Migne Reading Room

PG 41 · cols. 1052–1061 · Read from the page

Panarium Adversus Octoginta Haereses: Liber II, Tomus I (Anacephalaeosis et Haereses XLVII–LXIV)

Panarium Adversus Octoginta Haereses: Liber II, Tomus I (Anacephalaeosis et Haereses XLVII–LXIV)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 41:1052Read from the page
λῶς ἀπεικασθέντας, περιφρονήσαντες τῶν αὐτῶν, ἐπὶ τὰς ἑξῆς ἴωμεν, ὦ ἀγαπητοί.
well likened, having contemned these very men, let us proceed to the heresies that follow, O beloved.
ΚΑΤΑ ΣΑΒΕΛΛΙΑΝΩΝ,
Against the Sabellians,
Τεσσαρακοστὴ δευτέρα, ἡ καὶ ἑξηκοστὴ δευτέρα.
Forty-second, which is also the sixty-second.
Αʹ. Σαβέλλιός τις ἐν χρόνοις ἀνέστη οὐ πολλῷ πρότερον παλαιοτάτοις· πρόσφατος γὰρ οὗτος· ἀφ' οὗπερ οἱ Σαβελλιανοὶ καλούμενοι. Καὶ οὗτος δὲ παραπλησίως τῶν Νοητιανῶν, πλὴν ὀλίγων τινῶν, δογματίσας. Πολλοὶ δὲ ἐν τῇ Μέσῃ τῶν ποταμῶν, καὶ ἐπὶ τὰ μέρη τῆς Ῥώμης τοῦ αὐτοῦ δόγματος ὑπάρχουσιν, ἀνοίᾳ τινὶ φερόμενοι.
I. A certain Sabellius arose in times not very ancient—for this man is recent—from whom those called Sabellians derive. He too propounded doctrines very nearly like those of the Noetians, save in a few particulars. And many in Mesopotamia and around the parts of Rome belong to the same sect, carried away by a certain madness.
Δογματίζει γὰρ οὗτος καὶ οἱ ἀπ' αὐτοῦ Σαβελλιανοὶ τὸν αὐτὸν εἶναι Πατέρα, τὸν αὐτὸν Υἱὸν, τὸν αὐτὸν εἶναι ἅγιον Πνεῦμα· ὡς εἶναι ἐν μιᾷ ὑποστάσει τρεῖς ὀνομασίας, ἢ ὡς ἐν ἀνθρώπῳ σῶμα, καὶ ψυχὴ, καὶ πνεῦμα. Καὶ εἶναι μὲν τὸ σῶμα, ὡς εἰπεῖν, τὸν Πατέρα, ψυχὴν δὲ, ὡς εἰπεῖν, τὸν Υἱὸν, τὸ Πνεῦμα δὲ ὡς ἀνθρώπου, οὕτως καὶ τὸ ἅγιον Πνεῦμα ἐν τῇ θεότητι. Ἢ ὡς ἐὰν ᾖ ἐν ἡλίῳ ὄντι μὲν ἐν μιᾷ ὑποστάσει, τρεῖς δὲ ἔχοντι τὰς ἐνεργείας· φημὶ δὲ τὸ φωτιστικὸν, καὶ τὸ θάλπον, καὶ αὐτὸ τὸ τῆς περιφερείας σχῆμα. Καὶ εἶναι μὲν τὸ θάλπον, εἴτουν θερμὸν καὶ ζέον, τὸ Πνεῦμα, τὸ φωτιστικὸν δὲ τὸν Υἱὸν, τὸν δὲ Πατέρα αὐτὸν εἶναι τὸ εἶδος πάσης τῆς ὑποστάσεως. Πεμφθέντα δὲ τὸν Υἱὸν καιρῷ ποτε, ὥσπερ ἀκτῖνα, κεὶ ἐργασάμενον τὰ πάντα ἐν τῷ κόσμῳ τὰ τῆς οἰκονομίας τῆς εὐαγγελικῆς, καὶ σωτηρίας τῶν ἀνθρώπων, ἀναληφθέντα δὲ αὖθις εἰς οὐρανὸν, ὡς ὑπὸ ἡλίου πεμφθεῖσαν ἀκτῖνα, καὶ πάλιν εἰς τὸν ἥλιον ἀναδραμοῦσαν. Τὸ δὲ ἅγιον Πνεῦμα πέμπεσθαι εἰς τὸν κόσμον, καὶ καθεξῆς, καὶ καθ' ἕκαστα εἰς ἕκαστον τῶν καταξιουμένων· ἀναζωογονεῖν δὲ τὸν τοιοῦτον, καὶ ἀναζέειν, θάλπειν τε καὶ θερμαίνειν, ὡς εἰπεῖν, διὰ τῆς τοῦ πνεύματος δυνάμεώς τε καὶ συμβάσεως. Καὶ ταῦτά ἐστιν ἃ δογματίζουσι.
For this man and the Sabellians who derive from him teach as dogma that the Father is the selfsame, the Son the selfsame, the Holy Spirit the selfsame—so that there are three designations in one hypostasis, or as in a human being there are body, and soul, and spirit: and that the Father, so to speak, is the body, the Son, so to speak, is the soul, and as the spirit belongs to a man, so too is the Holy Spirit in the Godhead. Or else it is as though in the sun, though existing in a single hypostasis, it possesses three operations—I mean the illuminating power, and that which warms, and the circular form itself: and that the warming power, that is to say the hot and fervent element, is the Spirit; the illuminating power is the Son; and the Father Himself is the form of the entire hypostasis. Moreover, the Son, sent forth once in due season like a ray, wrought in the world all things pertaining to the evangelical dispensation and the salvation of mankind, and was taken up again into heaven, like a ray sent forth by the sun and running back again into the sun. As for the Holy Spirit, He is sent into the world successively and individually unto each of those deemed worthy, quickening such a one and making him fervent, warming and heating him, so to speak, through the power and coalescence of the spirit. Such are the dogmas that they propound.
