ἤδη κυπριζούσας τὸ εὔοσμον τῆς τοῦ Εὐαγγελίου πίστεως κήρυγμα. Ἐπειδὴ δὲ εὐθέως κέκληκε τὴν τοιαύτην, καὶ εἶπεν· Ἀνάστα, ἐλθέ· ἀνάστα ἀπὸ νεκρότητος ἁμαρτημάτων, καὶ ἐλθὲ ἐν δικαιοσύνῃ· ἀνάστα ἀπὸ παραπτώματος, καὶ ἐλθὲ ἐν παῤῥησίᾳ· ἀνάστα ἀπὸ ἁμαρτιῶν, καὶ ἐλθὲ εἰς μετάνοιαν· ἀνάστα ἀπὸ παραλύσεως, καὶ ἐλθὲ ἐν τελειότητι· ἀνάστα ἀπὸ λωβήσεως, καὶ ἐλθὲ ἐν ὑγείᾳ· ἀνάστα ἀπὸ ἀπιστίας, καὶ ἐλθὲ ἐν πίστει· ἀνάστα ἀπὸ ἀπωλείας, καὶ ἐλθὲ ἐν εὑρέσει.
9. And in the Song of Songs the bride herself spoke to the bridegroom, saying: My kinsman answers, and says to me: Arise, come, my neighbour, my fair one, my dove; for the winter is past; both the gloomy and murky things of the cloudiness, and the most fearful things, so to speak, have passed away. The rain is gone, it has departed unto itself; the flowers have appeared in our land; the time of pruning has arrived; the voice of the turtle-dove has been heard in our land; the fig-tree has put forth its green figs, our vines are in blossom, they have given forth fragrance; in order to show that all bygone things have passed away; while spring is just now blooming, and the sea is growing calm, and fear of the rain has passed by, and the old branches of the vine have been pruned away, and the grass no longer merely puts forth blades, but has also put forth flowers, and the proclamation of the voice is crying in the wilderness, that is, in our land; and the fig-tree that was once cursed is putting forth its green figs, the fruits of repentance, already appearing upon the boughs and trees; and the vines are already blossoming with the sweet-smelling proclamation of the faith of the Gospel. And since straightway He has called her who is such, and said: Arise, come; arise from the deadness of sins, and come in righteousness; arise from transgression, and come in boldness of speech; arise from sins, and come unto repentance; arise from palsy, and come in completeness; arise from leprosy, and come in health; arise from unbelief, and come in faith; arise from perdition, and come in being found.
Ἐπειδὴ δὲ ᾔδει τὸ ὅλον λόγιον, ὅτι μετὰ τὴν πρώτην μετάνοιαν, καὶ μετὰ τὴν πρώτην κλῆσιν καὶ ἴασιν, ὡς εἰπεῖν, συμβαίνει τῇ ἀνθρωπότητι πολλὰ παραπτώματα, πάλιν λέγει· Ἀνάστα, ἐλθὲ σὺ, περιστερά μου· δεύτερον ταύτην καλεῖ, καὶ οὐχ ἅπαξ· τὸ δὲ δεύτερον οὐκ ἴσον τῷ πρώτῳ. Φησὶ γὰρ ἐν τῇ προτέρᾳ κλήσει οὕτως· Ἀνάστα, ἡ πλησίον μου, καλή μου, περιστερά μου. Τὸ μὲν πρῶτον, Ἀνάστα, ἐλθέ· καὶ οὐκ εἶπε· Καὶ ἐλθὲ σύ. Καὶ τὸ δεύτερον προστίθησι τὸ ἄρθρον, ἵνα δείξῃ κλῆσιν (οὐ) δευτέραν παρηλλαγμένην μετὰ τὴν πρώτην· ἀλλὰ καὶ ἐν τῇ πρώτῃ ἀπὸ παραπτωμάτων πάλιν ὀρεγομένην χεῖρα ἐπιδέξιον, καὶ ἐπουράνιον φιλανθρωπίας. Καὶ ἐλθὲ, φησὶ, περιστερά μου, ἐν σκέπῃ τῆς πέτρας ἐχόμενα τοῦ προτειχίσματος. Ἐν σκέπῃ πέτρας, ἐν φιλανθρωπίᾳ Χριστοῦ, καὶ ἐν ἐλέει Κυρίου, τουτέστι σκέπῃ πέτρας, σκέπῃ ἐλπίδος, καὶ πίστεως, καὶ ἀληθείας. Ἐχόμενα τοῦ προτειχίσματος· τουτέστι, πρινὴ κλεισθῆναι τὴν πύλην, πρινὴ ἔσω περιβόλων γενόμενος ὁ Βασιλεὺς μηκέτι εισδέξηται μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγήν τε καὶ θάνατον· ὅτε οὐκέτι ἐχόμενα τοῦ προτειχίσματος, ἀλλὰ ἀπεκλείσθησαν αἱ πύλαι, καὶ οὐκέτι ἔνι διορθώσασθαι.