Βʹ. Κέχρηνται δὲ ταῖς πάσαις γραφαῖς Παλαιᾶς τε καὶ Καινῆς Διαθήκης, λέξεσι δέ τισιν αἷς αὐτοὶ ἐκλέγονται κατὰ τὴν ἰδίαν αὐτῶν παραπεποιημένην φρενοβλάβειάν τε καὶ ἄνοιαν. Πρῶτον μὲν τῷ ῥητῷ, ᾧ εἶπεν ὁ Θεὸς πρὸς Μωϋσῆν, ὅτι Ἄκουε, Ἰσραὴλ, Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν. Οὐ ποιήσεις σεαυτῷ θεοὺς ἑτέρους. Οὐκ ἔσονταί σοι θεοὶ πρόσφατοι· ὅτι ἐγὼ Θεὸς ὁ πρῶτος, καὶ ὁ μετὰ ταύτα, καὶ πλὴν ἐμοῦ οὐκ ἔστι Θεὸς ἕτερος. Καὶ ὅσα ἕτερα κατὰ τὸν ἴδιον αὐτῶν νοῦν, εἰς τούτων δὲ παράστασιν φέρουσι. Πάλιν ἀπὸ Εὐαγγελίου, ὅτι Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· καὶ, Οἱ δύο ἓν ἐσμεν.
II. Now they make use of all the Scriptures of both the Old and the New Testament, yet of certain expressions which they themselves pick out according to their own perverted derangement of mind and folly: first of all, that text which God spoke unto Moses: Hear, O Israel, the Lord your God is one Lord. You shall not make unto yourself other gods. There shall not be in you recent gods; for I am God the first, and hereafter, and beside Me there is no other God; and whatever other passages they adduce according to their own mind to establish these views. Again from the Gospel: I am in the Father, and the Father in Me; and: We two are one.
Τὴν δὲ πᾶσαν αὐτῶν πλάνην, καὶ τὴν τῆς πλάνης αὐτῶν δύναμιν ἔχουσιν ἐξ Ἀποκρύφων τινῶν, μάλιστα ἀπὸ τοῦ καλουμένου Αιγυπτίου Εὐαγγελίου, ᾧ τινες τὸ ὄνομα ἐπέθεντο τοῦτο. Ἐν αὐτῷ γὰρ πολλὰ τοιαῦτα ὡς ἐν παραβύστῳ μυστηριωδῶς ἐκ προσώπου τοῦ Σωτῆρος ἀναφέρεται, ὡς αὐτοῦ δηλοῦντος τοῖς
All their error, however, and the main force of their error they draw from certain Apocrypha, above all from the so-called Egyptian Gospel, upon which certain persons bestowed this name. For in it many things of such a kind are reported mysteriously, as though in a secret corner, in the person of the Saviour, as though He Himself were declaring to His
Notes, col. 1052

On the reading

Printed κεὶ, for καὶ.

Printed ταύτα, for ταῦτα.

Printed Αιγυπτίου, for Αἰγυπτίου.

PG 41:1053Read from the page
μαθηταῖς τὸν αὐτὸν εἶναι Πατέρα, τὸν αὐτὸν εἶναι Υἱὸν, τὸν αὐτὸν εἶναι ἅγιον Πνεῦμα. Εἶτα ὅταν συναντήσωσί τισι τῶν ἀφελεστάτων, ἢ ἀκεραίων, τῶν μὴ τὰ σαφῆ τῶν θείων Γραφῶν γινωσκόντων, τὴν πεῦσιν αὐτοῖς ὑφηγοῦνται ταύτην· Τί ἂν εἴπωμεν, ὦ οὗτοι; ἕνα Θεὸν ἔχομεν, ἢ τρεῖς θεούς; Ὅταν δὲ ἀκούσῃ ὁ ἐν εὐλαβείᾳ ὢν, καὶ μὴ τὰ τέλεια τῆς ἀσφαλείας ἐπιστάμενος, εὐθὺς τὸν νοῦν ταραχθεὶς, συγκατατίθεται τῇ ἐκείνων πλάνῃ, καὶ εὑρίσκεται ἀρνούμενος τὸν Θεὸν, καὶ εὑρίσκεται ἀρνούμενος τὸ εἶναι Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα.
disciples that the Father is the selfsame, the Son is the selfsame, the Holy Spirit is the selfsame. Next, whenever they fall in with some of the simplest or most guileless folk, who do not know the clear teachings of the divine Scriptures, they put before them this question: What should we say, O sirs? Do we have one God, or three gods? And when a devout man, who does not possess complete knowledge for his safeguard, hears this, straightway troubled in mind he assents to their error, and is found denying God, and is found denying the existence of the Son and of the Holy Spirit.
Γʹ. Ἐν πᾶσι δὲ τούτοις ἐνέπνευσεν ὁ τῶν ἀνθρώπων ἀντίπαλος ἀπ' αἰῶνος, ἵνα τὸν μὲν οὕτως, τὸν δὲ οὕτως, τοὺς πλείους δὲ ὁμοῦ ἀπατήσῃ καὶ πλανήσῃ ἀνθρώπους ἀπὸ τῆς ὁδοῦ τῆς ἀληθείας. Καὶ ὅτι μὲν ἀληθῶς εἷς ἐστι Θεὸς, καὶ οὐκ ἔστιν ἕτερος, σαφῶς ἐν τῇ ἁγίᾳ τοῦ Θεοῦ Ἐκκλησίᾳ ὡμολόγηται, καὶ συμπεφώνηται. Ὅτι οὐ πολυθεΐαν εἰσηγούμεθα· ἀλλὰ μοναρχίαν κηρύττομεν. Μοναρχίαν δὲ κηρύττοντες, οὐ σφαλλόμεθα, ἀλλὰ ὁμολογοῦμεν τὴν Τριάδα, μονάδα ἐν Τριάδι, καὶ Τριάδα ἐν μονάδι, μίαν θεότητα Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Οὐ γὰρ ὁ Υἱὸς ἑαυτὸν ἐγέννησεν· οὐδὲ ὁ Πατὴρ μεταβέβληται ἀπὸ τοῦ Πατὴρ, τοῦ εἶναι Υἱός· οὐδὲ τὸ ἅγιον Πνεῦμα Χριστὸν ἑαυτὸν πώποτε ὠνόμασεν· ἀλλὰ Πνεῦμα Χριστοῦ, καὶ διὰ Χριστοῦ διδόμενον, ἀπὸ Πατρὸς ἐκπορευόμενον, καὶ τοῦ Υἱοῦ λαμβάνον. Ἐνυπόστατος ὁ Πατὴρ, ἐνυπόστατος ὁ Υἱὸς, ἐνυπόστατον τὸ ἅγιον Πνεῦμα. Ἀλλὰ οὐ συναλοιφὴ ἡ Τριὰς, ὡς Σαβέλλιος ἐνόμισεν, οὔτε ἠλλοιωμένη τῆς ἰδίας ἀϊδιότητος καὶ δόξης, ὡς ὁ Ἄρειος κενοφωνῶν ἐδογμάτισεν· ἀλλ' ἀεὶ μὲν ἦν Τριὰς Τριὰς, καὶ οὐδέποτε ἡ Τριὰς προσθήκην λαμβάνει, μία οὖσα θεότης, μία κυριότης, μία δοξολογία οὖσα, ἀλλὰ Τριὰς ἀριθμουμένη, Πατὴρ, καὶ Υἱὸς, καὶ ἅγιον Πνεῦμα. Οὐχ ὡς ἕν τι τρισὶν ὀνόμασι κεκλημένον, ἀλλὰ ἀληθῶς τέλεια τὰ ὀνόματα, τέλειαι αἱ ὑποστάσεις, οὐδὲν παρηλλαγμένον. Πατὴρ δὲ ἀεὶ Πατὴρ, καὶ οὐκ ἦν καιρὸς ὅτε οὐκ ἦν ὁ Πατὴρ Πατὴρ, τέλειος ὢν ἀεὶ Πατὴρ ἐνυπόστατος, καὶ Υἱὸς ἀεὶ τέλειος ὢν, ἀεὶ ἐνυπόστατος, ἐκ Πατρὸς ἐν ἀληθείᾳ γεγεννημένος ἀνάρχως, καὶ ἀχρόνως, καὶ ἀνεκδιηγήτως, οὐ συνάδελφος τῷ Πατρὶ, οὐκ ἀρξάμενος τοῦ εἶναι, οὐδὲ διαλιπών ποτε, ἀεὶ δὲ Υἱὸς γνήσιος Πατρὶ συνυπάρχων, ἐκ Πατρὸς ἀχρόνως γεγεννημένος, ἴσος ὢν, Θεὸς ἐκ Θεοῦ, φῶς ἐκ φωτὸς, Θεὸς ἀληθινὸς ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθεὶς, οὐ κτισθείς. Ἀλλὰ οὐκ αὐτὸς Πατὴρ, οὐδὲ ὁ Πατὴρ αὐτὸς Υἱός. Εἰ δὲ Θεὸς Πατὴρ, καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα.
III. Now in all these matters the adversary of mankind from the beginning breathed his influence, so that in one way with one man, in another way with another, he might altogether deceive the majority of men and lead them astray from the way of truth. That there is truly one God, and there is none other, has been clearly confessed and agreed in the holy Church of God; for we do not introduce polytheism, but proclaim monarchy. Yet in proclaiming monarchy we do not err; rather, we confess the Trinity—a unity in Trinity, and Trinity in unity, one Godhead of Father, and Son, and Holy Spirit. For the Son did not beget Himself; nor has the Father changed from being Father so as to be Son; nor did the Holy Spirit ever call Himself Christ, but the Spirit of Christ, given through Christ, proceeding from the Father, and receiving of the Son. Enhypostatic is the Father, enhypostatic is the Son, enhypostatic is the Holy Spirit. Yet the Trinity is not a coalescence, as Sabellius supposed, nor altered from its own eternity and glory, as Arius uttered in empty babbling; rather, the Trinity was ever Trinity, and never does the Trinity receive an addition, being one Godhead, one Lordship, one doxology, yet numbered as Trinity—Father, and Son, and Holy Spirit: not as some one thing called by three names, but truly perfect are the names, perfect the hypostases, with nothing altered. The Father is ever Father, and there was never a time when the Father was not Father, being ever perfect enhypostatic Father; and the Son is ever perfect, ever enhypostatic, begotten from the Father in truth without beginning, timelessly, and ineffably—not a brother unto the Father, neither having begun to exist nor ever ceasing, but ever co-existing with the Father as genuine Son, timelessly begotten from the Father, being equal, God from God, Light from Light, true God from true God, begotten, not made. Yet He is not Himself the Father, nor is the Father Himself the Son; whereas if the Father is God, so also are the Son and the Holy Spirit.
Δʹ. Ἀεὶ γὰρ τὸ Πνεῦμα σὺν Πατρὶ καὶ Υἱῷ, οὐ συνάδελφον Πατρὶ, οὐ γεννητὸν, οὐ κτιστὸν, οὐκ ἀδελφὸν Υἱοῦ, οὐκ ἔγγονον Πατρὸς, ἐκ Πατρὸς δὲ ἐκπορευόμενον, καὶ τοῦ Υἱοῦ λαμβάνον, οὐκ ἀλλότριον Πατρὸς καὶ Υἱοῦ, ἀλλὰ ἐκ τῆς αὐτῆς οὐσίας, ἐκ τῆς αὐτῆς θεότητος, ἐκ Πατρὸς καὶ Υἱοῦ, σὺν Πατρὶ καὶ
IV. For ever is the Spirit with the Father and the Son—not brother unto the Father, not begotten, not created, not brother of the Son, not grandson of the Father, but proceeding from the Father and receiving of the Son, not alien to the Father and the Son, but of the selfsame essence, of the selfsame Godhead, from the Father and the Son, with the Father and
PG 41:1056Read from the page