And since the whole oracle knew that after the first repentance, and after the first calling and healing, so to speak, many transgressions befall mankind, He says again: Arise, come yourself, my dove; a second time He calls her, and not once only; yet the second time is not equal to the first. For in the former calling He speaks thus: Arise, my neighbour, my fair one, my dove. The first time: Arise, come; and He did not say: And come yourself. And the second time He adds the pronoun, in order to show a calling (not) a second altered one after the first, but even in the first calling a favourable and heavenly hand of loving-kindness stretched forth again after transgressions. And come, He says, my dove, in the shelter of the rock beside the outwork. In the shelter of the rock, in the loving-kindness of Christ, and in the mercy of the Lord, that is, the shelter of the rock, the shelter of hope, and faith, and truth. Beside the outwork: that is, before the gate is shut, before the King, having entered within the enclosures, no longer admits anyone after departure hence and death; when we are no longer beside the outwork, but the gates have been shut, and it is no longer possible to amend oneself.
Notes, col. 1032

On the reading

Printed εισδέξηται, for εἰσδέξηται.

PG 41:1033Read from the page
Ιʹ. Ἐν γὰρ τῷ μέλλοντι αἰῶνι, μετὰ τὴν ἀνθρώπου ἀπαλλαγὴν, οὐ νηστείας πορισμὸς, οὐ μετανοίας κλῆσις, οὐκ ἐλεημοσύνης ἐπίδειξις· ἀλλ' οὔτε ἐγκλημάτων ἔργα, οὐ πόλεμος, οὐ μοιχεία, οὐκ ἀσέλγεια, ἀλλ' οὔτε δικαιοσύνη καὶ μετάνοια. Ὡς γὰρ μετὰ θερισμὸν τοῦ στάχυος οὐκ ἔνι παχυνθῆναι τὸν κόκκον, οὐκ ἀνεμοφθόρον γενέσθαι, οὐκ ἔνι εὐπάθειά τις ἑτέρα. Ἀλλὰ μὴ λέγε μοι τῆς ἀποθήκης τὰ φθάρματα, τουτέστι καὶ σκώληκας καὶ σῆτας· ταῦτα γὰρ διὰ τὰ ἐν τῷ αἰῶνι γίνεται. Τὸ δὲ ἀπεικονισμένον, καὶ ἐν πύλαις ἡμῖν εἰρημένον, καὶ ἀποθήκῃ ἠσφαλισμένον, πίστεώς ἐστιν ὑπόδειγμα καὶ ὑπογραμμός. Ἔνθα οὔτε λησταὶ διορύττουσιν, οὔτε σῆτες ἀφανίζουσιν, ὡς ἔφη ὁ θεῖος λόγος. Οὔτε μὴν πορισμὸς εὐσεβείας, οὔτε μετανοίας, ὡς ἔφην, μετὰ θάνατον. Οὐ γὰρ Λάζαρος ἀπέρχεται πρὸς τὸν πλούσιον ἐκεῖ, οὔτε ὁ πλούσιος πρὸς τὸν Λάζαρον· οὔτε Ἀβραὰμ ἀποστέλλει σκύλλων τὸν πένητα πλουτῆσαι ὕστερον· οὔτε ὁ πλούσιος ὧν αἰτεῖται, καίπερ μετὰ ἱκεσίας, τὸν ἐλεήμονα Ἀβραὰμ παρακαλέσας. Ἐσφράγισται γὰρ τὰ ταμιεῖα, πεπλήρωται ὁ χρόνος, καὶ ὁ ἀγὼν ἐτελέσθη, καὶ ἐκενώθη τὸ σκάμμα, καί οἱ στέφανοι ἐδόθησαν· καὶ ἀγωνισάμενοι ἀνεπαύσαντο· καὶ οἱ μὴ φθάσαντες ἐξῆκαν· καὶ οἱ μὴ ἀγωνισάμενοι οὐκέτι εὐποροῦσι· καὶ οἱ ἐν τῷ σκάμματι ἡττηθέντες ἐξεβλήθησαν· καὶ τὰ πάντα σαφῶς τετελείωται μετὰ τὴν ἐντεῦθεν ἐκδημίαν. Ἔτι δὲ ὄντων ἐν τῷ ἀγῶνι πάντων, καὶ μετὰ πτῶσιν ἔνι ἀνάστασις, ἔτι ἐλπὶς, ἔτι θεραπεία, ἔτι ὁμολογία· κἂν εἰ μὴ τελειότατα, ἀλλ' οὖν γε τῶν ἄλλων οὐκ ἀπηγόρευται ἡ σωτηρία.
10. For in the age to come, after a man's departure, there is no gain from fasting, no call to repentance, no display of almsgiving; nay, neither are there deeds of offences, no war, no adultery, no licentiousness, nor yet righteousness and repentance. For just as after the harvest of the ear of corn it is not possible for the grain to grow plump, nor to become blasted by the wind, nor is there any other favourable condition. Yet do not speak to me of the corruptions of the granary, that is to say, both worms and moths; for these things serve as figures for what takes place in this age. Whereas that which is shadowed forth, and spoken to us as within the gates, and secured in the granary, is a pattern and model of faith: Where neither robbers break through, nor moths destroy, as the divine word said. Neither indeed is there any gain of godliness, nor of repentance, as I said, after death. For Lazarus does not depart to the rich man there, nor the rich man to Lazarus; nor does Abraham trouble the poor man by sending him forth to grow rich afterwards; nor does the rich man obtain the things which he asks for, even though with supplication he entreated the merciful Abraham. For the storehouses have been sealed, the time has been fulfilled, and the contest has been finished, and the lists have been emptied, and the crowns have been given; and those who contended have rested; and those who did not arrive in time have come too late; and those who did not contend no longer have opportunity; and those who were defeated in the lists have been cast out; and all things have clearly been brought to completion after our departure hence. Whereas while all are still in the contest, even after a fall there is rising again, still hope, still healing, still confession; and even if not in the most perfect degree, nevertheless the salvation of the rest is not despaired of.
ΙΑʹ. Πᾶσα δὲ αἵρεσις, ἀπὸ τῆς ἀληθείας ἐξοκείλασα, ἐν σκότῳ τυφλώττει, καὶ μυωπάζει, ἕτερα ἀνθ' ἑτέρων διανοουμένη. Ἐοίκασι γὰρ οὗτοι τισὶν ἀτέχνοις, καὶ μὴ γινώσκουσι ἑκάστης ποιότητος, καὶ χρήσεως, καὶ κόσμου ἑκάστου μέλους. Καὶ ὡς εἰπεῖν ληρῶδές τι εἰς ὃ προβάλλομαι λέγειν, ὅμοιον τῆς αὐτῶν ἀνοησίας. Ὡς περιτιθέασι τὰ ὑποδήματα τῇ κεφαλῇ, τὸν δὲ στέφανον τοῖς ποσὶ, καὶ κλοιὸν χρύσεον περὶ τὴν γαστέρα· τὰ δὲ ἄλλα, πέδια ὡς εἰπεῖν, τὰ ἐξ ἱματίων γεγενημένα παρά τισιν ὀδώνια κέκληται ἢ βράκαι, χερσὶ περιτιθέασι, δακτυλίους δὲ τοῖς ποσίν. Οὕτω γὰρ ἡ τῶν ἄγνοιαν κεκτημένων σφαλερὰ καὶ ἄτακτος διαταγή. Τὰ γὰρ ἐπὶ τῆς ἱερωσύνης ἠσφαλισμένα περὶ δευτέρου γάμου, καὶ τῶν
11. Now every heresy, having run aground away from the truth, is blind and blinking in darkness, conceiving one thing in place of another. For these men resemble certain unskilful persons who know not each quality, and use, and ornament of each member. And let me bring forward something foolish, so to speak, to state a likeness of their folly: as though men put shoes upon their head, and the crown upon their feet, and a golden collar around their belly; while the other things, foot-wrappings so to speak, made out of cloths, which among certain people are called swathings or breeches, they put upon their hands, and finger-rings upon their feet. For such is the slippery and disorderly ordinance of those who possess ignorance. For the things secured in the case of the priesthood concerning a second marriage, and the
Notes, col. 1033

On the reading

Printed καί, for καὶ.