Υἱῷ, ἐνυπόστατον ἀεὶ Πνεῦμα ἅγιον, Πνεῦμα θεῖον, Πνεῦμα δόξης, Πνεῦμα Χριστοῦ, Πνεῦμα Πατρός. Τὸ γὰρ Πνεῦμα τοῦ Πατρὸς τὸ λαλοῦν ἐν ὑμῖν· καὶ, Τὸ Πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν. Τρίτον τῇ ὀνομασίᾳ, ἴσον τῇ θεότητι, οὐκ ἠλλοιωμένον παρὰ Πατέρα καὶ Υἱὸν, σύνδεσμος Τριάδος, ἐπισφραγὶς τῆς ὁμολογίας. Ὁ γὰρ Υἱός φησιν· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Καὶ οὐκ εἶπεν, Εἷς εἰμι· ἀλλὰ τὸ, Ἐγὼ καὶ ὁ Πατὴρ, σημαίνει ἐνυπόστατον τὸν Πατέρα, καὶ ἐνυπόστατον τὸν Υἱόν. Καὶ, Οἱ δύο, εἶπε, καὶ οὐκ εἶπεν, Ὁ εἷς. Καὶ πάλιν, Ἕν ἐσμεν· καὶ οὐκ εἶπεν, Εἷς εἰμι. Ὡσαύτως δέ· Ἀπελθόντες βαπτίσατε εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. Μέσων δὲ τιθεμένων τῶν ἄρθρων τῆς συλλαβῆς τοῦ, τοῦ, καὶ τοῦ. Καὶ ἐλέγχει Σαβέλλιον Ματθαῖος, τὴν συναλοιφὴν παρεισφέροντα. Ὅπου γὰρ, καὶ σημαίνει ἀληθῶς Πατέρα, ἀληθῶς Υἱὸν, ἀληθῶς ἅγιον Πνεῦμα· ὁπότε δὲ ὁμόστοιχος ἡ Τριὰς, καὶ ἐν ἑνὶ ὀνόματι Τριὰς καλουμένη, ἐλέγχει τὸν Ἄρειον, ὑπόβασίν τινα διανοούμενον ἐν τῇ Τριάδι, ἢ ἀλλοίωσιν, ἢ παραλλαγήν. Κἄν τε γὰρ ὁ Πατὴρ μείζων παρὰ Υἱοῦ δογματιζόμενος ἀπαγγέλλεται, πρεπωδεστάτως τῷ Υἱῷ τὴν δόξαν περιποιεῖται. Τίνι γὰρ ἔπρεπε δοξάζειν ἴδιον Πατέρα ἀλλὰ τῷ γνησίῳ Υἱῷ; Ὅταν δὲ πάλιν τὴν ἰσότητα βούλεται λέγειν, ἵνα μὴ ἐκπέσωσί τινες, ἧσσον ὡς περὶ Υἱοῦ διανοούμενοι, οὕτως φησίν· Ὁ μὴ τιμῶν τὸν Υἱὸν, ὡς τιμᾷ τὸν Πατέρα, οὐκ ἔχει ζωὴν ἐν ἑαυτῷ· καὶ, Πάντα τὰ τοῦ Πατρός μου, ἐμά ἐστι. Τί δέ ἐστι, τὰ τοῦ Πατρὸς, ἀλλ' ἢ· Θεὸς ὁ Πατὴρ, Θεός εἰμι· ζωὴ ὁ Πατὴρ, ζωή εἰμι· πάντα τὰ τοῦ Πατρός μου ἐμά ἐστιν;
to the Son, ever-subsistent Holy Spirit, divine Spirit, Spirit of glory, Spirit of Christ, Spirit of the Father. For it is the Spirit of the Father Who speaks in you; and, My Spirit stands fast in the midst of you. Third in naming, equal in Godhead, not altered in comparison with the Father and the Son, the bond of the Trinity, the seal of the confession. For the Son says: I and the Father are one. And He did not say, I am one; rather the expression, I and the Father, signifies the Father as subsistent and the Son as subsistent. And He said, The two, and did not say, The one. And again, We are one; and He did not say, I am one. Likewise also: Go and baptize into the name of the Father, and of the Son, and of the Holy Spirit. With the articles of the syllable of the, of the, and of the placed between, Matthew also refutes Sabellius, who brings in coalescence by stealth. For where it stands so, it also signifies truly Father, truly Son, truly Holy Spirit; whereas when the Trinity is co-ordinate and called Trinity in one name, it refutes Arius, who conceives some subordination in the Trinity, or alteration, or variation. For even if the Father is proclaimed, as declared by the Son, to be greater, this most fittingly procures glory for the Son. For whom did it befit to glorify His own Father save the true-born Son? When, on the other hand, He wishes to state equality, lest some fall away through thinking slightingly of the Son, He speaks thus: He who does not honour the Son, even as he honours the Father, has not life in himself; and, All things that belong to My Father are Mine. And what is, the things that belong to the Father, except: God is the Father, I am God; life is the Father, I am life; all things that belong to My Father are Mine?
Εʹ. Ὅρα δὲ, ὦ Σαβέλλιε, καὶ κατανόει· διάνοιξον τὸ ὄμμα τῆς καρδίας σου, καὶ μὴ ἀβλέπτει· συνελθέτω ἡ διάνοιά σου καὶ τῶν ὑπὸ σοῦ ἠπατημένων Ἰωάννῃ τῷ ἁγίῳ εἰς τὸν Ἰορδάνην. Ἄνοιγε τὰ ὦτά σου, καὶ ἄκουε τῆς φωνῆς τοῦ προφήτου λέγοντος· Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ. Ἄκουε τοῦ Προδρόμου Κυρίου, τοῦ ἀγγέλου καταξιωθέντος ὀνομασθῆναι, τοῦ ἀπὸ κοιλίας μητρὸς λαβόντος Πνεῦμα ἅγιον, καὶ σκιρτήσαντος τῇ εἰσόδῳ τῆς Μαρίας· ὃς ἔγνω ἔτι ἐν κοιλίᾳ ὑπάρχων εἴσοδον τοῦ ἰδίου Δεσπότου, καὶ ἐσκίρτα· ᾧ ἐδόθη τὸ μήνυμα τοῦ προκηρύγματος, καὶ ἡ ἑτοιμασία τῆς ὁδοῦ τοῦ Κυρίου. Πείσθητι αὐτῷ, καὶ οὐ διαπέσοις ἀπὸ τοῦ σκοποῦ ἀληθείας. Ἰδοὺ γὰρ αὐτὸς μαρτυρεῖ λέγων, πρῶτον μὲν τὸν Δεσπότην ἑαυτοῦ ἐπιγνοὺς, ὅτι Ἐγὼ σοῦ χρείαν ἔχω, καὶ σὺ ἔρχῃ πρός με. Καὶ τοῦ Σωτῆρος λέγοντος· Ἄφες ἄρτι, ὅπως πληρωθῇ πᾶσα δικαιοσύνη· καὶ αὐτοῦ βαπτισθέντος ὑπ' αὐτοῦ, ὥς φησι τὸ θεῖον Εὐαγγέλιον, ὅτι ἐμαρτύρησεν Ἰωάννης λέγων· Ὅτι ἠνοίχθησαν οἱ οὐρανοὶ, καὶ τεθέαμαι τὸ Πνεῦμα τὸ ἅγιον ἐν εἴδει περιστερᾶς κατερχόμενον, καὶ ἐρχόμενον ἐπ' αὐτόν. Καὶ φωνὴ ἐκ