PG 41:1036Read from the page
ἄλλων, οὗτοι εἰς πάντα τὸν λαὸν νενομίκασι· καὶ τὰ δι' ὑπερβολὴν στρυφνότητος ὑπὸ Θεοῦ κεκηρυγμένα, ἵνα μὴ ῥᾳθυμήσαντές τινες παραπέσωσιν, αὐτοὶ εἰς ἀπανθρωπίαν Θεῷ συνῆψαν. Καὶ ὡς ἐὰν εἴ τις, ἱματίου χειρὶ διακατασχὼν, καὶ ἕως μόνον ἀγκῶνος ἀπὸ καρποῦ χειρὸς τοῦ καλουμένου σκεπάζει ἑαυτὸν, προσφέρει δὲ πρὸ ὀφθαλμῶν καθ' ἑκάστην ὥραν τὴν χειρίδα, καὶ ἐπιτωθάζει τοῖς ἄλλοις, ἐπιλησθεὶς, ὅτι ὅλον τὸ σῶμα αὐτοῦ γυμνητεύει· οὕτω καὶ οὗτοι, σεμνυνόμενοι μὴ δέχεσθαι διγάμους, τὰς πάσας ἐντολὰς τὰς ὁμοίας ταύτης, καὶ ἔτι μεθ' ὑπερβολῆς καλλίονας καὶ ἐπιθανατίους, τὴν μίαν ἀπαγορεύουσι, τὰς δὲ ἄλλας καταλελοίπασι. Καὶ ἐπιλαθόμενοι ὅλον μὲν τὸ σῶμα γυμνητεύουσιν, ἀπὸ ὅλων τῶν ἐνταλμάτων ἀργήσαντες, καὶ τὴν μίαν ἐντολὴν οὐχ ἁγνῶς κατασχόντες.
other matters, these men have reckoned as binding upon all the laity; and the things proclaimed by God with exceeding austerity, lest certain persons growing lax should fall into sin, they themselves have attached as inhumanity unto God. And just as if someone, taking hold of a cloak with his hand, covers himself from what is called the wrist up to the elbow only, and hour by hour holds out the sleeve before his eyes, and jeers at others, having forgotten that his whole body goes naked; even so these men also, priding themselves on not receiving digamists, forbid that one commandment, while all the commandments like unto this one, and even overwhelmingly nobler and carrying the penalty of death, they have forsaken. And in their forgetfulness they go naked in their whole body, having left all the ordinances unfulfilled, and not even keeping that single commandment purely.
ΙΒʹ. Καὶ ὢ τῆς πολλῆς τῶν ἀνθρώπων ματαιοφροσύνης! Πᾶσα δὲ πρόφασις ἑκάστην αἵρεσιν, κἂν τε βραχεῖά τις ὑπῆρξεν, ἀπὸ τῆς ἀληθείας παρείλκυσε, καὶ εἰς πολλὴν κακῶν κατήγαγεν. Ὥσπερ γάρ τις διασφαγὴν εὑρὼν ἐν φραγμῷ παρὰ λεωφόρῳ, καὶ νομίσας διὰ ταύτης βαδίζειν, καὶ καταλιπὼν τὴν ὁδὸν, τρέπηται, νομίσας ἐγγύτατον ἔχειν, ὅθεν διακάμψας πάλιν τῆς ὁδοῦ ἐπιλάβοιτο, ἀγνοήσει δὲ, ὅτι τεῖχός ἐστιν ὑπέρτατον, καὶ μακρῷ διαστήματι ᾠκοδομημένον, ἐπιτρέχοι δὲ μὴ εὑρίσκων διὰ ποίας τὴν διέξοδον ποιήσεται, ἀντὶ ἑνὸς σημείου, ἤτοι μιλίου προσκόπτων, κατὰ χεῖρα ἔτι πλέον μὴ εὕροι τὴν ὁδὸν, καὶ οὕτως τρέπηται ἐπὶ τὰ πλείω· κάμνων δὲ οὕτω, καὶ μὴ εὐπορῶν διὰ πθίας ἐπὶ τὴν ὁδοιπορίαν ἀγάγοι, τάχα τε μήτε εὑρεῖν δυνηθείη, εἰ μή τι ἀνακάμψει δι' ἧς καὶ εἰσῆλθεν· οὕτως ἑκάστη αἵρεσις, ὡς συντομίαν τινὰ ἐφευρεῖν δυνηθεῖσα, παρεξώκειλε διὰ τῆς μακροδίας· εὑρέθη δὲ αὐτῇ τεῖχος ἀῤῥαγὲς ἡ τῆς ἀγνοίας καὶ ἀγνωσίας πάλιν πλοκή. Καὶ οὐκ ἂν εὕροι ἡ τοιαύτη ἐπὶ τὴν ἀληθινὴν ἥκειν ὁδὸν, εἰ μή τι ἀνακάμψει εἰς τὸ ἀρχέτυπον τῆς ὁδοῦ, τουτέστι τῆς βασιλικῆς· ὡς καὶ ὁ νόμος διαῤῥήδην ἐβόα τοῦ ἁγίου Μωϋσέως, λέγοντος τῷ βασιλεῖ Ἐδὼμ, ὅτι Τάδε λέγει ὁ ἀδελφός σου Ἰσραήλ· Παρὰ τὰ ὅριά σου διελεύσομαι εἰς γῆν, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν ἡμῶν δοῦναι· γῆν ῥέουσαν μέλι καὶ γάλα, τὴν γῆν τῶν Ἀμοῤῥαίων καὶ Φερεζαίων, καὶ Ἰεβουσαίων, καὶ Εὐαίων, καὶ Χαναναίων, καὶ Χετταίων· γῆν ῥέουσαν γάλα παὶ μέλι. Οὐκ ἐκκλινοῦμεν δεξιὰ ἢ ἀριστερά· ὕδωρ ἐν ἀργυρίῳ πιόμεθα, καὶ βρώματα ἀργυρίου φαγόμεθα. Οὐκ ἐκκλινοῦμεν ἐντεῦθεν ἢ ἐντεῦθεν· ὁδῷ βασιλικῇ βαδιοῦμεν. Ἔστι γὰρ ὁδὸς βασιλικὴ, ἥτις ἐστὶν ἡ τοῦ Θεοῦ Ἐκκλησία, καὶ ὁδοιπορία τῆς ἀληθείας. Ἑκάστη δὲ τούτων, τὴν βασιλικὴν καταλείψασα, κλίνασα δὲ ἐπὶ τὰ δεξιὰ ἢ ἐπὶ τὰ ἀριστερὰ, ἐπὶ πολὺ λοιπὸν ἑαυτὴν ἐπιδιδοῦσα, εἰς πλάνην παρελκυθήσεται· καὶ οὐκέτι μέτρον ἔχει παρ' ἑκάστῃ αἱρέσει ἡ τῆς πλάνης ἀναίδεια.
12. And O the great vanity of mind among men! Every pretext, even if it was some slight one, has drawn each heresy aside from the truth, and brought it down into a great multitude of evils. For just as someone who has found a breach in a hedge beside a highway, and supposing that he may walk through it, and leaving the road, turns aside, supposing that he has a very near way whereby after turning aside he might lay hold of the road again, yet is ignorant that there is an exceeding high wall, built for a long distance, and runs along without finding by what way he shall make his exit, stumbling on instead of 1 mile-marker, or mile, and close at hand still cannot find the road any the more, and thus turns towards what is farther still; and growing weary in this manner, and being at a loss by what way to bring himself back onto the journey, perhaps he could not even find it, unless he bends back by the way through which he also entered; even so every heresy, supposing itself able to invent some short cut, has drifted astray along a roundabout way; and there has been found for it an unbreakable wall, the tangled web once more of ignorance and lack of knowledge. And such a heresy could not find how to reach the true road, unless it bends back to the original pattern of the road, that is, of the royal highway; even as the law of holy Moses also cried aloud expressly, when he spoke to the king of Edom: Thus says your brother Israel: Beside your borders I will pass through unto a land which the Lord swore to give to our fathers; a land flowing with milk and honey, the land of the Amorites and Perizzites, and Jebusites, and Hivites, and Canaanites, and Hittites; a land flowing with milk and honey. We will not turn aside to the right hand or to the left; we will drink water for silver, and eat food for silver. We will not turn aside hither or thither; we will walk by the royal highway. For there is a royal highway, which is the Church of God, and the pathway of truth. Whereas each of these heresies, having forsaken the royal highway, and turned aside either to the right hand or to the left, giving itself over henceforth to great excess, shall be dragged aside into error; and shamelessness of error no longer keeps any measure in each heresy.