5. See now, O Sabellius, and perceive; open the eye of your heart, and be not blind; let your mind and that of those deceived by you come together with the holy John to the Jordan. Open your ears, and hear the voice of the prophet saying: I am the voice of one crying in the wilderness. Hear the Forerunner of the Lord, him who was counted worthy to be named an angel, who received the Holy Spirit from his mother's womb and leaped at the entrance of Mary; who while still in the womb recognized the entrance of his own Master, and leaped; to whom was given the message of heraldic proclamation and the preparation of the way of the Lord. Obey him, and may you not fall short of the mark of truth. For behold, he himself bears witness, saying, having first recognized his own Master, I have need of Thee, and comest Thou to me? And when the Saviour said: Suffer it now, that all righteousness may be fulfilled; and when He had been baptized by him, as the divine Gospel says, John bore witness, saying: The heavens were opened, and I have beheld the Holy Spirit descending in the likeness of a dove, and coming upon Him. And a voice out
PG 41:1057Read from the page
τοῦ οὐρανοῦ· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐφ' ὃν ηὐδόκησα· ἄνω ἦν ὁ Πατὴρ, ὦ φιλόνεικε, ἄνωθεν ἡ φωνὴ ἤρχετο. Εἰ τοίνυν ἄνωθεν ἡ φωνὴ, διάκρινόν μοι τὴν παραπεποιημένην σου διάνοιαν. Τίνι ὁ Πατὴρ ἔλεγεν, Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐφ' ὃν ηὐδόκησα; Καὶ τίς ἦν οὗτος; Διὰ τί δὲ ἐν εἴδει περιστερᾶς τὸ Πνεῦμα κατελήλυθε, καίτοιγε σῶμα μὴ φορέσαν τὸ Πνεῦμα τὸ ἅγιον; Ὁ γὰρ Μονογενὴς μόνος ἐνεδύσατο, καὶ τελείως ἐνηνθρώπησεν ἀπὸ Μαρίας τῆς ἀειπαρθένου, διὰ Πνεύματος ἁγίου· οὐκ ἀπὸ σπέρματος ἀνδρὸς, ἀλλὰ ἑαυτῷ ἀναπλασάμενος ὁ ἀρχιτέχνας Λόγος σῶμα ἀπὸ Μαρίας, καὶ ψυχὴν τὴν ἀνθρωπείαν, καὶ νοῦν· καὶ ἔτι ἐστὶν ἄνθρωπος, πάντα τελείως ἀναδεξάμενος, καὶ συνενώσας τῇ ἑαυτοῦ θεότητι· οὐχ ὡς ἐν ἀνθρώπῳ οἰκήσας (μὴ γένοιτο!), αὐτὸς δὲ ὁ ἅγιος Λόγος, ὁ Θεὸς Λόγος ἐνηνθρώπησε.
of heaven: This is My beloved Son, in Whom I have been well pleased; the Father was above, O contentious man, from above came the voice. If, therefore, the voice was from above, discern for me your counterfeit mind. To Whom was the Father saying, This is My beloved Son, in Whom I have been well pleased? And Who was this? And why has the Spirit come down in the likeness of a dove, even though the Holy Spirit did not wear a body? For the Only-begotten alone clothed Himself and perfectly became man from Mary the ever-virgin, through the Holy Spirit; not from the seed of a man, rather the master-craftsman Word fashioned for Himself a body from Mary, and a human soul, and a mind; and He is still man, having perfectly assumed all things and united them to His own Godhead; not as having dwelt in a man (far be it!), rather the holy Word Himself, God the Word, became man.
Ϛʹ. Τὸ δὲ Πνεῦμα τίνι τῷ λόγῳ ἐν εἴδει περιστερᾶς φαίνεται, ἀλλὰ ὅπως πείσῃ σε μὴ βλασφημεῖν, ὦ ἐθελόσοφε, καὶ μηδὲν διανοούμενε, ἵνα μὴ νομίσῃς τὸ Πνεῦμα συναλοιφὴν εἶναι Πατρὶ ἢ Υἱῷ; Διὰ τοῦτο, καίπερ αὐτοῦ τοῦ Πνεύματος τοῦ ἁγίου σῶμα μὴ φορέσαντος, ἐν εἴδει περιστερᾶς σχηματίζεται, ὅπως δείξῃ σου καὶ ἐλέγξῃ σου τὴν πλάνην, ὅτι ἐνυπόστατόν ἐστι τὸ Πνεῦμα καθ' ἑαυτὸ, καὶ ἐνυπόστατος ὁ Πατὴρ, καὶ ἐνυπόστατος ὁ Μονογενής· ἀλλ' οὐ διαιρουμένης τῆς θεότητος, οὔτε ὑποβεβηκυίας τῆς ἑαυτῆς δόξης. Καὶ ὁρᾷς, πῶς ἡ Τριὰς ἀριθμεῖται, Πατρὸς (δὲ) ἄνωθεν βοῶντος, Υἱοῦ ἐν Ἰορδάνῃ βαπτιζομένου, Πνεύματος δὲ ἁγίου ἐν εἴδει περιστερᾶς ἐπιφοιτῶντος; Λέγε δέ μοι τίς ἐστιν ὁ εἰρηκὼς, Ἰδοὺ συνήσει ὁ Παῖς μου ὁ ἀγαπητὸς, ἐφ' ὃν ηὐδόκησα, ὃν ᾑρέτισεν ἡ ψυχή μου. Θήσομαι τὸ Πνεῦμά μου ἐπ' αὐτὸν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ. Οὐκ ἐρίσει, οὐδὲ κραυγάσει· οὐδὲ ἀκουσθήσεται ἐν πλατείαις ἡ φωνὴ αὐτοῦ. Κάλαμον συντετριμμένον οὐ κατεάξει, καὶ λίνον τυφόμενον οὐ σβέσει, ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν, καὶ τὰ ἑξῆς; Μὴ δὴ ταῦτα δύναται ἔχειν ἔμφασιν Τριάδος, ὦ φιλόνεικε; Ἆρα περὶ αὑτοῦ ὁ Πατὴρ τὰ τοσαῦτα ἐν τῷ προφήτῃ διεξῆλθε; Τίς δέ ἐστι περὶ οὗ γέγραπται, Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου; Καὶ οὐκ εἶπεν· Εἴσελθε εἰς ἐμέ· ἢ πάλιν ὡς λέγει τὸ Εὐαγγέλιον· Καὶ ἀνῆλθεν εἰς τὸν οὐρανὸν, καὶ ἐκάθισεν ἐν δεξιᾷ τοῦ Πατρός· καὶ ἔρχεται κρῖναι ζῶντας καὶ νεκρούς· ἢ πάλιν, πῶς οὐκ ἔπεισάν σε οἱ δύο ἄνδρες οἱ ἐν ἐσθῆσι λευκαῖς πεφηνότες πρὸς τοὺς μαθητὰς εἰπόντες, Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε εἰς τὸν οὐρανὸν ἀτενίζοντες; Οὗτος Ἰησοῦς ὁ ἀφ' ἡμῶν εἰς τὸν οὐρανὸν ἀναληφθεὶς οὕτως ἐλεύσεται, ὡς αὐτὸν εἴδετε ἀναλαμβανόμενον; Τίνα δὲ ἔβλεπεν ὁ μακάριος Στέφανος, ὅτε ἔλεγεν, Ἰδοὺ ἐγὼ ὁρῶ τὸν οὐρανὸν ἀνεῳγμένον, καὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ; Σὺ δὲ, ὦ κατὰ πάντα ἰδιῶτα, μὴ νοήσας τὴν φωνὴν τῶν ἁγίων Γραφῶν, σεαυτὸν μᾶλλον ἔβλαψας