Notes, col. 1036

On the reading

Printed πθίας, for ποίας.

Printed παὶ, for καὶ.

PG 41:1037Read from the page
ΙΓʹ. Ἄγε τοίνυν, Θεοῦ δοῦλοι, υἱοί τε τῆς ἁγίας Θεοῦ Ἐκκλησίας, οἱ τὸν κανόνα ἀσφαλῆ γινώσκοντες, καὶ τὴν ὁδὸν τῆς ἀληθείας βαδίζοντες· μὴ φωναῖς ἀνθελκόμενοι, καὶ φωνῇ ἑκάστης παραπεποιημένης ἐπιτηδεύσεως. Σφαλεραὶ γὰρ αἱ τούτων ὁδοὶ, καὶ ἀνάντης ἡ τρίβος τῆς αὐτῶν παραπεποιημένης ἐννοίας. Μεγαλαυχοῦσι, καὶ τὰ μικρὰ οὐκ ἴσασιν. Ἐλευθερίαν ἐπαγγέλλονται, αὐτοὶ δοῦλοι ὄντες τῆς ἁμαρτίας. Τὰ μείζονα αὐχοῦσι, καὶ τῶν μικρῶν οὐδ' ὅλως ἐπελάβοντο.
13. Come then, servants of God, and sons of the holy Church of God, you who know the sure canon and walk the way of truth; not being drawn aside by voices, and by the voice of every counterfeit practice. For slippery are the ways of these men, and steep is the path of their counterfeit notion. They boast greatly, and know not even the small things. They promise freedom, being themselves slaves of sin. They vaunt the greater things, and have not laid hold of the small things at all.
Ἀλλὰ καὶ περὶ τούτων τῶν δὴ Καθαρῶν λεγομένων, Ἀκαθάρτων δὲ, εἰ δεῖ τἀληθῆ λέγειν, ἀρκετὸν ἡγοῦμαι ἕως ἐνταῦθα ἱκανῶς εἰρῆσθαι. Ταύτην δὲ παραλείψαντες ὡς βασιλίσκου πρόσωπον, τῷ μὲν προσχήματι τοῦ ὀνόματος ἐξοχωτάτην τινὰ ἐπωνυμίαν κεκτημένου, καὶ τῇ τοῦ ξύλου δυνάμει τοῦτον παίσαντες, ἐπὶ τὰς ἑτέρας πάλιν ὁρμήσωμεν, αὐτὴν ἐπαγόμενοι τὴν τοῦ Θεοῦ ἱκετείαν, εἰς τὸ συνοδεῦσαι, συμπαραμεῖναι, συνεῖναι, συνεργῆσαι, διασῶσαι, παιδεῦσαι, καταξιῶσαι τἀληθῆ λέγειν, ἵνα μήτε αὐτοὶ, ψεῦδός τι λέγοντες, τοῖς αὐτοῖς ὑποπέσωμεν, ὁποίοις αἱ τὰ ἀληθῆ τὸν κόσμον μὴ διδάξασαι αἱρέσεις.
Moreover concerning these men who forsooth are called Pure, though Impure if one must speak the truth, I deem that enough has been sufficiently said up to this point. Passing this heresy by, therefore, like the face of a basilisk, which under the pretext of its name possesses a most eminent appellation, and having struck it down by the power of the wood, let us press onward again to the others, calling to our aid that same supplication unto God, that He may journey with us, abide beside us, be with us, work with us, preserve us, instruct us, and deem us worthy to speak the truth, lest we ourselves also, by uttering any falsehood, fall into the same snares as the heresies which have not taught the world the truth.