6. And by what principle does the Spirit appear in the likeness of a dove, save that He may persuade you not to blaspheme, O pretentious sage who understands nothing, lest you suppose the Spirit to be a coalescence with the Father or the Son? On this account, although the Holy Spirit Himself did not wear a body, He takes shape in the likeness of a dove, so as to show and refute your error, that the Spirit is subsistent in Himself, and the Father is subsistent, and the Only-begotten is subsistent; yet without the Godhead being divided, or falling short of its own glory. And do you see how the Trinity is numbered, while the Father cries aloud from above, the Son is baptized in the Jordan, and the Holy Spirit comes down in the likeness of a dove? And tell me, Who is He Who has said, Behold, My beloved Servant shall understand, in Whom I have been well pleased, Whom My soul has chosen. I will put My Spirit upon Him, and He shall proclaim judgement to the nations. He shall not strive, nor cry aloud; neither shall His voice be heard in the streets. A bruised reed He shall not break, and smoking flax He shall not quench, until He bring forth judgement unto victory, and what follows? Do these things really have power to signify the Trinity, O contentious man? Did the Father recount so many things concerning Himself in the prophet? And Who is He concerning Whom it is written, The Lord said unto my Lord: Sit at My right hand? And He did not say: Enter into Me; or again, as the Gospel says: And He went up into heaven, and sat at the right hand of the Father; and He comes to judge the living and the dead; or again, how did the two men who appeared in white garments not persuade you, when they said to the disciples, Men of Galilee, why stand you gazing into heaven? This Jesus Who was taken up from us into heaven shall so come, even as you saw Him being taken up? And Whom did the blessed Stephen behold, when he said, Behold, I see heaven opened, and the Son of man standing at the right hand of God? Yet you, O layman in every respect, not having understood the voice of the Holy Scriptures, have harmed yourself the more
PG 41:1060Read from the page
καὶ τοὺς σοὶ ὑπακούσαντας, ἐκπεσὼν τῆς ἁγίας πίστεως τῆς τοῦ Θεοῦ ἀληθείας.
and those who have obeyed you, having fallen away from the holy faith of the truth of God.
Ζʹ. Ἔφη γὰρ ὡς ἀληθῶς· Ἐγώ εἰμι ὁ πρῶτος, καὶ ἐγώ εἰμι ὁ μετὰ ταῦτα, καὶ πλήν μου οὐκ ἔστιν ἕτερος. Ὡς ἀληθῶς γὰρ οὐκ εἰσὶ πολλοὶ θεοὶ, ἀλλ' εἷς Θεὸς ὁ πρῶτος, καὶ ὁ μετὰ ταῦτα, Πατὴρ, καὶ Υἱὸς, καὶ ἅγιον Πνεῦμα, οὐ συναλοιφὴ οὖσα ἡ Τριὰς, οὐδὲ διῃρημένη τῆς ἑαυτῆς ταυτότητος, ἀλλὰ Πατὴρ ἀληθῶς γεννήσας Υἱὸν, καὶ Υἱὸς ἀληθῶς γεννηθεὶς ἐκ Πατρὸς ἐνυπόστατος ἀνάρχως καὶ ἀχρόνως· καὶ Πνεῦμα ἅγιον ἀληθῶς ἐκ Πατρὸς καὶ Υἱοῦ, τῆς αὐτῆς θεότητος, ἐκ Πατρὸς ἐκπορευόμενον, καὶ τοῦ Υἱοῦ λαμβάνον ἀεὶ, εἷς Θεὸς ὁ πρῶτος, καὶ ὁ μετὰ ταῦτα. Ἄλλης δὲ πάλιν ἕνεκα οἰκονομίας, καὶ ἀπὸ προσώπου δὲ αὐτοῦ τοῦ Χριστοῦ ᾄδεται οὕτως. Πάλιν ἐπειδὴ πολλάκις ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς πέφηνε τοῖς προφήταις, καὶ κατήγγειλε τὴν ἑαυτοῦ παρουσίαν ἔσεσθαι, τινὲς δὲ αὐτὸν οὐκ ἐδέξαντο, προσδοκῶντες ἕτερον ἀντ' αὐτοῦ. Καὶ πρὸς μὲν τοὺς δεισιδαίμονας τῶν εἰδώλων, καὶ πολυθεΐαν τῷ κόσμῳ εἰσαγηοχότας, ἵνα μὴ ἐκπλαγέντες οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐκτραπέντες, τὰ εἴδωλα τῶν Ἀμοῤῥαίων, καὶ Χετταίων, καὶ Χαναναίων, καὶ Φερεζαίων, καὶ Εὐαίων, καὶ Γεργεσαίων, καὶ Ἰεβουσαίων, καὶ Ἀρουκαίων, καὶ Ἀσσανναίων προσκυνήσωσιν, ὡς καὶ αὐτοῖς προεφητεύετο. Προσεκύνησαν γὰρ τῷ Βεελφεγὼρ, καὶ τῷ Χαμῶς, καὶ τῇ Ἀστάρτῃ, καὶ τοῖς Μαζουρὼθ, καὶ τοῖς Νεασθῶ, καὶ τῷ Βεελζεβὰθ, καὶ τοῖς λοιποῖς εἰδώλοις τῶν ἐθνῶν. Διὸ καὶ ἔλεγεν αὐτὸς ὁ Κύριος· Ἐγώ εἰμι ὁ ὢν· Ἐγὼ ὁ πρῶτος, καὶ ὁ μετὰ ταῦτα· ἵνα αὐτοὺς ἀποστρέψῃ τῆς τῶν ἐθνομύθων πλάνης, τῶν προσκυνούντων τὴν πολυθεΐαν.
7. For He said in very truth: I am the first, and I am He Who is hereafter, and beside Me there is no other. For in very truth there are not many gods, rather one God Who is the first and He Who is hereafter, Father, and Son, and Holy Spirit—the Trinity not being a coalescence, nor divided from its own sameness, rather the Father Who truly begot the Son, and the Son truly begotten of the Father, subsistent without beginning and timelessly; and the Holy Spirit truly from the Father and the Son, of the same Godhead, proceeding from the Father, and ever receiving of the Son, one God Who is the first and He Who is hereafter. Yet again, for the sake of another dispensation, it is sung thus from the person of Christ Himself as well. Again, since our Lord Jesus Christ appeared many times to the prophets and proclaimed that His own coming would take place, yet certain men did not receive Him, awaiting another instead of Him. And first towards those superstitious over idols, who had introduced polytheism into the world, lest the sons of Israel, being struck with awe and turned aside, should worship the idols of the Amorites, and Hittites, and Canaanites, and Perizzites, and Hivites, and Girgashites, and Jebusites, and Arkites, and Assannites, even as was also prophesied to them. For they worshipped Baal-peor, and Chemosh, and Astarte, and Mazzuroth, and Neastho, and Beelzebath, and the rest of the idols of the nations. Wherefore the Lord Himself also said: I am He Who is; I am the first, and He Who is hereafter; so that He might turn them back from the error of gentile myths, of those who worship polytheism.
Καὶ ἐπειδὴ ἔμελλον τὴν παρουσίαν αὐτοῦ τοῦ Υἱοῦ ἀπωθεῖσθαι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἔφη πρὸς τοὺς Ἰουδαίους· Ἐγώ εἰμι ὁ πρῶτος, καὶ ὁ μετὰ ταῦτα. Ὁ πρῶτος ἐν σαρκὶ ἐπιδημήσας, καὶ ὁ μετὰ ταῦτα ἐρχόμενος κρῖναι ζῶντας καὶ νεκρούς· ἐπὶ τῷ σταυρῷ πεπονθὼς, καὶ ταφεὶς, καὶ ἀναστὰς, ἐν δόξῃ μὲν ἐν αὐτῷ τῷ σώματι ἀναληφθεὶς, εἰς δόξαν δὲ τῆς αὐτοῦ θεότητος ἑνωθέντος, καὶ φαιδρυνθέντος, καὶ μηκέτι ὑπὸ ἁφὴν ἐμπίπτοντος, νυνὶ μηκέτι θανάτου μετέχοντος. Ἀνέστη γὰρ, ὥς φησιν ἡ Γραφὴ, ὁ Χριστός· θάνατος αὐτοῦ οὐκέτι κυριεύσει, φησὶν ὁ Ἀπόστολος. Καὶ ὅρα πῶς ἡ ἀκρίβεια κυριεύει, καὶ ὁδηγεῖ τὸν ἄνθρωπον, ἵνα μὴ ἐκπέσῃ κατὰ θατέρων τῶν τῆς ἀληθείας μερῶν· ἵνα, ὅταν μὲν βουληθείη ὁ νοῦς πολυθεΐαν ἐξεργάσασθαι, ἀκούσῃ, ὅτι Κύριος ὁ Θεός σου εἷς ἐστιν· ὅταν δὲ Χριστὸν ἕτερον παρὰ τὸν ἐλθόντα υἱοὶ Ἰσραὴλ προσδοκήσωσιν, ἀκούσωσιν· Ἐγὼ ὁ πρῶτος, καὶ ὁ μετὰ ταῦτα· καὶ, Ἐγώ εἰμι τὸ Α καὶ τὸ Ω· τὸ Α τὸ κάτω βλέπον, καὶ τὸ Ω τὸ ἄνω βλέπον· ἵνα πληρωθῇ τὸ εἰρημένον· Ὁ καταβὰς, αὐτός ἐστιν ὁ
And since they were about to reject the coming of His Son our Lord Jesus Christ, He said to the Jews: I am the first, and He Who is hereafter. The first Who sojourned in the flesh, and He Who hereafter comes to judge the living and the dead; Who suffered upon the cross, and was buried, and rose again, taken up in glory in the very body itself, while it was united unto the glory of His Godhead, and made radiant, and falling no longer under touch, now partaking no longer of death. For Christ rose again, as the Scripture says; death shall no more have dominion over Him, says the Apostle. And see how exactness prevails, and guides man, lest he fall away towards either side of the truth; so that, whenever the mind would work out polytheism, it may hear that The Lord your God is one; and whenever the sons of Israel await another Christ beside Him Who came, they may hear: I am the first, and He Who is hereafter; and, I am the Alpha and the Omega—the Alpha looking downwards, and the Omega looking upwards; so that what was spoken might be fulfilled: He Who descended, He is also He
PG 41:1061Read from the page
ἀναβὰς ὑπεράνω πάσης ἀρχῆς, καὶ ἐξουσίας, καὶ κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου. Καὶ ἵνα ὅταν νομίσῃς διὰ τὸ εἰρηκέναι, Ἐγώ εἰμι ὁ πρῶτος, καὶ ὁ μετὰ ταῦτα· καὶ, Ἐγώ εἰμι τὸ Α· καὶ, Ἐγώ εἰμι τὸ Ω· καὶ, Κύριος ὁ Θεός σου εἷς ἐστι· καὶ ὅτι Ἐγώ εἰμι ὁ ὢν, ἵνα μή τις ἀρνήσηται τὸν Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα, διὰ τοῦτό φησιν· Ὁ Πατήρ μου μείζων μου ἐστί· καὶ, Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. Οὐχ ὅτι οὐκ ἔστιν ὁ Υἱὸς ἀληθινὸς Θεός· ἀλλ' ἵνα εἰς μίαν ἑνότητα ἀγάγῃ τὴν Τριάδος ὀνομασίαν, καὶ ἐκκλείσῃ τὴν διάνοιαν τῶν ἀνθρώπων ἀπὸ πολυθεΐας εἰς μίαν θεότητα.