Ἔτι δὲ οἱ ἐν τῇ Ἀφρικῇ τε καὶ Βιζικανίᾳ, οἱ ἀπὸ Δωνάτου τινὸς Δωνατιανοὶ οὕτω καλούμενοι, τὰ ὅμοια τούτοις φρονοῦντές εἰσιν, ἀφηνιασταὶ καὶ αὐτοὶ δῆθεν διὰ τὸ μὴ συγκοινωνεῖν τοῖς ἐν τῷ διωγμῷ παραπεσοῦσι, τοῖς αὐτοῖς ἀνατραπήσονται, καθάπερ καὶ οἱ ἑτεροζυγοῦντες αὐτοῖς Νουατιανοὶ, εἴτ' οὖν Καθαροὶ οὕτω λεγόμενοι. Διὸ οὐ χρείαν ἐσχήκαμεν περὶ τούτων τι ἐπεργάσασθαι, ἀλλ' ὁμοῦ αὐτοὺς τοῖς ὁμοίοις αὐτοῖς συνήψαμεν. Περιττότερον δὲ οὗτοι πάλιν καὶ χεῖρον ἐξέπεσον. Τὴν γὰρ πίστιν κατὰ τὸν Ἄρειον φρονοῦσιν· ἀνατραπήσονται δὲ ὡσαύτως περὶ πίστεως, ἧς κακῶς φρονοῦσιν, ὡς καὶ ὁ Ἄρειος ἀνετράπη διὰ λόγων ἀληθείας, τὰ αὐτὰ τούτοις φρονῶν, καὶ οὗτοι ἐκείνῳ. Καὶ ταύτην δὲ πάλιν παρελευσόμενοι, ἐπὶ τὰς ἑξῆς βαδιοῦμεν, ὥσπερ ἑρπετὰ δεινὰ καταπεπατηκότες ἐν Κυρίῳ.
Furthermore, those in Africa and Bizacena, who from a certain Donatus are thus called Donatians, hold opinions like unto these men, being rebels themselves as well on the pretext of not holding communion with those who fell in the persecution; they shall be overthrown by the very same arguments, just as also the Novatians who are unequally yoked with them, or Pure as they are thus called. Wherefore we have had no need to labour further over anything concerning these men, but have joined them together with those like unto them. Yet even more excessively and worse again have these men fallen away. For in faith they hold opinions according to Arius; and they shall be overthrown in like manner concerning the faith, wherein they think wickedly, even as Arius also was overthrown by words of truth, since he holds the same opinions as these men, and these men as he. And passing this heresy by again as well, we shall proceed to those that follow in order, having trampled them underfoot in the Lord like dreadful serpents.
ΚΑΤΑ ΑΓΓΕΛΙΚΩΝ,
Against the Angelics,
Αἵρεσις Μʹ ἡ καὶ Ξʹ.
Heresy 40, which is also 60.
Αʹ. Ἀγγελικῶν αἵρεσιν ἀκηκόαμεν, καὶ τὸ ὄνομα μόνον ἐνηχήθημεν, οὐ πάνυ δὲ σαφῶς ἴσμεν τίς ἡ τοιαύτη αἵρεσις, διὰ τὸ τάχα ποτὲ, καιρῷ αὐτὴν ἐνστᾶσαν, ὕστερον λῆξαι, καὶ καταλυθῆναι εἰς τέλος. Τὸ δὲ ὄνομα διὰ ποίαν αἰτίαν ἔσχεν, οὐκ ἴσμεν. Ἤτοι γὰρ παρὰ τὸ τινὰς ὑπὸ ἀγγέλων τὸν κόσμον γεγενῆσθαι φάσκειν· (καὶ εἰ αὐτὴ τοῦτο φάσκουσα τῷ ὀνόματι τούτῳ κέκληται, οὐκ ἔχω λέγειν), ἤτοι διὰ τὸ ἐν τάξει ἀγγέλων ἑαυτοὺς σεμνύνειν, καὶ βίῳ
1. We have heard of a heresy of Angelics, and have had the name alone sounded in our ears, yet we do not know very clearly what sort of heresy this is, perhaps because, having sprung up once for a season, it afterwards ceased and was dissolved utterly. And for what reason it got the name, we know not: for whether from certain persons alleging that the world came into being through angels (and whether this heresy itself has been called by this name because it alleges this, I cannot say), or because they pride themselves on placing themselves in the rank of angels, and in a manner of life