Who ascended far above all principality, and power, and lordship, and every name that is named. And lest, when you think on account of its having been said, I am the first, and He Who is hereafter; and, I am the Alpha; and, I am the Omega; and, The Lord your God is one; and that I am He Who is—lest anyone should deny the Son and the Holy Spirit, on this account He says: My Father is greater than I; and, That they may know Thee, the only true God, and Jesus Christ Whom Thou hast sent. Not that the Son is not true God; rather that He may bring the naming of the Trinity into one unity, and shut out the mind of men from polytheism unto one Godhead.
Ηʹ. Ἐὰν δὲ νομίσῃ ὁ πλανηθεὶς τὴν διάνοιαν, τὸν ἕνα μόνον λέγεσθαι ἀληθινὸν Θεὸν, τουτέστι τὸν Πατέρα, τὸν δὲ Υἱὸν μὲν ὄντα, οὐκ ἀληθινὸν δὲ, πάλιν ἑτέρως τὸν τοιοῦτον ἐλέγχει, λέγων· Ἐγώ εἰμι τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Περὶ δὲ τοῦ Πατρὸς, ὅτι Φῶς ὁ Θεὸς, καὶ οὐκ εἶπε, Φῶς ἀληθινόν· ἵνα ἐκ τοῦ Θεοῦ ἀληθινὸν, καὶ φῶς ἀληθινὸν τὴν ἴσην θεότητα Πατρὸς πρὸς Υἱὸν, καὶ Υἱοῦ πρὸς Πατέρα νοήσωμεν. Καὶ ἀπὸ τοῦ τὸν Πατέρα φῶς εἶναι, καὶ τὸν Υἱὸν εἶναι, μὴ ἐπικεῖσθαι δὲ ἐνταῦθα ἀληθινόν. Οὐ γὰρ ἦν χρεία εἰπεῖν, μηδεμιᾶς ἀμφιβολίας οὔσης. Ἀπὸ γὰρ τοῦ, Θεὸς καὶ φῶς, ἡ μία τελειότης τῆς αὐτῆς γνησιότητος, Πατρὸς πρὸς τὸν Υἱὸν, καὶ Υἱοῦ πρὸς τὸν Πατέρα, σαφῶς ἀπεφάνθη. Καὶ διαλέλυταί σου ἡ πᾶσα τῆς πλάνης φρενοβλάβεια. Ἔστι γὰρ ὁ Πατὴρ Πατὴρ, ἔστιν ὁ Υἱὸς Υἱὸς, ἔστι τὸ ἅγιον Πνεῦμα ἅγιον Πνεῦμα, Τριὰς οὖσα, μία θεότης, μία δοξολογία, μία κυριότης· ᾧ δόξα, τιμὴ, κράτος, Πατρὶ ἐν Υἱῷ, Υἱῷ ἐν Πατρὶ, σὺν ἁγίῳ Πνεύματι, εἰς αἰῶνας αἰώνων. Ἀμήν.
8. And if he who has gone astray in mind suppose that one alone is called true God, that is, the Father, and that while the Son exists, He is not true God, He again refutes such a man in another way, saying: I am the true light, which enlightens every man coming into the world. And concerning the Father, that God is light, and He did not say, True light; so that from true God and true light we may understand the equal Godhead of the Father in relation to the Son, and of the Son in relation to the Father. Both from the Father's being light and the Son's being so, whereas true is not added here. For there was no need to say it, since there was no doubt whatever. For from the expression, God and light, the single perfection of the same genuineness, of the Father towards the Son, and of the Son towards the Father, was clearly manifested. And the whole madness of your error has been dissolved. For the Father is Father, the Son is Son, the Holy Spirit is Holy Spirit, being a Trinity, one Godhead, one doxology, one lordship; to Whom be glory, honour, dominion, to the Father in the Son, to the Son in the Father, with the Holy Spirit, unto the ages of ages. Amen.
Ταύτην δὲ πάλιν τὴν αἵρεσιν ὡσπερεὶ λύβην, ἢ μόλουρον, ἢ ἔλοπα, ἢ ἕν τι τῶν ἑρπετῶν τῶν φοβερωτάτων, οὐ μὴν δὲ δυναμένων διὰ δηγμάτων βλάπτειν, ἀποσεισάμενοι, καὶ δυνάμει τῆς ἁγίας Τριάδος καταπεπατηκότες, ἐπὶ τὰς ἑξῆς προβαίνοντες, αὐτὸν ἐπικαλεσώμεθα ἀρωγὸν τῆς ἡμετέρας πενίας τε καὶ βραχύτητος, εἰς τὸ ἀξίως τὰ παρ' ἑκάστῃ λεγόμενά τε καὶ γινόμενα, καὶ τὴν τούτων ἀντίῤῥησιν ποιήσασθαι βοηθῆναι.
Having shaken off this heresy in turn like a lybe, or a molurus, or an elops, or some one of the most fearsome creeping things, which nevertheless are unable to harm by their bites, and having trampled it underfoot by the power of the Holy Trinity, as we advance to those that follow, let us call upon Him as helper of our poverty and brevity, that we may be aided to set forth worthily the things said and done among each heresy and the refutation thereof.
ΚΑΤΑ ΩΡΙΓΕΝΙΑΝΩΝ,
Against the Origenians,
Τῶν πρώτων, τῶν καὶ αισχρῶν, τεσσαρακοστὴ τρίτη, ἡ καὶ ἑξηκοστὴ τρίτη.
The first, who are also the shameful, the forty-third, which is also the sixty-third.
Αʹ. Ὠριγένιοι καλοῦνταί τινες, οὐ παντὶ δὲ τοῦτο τὸ γένος ὑπάρχει. Καθεξῆς δὲ, οἶμαι, τούτων τῶν αἱρέσεων καὶ αὕτη ἡ δηλουμένη. Καλοῦνται δὲ Ὠριγένιοι· οὐ πάνυ δὲ σαφῶς ἴσμεν τίνος ἕνεκα, ἢ ἀπὸ Ὠριγένους τοῦ Ἀδαμαντίου, καλουμένου τοῦ Συν-
1. Certain men are called Origenians, yet this race does not exist everywhere. Next in order after these heresies, I suppose, is this one also that is set forth. And they are called Origenians; yet we do not know very clearly on what account, whether from Origen Adamantius, who is called the Syn-
Notes, col. 1061

On the reading

Printed αισχρῶν, for αἰσχρῶν.